Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων, Μηνᾶ τοῦ Καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.

ΤΡΙΤΗ ΠΛ. Δ΄ ΗΧΟΣ



Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ Δεσποτικά
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Τίνι ψυχὴ ἐξωμοίωσαι, ἐν ῥαθυμίᾳ πολλῇ, τὴν ζωήν σου ἐξάγουσα, ὕπνῳ βαθυτάτῳ τε, χαλεπῆς καταπτώσεως, βαρυνομένη; Δράμε καὶ πρόφθασον, καὶ τῷ τὰ πάντα, εἰδότι πρόσπεσον, κλαῦσον καὶ αἴτησαι, καιρὸν μετανοίας σοι, πρὶν τοῦ πυρός, τοῦ ἀσβέστου τάλαινα, γένῃ ὑπέκκαυμα.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. δ'
Οἶδας Χριστὲ τὴν ἀσθένειαν, τῆς ἀνθρωπίνης σαρκός, καὶ τὸ χαῦνον τῆς φύσεως, ἐπίστασαι Δέσποτα, ὡς ποιητὴς καὶ Θεὸς ἡμῶν, τὸν σάλον κόπασον τῆς καρδίας μου, διδοὺς γαλήνην τῇ ταπεινῇ μου ψυχῇ, δίδου διόρθωσιν, τῶν ἀτόπων ἔργων μου, καὶ τοῦ πυρός, τοῦ ἀσβέστου ῥῦσαί με, ὡς μόνος εὔσπλαγχνος.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. δ'
Ὅλον τὸν βίον ἠνάλωσα, καὶ τὴν ζωήν μου αἰσχρῶς, καὶ ἀσώτως Φιλάνθρωπε, μὴ προσχὼν τὸ σύνολον, ταῖς ἐκεῖθεν κολάσεσιν, ἀλλὰ Θεέ μου, νῦν ἐπιστρέφοντα, δέξαι Σωτήρ μου, ὥσπερ τὸν Ἄσωτον, ταῖς τοῦ Προδρόμου σου, καὶ πάντων Ἁγίων σου, σεπταὶς λιταῖς, καὶ τῆς κυησάσης σε, Χριστὲ καὶ σῶσόν με.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Μάρτυς παναοίδιμε Μηνᾶ, ἐκπελματιζόμενος, τοὺς ὀφθαλμοὺς ἐκκεντούμενος, καὶ ἀφαιρούμενος, θεολόγον γλῶσσαν, ἔφερες στερρότατα, τὰς θείας ἀντιδόσεις σκοπούμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος α'
Χεῖρας ἐκκοπτόμενος ποδῶν, στέργει τὴν ἀφαίρεσιν, ὁ Ἑρμογένης ὁ ἔνδοξος, καὶ κατοπτώμενος, τῷ πυρὶ πλειόνως, ζέσιν τὴν ἐγκάρδιον, ἐδήλου τῷ Θεῷ προσκολλώμενος, ᾧ καὶ πρεσβεύει νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος α'
Μέλη συνθλαττόμενοι σοφοί, κόλπον πρὸς θαλάττιον, ἐναπερρίφητε Ἅγιοι, νεύσει δὲ κρείττονι, γαληνὸν πρὸς ὅρμον, τῆς τρυφῆς ἰθύνθητε, βυθίσαντες κακίαν τοῦ ὄφεως· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν...
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὄντως ἡ γλῶσσά σου, κάλαμος γραμματέως ὀξυγράφου, ἀθλητὰ ἐδείχθη, Καλλικέλαδε Μηνᾶ, ῥητορεύουσα σαφῶς πίστιν εὐσεβῆ, καὶ δόγματα σωτήρια, δι' ὧν Θεὸς ἐδοξάσθη, καὶ ὡραῖον κάλλει, τὸν Ἑρμογένην ἀπέφηνας, ὃς τοῦ θείου Βαπτίσματος διὰ σοῦ τετύχηκε, καὶ τοῦτον συναθλητήν, καὶ τῶν ἀγώνων κοινωνόν, σὺν Εὐγράφῳ τῷ καλῶς ἐφεπομένῳ σοι, παμμάκαρ ἀπέδειξας, καὶ νῦν ἐν παρρησίᾳ, τῷ τοῦ Σωτῆρος θρόνῳ παριστάμενοι, μὴ ἐλλίπητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε Θεοῦ καθαρόν, οἰκητήριον Ἄχραντε, χαῖρε θεῖον ὄχημα, τοῦ Λόγου θεοχώρητε, τὸ θεότευκτον, χαῖρε παλάτιον, θεοπάροχον, χαῖρε θησαύρισμα, θάλαμος ἔμψυχος, Θεοῦ θεία τράπεζα, καὶ κιβωτέ, καὶ κατοικητήριον, τοῦ θείου Πνεύματος.

Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ'
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου.

Ἀπόστιχα Κατανυκτικὰ
Ἦχος πλ. δ'ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸν Βασιλέα καὶ Δεσπότην,
Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν·
ἐγὼ δέ σοι προσπίπτω
ὡς ὁ Τελώνης κράζων·
ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἦχος πλ. δ'
Ἀθάνατος ὑπάρχουσα ψυχή μου, τοῖς κύμασι τοῦ βίου μὴ καλύπτου, ἀνάνηψον βοῶσα, πρὸς τὸν σὸν Εὐεργέτην· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Ἦχος πλ. δ'
Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Μαρτυρικὴ χορεία, εὐσεβεῖς πρόμαχοι, σήμερον πιστῶν ἀναδείκνυνται, Τυράννων, πᾶσαν καθελόντες δυσσέβειαν Μηνᾶς, Εὔγραφος καὶ Ἑρμογένης οἱ σοφοί· ὅθεν τῆς τριφώτου συνάριθμοι, Τριάδος ὑπάρχοντες, τῷ γνόφῳ τῆς θείας ἐλλάμψεως καταλαμφθέντες, σὺν ἀσωμάτοις χορείαις ἀγάλλονται, τῷ Θεῷ καὶ Σωτῆρι ἱκετεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἀγκάλας τὰς ἀχράντους σου, ἐν αἷς Θεὸν ἐβάστασας, Παναγία, ὑφαπλώσασα νυνί, σκέπασον ἀπὸ πάσης, ὀργῆς ἡμᾶς βιαίας, ἐλπὶς τοῦ κόσμου Θεοτόκε Ἁγνή.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Δι᾿ ἐγκρατείας, τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Τὸ ἀσάλευτον στήριγμα,
τὸ τῆς πίστεως,
καὶ σεβάσμιον δώρημα,
τῶν ψυχῶν ἡμῶν,
τὴν Θεοτόκον ἐν ὕμνοις,
μεγαλύνωμεν πιστοί.
Χαῖρε, ἡ τὴν πέτραν τῆς ζωῆς,
ἐν γαστρί σου χωρήσασα,
χαῖρε τῶν περάτων ἡ ἐλπίς,
θλιβομένων ἀντίληψις,
χαῖρε Νύμφη ἀνύμφευτε.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. δ'
Ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, ὅτι κατὰ μικρὸν ἡ ζωή μου δαπανᾶται, καὶ ἐξ ἔργων ἐμοί, οὐχ ὑπάρχει σωτηρία· διὰ τοῦτο δέομαι, ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, καὶ σῶσόν με.

Ὡς ἡ Πόρνη προσπίπτω σοι, ἵνα λάβω τὴν ἄφεσιν, καὶ ἀντὶ μύρου τὰ δάκρυα ἐκ καρδίας, προσφέρω σοι Χριστὲ ὁ Θεός, ἵνα ὡς ἐκείνην, οἰκτειρήσῃς με Σωτήρ, καὶ παράσχῃς μοι ἱλασμὸν ἁμαρτιῶν· ὡς αὐτὴ γὰρ κραυγάζω σοι· Λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα, τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί. Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε.


Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα
Ἦχος πλ. δ'
Ὡς τοῦ Κριτοῦ παρόντος, μερίμνησον ψυχή, καὶ τῆς φρικτῆς ἡμέρας, τὴν ὥραν ἐννοοῦ· ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι, τοῖς μὴ πράξασιν ἔλεος. Διὸ φεῖσαί μου Σωτήρ· μόνος γὰρ ὑπάρχεις ἀναμάρτητος.
Τὴν σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῶν φρονίμων Παρθένων, τὸ ἱλαρόν, καὶ μωρῶν ἀσπλαγχνίαν βλέπε ψυχή, πεινῶσιν ἀπάρκεσον, καὶ τοὺς ξένους εἰσάγαγε, εὐποιΐας ἐλαίῳ, τὴν λαμπάδα φαιδρύνουσα, καὶ μὴ μάτην φρόνει, μικροῖς κατορθώμασιν· ἔλεον γὰρ μᾶλλον, ἢ θυσίαν λαμβάνει, καὶ δίδωσι χρηστότητα, τὸν μισθὸν πολυπλάσιον, ὁ Δεσπότης ὁ εὔσπλαγχνος, πᾶσι τοῖς σκορπίζουσι, καλῶς ἐπὶ γῆς τὸν πλοῦτον, παρεχόμενος τὸν νυμφῶνα, τὸν θεῖον τῆς δόξης αὐτοῦ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀνέστης ἐκ νεκρῶν
ΤΟ ΑΚΟΥΤΕ
Εἰς πέλαγος δεινῆς, ἐμπεσὼν ἀθυμίας, ἐκ πλήθους πονηρῶν, καὶ ἀθέσμων μου ἔργων, ἦλθον εἰς ἀπορίαν, καὶ ἀπογνώσει νυνὶ συνέχομαι. Δέσποινα Θεοτόκε, αὐτή με σῶσον τῇ εὐσπλαγχνίᾳ σου· ἁμαρτωλῶν σὺ γὰρ εἶ βοηθός, καὶ κάθαρσις σωτήριος.


Μετὰ τὴν γ' Στιχολογίαν, ἕτερα
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Ψυχή μου ἀμελῶς, τὴν ζωὴν δαπανῶσα, ἀνάστηθι ποτέ, πρὸς μετάνοιαν βλέψον, κλαῦσον πικρῶς ἐκ βάθους, μήπως θρηνήσῃς ἐκεῖ ἀνόητα· φρῖξον κατανοοῦσα, τήν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, καὶ πρὸ τῆς δίκης δίκασον σαυτήν, καὶ φεύξῃ δίκην ἔνδικον.
Μαρτυρικὸν
Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Χαριστήριον αἶνον, χρεωστικῶς, ὡς ἡ Χήρα ἐκείνη, δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα. Ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.


Ὁ Κανὼν τῶν Ἁγίων Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.
Στερροὺς ἀνυμνῶ Μάρτυρας στεφηφόρους.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».

Στεφάνοις δόξης κοσμούμενοι, καὶ θρόνῳ του Θεοῦ παριστάμενοι, καὶ θείου φωτὸς πληρούμενοι, πόθῳ τὴν φωτοφόρον, μνήμην ὑμῶν, τοὺς ἐπιτελοῦντας, ἀμαυρώσεως παθῶν, Μάρτυρες ῥύσασθε.

Τὴν θείαν στέργοντες εὔκλειαν, Θεοῦ τῆς καλλονῆς ἐφιέμενοι, τοῦ βίου τερπνὰ ἀπώσασθε, πᾶσάν τε δυναστείαν, περιφανῆ, καὶ διὰ θανάτου, ἀτελεύτητον ζωήν, Μάρτυρες εὕρατε.

Ἐνθέῳ ζήλῳ πυρούμενοι, τὸ πῦρ τῆς ἀθεΐας κατέσβεσαν, καὶ λύχνοι τὸ φῶς πυρσεύοντες, πᾶσι τῆς εὐσεβείας περιφανῶς, ὤφθησαν ἐν πίστει, Ἑρμογένης καὶ Μηνᾶς, οἱ μεγαλόφρονες.
Θεοτοκίον
Ῥυσθῆναι Κόρη πανάμωμε, παθῶν ἐπικρατείας τοὺς δούλους σου, τὸν σὸν ἐκτενῶς ἱκέτευε, Κύριον καὶ Δεσπότην, ὃν ἐκ τῶν σῶν, πάναγνε αἱμάτων, ἐσωμάτωσας ἡμῖν, προσομιλήσαντα.


Κανών α', ᾨδὴ γ', τῶν Μαρτύρων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».

Αἴγλῃ οὐρανίῳ, λαμπρυνθέντες οἱ ἅγιοι Μάρτυρες, σκότος διέλυσαν εἰδώλων, τῆς ἀπάτης καὶ φέγγος, ἡμῖν ἰάσεων ἤστραψαν, τοῖς μελῳδοῦσι τῷ πάντων Θεῷ. Ἅγιος εἶ Κύριε.

Νέκρωσιν τοῦ ζῶντος, ἀνιχνεύων Δεσπότου Μηνᾶ θαυμαστέ, ἐκπελματοῦσαι καὶ τὴν κάραν, τοῦ τυράννου συντρίβεις, ἐχθροῦ ἐρείδων τοὺς πόδας σου, εἰς ἀσφαλῆ μαρτυρίου ὁδόν, μάρτυς ἀνδρικώτατα.

Ὕμνει τὸν Σωτῆρα, Ἑρμογένης τὰς χεῖρας τεμνόμενος, ἱερωσύνης φαιδροτέραν, τὴν στολὴν τῶν αἱμάτων βαφαῖς, σαφῶς ἐργαζόμενος, καὶ μιμητὴς τοῦ παθόντος σαρκί, χάριτι δεικνύμενος.
Θεοτοκίον
Μόνην γυναιξὶ σε, τὴν ὡραίαν τῷ κάλλει εὑράμενος, σωματοφόρος ἐκ γαστρός σου, προελήλυθε Κόρη, Χριστός, θείαις ὡραιότησι, καταφαιδρύνας τὸ γένος ἡμῶν· ὅθεν σε γεραίρομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».


Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Παρωσάμενοι δόξαν τὴν κοσμικήν, ἐπτερώθησαν δόξῃ τῇ θεϊκῇ, Μηνᾶς Ἑρμογένης τε, καὶ ὁ ἔνδοξος Εὔγραφος, καὶ προθύμῳ γνώμῃ, τὸν ὄγκον ὑπέμειναν, τῶν δεινῶν βασάνων, σαρκὸς μὴ φεισάμενοι· ὅθεν μετὰ τέλος, εἰς βυθοὺς θαλαττίους, ῥιφέντες ἰθύνθησαν, πρὸς λιμένα οὐράνιον, οἷς ἐν πίστει βοήσωμεν. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Μηνᾶς ὁ θαυμαστός, ὁ κλεινὸς Ἑρμογένης, ἡ πάνσεπτος δυάς, τῆς ἁγίας Τριάδος, πολύθεον φρύαγμα, ἀνδρικῶς κατεπάτησαν, καὶ τελέσαντες, τὸν ἱερώτατον δρόμον, νίκης ἔλαβον, ἐξ οὐρανοῦ τοὺς στεφάνους, δυνάμει τοῦ Πνεύματος.
Καὶ νῦν... Θεοτοκίον
Τὸν πάντων Ποιητήν, καὶ Θεόν σου καὶ Κτίστην, πανάμωμε Ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας, ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, ὡς Παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.


Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, ἄθλησις τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων, Μηνᾶ τοῦ καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.
Στίχοι
Τμηθεὶς ὁ Μηνᾶς, κἂν κελαδεῖν οὐκ ἔχῃ,
Φιμοῖ κελαδοῦν δυσσεβείας τὸ στόμα.
Τὴν δυσσέβειαν ἐκπτύσας Ἑρμογένης,
Ὑπῆρξε Μάρτυς εὐσεβείας ἐκ ξίφους.
Τὰς ἐκ μαχαίρας, Εὔγραφε, τρώσεις φέρων,
Ὀξὺς Θεοῦ κάλαμος ὤφθης, εὖ γράφων.
Εὐκέλαδος δεκάτῃ Μηνᾶς ξίφει αὐχένα δῶκεν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γέμελλος, σταυρωθείς, τελειοῦται.
Στίχοι
Ὑπὲρ Θεοῦ Γέμελλος ἐσταυρωμένου,
Τὴν ἐν ξύλῳ σταύρωσιν ἀσμένως φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ Δεφουρκινοῦ.
Ὁ Ἅγιος Ἱερομάρτυς Θεότεκνος, ξίφει τελειοῦται.
Ὁ Ἅγιος μάρτυς Μαριανός, λιθοβοληθεὶς τελειοῦται.
Ὁ Ἅγιος μάρτυς Εὐγένιος, ξύλοις τυπτόμενος, τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ῥητορικοῖς σου λόγοις, καὶ θείοις θαύμασι Μηνᾶ, συναθλητὴν ἐπεσπάσω, τὸν ἱερὸν Ἑρμογένην, μεθ' οὗ σε σὺν τῷ Εὐγράφῳ, περιχαρῶς εὐφημοῦμεν.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Θεοκυῆτορ Μαρία, τῶν γηγενῶν εὐκληρία, ἁμαρτωλῶν προστασία, Χριστιανῶν ἐλπὶς μόνη, κόσμου παντὸς σωτηρία, ῥῦσαι πυρὸς ἀπειλῆς με.

Ἀπόστιχα τῆς Παρακλητηκῆς
Ἀπόστιχα Κατανυκτικὰ
Ἦχος πλ. δ'
Ὅταν λάβω κατὰ νοῦν, τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, καὶ εἰς ἔννοιαν ἔλθω, τῆς φοβερᾶς ἐκείνης ἐτάσεως, τρόμῳ συνεχόμενος, πρὸς σὲ καταφεύγω, τόν φιλάνθρωπον Θεόν. Διὸ μή με παρίδῃς, ἱκετεύω σε, μόνε ἀναμάρτητε, δώρησαι κατάνυξιν, τῇ ταπεινῇ μου ψυχῇ, πρὸ τελευτῆς, καὶ σῶσόν με.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος πλ. δ'
Δάκρυά μοι δὸς ὁ Θεός, ὡς ποτὲ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ, τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρόν, ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κᾀγὼ τῆς εὐκταίας σου φωνῆς. Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Ἦχος πλ. δ'
Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, καὶ Χριστὸν ὁμολογοῦντες, ἐναντίον βασιλέων, καὶ πάλιν μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε, ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ Ἁγνὴ βοηθῆσαί μοι.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Δι᾿ ἐγκρατείας, τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Παρθένε ἄχραντε,
σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου,
κινοῦσα σπλάγχνα μητρικά,
τῲ Υἱῷ σου καὶ Θεῷ ἡμῶν.


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου
ὥσπερ τοῦ Λῃστοῦ ἐμνήσθης ἐπὶ ξύλου,
καὶ καταξίωσον πάντας, μόνε οἰκτίρμον,
τῆς οὐρανίου βασιλείας σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Πέλαγος Χριστέ, ὑπάρχων εὐσπλαγχνίας, ψῦξον τῶν ἐμῶν, πταισμάτων τὰ πελάγη, καὶ κατανύξεως δάκρυσί με ἐκπλύνας, ὅλον καθάρισον ὡς Εὔσπλαγχνος.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Πάλαι τὸν Χριστόν, ἐν ὕδασι βαπτίσας, θεῖε Βαπτιστά, παθῶν με τρικυμίαις, κλυδωνιζόμενον ὅρμῳ τῆς μετανοίας, σαῖς ἱκεσίαις ἐγκαθόρμισον.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Αἵμασιν ὑμῶν, ἁγίοις Ἀθλοφόροι, σβέσαντες πυράν, τῆς εἰδωλομανίας, ῥεῖθρα πηγάζετε, πάντοτε ἰαμάτων, πάθη ποικίλα θεραπεύοντες.
Δόξα...
Ἄναρχε Πατήρ, Υἱὲ καὶ θεῖον Πνεῦμα, ταῖς τοῦ Βαπτιστοῦ, πρεσβείαις δυσωπῶ σε. Τὰ πολυχρόνια πάθη τὰ τῆς ψυχῆς μου, παῦσον καὶ σῶσόν με τὸν δοῦλόν σου.
Καὶ νῦν... Θεοτοκίον
Λύτρωσαι ἡμᾶς, παθῶν τῆς ἀτιμίας, καὶ τῆς χαλεπῆς, ἐν ἅδῃ τιμωρίας, ταῖς ἱκεσίαις σου Ἄχραντε Θεοτόκε, τοὺς εὐσεβῶς σε μακαρίζοντας.


Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Δι᾿ ἐγκρατείας, τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.
Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἡ Παρθένος σήμερον,
τὸν προαιώνιον Λόγον,
ἐν Σπηλαίῳ ἔρχεται,
ἀποτεκεῖν ἀπορρήτως.
Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα,
δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων,
βουληθέντα ἐποφθῆναι,
παιδίον νέον,
τὸν πρὸ αἰώνων Θεόν.

Προκείμενον τῆς ἡμέρας, Ἦχος βαρύς
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου. 

ΤΡΙΤΗ ΚΣΤ΄, ΕΒΔΟΜΑΔΟΣ
Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 1:8-14

Τέκνον Τιμόθεε, οἴδαμεν ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.


Μνήμη τῶν Ἁγίων Μαρτύρων, Μηνᾶ τοῦ Καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 6:10-17
Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι βῆμα Θεοῦ.

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος β΄
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Τῌ ΤΡΙΤῌ ΤΗΣ ΙΓ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Μάρκον, η΄ 22 - 26

Τῷ καιρῷ ἐκείνῳ, ἔρχεται ὁ Ἰησοῦς εἰς Βηθσαϊδά, καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτόν εἴ τι βλέπει. καὶ ἀναβλέψας ἔλεγε· Βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας. εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι, καὶ ἀποκατεστάθη, καὶ ἀνέβλεψε τηλαυγῶς ἅπαντας. καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.

Κοινωνικόν τῆς ἡμέρας
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.