Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ
Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας
καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου.

ΚΥΡΙΑΚΗ Δ' ΗΧΟΣ


Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος δ΄
Τὸν ζωοποιόν σου Σταυρόν,
ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός,
τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν·
δι' αὐτῆς γὰρ ἀνεκαίνισας,
τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε,
καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν,
ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ἦχος δ΄
Τοῦ ξύλου τῆς παρακοῆς,
τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ,
τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς,
καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ,
τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας·
διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν,
ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Ἦχος δ΄
Πύλας ᾍδου συνέτριψας Κύριε,
καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας,
γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας,
ζωὴν καὶ ἀφθαρσίαν
τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἕτερα Στιχηρά, Ἀνατολικά. - Ὀκτώηχος
Ἦχος δ΄
Δεῦτε ἀνυμνήσωμεν λαοί,
τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν,
δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν,
καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες·
ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς,
σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ τῶν Ἁγίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τὰς στρεβλώσεις τοῦ σώματος, καὶ μαστῶν τὴν ἀφαίρεσιν, καὶ χειρῶν ὑπήνεγκας καρτερώτατα, τήν τε ὀδόντων ἐκρίζωσιν, πλευρῶν τὴν κατάφλεξιν, τῶν ποδῶν τήν ἐκκοπήν, καὶ τὸν ἄδικον θάνατον· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης οὐρανίοις, ἐν θαλάμοις κατοικοῦσα, Ἀναστασία πολύαθλε.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος δ'
Παρθενίας κειμήλιον, κεκλεισμένος Παράδεισος, ἱερὸν ἀνάθημα, θεῖον τέμενος, νύμφη Χριστοῦ πανακήρατε, καὶ ἔμψυχον ἄγαλμα, ἀσκουσῶν ὑπογραμμός, τῶν Μαρτύρων ἀγλάϊσμα, κρήνη βρύουσα, ποταμοὺς ἰαμάτων ἀνεδείχθης, τοῖς τελοῦσί σου τὴν μνήμην, Ἀναστασία πανεύφημε.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος δ'
Τῶν Μαρτύρων ἀγλάϊσμα, τῶν Παρθένων ἀπάνθισμα, τῶν Ὁσίων μέγιστον ἐγκαλλώπισμα, Ἀναστασίαν πολύαθλον, τῆς Ῥώμης τὸ καύχημα, καὶ τερπνότατον Θεοῦ, καὶ ἀμώμητον σφάγιον, τὴν ἀκράδαντον, εὐσεβείας κρηπῖδα, δεῦτε πάντες, ἀνυμνήσωμεν προθύμως, περιφανῶς ἐναθλήσασαν.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ θεόφρον Ἀβράμιε, τοῦ Ἀβραὰμ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς πατρίδος μακάριε, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν οἰκίσκῳ σμικρῷ τὸ σῶμά σου, κλείσας μακάριε, τὸν νοῦν ἀνεπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος πλ. δ'
Ὅσιε Πάτερ Ἀβράμιε, ἀβραμιαίαν ψυχήν, φερωνύμως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας, θείᾳ πίστει ῥωννύμενος, καὶ δι' ἀγάπης Θεῷ ἑνούμενος, ἐπαγγελίας τήν γῆν κεκλήρωσαι, ὡραϊζόμενος, ἀρετῶν λαμπρότησιν· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος πλ. δ'
Ὅσιε Πάτερ Ἀβράμιε, τὴν ταῖς ἀπάταις δεινῶς, ὑπαχθεῖσαν τοῦ ὄφεως, καὶ κατολισθήσασαν, ἀπωλείας πρὸς βάραθρον, δι' ἐπινοίας θείας ἀνείλκυσας, καὶ σῳζομένην Θεῷ παρέστησας, ἧς τὴν μετάνοιαν, πάντες κατεπλάγησαν, οἱ εὐσεβῶς, Κύριον δοξάζοντες, τὸν ὑπεράγαθον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ,
μελῳδικῶς περὶ σοῦ προανεφώνησε,
τῷ μεγαλεῖά σοι ποιήσαντι.
Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου.
Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν,
ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός,
ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα,
φθαρεῖσαν τοῖς πάθεσι,
καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον
τοῖς ὤμοις ἀναλαβών,
τῷ Πατρὶ προσαγάγῃ,
καὶ τῷ ἰδίῳ θελήματι,
ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι,
καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.


Τῷ Σαββάτῳ ἑσπέρας Ἦχος πλ. β'
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ: Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Στίχ: Καὶ γὰρ ἐστερεωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. - Ὀκτώηχος
Ἦχος δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ,
τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας
καὶ κατελθὼν ἐν τῷ ᾍδῃ,
τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας,
ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῷ γένει·
διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν,
τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. - Ὀκτώηχος
Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ,
πᾶσαν κτίσιν ἐσάλευσας,
τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας,
ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων·
διὸ ὑμνοῦντες δοξάζομεν,
τὴν τριήμερόν σου Ἔγερσιν.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ,
σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς,
ἀλλ' ἑκὼν ὑπέμεινας ταφήν,
αὐτεξουσίως ἀνέστης τριήμερος,
ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Μετὰ δακρύων Γυναῖκες,
καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν·
μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον·
Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων,
πῶς ἐκλάπης;
ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου;΄
Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο·
Μὴ κλαίετε φησίν,
ἀλλ' ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος,
παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.

Θεοτοκίον - Ὀκτώηχος
Ἦχος δ΄
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις,
πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα·
σὲ γὰρ μόνην ἀσφαλῆ,
καὶ βεβαίαν ἄγκυραν ἔχομεν,
καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι,
σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων·
Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια,
χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.


Ἀπολυτίκιον
Ἦχος δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,
ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι,
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι,
τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον·
Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός,
δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,
διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται·
Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος
Ἦχος δ΄
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον,
καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι,
αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι·
Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον,
ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν,
ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός,
τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Κατεπλάγη Ἰωσήφ ΤΟ ΑΚΟΥΤΕ
Ἑκουσίᾳ σου βουλῇ,
Σταυρὸν ὑπέμεινας Σωτήρ,
καὶ ἐν μνήματι καινῷ,
ἄνθρωποι ἔθεντο θνητοί,
τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον·
ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος,
θάνατος δεινῶς ἐσκυλεύετο,
καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον,
τῇ ζωηφόρῳ Ἐγέρσει σου·
Χριστὸς ἀνέστη,
ὁ ζωοδότης,
μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον, Άυτόμελον
Κατεπλάγη Ἰωσήφ,
τὸ ὑπὲρ φύσιν θεωρῶν,
καὶ ἐλάμβανεν εἰς νοῦν,
τὸν ἐπὶ πόκον ὑετόν,
ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε.
Βάτον ἐν πυρὶ ἀκατάφλεκτον,
ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν,
καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ,
τοῖς ἱερεῦσιν ἐκραύγαζε·
Παρθένος τίκτει,
καὶ μετὰ τόκον,
πάλιν μένει Παρθένος.


Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος
Ἦχος δ΄
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἀνέστης ὡς ἀθάνατος,
ἀπὸ τοῦ ᾅδου Σωτήρ,
συνήγειρας τὸν κόσμον σου,
τῇ Ἀναστάσει τῇ σῇ,
Χριστὲ ὁ Θεὸς ἡμῶν,
ἔθραυσας ἐν ἰσχύϊ,
τοῦ θανάτου τὸ κράτος,
ἔδειξας Ἐλεῆμον,
τὴν Ἀνάστασιν πᾶσι·
διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
Δόξα... Κατεπλάγη Ἰωσήφ ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῶν ἄνω κατελθών,
τῶν ὑψωμάτων Γαβριήλ,
καὶ τῇ πέτρα προσελθών,
ἔνθα ἡ πέτρα τῆς ζωῆς,
λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις·
Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς,
ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον·
ὃν γὰρ ζητεῖτε κλαίουσαι,
θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται·
διὸ βοᾶτε,
τοῖς Ἀποστόλοις,
ὅτι ἀνέστη ὁ Κύριος.
Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή,
πάντες Ἀγγέλων οἱ χοροί,
τὸ Μυστήριον τῆς σῆς,
κυοφορίας τὸ φρικτόν,
πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ,
ἀγκάλαις ὡς βροτός,
ταῖς σαῖς συνέχεται,
καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος,
καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι,
καὶ σὲ ὡς ὄντως,
Θεοῦ Μητέρα,
εὐφημοῦντες δοξάζουσι.


Ἡ Ὑπακοὴ
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως,
προδραμοῦσαι αἱ Μυροφόροι,
τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ,
ὅτι ἀνέστης ὡς Θεός,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἳ Ἀναβαθμοὶ Ἦχος δ΄
Ἀντίφωνον Α΄

- Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ' αὐτὸς ἀντιλαβοῦ,
καὶ σῶσον Σωτήρ μου.
- Οἱ μισοῦντες Σιών,
αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γάρ,
πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται,
καὶ καθάρσει ὑψοῦται λαμπρύνεται,
τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β΄
- Ἐκέκραξά σοι Κύριε,
θερμῶς ἐκ βάθους ψυχῆς μου,
κἀμοὶ γενέσθω,
πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
- Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος,
ὑψηλότερός ἐστι,
πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι,
ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα,
ἀρδεύοντα,
ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ΄
- Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω,
καὶ οὐδὲν θέλξει με,
τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
- Ἐπὶ τὴν μητέρα αὐτοῦ,
ὡς ἔχει τις στοργήν,
ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι,
θεογνωσίας πλοῦτος,
θεωρίας καὶ σοφίας·
πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα,
ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς,
ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον,
ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.


Κανὼν Ἀναστάσιμος
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α' - Ὀκτώηχος

Ἦχος δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν,
ὁ παλαιὸς πεζεύσας Ἰσραήλ,
σταυροτύποις Μωσέως χερσί,
τοῦ Ἀμαλὴκ τὴν δύναμιν,
ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος,
ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ,
τὴν ἐν ξύλῳ ἰώμενος,
πανωλεθρίαν Δέσποτα,
ὡς ἀγαθὸς καὶ παντοδύναμος.

Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός,
ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ,
καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ,
μετὰ Πατρὸς καὶ Πνεύματος,
πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Θεοτοκίον
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος,
τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν,
καὶ σαρκὶ ἀπεκύησας,
τὸν ἐκ Πατρὸς ἀμήτορα,
καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.


Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Τοὺς ἀνδρικούς σου, Μάρτυς, εὐφημῶ πόνους.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Ταύτην τὴν φωτοφορον, μνήμην σου γεραίροντι Θεόνυμφε, φωτισμὸν μοι παράσχου, τῆς ψυχῆς μου τὸ σκότος διώκουσα.

Ὅλην ἀπὸ σπαργάνων, σεαυτὴν ἀνέθηκας τῷ Κτίστῃ σου, καὶ πυρὶ ἐγκρατείας, τὰ τοῦ σώματος πάθη κατέφλεξας.

Ὕψος πρὸς μαρτυρίου, Μάρτυς ἀνηνέχθης ἀφειδήσασα, τῆς σαρκὸς καὶ θαλάμων, νοητῶν ὡς παρθένος ἠξίωσαι.
Θεοτοκίον
Σὲ τὴν οὐρανομήκη, κλίμακα ἐν ᾗ Θεὸς ἐπεστήρικτο, τοὺς βροτοὺς οὐρανίους, ἐργαζόμενος Κόρη γεραίρομεν.


Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Τὸν σὸν γεραίρω παμφαῆ βίον μάκαρ.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ
Ταῖς θείαις λαμπόμενος ἀστραπαῖς, τοὺς τὴν φωτοφόρον, ἐκτελοῦντάς σου ἑορτήν, παθῶν ἀμαυρότητος παμμάκαρ, ταῖς προσευχαῖς σου Ἀβράμιε λύτρωσαι.

Ὁ θεῖος ἀνάψας σου τὴν ψυχήν, Ἀβράμιε πόθος, ἐναπέσβεσε τῆς σαρκός, τοὺς ἔρωτας Πάτερ καὶ ἀΰλως, ἐπὶ τῆς γῆς σε βιῶναι ἐποίησεν.

Νεκρώσας τὰ μέλη τὰ ἐπὶ γῆς, νηστείᾳ καὶ πάσαις, κακουχίαις Πάτερ σοφέ, ζωῆς ἠξιώθης τῆς ἀμείνω, ἐν οὐρανοῖς θεοφόρε Ἀβράμιε.
Θεοτοκίον
Σαρκὸς ἐξ αἱμάτων σου ἱερῶν, Θεοῦ Πατρὸς Λόγος, ἐσαρκώθη ὑπερφυῶς, παρθένε Μαρία, ὃν δυσώπει, τὰ τῆς σαρκός μου νεκρῶσαι φρονήματα.


ᾨδὴ γ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί,
ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·
Σύ μου ἰσχὺς Κύριε,
καὶ καταφυγὴ καὶ στερέωμα».

Τὸ ξύλον τὸ τῆς ζωῆς,
ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος,
ἐπὶ Σταυροῦ κρέμαται,
πᾶσιν ἀμβροσίαν πηγάζουσα.

Ὡς μέγας, ὡς φοβερός,
ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα,
καὶ ὡς Θεὸς ἄφθαρτος,
νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς,
τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος,
Μήτηρ Θεοῦ γέγονας·
ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.


Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ἵστασο πρὸ βήματος, τυραννικοῦ Χριστὸν ἔνδοξε, τὸν ποιητήν, πάντων καὶ Δεσπότην, Θεὸν Λόγον κηρύττουσα.

Κάλλος τὸ ἐγκάρδιον, τῇ ὁρατῇ μορφῇ Ἔνδοξε, διαδοθέν, σὲ ὡραιοτάτην, τοῖς ὁρῶσιν ὑπέφαινεν.

Ὄλβον ἀναφαίρετον, τῶν ἰαμάτων σοι δίδωσι, Κόρη Χριστός, οὗ Ἀναστασία, τὴν πτωχείαν ἠγάπησας.
Θεοτοκίον
Ὕλην τῶν πταισμάτων μου, σῶν πρεσβειῶν πυρὶ σύμφλεξον, Μήτηρ Θεοῦ, δρόσον μοι τὴν θείαν, τῆς ἀφέσεως φέρουσα.


Κανών β', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ὁλοτρόπως ποθήσας, τῶν ὀρεκτῶν ἔσχατον, κόσμου καὶ σαρκὸς θεοφόρε, ἔξω γεγένησαι· ὅθεν ἀπείληφας, τὴν ὑπερκόσμιον δόξαν, καὶ θείαν ἀπόλαυσιν, Πάτερ Ἀβράμιε.

Ναὸς ζῶν ἀνεδείχθης, τοῦ παντουργοῦ Πνεύματος, πάτερ ἐν οἰκίσκῳ τὸ σῶμα, συγκλείσας Ὅσιε· ὅθεν ἀπήστραψας, τῶν ἀρετῶν λαμπηδόνας, ἱερῶς κοσμούμενος, Πάτερ, Ἀβράμιε.

Γεωργίᾳ τῶν πόνων, τῶν ἀρετῶν ὥριμον, Ὅσιε ἐξήνθησας στάχυν, Πάτερ Ἀβράμιε, ᾧ διατρέφονται, μιμητικῶς οἱ τὴν θείαν, καὶ σεπτήν σου κοίμησιν πανηγυρίζοντες.
Θεοτοκίον
Ἐπὶ σοὶ Παναγία, ὁ τοῦ παντὸς αἴτιος, δι' ὑπερβολὴν εὐσπλαγχνίας, θέλων ἐσκήνωσε, καὶ καθηγίασε, τὴν τῶν ἀνθρώπων οὐσίαν, παραβάσει πρότερον ἐξολισθήσασαν.
Ὁ Εἱρμὸς
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».


Κάθισμα τῆς Ἁγίας
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐκ βρέφους τῷ Θεῷ, ἀνετέθης Ὁσία, νεκρώσασα σαρκός, ἐγκρατείᾳ τὰ πάθη, εἰς ὕψος δ' ἀνέδραμες, μαρτυρίου περίδοξον, ἐναθλήσασα, Ἀναστασία νομίμως, καὶ τόν δράκοντα, καταβαλοῦσα εἰς χάος, δυνάμει τοῦ Πνεύματος.
Δόξα... Τοῦ Ὁσίου
Τὸν πάλαι Ἀβραάμ, ἐκμιμούμενος, Πάτερ, ἐμάκρυνας σαυτόν, συγγενῶν κατὰ σάρκα, πειθόμενος Ἀβράμιε, τῷ καλοῦντι Θεῷ ἡμῶν· ὅθεν ἤσκησας, καὶ τὴν ψυχὴν λαμπροτέραν, ἐναπέδειξας, τῶν τοῦ ἡλίου ἀκτίνων, θεόφρον πανόλβιε.
Καὶ νῦν... Θεοτοκίον
Τὴν βάτον ἣν Μωσῆς, ἀκατάφλεκτον εἶδε, τὸ ὄρος τοῦ Θεοῦ, τὴν ἁγίαν νεφέλην, σκηνὴν τὴν ἀμόλυντον, τὴν θεόδεκτον τράπεζαν, τὸ παλάτιον, τοῦ ὑψηλοῦ Βασιλέως, τὴν ὁλόφωτον, καὶ ἀδιόδευτον πύλην, Παρθένον ὑμνοῦμέν σε.


Κοντάκιον
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Σωτὴρ καὶ ῥύστης μου,
ἀπὸ τοῦ τάφου,
ὡς Θεὸς ἀνέστησεν,
ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς,
καὶ πύλας ᾅδου συνέτριψε,
καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.
Ὁ Οἶκος
Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός,
καὶ Δεσπότης ἀνέστη τριήμερος.


Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας.
Στίχοι
Κάρας τομὴν ἤνεγκε ῥώμῃ καρδίας,
Βλάστημα Ῥώμης, Μάρτυς Ἀναστασία.
Τλῆ δὲ Ἀναστασίη ἐνάτη ξίφος εἰκάδι ὀξύ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ.
Στίχοι
Σαρκὸς νεκρώσας Ἀβράμιε πᾶν μέλος,
Θανὼν συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις.
Ἀφεῖσα σαρκὸς τοὺς ἐραστὰς Μαρία,
Ψυχῶν ἐραστῇ μυστικῶς περιπλέκῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου.
Στίχοι
Ὑπόσχεσιν μέλλοντος οὖσάν μοι στέφους,
Κύριλλος οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σάββας ὁ Στρατηλάτης ἔνθεν κἀκεῖθεν κεντηθείς, τελειοῦται.
Στίχοι
Σάββας κατ' ἄμφω κλήσεως μέρη Σάββας,
Ὅθεν κατ' ἄμφω νύττεται λόγχαις μέρη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Ἄννης, τῆς μετονομασθείσης Εὐφημιανός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μελιτηνῆς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


Καταβασίαε, Ὠδὴ α’. Ἦχος δ’. ΤΟ ΑΚΟΥΤΕ
Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος,
καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος,
ταύτης τὰ θαύματα.
Ὠδὴ γ’. ΤΟ ΑΚΟΥΤΕ
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,
ὡς ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον·
καὶ ἐν τῇ θείᾳ δόξῃ σου,
στεφάνων δόξης ἀξίωσον.
Ὠδὴ δ’. ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,
τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,
σοῦ τοῦ Ὑψίστου,
ὁ Προφήτης, Ἀββακούμ,
κατανοῶν ἐκραύγαζε·
Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε’. ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου,
σὺ γὰρ ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ,
τὸν ἐπὶ πάντων Θεόν,
καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσί σε,
σωτηρίαν βραβεύοντα.
Ὠδὴ ς’. ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος,
δεῦτε τάς χεῖρας κροτήσωμεν,
τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Ὠδὴ ζ’. ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,
παρὰ τὸν Κτίσαντα,
ἀλλὰ πυρὸς ἀπειλήν;
ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον.
Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’. ΤΟ ΑΚΟΥΤΕ
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,
τότε μὲν τυπούμενος,
νῦν δὲ ἐνεργούμενος,
τὴν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία Ὠδὴ θ’. Ἦχος δ’. ΤΟ ΑΚΟΥΤΕ
Ἅπας γηγενής,
σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος,
πανηγυριζέτω δέ,
αὔλων Νόων φύσις γεραίρουσα,
τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος,
καὶ βοάτω·
Χαίροις παμμακάριστε,
Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὅτι Ἅγιός ἐστιν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ι', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Τιβεριάδος θάλασσα,
σὺν παισὶ Ζεβεδαίου,
Ναθαναὴλ τῷ Πέτρῳ τε,
σὺν δυσὶν ἄλλοις πάλαι,
καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν,
οἳ Χριστοῦ τῇ προστάξει,
ἐν δεξιοῖς χαλάσαντες,
πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς,
πρὸς αὐτὸν ἐνήχετο,
οἷς τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε,
καὶ ἰχθὺν ἐπ' ἀνθράκων.
Θεοτοκίον
Τὸν ἀναστάντα Κύριον,
τριήμερον ἐκ τοῦ τάφου,
Παρθένε καθικέτευε,
ὑπὲρ τῶν σὲ ὑμνούντων,
καὶ πόθῳ μακαριζόντων·
σὲ γὰρ ἔχομεν πάντες,
καταφυγὴν σωτήριον,
καὶ μεσίτιν πρὸς τοῦτον· κλῆρος γὰρ σός,
καὶ οἰκέται πέλομεν Θεοτόκε,
καὶ πρὸς τὴν σὴν ἀντίληψιν,
ἅπαντες ἀφορῶμεν.

Ἦχος δ΄
Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος δ΄
Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον,
καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν,
παντοδύναμε Κύριε,
δοξάζομέν σου τὴν Ἀνάστασιν.

ΨΑΛΜΟΣ ΡΝ' (150)
Στιχ.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἦχος δ΄
Ἐν τῷ σταυρῷ σου Χριστέ,
τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς,
καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα,
διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας·
διὸ βοῶμέν σοι,
ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος δ΄
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ,
ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου,
καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ,
ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ,
ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἦχος δ΄
Τῶν Πατρικῶν σου κόλπων,
μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ,
ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν,
ἄνθρωπος γενόμενος ἀτρέπτως,
καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί,
ὁ ἀπαθὴς τῇ Θεότητι,
ἀναστὰς δὲ ἐκ νεκρῶν
ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἕτερα Στιχηρά, Ἀνατολικά.
Ἦχος δ΄
Θάνατον κατεδέξω σαρκί,
ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ,
καὶ ἐν τάφῳ ᾤκησας,
ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς,
συναναστήσας ἑαυτῷ,
παθῶν, μὲν ὡς ἄνθρωπος,
ἀλλ' ἀναστὰς ὡς Θεός.
Διὰ τοῦτο βοῶμεν·
Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος δ΄
Πέτραι ἐσχίσθησαν Σωτήρ,
ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη,
ἔφριξαν ᾅδου πυλωροί,
ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης·
καὶ γάρ του θανάτου καταργήσας τὴν ἰσχύν,
τοῖς τεθνεῶσι πάσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ.
Ζωοδότα Κύριε δόξα σοι.

Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Ἦχος δ΄
Ἐπεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός·
ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή,
εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος,
καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα·
Τί ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν;
ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.

Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ἦχος δ΄
Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι,
ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες,
δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι, δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι,
κἂν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν,
οἱ λίθοι κεκράξονται,
μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος.
Μέγα σου τὸ ἔλεος!
Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου!
Σωτὴρ ἡμῶν δόξα σοι.

Δόξα... ΔΟΞΑΣΤΙΚΟΝ Ι', Ἦχος πλ. β' Ἰδιόμελον
Μετὰ τὴν εἰς ᾍδου κάθοδον,
καὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν,
ἀθυμοῦντες ὡς εἰκός,
ἐπὶ τῷ χωρισμῷ σου Χριστὲ οἱ Μαθηταί,
πρὸς ἐργασίαν ἐτράπησαν·
καὶ πάλιν πλοῖα καὶ δίκτυα,
καὶ ἄγρα οὐδαμοῦ.
Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς,
ὡς δεσπότης πάντων,
δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν·
καὶ ἦν ὁ λόγος ἔργον εὐθύς,
καὶ πλῆθος τῶν ἰχθύων πολύ,
καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῇ·
οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν,
καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον,
ἐντρυφῆσαι φιλάνθρωπε Κύριε.
Καὶ νῦν... Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε∙
διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου,
κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε,
νεκρωθέντες ἀνέστημεν,
καὶ ζωῆς ἠξιώθημεν,
τὸν Παράδεισον ἐλάβομεν,
τὴν ἀρχαίαν ἀπόλαυσιν.
Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν,
ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Ἦχος δ'
Οἱ Μακαρισμοὶ
ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Διὰ ξύλου ὁ Ἀδάμ,
Παραδείσου γέγονεν ἄποικος,
διὰ ξύλου δὲ σταυροῦ,
ὁ Λῃστὴς Παράδεισον ᾤκησεν.
Ὁ μὲν γὰρ γευσάμενος
ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος.
Ὁ δὲ συσταυρούμενος,
Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον.
Μνήσθητι καὶ ἡμῶν Σωτήρ,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ,
καὶ τοῦ θανάτου λύσας τὴν δύναμιν,
καὶ ἐξαλείψας ὡς Θεός,
τὸ καθ΄ἡμῶν χειρόγραφον Κύριε,
Λῃστοῦ τὴν μετάνοιαν,
καὶ ἡμῖν παράσχου μόνε φιλάνθρωπε,
τοῖς πίστει λατρεύουσι,
Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ βοῶσί σοι·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Τὸ χειρόγραφον ἡμῶν,
ἐν τῷ Σταυρῷ τῇ λόγχῃ διέρρηξας,
καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς,
τὸν ἐκεῖσε τύραννον ἔδησας,
ῥυσάμενος ἅπαντας,
ἐκ δεσμῶν τοῦ ᾅδου τῇ Ἀναστάσει σου,
δι' ἧς ἐφωτίσθημεν,
φιλάνθρωπε Κύριε, καὶ βοῶμέν σοι·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὁ σταυρωθεὶς καὶ ἀναστάς,
ὡς δυνατὸς ἐκ τάφου τριήμερος,
καὶ τὸν πρωτόπλαστον Ἀδάμ,
ἐξαναστήσας μόνε ἀθάνατε,
κᾀμὲ εἰς μετάνοιαν,
ἐπιστρέψαι Κύριε καταξίωσον,
ἐξ ὅλης καρδίας μου,
καὶ ἐν θερμῇ τῇ πίστει ἀεὶ κραυγάζειν σοι·
Μνήσθητί μου Σωτήρ,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Δι' ἡμᾶς ὁ ἀπαθής,
παθητὸς ἐγένετο ἄνθρωπος,
καὶ ἑκουσίως ἐν Σταυρῷ,
προσηλωθεὶς ἡμᾶς συνανέστησε·
διὸ καὶ δοξάζομεν,
σὺν τῷ Σταυρῷ τὸ Πάθος καὶ τὴν Ἀνάστασιν,
δι' ὧν ἀνεπλάσθημεν,
δι' ὧν καὶ σῳζόμεθα ἀνακράζοντες·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τὸν ἀναστάντα ἐκ νεκρῶν,
καὶ τὸ τοῦ ᾅδου κράτος σκυλεύσαντα,
καὶ ὁραθέντα γυναιξί,
Μυροφόροις λέγοντα· Χαίρετε,
πιστοὶ δυσωπήσωμεν,
ἐκ φθορᾶς λυτρώσασθαι τὰς ψυχὰς ἡμῶν,
κραυγάζοντες πάντοτε,
Λῃστοῦ τοῦ εὐγνώμονος τὴν φωνὴν πρὸς αὐτόν.
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Δόξα...
Τὸν Πατέρα καὶ Υἱόν,
καὶ τὸ Πνεῦμα πάντες τὸ Ἅγιον,
ὁμοφρόνως οἱ πιστοί,
δοξολογεῖν ἀξίως εὐξώμεθα,
Μονάδα Θεότητος,
ἐν τρισὶν ὑπάρχουσαν ὑποστάσεσιν,
ἀσύγχυτον μένουσαν,
ἁπλῆν ἀδιαίρετον καὶ ἀπρόσιτον,
δι' ἧς ἐκλυτρούμεθα,
τοῦ πυρὸς τῆς κολάσεως.
Καὶ νῦν... Θεοτοκίον
Τὴν Μητέρα σου Χριστέ,
τὴν ἐν σαρκὶ ἀσπόρως τεκοῦσάν σε,
καὶ Παρθένον ἀληθῶς,
καὶ μετὰ τόκον μείνασαν ἄφθορον,
αὐτήν σοι προσάγομεν,
εἰς πρεσβείαν Δέσποτα πολυέλεε,
πταισμάτων συγχώρησιν,
δώρησαι πάντοτε τοῖς βοῶσί σοι·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.


Ἀπολυτίκιον
Ἦχος δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,
ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι,
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι,
τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον·
Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός,
δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.
Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,
εἰς τὴν βοήθειαν ἡμῶν,
τῶν πιστῶς κραυγαζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμώντων σε.

ΚΥΡΙΑΚΗ ΚΑ΄, ΕΩΘΙΝΟΝ Ι΄
Προκείμενον. Ἦχος δ΄

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας.
Στίχ. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:16-20
Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο! Εἰ γὰρ, ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Ἀλληλούϊα. Ἦχος δ΄
Ἔντειναι καὶ κατευοδοῦ, καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης.
Στίχ. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν.

ΚΥΡΙΑΚῌ ΕΒΔΟΜῌ
Ἐκ τοῦ κατὰ Λουκᾶν, η΄ 41 - 56

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ. ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι' ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Κοινωνικόν τῆς ἡμέρας
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.