Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θαδδαίου
καὶ τῆς Ἁγίας Μάρτυρος Βάσσης.

ΔΕΥΤΕΡΑ Β΄ ΗΧΟΣ



Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ τοῦ Ἀποστόλου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Μάκαρ Θαδδαῖε Ἀπόστολε, προσομιλήσας φωτί, ἀκροτάτῳ φῶς δεύτερον, κατὰ θείαν μέθεξιν, ἀληθῶς ἐχρημάτισας, καὶ διαλύσας νύκτα πολύθεον, ψυχὰς προσῆξας τῷ Παντοκράτορι· ὅθεν γηθόμενοι, τὴν λαμπρὰν καὶ εὔσημον καὶ φωταυγῆ, μνήμην σου γεραίροντες, Χριστὸν δοξάζομεν.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. δ'
Μάκαρ Θαδδαῖε Ἀπόστολε, μετὰ τὴν θείαν Χριστοῦ, καὶ φωσφόρον Ἀνάστασιν, καὶ τὴν πρὸς οὐράνια, παναγίαν Ἀνάληψιν, Ἐδέσσῃ πόλει τὸ θεῖον κήρυγμα, κατεπιστεύθης, ἐν ᾗ γενόμενος, λόγοις καὶ θαύμασι, τὸν Τοπάρχην Αὔγαρον, καὶ σὺν αὐτῷ, πάντας ἐβεβαίωσας, πρὸς τὴν ἀλήθειαν.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. δ'
Μάκαρ Θαδδαῖε Ἀπόστολε, τυφλοῖς τὸ βλέπειν τῇ σῇ, ἐπαφῇ θείᾳ δέδοται, καὶ χωλοῖς ἀρτίωσις, καὶ νοσοῦσιν ὑγίωσις, καὶ παρειμένοις αὖθις ἀνόρθωσις, καὶ ἀμυήτοις γνῶσις σωτήριος· σὺ γὰρ ἀνάπλεως, χαρισμάτων πέφυκας, τοῦ παντουργοῦ, Πνεύματος πανόλβιε· ὅθεν ὑμνοῦμέν σε.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἄθλησιν ποθήσασα, πολλὰς βασάνους πανεύφημε, σταθερῶς ἐκαρτέρησας, ἐντεῦθεν πρὸς ἄπονον, μετετέθης λῆξιν, καὶ ἄδυτον φέγγος, καὶ φανοτάτην χαρμονὴν καὶ δι' αἰῶνος θείαν ἀπόλαυσιν· διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦμεν πανήγυριν, ἀθληφόρε θεόληπτε.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος δ'
Μετὰ πολυώδυνα, καὶ πολυποίκιλα βάσανα, ἐν θαλάσσῃ βληθεῖσάν σε, Θεὸς διεσώσατο, ὁ Σωτὴρ τῶν ὅλων, θείᾳ δυναστείᾳ, καταπατοῦσαν τὴν ἰσχύν, τοῦ ἀλλοτρίου Βάσσα πολύαθλε, ἐντεῦθεν κατεφώτισας, τῶν εὐσεβῶν τὰ φρονήματα, ἐκτελοῦσα τεράστια, ὑπὲρ νοῦν καὶ διάνοιαν.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος δ'
Ὄρνις ὡς εὐκέλαδος, ἐπὶ τὸ ἄλσος φωνήσασα, τῆς ὡραίας ἀθλήσεως, τοὺς σοὺς συνεκάλεσας, νεοττοὺς ὡραίους, θήρατρα τῆς πλάνης, διαφυγοῦσα σὺν αὐτοῖς, Βάσσα θεόφρον ἀξιοθαύμαστε, μεθ' ὧν καὶ κατεσκήνωσας, πρὸς καλιὰς παμμακάριστε, οὐρανίους πρεσβεύουσα, ὑπὲρ πάντων ἑκάστοτε.
Δόξα...
Καὶ νῦν...
Θεοτοκίον
Ἦχος πλ. β'
Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι, τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ. Χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· Χαίροις, ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· Χαίροις, ἡ ἐλπὶς καὶ προστασία ἡμῶν. Σὲ γὰρ Χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.

Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ'
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Δῆμος τῶν Μαθητῶν, ἤθροισται ἐκ περάτων, Γεθσημανῇ χωρίῳ, Μῆτερ Θεοῦ κηδεῦσαι, τὸ θεοδόχον σῶμά σου.
Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Δεῦτε οἱ γηγενεῖς, σήμερον σὺν Ἀγγέλοις, στησώμεθα χορείαν, φαιδρὰν ἐν τῇ Κοιμήσει, τῆς μόνης Θεομήτορος.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Σῶμά σου τῇ φθορᾷ, ἀπρόσιτον ὑπῆρξε, καὶ πρὸς ταφὴν ἐδόθη, τῆς φύσεως τῷ νόμῳ μένει δὲ ἀδιάφθορον.

Θεοτοκίον
Ἦχος β'
Ἡ πανάμωμος νύμφη, καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός, ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν, τῆς ἀσυγχύτου ἑνώσεως, σήμερον τὴν ἄχραντον ψυχήν, τῷ Ποιητῇ καὶ Θεῷ παρατίθεται, ἣν Ἀσωμάτων δυνάμεις, θεοπρεπῶς ὑποδέχονται, καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὄντως Μήτηρ τῆς ζωῆς, ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός, ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον τοῦ Ἀποστόλου
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολε Ἅγιε Θαδδαίε,
πρέσβευε τῷ ἐλεήμονι Θεῷ
ἵνα πταισμάτων ἄφεσιν,
παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τὴν σὴν ἑορτάζομεν, Κοίμησιν Ἄχραντε, ἐν ᾗ παραγέγονεν ὁ διὰ σοῦ σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, μετὰ δόξης ἀφάτου, προσλαβεῖν τὸ σὸν πνεῦμα, καὶ μετέστης ἐν δόξῃ, μὴ λιποῦσα τὸν κόσμον, πρεσβείαις σου Θεοτόκε, σκέπουσα τοὺς ὑμνοῦντάς σε.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ


Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀγγέλων τὰ πλήθη δοξολογοῦσί σε, τῶν ἀνθρώπων τὸ γένος πιστῶς ὑμνοῦμέν σε, ὅτι μετέστης ἀπὸ γῆς πρὸς οὐράνια, καὶ πρεσβεύεις ἐκτενῶς, τῷ Υἱῷ σου καὶ Θεῷ, ῥυσθῆναι ἐκ τῶν κινδύνων, τοὺς πίστει ἀνευφημοῦντας, τὴν σὴν Παρθένε Μετάστασιν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ


Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα ἕτερα
Ἦχος β'
Εὐσπλαγχνίας ὑπάρχουσα ΤΟ ΑΚΟΥΤΕ
Ἀσωμάτων πανάγιοι χοροί, δυσωπεῖτε Θεὸν τὸν ἀγαθόν, καὶ Δεσπότην, φείσασθαι ἡμῶν, ἐν ὥρᾳ τῆς κρίσεως, ῥύσασθαι ἡμᾶς, πικρᾶς κολάσεως, δαιμόνων κακώσεως, καὶ παθῶν ἀμαυρώσεως, καὶ πάσης ἀπειλῆς, προστρέχοντας πόθῳ τῇ σκέπῃ ὑμῶν.
Μαρτυρικὸν
Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταῖς ἱκεσίαις ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ποία μήτηρ ἠκούσθη παρθένος; ποία δὲ παρθένος μήτηρ ἐγνωρίσθη; πάντα τὰ σὰ Θεοτόκε παράδοξα, διὰ τοῦτό σε, πιστῶς μεγαλύνομεν.


Ὁ Κανὼν δεύτερος τῆς Ἐορτῆς.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος,
καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος,
ταύτης τὴν Κοίμησιν.».

Παρθένοι νεάνιδες, σὺν Μαριὰμ τῇ Προφήτιδι, ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε· ἡ Παρθένος γάρ, καὶ μόνη Θεοτόκος, πρὸς λῆξιν οὐράνιον διαβιβάζεται.

Ἀξίως ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ καὶ Θεῷ.


Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.
Θαδδαῖον ὑμνῶ τὸν σοφὸν θεηγόρον.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Θρόνῳ τῷ τοῦ Δεσπότου πάνσοφε, Θαδδαῖε παριστάμενος, φωτισμὸν μοι παράσχου, τὴν φωσφόρον σου μέλψαι πανήγυριν.

Ἄχρονον φῶς ἐν χρόνῳ, μεθ´ ἡμῶν ὀφθεὶς ὁ Ὑπερούσιος, ὡς ἀκτῖνά σε μάκαρ, ἐπαφῆκε τὸν κόσμον φωτίζουσαν.

Δύναμιν περιζώσας, σὲ ὁ ἐν ἰσχὺϊ ἀπροσμάχητος, τοῦ ἀλάστορος πᾶσαν, τὴν ἰσχὺν ἀφανίσαι ἐνίσχυσεν.
Θεοτοκίον
Δέσποινα τῶν ἁπάντων, ὤφθης τῶν κτισμάτων, τὸν δεσπόζοντα, ἀπορρήτως τεκοῦσα, Θεοτόκε Παρθένε πανύμνητε.


Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Τοὺς σοὺς ἀγῶνας, Βάσσα, τιμῶ προφρόνως.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ
Τὴν σὴν εὐφημοῦντι χαρμονικῶς, πανένδοξε μνήμην, οὐρανόθεν μοι φωτισμόν, δοθῆναι δυσώπει μακαρία, καὶ ψυχοφθόρων πταισμάτων συγχώρησιν.

Οὐκ ἔφριξας δόγμα θεοστυγές, τῷ φόβῳ Κυρίου, πεφραγμένη σου τὴν ψυχήν, μαστίγων ποικίλων καὶ κινδύνων· διὸ ἀνδρείως κατετόλμησας.

Ὑπέστης βασάνους πολυειδεῖς, τρισὶ σὺν υἱέσιν, ἀθληφόρε καρτερικῶς, μεθ' ὧν ἀνεπλέξω τοὺς στεφάνους, τῆς ἀφθαρσίας Τριάδα δοξάζουσα.
Θεοτοκίον
Συνέλαβες Λόγον τὸν τοῦ Πατρός, ἄνευθεν ὠδίνων, Παναγία τῶν μητρικῶν, καὶ τοῦτον ἀρρήτως ὑπὲρ λόγον, εἰς σωτηρίαν ἡμῶν ἀπεκύησας.


Κανών β', ᾨδὴ γ', τῆς Ἐορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε,
ἡ ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον·
κἂν τῇ σεπτῇ Κοιμήσει Σου,
στεφάνων δόξης ἀξίωσον».

Θνητῆς ἐξ ὀσφύος προαχθεῖσα, τῇ φύσει κατάλληλον Ἁγνή, τὴν ἔξοδον διήνυσας, τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν καὶ ἐνυπόστατον.

Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσοντες.


Κανών β', ᾨδὴ γ', τοῦ Ἀποστόλου
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Αἴγλῃ θείας χάριτος, φωταγωγῶν λαοὺς ἔνδοξε, φῶς καθαρόν, ὤφθης τοῖς ἐν σκότει, τῶν δεινῶν ἐνυπάρχουσιν.

Ἴασιν καὶ λύτρωσιν, θεουργικαῖς σοφὲ νεύσεσι, τῷ βασιλεῖ, ἤγαγες Αὐγάρῳ, πρὸς αὐτὸν ἀφικόμενος.

Οἴκους ἀπετέλεσας, τοῦ παντουργοῦ σοφὲ Πνεύματος, τοὺς γηγενεῖς, τὰ τῆς ἀπωλείας, καταστρέψας οἰκήματα.
Θεοτοκίον
Νόμου προχαράγματα, καὶ Προφητῶν φωναὶ Δέσποινα, σοῦ τὸν φρικτὸν τόκον ἀριδήλως, Θεομῆτορ ἐδήλωσαν.


Κανών γ', ᾨδὴ γ', τῆς Μάρτυρος
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ἀναφθεῖσα τῇ πίστει, καὶ τῷ θερμῷ ἔρωτι, τῆς ὑπερβαλλούσης ἀγάπης, Χριστοῦ πανεύφημε, πῦρ ἀπετέφρωσας, ἐπιστασίᾳ Ἀγγέλου, καὶ λαὸν ἀγνώμονα, ἄρδην κατέφλεξας.

Γενεὰ τῶν εὐθέων, εὐλογητὴ πέφυκε, σοῦ ἐκ τῆς γαστρὸς τῶν λαμψάντων Βάσσα πανένδοξε, συναθλησάντων σοι, καὶ ἀχλυώδη λυσάντων, παρανόμων ἔνστασιν, γνώμης στερρότητι!

Ὢ μητρὸς ὑπερβάσης, νόμους ῥευστῆς φύσεως, τῇ τῶν ὑπὲρ φύσιν ἑνώσει! Ὢ πῶς ὑπήνεγκεν, ἄδικον θάνατον, ἀλληλοτρόπως ὁρῶσα, ὧν ἐτιθηνήσατο, πίστει καὶ γάλακτι.
Θεοτοκίον
Νεκρωθέντα με βρώσει, παρακοῆς ἔσωσας, μόνη τὴν ζωὴν τετοκυῖα, τὴν ἐνυπόστατον, Κόρη πανάμωμε, ἀξιοχρέως· διὸ σε, τὴν ἀειμακάριστον νῦν μακαρίζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος,
ὀροφουργὲ Κύριε,
καὶ τῆς Ἐκκλησίας Δομῆτορ,
σὺ με στερέωσον,
ἐν τῇ ἀγάπῃ τῇ σῇ,
τῶν ἐφετῶν ἡ ἀκρότης,
τῶν πιστῶν τὸ στήριγμα,
μόνε φιλάνθρωπε».


Κοντάκιον τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον,
καὶ προστασίαις ἀμετάθετον ἐλπίδα,
τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν·
ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν,
ὁ μήτραν οἰκήσας ἀειπάρθενον.


Κάθισμα τοῦ Ἀποστόλου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Προσπελάσας Ἡλίῳ τῷ νοητῷ, παρ' αὐτοῦ τὰς ἀκτῖνας τὰς μυστικάς, ἐδέξω καὶ γέγονας, ὡς ἀστὴρ φαεινότατος, καταυγάζων πάσης, τῆς γῆς τὰ πληρώματα, καὶ σκεδάζων πλάνης, ὁμίχλην μακάριε· ὅθεν τὴν φωσφόρον καὶ ἁγίαν σου μνήμην, πιστῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι· Θαδδαῖε, Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Τῆς Ἁγίας ὅμοιον
Πτερωθεῖσα τῇ πίστει τῇ θεϊκῇ, ὡς τρυγὼν σὺν τοῖς τέκνοις πρὸς καλιάς, ἀΰλους κατέπαυσας, ἱερῶς ἐναθλήσασα, ἀθληφόρε Βάσσα, Ἀγγέλων συνόμιλε, καὶ θαυμάτων ῥεῖθρα, πηγάζεις τοῖς χρῄζουσιν· ὅθεν κατὰ χρέος, τὴν ἁγίαν σου μνήμην, τελοῦντες τιμῶμέν σε, τὸν Σωτῆρα δοξάζοντες, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιον
Ἡ θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν.


Κοντάκιον τοῦ Ἀποστόλου
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἑορτὴ χαρμόσυνος, τοῦ Ἀποστόλου ἐπέστη, εὐφροσύνως σήμερον, ἐπιτελέσωμεν ταύτην· νέμει γάρ, τοῖς αὐτὸν πίστει ἀεὶ τιμῶσι, λύτρωσιν ἁμαρτημάτων, καὶ ῥῶσιν θείαν· καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.
Ὁ Οἶκος
Τὸν Χριστοῦ Μαθητὴν ἅπαντες εὐφημήσωμεν, τὸν αὐτόπτην τοῦ Λόγου τιμήσωμεν σήμερον. Οὗτος γὰρ τῷ κόσμῳ ἐκήρυξε τὸ πάνσεπτον Εὐαγγέλιον, καὶ τὰ ἔθνη σαγηνεύσας ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνήγαγε, τὴν δὲ ὁδὸν τῆς ἀληθείας ὑποδείξας, δι' αὐτῆς ἀνάγει τοὺς πιστοὺς πρὸς πατρίδα οὐράνιον, καὶ τῷ θείῳ θρόνῳ λαμπρῶς παριστάμενος, φωτισμὸν παρέχει δαψιλῶς τοῖς αὐτὸν ἐκ πόθου γεραίρουσι. Καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θαδδαίου.
Στίχοι
Θαδδαῖε! ποῖον ἄλλο σοι πλέξω στέφος,
Ἤ αὐτόπτην λέγειν σε, καὶ μύστην Λόγου;
Εἰκάδι πρώτῃ Θαδδαῖος βιότοιο ἀπέπτη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας μάρτυρος Βάσσης, καὶ τῶν τέκνων αὐτῆς Θεογνίου, Ἀγαπίου καὶ Πιστοῦ.
Στίχοι
Μητρὸς μιᾶς κάλλιστα παιδία τρία,
Σὺν μητρὶ Βάσσῃ πρὸς τομὴν ψυχὴ μία.
Βάσσαν σὺν τοκέεσσι τάμε ξίφος εἰκάδι πρώτῃ.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


Ἐξαποστειλάριον τοῦ Ἀποστόλου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἐδέσσης ἐχρημάτισας, φωστὴρ Θαδδαῖε πάνσοφε, ἐν ᾗ κηρύξας τὴν θείαν, οἰκονομίαν τοῦ Λόγου, καὶ τὸν Τοπάρχην Αὔγαρον, καὶ σὺν αὐτῷ δὲ ἅπαντας, φωτίσας λάτρας ἔδειξας, τῆς ὑπερφώτου Τριάδος, Ἀπόστολε Θεοκήρυξ.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια. Τῆς Ἑορτῆς
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Μνήσθητι ἐκτενῶς, τῶν σὲ παρακαλούντων, Παρθένε Θεοτόκε, καὶ πόθῳ ἀνυμνούντων, τὴν ἱεράν σου Κοίμησιν.
Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Δεῦρό μοι Μαθητῶν, τὸ στῖφος τῇ Παρθένῳ, ἐξόδιον τὸν ὕμνον, εἷς ἕκαστος φερέτω, τῇ ἑορτῇ ἁρμόδιον.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Στῖφος τῶν Μαθητῶν, προθύμως ἐν νεφέλαις, ἀθροίσθητε κηδεῦσαι, τὸ θεοδόχον σῶμα, τῆς μόνης Θεομήτορος.

Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Πύλαι τῶν οὐρανῶν, ἐπάρθητε ὁρῶσαι, τὴν πύλην τοῦ Ὑψίστου, χωροῦσαν μετὰ δόξης, πρὸς τὸν Υἱὸν καὶ Κύριον.

Ἀπολυτίκιον τοῦ Ἀποστόλου
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολε Ἅγιε Θαδδαίε,
πρέσβευε τῷ ἐλεήμονι Θεῷ
ἵνα πταισμάτων ἄφεσιν,
παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Εἰ δὲ βούλει, εἰπὲ τὰ παρόντα Ἀντίφωνα.
Ἀντίφωνον Α'
Στίχος α'.
Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ.
Στίχος β'. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
Στίχος γ'. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει Θεοῦ ἡμῶν.
Στίχος δ'. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.

Ἀντίφωνον Β'
Στίχος α'.
Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Στίχος β'. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Στίχος γ'. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
Στίχος δ'. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Ἀντίφωνον Γ'
Στίχος α'.
Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Στίχος β'. Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;
Στίχος γ'. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Εἰσοδικὸν
Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Τὴν φωνήν σοι προσάγομεν,
τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι·
Μνήσθητι ἡμῶν Σωτήρ,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Τὰ πολλά μου ἐγκλήματα, παραβλέψας φιλάνθρωπε, δεῖξον μέτοχόν με τῆς σῆς, λαμπρότητος δέομαι.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Τῶν Ἀγγέλων τὰ τάγματα, δυσωποῦσί σε Κύριε, ὑπὲρ πάντων τῶν πιστῶν, τῶν πόθῳ ὑμνούντων σε.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ταῖς λιταῖς τῶν Μαρτύρων σου, Ἰησοῦ ὑπεράγαθε, ἵλεως ἡμῖν γενοῦ, ἐν ὥρᾳ τῆς κρίσεως.
Δόξα...
Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν, καὶ Πνεῦμα πάντες πιστοί, τὸ θεῖον ὑμνήσωμεν.
Καὶ νῦν... Θεοτοκίον
Ὁ καρπὸς τῆς κοιλίας σου, τοὺς καρπῷ ὀλισθήσαντας, τοῦ Παραδείσου Ἁγνή, πολίτας εἰργάσατο.


Ἀπολυτίκιον τοῦ Ἀποστόλου
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολε Ἅγιε Θαδδαίε,
πρέσβευε τῷ ἐλεήμονι Θεῷ
ἵνα πταισμάτων ἄφεσιν,
παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον,
καὶ προστασίαις ἀμετάθετον ἐλπίδα,
τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν·
ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν,
ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Προκείμενον τῆς ἡμέρας, Ἦχος δ'
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. 

ΔΕΥΤΕΡΑ ΙΒ΄, ΕΒΔΟΜΑΔΟΣ
Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 5:10-15

Ἀδελφοί, πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ. Εἴτε γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καί ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος β΄
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.
Στίχ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ.

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΙΒ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Μάρκον, α΄ 9 - 15

Ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ' αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον· καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. Μετὰ δὲ τὸ παραδοθῆναι Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.


Ἐκ τοῦ κατὰ Μάρκον, γ΄ 13 - 21
Τῷ καιρῷ ἐκείνῳ ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετ' αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια· καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον, καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς· καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. καὶ ἀκούσαντες οἱ παρ' αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη.


Εἰς τό, Ἐξαιρέτως
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς

Ἦχος α'
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νενίκηνται τῆς φύσεως οἱ ὅροι,
ἐν σοὶ Παρθένε ἄχραντε,
παρθενεύει γὰρ τόκος,
καὶ ζωὴν προμνηστεύεται θάνατος.
Ἡ μετὰ τόκον Παρθένος,
καὶ μετὰ θάνατον ζῶσα,
σῴζοις ἀεί, Θεοτόκε,
τὴν κληρονομίαν σου».


Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.


Ὁ ἀναστὰς ἐκ νεκρῶν...