Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου.

ΠΕΜΠΤΗ Β΄ ΗΧΟΣ



Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ τῶν Ἅγ. Ἀποστόλων
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Λόγου τοῦ φανέντος ἐπὶ γῆς, σάλπιγγες καθάπερ ὀφθέντες, θεῖοι Ἀπόστολοι, τούτου τὸ σωτήριον πᾶσιν ἐφάνατε, καὶ λαοὺς συνηθροίσατε, πρὸς ἔνθεον πίστιν, πλάνης ὀχυρώματα καταστρεψάμενοι· ὅθεν καὶ ἀξίως τὰ γέρα, καὶ νικητικῶς τοὺς στεφάνους, ὄντως ἐκομίσασθε μακάριοι.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος β'
Δῆμοι τῶν Ἀγγέλων ἀληθῶς, χαίροντες ἐκρότησαν ἄνω, τοὺς ἱεροὺς Μαθητάς, βλέποντες κηρύττοντας, ἐν παρρησίᾳ πολλῇ, τοῦ Κυρίου τὴν σάρκωσιν, καὶ πᾶσι βοῶντας· Οὗτος ὁ Θεὸς ἡμῶν, ὁ πρὸ αἰώνων ἐστί, σάρκα προσλαβὼν ἑκουσίως, σύνθρονος Πατρὶ δὲ ὑπάρχων, καὶ τῷ θείῳ Πνεύματι ὁμότιμος.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος β'
Πάσης οἰκουμένης ἁλιεῖς, τὴν ἠγκιστρωμένην ψυχήν μου, ταῖς μεθοδείαις ἐχθροῦ, τάχος ἐκλυτρώσασθε, καὶ ἀπογνώσει με νῦν, κινδυνεύοντα σώσατε, καρποὺς μετανοίας, φέρειν ἐνισχύοντες, θεῖοι Ἀπόστολοι, ὅπως τοῦ πυρὸς τῆς γεέννης, πεῖραν μὴ λαβὼν Βασιλείας, τῆς τῶν οὐρανῶν ἀξιωθήσωμαι.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Μάρτυς Εὐτυχῆ μακάριε, μαθητευθεὶς ἱερῶς, τῷ τοῦ Λόγου σεπτῷ μαθητῇ, Θεολόγῳ κήρυκι, πρὸς αὐτοῦ πᾶσαν μύησιν, ἱερωτάτην ἤδη μεμύησαι, καὶ φῶς ὡράθης, φωτίζων χάριτι, πᾶσαν διάνοιαν, ταῖς θεολογίαις σου ταῖς ἱεραῖς· ὅθεν τὴν ἁγίαν σου, μνήμην γεραίρομεν.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος πλ. δ'
Πλάνης καθεῖλες ὀχύρωμα, ἀναμοχλεύσει στερρᾶς, καρτερίας πανόλβιε, καὶ δεσμὰ ὑπήνεγκας, καὶ ἀοίδιμον θάνατον· ἀθανασίας ὅθεν ἐπέτυχες, χοροῖς μαρτύρων, Ἀγγέλων τάξεσι, συναυλιζόμενος, καὶ μεθέξει κρείττονι θεοπρεπῶς, κάλλιστα θεούμενος, καὶ τελεώτατα.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος πλ. δ'
Ἐν τῇ φρουρᾷ κεκλεισμένος ὤν, ἄρτον ἐδέξω ζωῆς, οὐρανόθεν ἀοίδιμε, ἐμβληθεὶς εἰς φλόγα δέ, ἀδιάφλεκτος ἔμεινας, πληγὰς ὑπέστης, δεινῶς ξεόμενος, ὁρμὰς θηρίων, εὐχαῖς ἐπράϋνας, ξίφει τὴν κάραν σου, ἀπετμήθης αἵματι πρὸς οὐρανόν, ἀνακουφιζόμενος, ὡς θείῳ ἅρματι.
Δόξα...
Καὶ νῦν...
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων κρουνούς, ἐκ καρδίας πηγάζουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Διὰ τὸ πλῆθος, τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς με, ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.

Τῇ Τετάρτη ἑσπέρας Ἦχος πλ. α'
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.

Ἀπόστιχα Ἀποστολικὰ
Ἦχος β'
Ἐμεγάλυνας Σωτήρ, ἐν τῇ οἰκουμένῃ τῶν Κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄρρητα, ἔδωκαν τοῖς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι τὰ πάθη ἐθεράπευον, ὁ ἐξ ἁλιέων ἐθαυματούργει καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος τὰ δόγματα, δι' ὧν Εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἦχος β'
Οἱ ἐξ ἀδίκων πράξεων, πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν Μαθητῶν, προσφέρομέν σοι, λέγοντες· Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα, δεῖξον καὶ νῦν τοῖς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σῴζεις ἐκ κινδύνων, τῇ πρεσβείᾳ τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας διὰ πολλὴν ἀγαθότητα, Κύριε δόξα σοι.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Ἦχος β'
Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι, διὰ τῆς πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν, τὸν ἐχθρὸν ἐνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου ΤΟ ΑΚΟΥΤΕ
Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

Ἀπολυτίκιον τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος,
καὶ θρόνων διάδοχος,
τῶν Ἀποστόλων γενόμενος,
τὴν πρᾶξιν εὗρες Θεόπνευστε,
εἰς θεωρίας ἐπίβασιν·
διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν,
καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος,
Ἱερομάρτυς Εὐτυχῆ,
πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δ'
Τὸν Λόγον τοῦ Πατρός,
Χριστὸν τὸν Θεὸν ἡμῶν,
ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν,
Θεοτόκε Παρθένε,
μόνη ἁγνή, μόνη εὐλογημένη·
διὸ ἀπαύστως σέ,
ἀνυμνοῦντες μεγαλύνομεν.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Ἀποστολικὰ
Ἦχος β'
Ὁ σοφίσας ὑπὲρ ῥήτορας τοὺς ἁλιεῖς, καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάσῃ τῇ γῇ, ἀφάτῳ φιλανθρωπίᾳ, Χριστὲ ὁ Θεός, δι' αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου, καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.

Σαγηνεύσαντες τὰ ἔθνη οἱ ἁλιεῖς, καὶ διδάξαντες τὰ πέρατά σε προσκυνεῖν, σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὲ ὁ Θεός, δι' αὐτῶν στερέωσον πίστιν τὴν ἔνθεον, καὶ τοῖς λαοῖς κατάπεμψον νῦν τὰ ἐλέη σου, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον ἔτεκες· διὸ κατὰ χρέος σε, πάντες εὐσεβῶς μεγαλύνομεν.


Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα Καθίσματα Ἀποστολικὰ
Ἦχος β'
Εὐσπλαγχνίας ὑπάρχουσα ΤΟ ΑΚΟΥΤΕ
Εὐσπλαγχνίᾳ πτωχεύσας ὁ Θεός, πλουτιστὰς ἐξαπέστειλεν ὑμᾶς ἐν τῷ κόσμῳ, φαίνοντας πτωχείᾳ τοῦ κηρύγματος, πλοῦτον τὸν οὐράνιον τοῖς πέρασι, δι' ὧν καὶ πλουτήσαντες, τὴν πίστιν τὴν ἔνθεον, ἀνυμνοῦμεν εὐσεβῶς, τὴν θείαν ὑμῶν μνήμην Ἀπόστολοι.

Τῆς σοφίας ὑπάρχοντες Θεοῦ, Μαθηταὶ καὶ αὐτόπται, τῶν σοφῶν καὶ ῥητόρων, ἄσοφον σοφίαν ἐξεφαύλισαν, τῇ ἰδιωτείᾳ τοῦ κηρύγματος, τὰ ἔθνη σοφίσαντες, οἱ θεῖοι Ἀπόστολοι, ὀρθοδόξως ἀνυμνεῖν, τὸν Δημιουργὸν καὶ μόνον Κύριον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Βοηθὸς τοῖς ἐν θλίψει Θεοκυῆτορ, καὶ προστάτις ὑπάρχεις τοῖς ἐν ἀνάγκαις, ἀπεγνωσμένοις ἐλπίδα παρέχουσα, καὶ ἀνιάτων τὰς νόσους καθαίρουσα, Θεοτόκε Πανύμνητε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.


Μετὰ τὴν γ' Στιχολογίαν, Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου
Ἦχος β'
Ταῖς τῶν θαυμάτων ἀκτῖσι Νικόλαε, καταφαιδρύνεις ὑφήλιον ἅπασαν, καὶ λύεις τὸν ζόφον τῶν θλίψεων, καὶ τῶν κινδύνων ἐλαύνεις τὴν ἔφοδον, προστάτης ὑπάρχων θερμότατος.
Μαρτυρικὸν
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ μόνη Θεὸν ἀσπόρως κυήσασα, καὶ μετὰ φρικτὴν λοχείαν ἁγνεύουσα, σοὶ προσπίπτω Ἄχραντε, μετὰ φόβου κράζων καὶ πίστεως· Ἐκ παθῶν καὶ νόσων δεινῶν, καὶ πάσης ἀνάγκης με διάσωσον.


Ὁ Κανὼν τοῦ Ἁγίου Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Τὴν Εὐτυχοῦς μέλψωμεν ἔνθεον χάριν.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀποστόλων καὶ μαρτύρων σύσκηνος, ἀποδεικνύμενος, καὶ θεϊκῆς αἴγλης, πάντοτε πληρούμενος, τοὺς τὴν σεπτήν σου σήμερον, ἑορτὴν ἐκτελοῦντας, φωτὸς μετόχους ἀνάδειξον, μάρτυς Εὐτυχῆ ἀξιάγαστε.

Ἠγαπημένῳ μαθητῇ μακάριε, μαθητευθεὶς εὐσεβῶς, καὶ τοὺς αὐτοῦ τρόπους, ἄγαν μιμησάμενος, τὸν Κύριον ἠγάπησας, τοὺς αὐτοῦ θείους νόμους, πληρώσας καὶ τὰ παθήματα, τούτου Εὐτυχῆ μιμησάμενος.

Νόμῳ τῷ θείῳ εὐσεβῶς πειθόμενος, σάρκα ἐνέκρωσας, ἀσκητικοῖς πόνοις, κόσμου μακρυνόμενος, καὶ ὄρεσιν ἀοίδιμε, διαιτώμενος μάρτυς, καὶ τὴν ψυχὴν καθαιρόμενος, καὶ θεοειδὴς γνωριζόμενος.
Θεοτοκίον
Ἐν σοὶ Παρθένε τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας μου, ἁμαρτιῶν ῥύπου, ὅλον με ἀπόπλυνον, καὶ καθαρὸν ἀπέργασαι, τῷ Υἱῷ σου ἀρίστως, εὐαρεστοῦντα καὶ πράττοντα, τούτου τὸ πανάγιον θέλημα.


Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὁ στερεώσας κατ' ἀρχὰς ΤΟ ΑΚΟΥΤΕ
Ὑπεραστράπτοντα φωτί, κηρύγματος τοῦ πανσόφου, ὥσπερ ἥλιον εὑράμενος Παῦλον, συμπεπόρευσαι αὐτῷ, ἀστὴρ καθάπερ μέγιστος, φωταγωγῶν καρδίας, μάκαρ θεόφρον ἐν Πνεύματι.

Τῶν θεολόγων ἡ κρηπίς, τῶν Μαθητῶν ἡ ἀκρότης, Ἰωάννης ὁ στερέμνιος φίλος, τοῦ Σωτῆρος ἀπὸ γῆς, ἐνθέως μεθιστάμενος, σοὶ τοῦ Θεοῦ τὴν ποίμνην, μάκαρ ποιμαίνειν παρέθετο.

Ὑπερκαλλὴς καὶ φωταυγής, καὶ πλήρης Πνεύματος θείου, τῷ δικάζοντι ἀνόμως παρέστης, διελέγχων τὴν αὐτοῦ, δυσσέβειαν πανόλβιε, καὶ τοῦ Χριστοῦ τὴν θείαν, ὁμολογῶν ἐνανθρώπησιν.
Θεοτοκίον
Χαῖρε ἡ μόνη τὴν χαράν, ἀνερμηνεύτως τεκοῦσα, χαῖρε ἅρμα καὶ νεφέλη τοῦ Λόγου, χαῖρε θρόνε τοῦ Θεοῦ, Παρθένε ἀπειρόγαμε, χαῖρε Ὁσίων δόξα, χαῖρε μαρτύρων στεφάνωμα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας κατ' ἀρχάς,
τοὺς οὐρανοὺς ἐν συνέσει,
καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας,
ἐν τῇ πέτρᾳ με Χριστέ,
τῶν ἐντολῶν (τῆς Ἐκκλησίας) σου στήριξον,
ὅτι οὔκ ἐστι πλὴν σοῦ,
ἅγιος μόνε φιλάνθρωπε».


Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Φέγγος ἤστραψας θεογνωσίας, σκότος ἔλυσας πολυθεΐας, μαρτυρικῶς ἐκτελέσας τὸν δρόμον σου, καὶ ἰαμάτων πηγάζων χαρίσματα, τῶν προσιόντων καθαίρεις νοσήματα, μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου, πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον!


Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Στίχοι
Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ,
Θείας τετευχὼς Εὐτυχῆ κληρουχίας.
Εἰκάδι Εὐτυχὲ ἀμφεκάλυψε λίθος γε τετάρτῃ

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Τατίωνος.
Στίχοι
Ἕλξει μετρήσας πολλὰ πολλὰ γῆς πλέθρα,
Ἐδὲμ λάβοις ἄμετρα πλέθρα, Τατίων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου.
Στίχοι
Κοινῷ τελευτῶν Γεώργιος τῷ τέλει,
Σημεῖον ἄθλου ῥῖνα τμηθεῖσαν φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ποιούμεθα τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκὸπου Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου.
Στίχοι
Γόνοιο βίου νῦν τυχοῦσα ἀφθάρτου,
Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα.
Εἰκάδι ἧκε δέμας ἀκεσίμβροτον ἔν γε τετάρτῃ.

Ὁ ἅγιος νέος Ἱερομάρτυς καὶ ἰσαπόστολος Κοσμᾶς, ὁ ἐν Ἀλβανίᾳ μαρτυρήσας κατὰ τὸ ἔτος1779, ἀγχόνῃ τελειοῦται.
Στίχοι
Εὔκοσμος ὤφθης κόσμος, ὦ Κοσμᾶ μάκαρ,
Κόσμον λόγοις σοῖς αἵμασι τ᾽ αγλαΐσας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τῌ ΠΕΜΠΤῌ
Ἦχος γ', Ὁ οὐρανὸν τοῖς ἄστροις
ΤΟ ΑΚΟΥΤΕ
Ἡ δωδεκὰς ἡ ἁγία, τῶν Ἀποστόλων τὸ κλέος, σὺν τῷ σεπτῷ Νικολάῳ, καὶ Ἱεράρχῃ Μυρέων, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, ἐκδυσωπεῖτε ἀπαύστως.
Θεοτοκίον, ὅμοιον
Ἐλπὶς τῶν ἀπηλπισμένων, πανύμνητε Θεοτόκε, μετὰ δακρύων βοῶ σοι, ἐκ βάθους μου τῆς καρδίας· Ἐξάρπασόν με Παρθένε, ἐκ τῶν τοῦ ᾅδου κευθμώνων.

Ἀπόστιχα τῆς Παρακλητηκῆς
Ἀπόστιχα Ἀποστολικὰ
Ἦχος β'

Ἐμεγάλυνας Χριστέ, ἐν τῇ οἰκουμένῃ τῶν κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄρρητα, ἔδωκαν τοῖς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι, τὰ πάθη ἐθεράπευον, ὁ ἐξ ἁλιέων ἐθαυματούργει, καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος τὰ δόγματα· δι' ὧν Εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος β'
Οἱ ἐξ ἀδίκων πράξεων, πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν Μαθητῶν, προσφέρομέν σοι λέγοντες· Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα, δεῖξον καὶ νῦν τοῖς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σῴζεις ἐκ κινδύνων, τῇ πρεσβείᾳ τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας, διὰ πολλὴν ἀγαθότητα, Κύριε δόξα σοι.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Ἦχος β'
Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.
Θεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ τῶν πεινώντων τροφή, ξένων τε παράκλησις, χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν πάντες, πάσης ἡμᾶς ῥῦσαι περιστάσεως.

Ἀπολυτίκιον τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος,
καὶ θρόνων διάδοχος,
τῶν Ἀποστόλων γενόμενος,
τὴν πρᾶξιν εὗρες Θεόπνευστε,
εἰς θεωρίας ἐπίβασιν·
διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν,
καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος,
Ἱερομάρτυς Εὐτυχῆ,
πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δ'
Ὅτι πάντων ὑπάρχεις,
τῶν ποιημάτων ὑπερτέρα,
ἀνυμνεῖν σε ἀξίως,
μὴ εὐποροῦντες Θεοτόκε,
δωρεὰν αἰτοῦμέν σε·
ἐλέησον ἡμᾶς.


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Τὴν φωνήν σοι προσάγομεν,
τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι·
Μνήσθητι ἡμῶν Σωτήρ,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Τὰ τοῦ κόσμου πληρώματα, διελθόντες Ἀπόστολοι, σκότους τοῦ τῆς πλάνης βροτούς, ἐρρύσασθε Πάνσοφοι.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Τῇ σαγήνῃ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, ἀνθρώπους Μύσται σοφοί, σαφῶς ἀνειλκύσατε.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τοὺς τὸν δρόμον τελέσαντας, καὶ τὴν πίστιν τηρήσαντας, τοὺς Ἀθλοφόρους Χριστοῦ, συμφώνως ὑμνήσωμεν.
Δόξα...
Ἰσουργὸν τῷ Γεννήτορι, τὸν Υἱὸν σὺν τῷ Πνεύματι, ἅπαντες νῦν οἱ πιστοί, ἐν φόβῳ δοξάσωμεν.
Καὶ νῦν... Θεοτοκίον
Ἀποστόλων τὸ καύχημα, Ἀθλητῶν ἐγκαλλώπισμα, σὺ εἶ Παρθένε ἁγνή, καὶ κόσμου διάσωσμα.


Ἀπολυτίκιον τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος,
καὶ θρόνων διάδοχος,
τῶν Ἀποστόλων γενόμενος,
τὴν πρᾶξιν εὗρες Θεόπνευστε,
εἰς θεωρίας ἐπίβασιν·
διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν,
καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος,
Ἱερομάρτυς Εὐτυχῆ,
πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας,
καὶ Ἀδὰμ καὶ Εὕα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου,
ἠλευθερώθησαν, Ἄχραντε,
ἐν τῇ ἁγίᾳ γεννήσει σου,
αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου,
ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι.
Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Προκείμενον τῆς ἡμέρας, Ἦχος πλ. δ΄
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ. Οἱ  οὐρανοί  διηγοῦνται δόξαν Θεοῦ. 

ΠΕΜΠΤΗ ΙΒ΄, ΕΒΔΟΜΑΔΟΣ
Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 7:1-10

Ἀδελφοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Χωρήσατε ἡμᾶς• οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν. Πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν• πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου• οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι• εἰ καὶ μετεμελόμην· βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν• ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν· Ἡ γὰρ κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος α΄
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΙΒ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Μάρκον, α΄ 29 - 35

Τῷ καιρῷ ἐκείνῳ ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός εὐθέως, καὶ διηκόνει αὐτοῖς. Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· καὶ ἦν ἡ πόλις ὅλη ἐπισυνηγμένη πρὸς τὴν θύραν· καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.

Κοινωνικόν τῆς ἡμέρας
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.