Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Προκοπίου τοῦ Δεκαπολίτου.

ΤΕΤΑΡΤΗ ΠΛ. Β΄ ΗΧΟΣ



Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ
Ἦχος πλ. β'
Ἡ ἀπεγνωσμένη ΤΟ ΑΚΟΥΤΕ
Ὁ Θεὸς ὁ θέλων σωθῆναι πάντας, ἐπίβλεψον, ἴδε τὴν προσευχήν μου, καὶ μή μου τὰ δάκρυα, ὡς μάταια ἀπώσῃ· τίς γὰρ προσῆλθέ σοι προσπίπτων, καὶ εὐθὺς οὐκ ἐσώθη; τίς δὲ ἐβόησε θερμῶς σοι, καὶ εὐθὺς οὐκ ἠκούσθη; καὶ γὰρ Δέσποτα, ταχὺς εὑρίσκῃ, εἰς σωτηρίαν πᾶσι τοῖς αἰτοῦσί σε Κύριε, διὰ τὸ μέγα σου ἔλεος.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. β'
Ἡ ἀπεγνωσμένη
Τὸν ταῖς ἁμαρτίαις καταποθέντα, καὶ φιληδονίαις καταρραγέντα, ἀνάστησον εὔσπλαγχνε, τῇ σῇ φιλανθρωπίᾳ, μή με ἐπίχαρμα δαιμόνων, συγχωρήσῃς γενέσθαι, μηδὲ ἀνάξιον ἐάσῃς, τῶν φρικτῶν μυστηρίων, ἀλλὰ πρόσδεξαι ὡς ἐλεήμων, πρὸ τῆς ἐξόδου στεναγμούς μου καὶ δάκρυα, καὶ τῶν παθῶν με ἐλευθέρωσον.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. β'
Ἡ ἀπεγνωσμένη
Θρήνησον ψυχή μου πρὸ τῆς ἐξόδου, πρόσπεσον τῷ Κτίστῃ ἐν μετανοίᾳ, δάκρυα προσάγαγε, ἐξ ὅλης τῆς καρδίας, κρᾶξον Χριστῷ ἐν κατανύξει. Ἡμάρτηκά σοι Λόγε, δέξαι πολλὰ ἡμαρτηκότα, μή με ἀποβδελύξῃ, μὴ παρόψῃ με Δικαιοκρῖτα, μηδὲ εἰς πῦρ με ἀποπέμψῃς μακρόθυμε, διὰ τὸ μέγα σου ἔλεος.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Κατ' εἰκόνα γενόμενος, τοῦ Θεοῦ καὶ ὁμοίωσιν, κατ' ἀρχὴν τῆς πλάσεως Παμμακάριστε, τὸ τῆς εἰκόνος ἀξίωμα, τηρεῖν διεσπούδασας, λογισμῷ πανευσεβεῖ, καὶ νοός καθαρότητι, καὶ ἁγνότητι, καὶ παθῶν ἐγκρατείᾳ καὶ τηρήσει, τῶν Χριστοῦ διαταγμάτων, καὶ εὐσεβείᾳ Πανόλβιε.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος δ'
Τῇ ἀσκήσει τὸ πρότερον, προσλαβὼν καὶ τὴν ἄθλησιν, θεοφρόνως ὕστερον, εὐηρέστησας, δι' ἀμφοτέρων τῷ Κτίσαντι, τῷ μόνῳ τὴν κάθαρσιν, ἀπαιτοῦντι παρ' ἡμῶν, καὶ ψυχῆς τὴν εὐγένειαν· οὗ τὴν ἔνσαρκον, παρουσίαν δοξάζων προσεκύνεις, τὴν εἰκόνα τὴν ἁγίαν, τῆς κατ' αὐτὸν ἀνθρωπότητος.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος δ'
Τοὺς τοῦ Λόγου τὴν σάρκωσιν, δυσσεβῶς ἀθετήσαντας, διελέγχων ὅσιε, διετέλεσας, διὰ μαστίγων ἐτάσεως, πάσης τε κακώσεως, καὶ δεσμῶν καὶ φυλακῆς, βεβαιῶν τὴν ἀλήθειαν· ὅθεν γέγονας, τῆς Χριστοῦ βασιλείας κληρονόμος, καὶ χαρᾶς ἀνεκλαλήτου, καὶ ἀϊδίου ἐλλάμψεως.
Δόξα...
Καὶ νῦν...
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ ἀμνὰς καὶ Μήτηρ σου ἐξεπλήττετο, καί, Τὶ τὸ ὅραμα, ἔκραζεν· Υἱὲ ποθεινότατε; ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας; Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου Δέσποτα.

Τῇ Τρίτῃ ἑσπέρας Ἦχος α'
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.
Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

Ἀπόστιχα Σταυρώσιμα
Ἦχος πλ. β'
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀντίληψις, ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἦχος πλ. β'
Ὁ Σταυρός σου Κύριε, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Ἦχος πλ. β' ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἀθλοφόροι Μάρτυρες,
καὶ οὐρανοπολῖται,
ἐπὶ γῆς ἀθλήσαντες,
πολλὰς βασάνους ὑπέμειναν,
πρεσβείαις Κύριε,
καὶ εὐχαῖς αὐτῶν,
πάντας ἡμᾶς διαφύλαξον.

Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον, ὃ ὁρῶ, μυστήριον Υἱέ μου, πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγὲ;

Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ταίς τών δακρύων σου ροαίς, τής ερήμου τό άγονον εγεώργησας, καί τοίς εκ βάθους στεναγμοίς, εις εκατόν τούς πόνους εκαρποφόρησας, καί γέγονας φωστήρ, τή οικουμένη λάμπων τοίς θαύμασι, Προκόπιε Πατήρ ημών, Όσιε, Πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.
Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου,
ἐν τῷ Σταυρῷ θεωροῦσα,
ἡ τεκοῦσα ἔλεγε δακρύουσα·
ὁ μὲν κόσμος ἀγάλλεται,
δεχόμενος τὴν λύτρωσιν,
τὰ δὲ σπλάγχνα μου φλέγονται,
ὁρώσης σου τὴν σταύρωσιν,
ἣν ὑπὲρ πάντων ὑπομένεις,
ὁ Υἱὸς καὶ Θεός μου.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. β'
Μόνον ἐπάγη τὸ ξύλον, Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν, τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης, ἀπέλυσε τρόμῳ· Ἐδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.

Κύριε, κατέκρινάν σε Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν, ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἡ σὲ κυήσασα Χριστέ, ἀειπάρθενος Κόρη, ἐν τῷ Σταυρῷ σὲ δι' ἡμᾶς, ὑψωθέντα ὁρῶσα, ἐτέτρωτο λύπης ῥομφαίᾳ τὴν ψυχήν, καὶ ἔκλαιε θρηνῳδοῦσα μητρικῶς. Αὐτῆς ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς, Κύριε τοῦ ἐλέους.


Μετα τὴν β' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. β' ΤΟ ΑΚΟΥΤΕ
Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον·
ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον,
οὗ ἔστησαν οἱ πόδες σου Κύριε,
καὶ ξύλου σωτηρίας γευσάμενοι,
τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν,
πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι' αὐτοῦ σοι προσπίπτομεν. Ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
ΤΟ ΑΚΟΥΤΕ
Ἐν ξύλῳ βλέπουσα νεκρόν, κρεμάμενον ἡ Παρθένος Θεόν, ὃν ἔτεκε σαρκί, θρηνῳδοῦσα ἐβόα· Τὴν ἄφατον μακροθυμίαν σου, Υἱὲ ἐκπλήττομαι, πῶς ὡς κατάκριτον Σταυρῷ, προσήλωσαν οἱ ἄνομοι, τὸν δίκαιον Κριτήν, καὶ μόνον σε Δεσπότην.


Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα
Ἦχος πλ. β'
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ ΤΟ ΑΚΟΥΤΕ
Τὸ ξύλον ἤνεγκε φθοράν, ἐν Ἐδὲμ τῷ Γενάρχῃ. Σταυροῦ δὲ ξύλον τὴν ζωήν, ἤνθησεν ἐν Κρανίῳ· πεπάτηται καὶ γὰρ κακία τοῦ ἐχθροῦ, ἠλέηται τῇ προσηλώσει τοῦ Χριστοῦ, καὶ εὗρε τὸν Παράδεισον, κραυγάζων ὁ Ἀδάμ. Ὦ ξύλον εὐλογημένον!
Μαρτυρικὸν
Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο τοὺς στεφάνους τῆς ἀφθαρσίας. Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... καὶ νῦν... Σταυροθεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.


Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Τοὺς σοὺς ἀγῶνας εὐπρεπῶς μέλπω Μάκαρ.

ᾨδὴ α'

Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν».

Τῆς εὐσεβείας τῷ φίλτρῳ κατασχεθείς, καὶ τῷ θείῳ ἔρωτι, τρικυμίας κοσμικάς, ἀπεκρούσω Ὅσιε, Θεῷ, ἐπινίκιον ᾠδὴν ἀνακρουόμενος.

Ὁ φωτοφόρος σου βίος καὶ τὸ φαιδρόν, τῆς ψυχῆς καὶ σύντονον, εὐσεβείᾳ συγκραθέν, ἀρετῆς εἰκόνισμα λαμπρόν, ἐν σοὶ Ὅσιε, τρανῶς ἀπηκριβώσατο.

Ὑπερφυεῖ δᾳδουχίᾳ καὶ φωταυγεῖ, τοῦ Χριστοῦ λαμπόμενος, τῶν παθῶν τὰς προσβολάς, ἐγκρατῶς ἐμάρανας βοῶν· ἐπινίκιον ᾠδὴν τῷ Παντοκράτορι.
Θεοτοκίον
Σεσαρκωμένον τὸν Λόγον θεοπρεπῶς, συλλαβοῦσα Πάναγνε, τὸν πρὶν ἄσαρκον ἡμῖν, ὑπὲρ φύσιν τέτοκας Ἁγνή, μετὰ γέννησιν Παρθένος διαμείνασα.


Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Σοῦ ἡ θεόληπτος ψυχή, τῷ τῆς πίστεως ζήλῳ, πυρπολουμένη Μάκαρ, τῶν ἀνόμων τὴν πικράν, μανίαν καὶ τὸν θυμόν, Θεοφόρε, κραταιῶς διέλυσεν.

Οἰκείοις αἵμασι βαφείς, τῶν Μαρτύρων τοὺς ἄθλους, ἐμιμήσω τρισμάκαρ, αἰκισμοὺς τῶν ἀσεβῶν, ἀνδρειοτάτῃ ψυχῇ, ὑπομείνας, καρτερικῶς Προκόπιε.

Ὑπέστης Ὅσιε διπλοῦς, τοὺς ἀγῶνας ἐμφρόνως, τὰς αἱρέσεις ἐλέγχων, καὶ λεόντων τὰς ὁρμὰς ἀνδρείως ὑπενεγκών, θεοφρόνως, πάνσοφε Προκόπιε.
Θεοτοκίον
Σοφία Λόγος τοῦ Πατρός, ὁ πρὸ πάντων αἰώνων, ἐπ' ἐσχάτων τῶν χρόνων, ἀπορρήτως σαρκωθείς, ἐξ ἀπειράνδρου Μητρός, Θεοτόκον ταύτην ἀπειργάσατο.


Κάθισμα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Ἀσώματος ἐν βίῳ ἐγνωρίσθης Πατὴρ ἡμῶν, καὶ ἔνσαρκος Ἀγγέλοις, ἀνεδείχθης συνδίαιτος, τῷ κόσμῳ κατὰ Παῦλον σταυρωθείς, τῷ σοὶ ἐσταυρωμένῳ ἀληθῶς, καὶ εἰς οὐράνιον οἰκῶν, τῇ διανοίᾳ χῶρον ὁ γήϊνος· Δόξα τῷ εὐδοκήσαντι ἐν σοί, δόξα τῷ γνωρισθέντι σοι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ τῶν κινδύνων, τοὺς εὐφημοῦντας πόθῳ, καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἢ Σταυροθεοτοκίον
Σταυρῷ σου προσπαγέντος, ὑπὸ τῶν παρανόμων, καὶ στρατιωτῶν Σῶτερ λόγχῃ, τὴν πλευρὰν ὀρυγέντος, ἡ Πάναγνος ὠδύρετο πικρῶς, τὰ σπλάγχνα κοπτομένη μητρικῶς, καὶ τὸ πολύ σου καὶ φρικτόν, τῆς ἀνοχῆς ἐξίστατο βοῶσα· Δόξα τῇ πρὸς ἀνθρώπους σου στοργῇ, δόξα σου τῇ χρηστότητι, δόξα τῷ ἐν τῷ θανάτω σου βροτοὺς ἀθανατίζοντι.


Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, καὶ ὁμολογητοῦ Προκοπίου τοῦ Δεκαπολίτου.
Στίχοι
Οὐδέν, Δεκαπολῖτα, γῆς πᾶσαι πόλεις,
Πρὸς τὴν νοητήν, ἔνθα περ τάττῃ, πόλιν.
Εἰκάδι ἑβδομάτῃ Προκοπίῳ τέρμα φαάνθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γελασίου, ὃς τὸ Βάπτισμα κελευσθεὶς διαπαῖξαι παρὰ τοῦ, Ἄρχοντος, βαπτίζεται ἀληθῶς, καὶ ξίφει τελειοῦται.
Στίχοι
Φώτισμα μέλλων ἐκγελᾶν, γελᾷς πλάνην,
Πλυθεὶς δὲ Γελάσιε, ἐκτέμνῃ κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θαλλελαίου.
Στίχοι
Ὁ Θαλλέλαιος φαιδρῶς, ἥκει πρὸς πόλον,
Θαλλοῖς ἐλαιῶν, ἀρεταῖς ἐστεμμένος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος, ὁ συστησάμενος τὸ γηροκομεῖον τοῦ Ἁρματίου, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Γήρει Στέφανος πρύτανις ζωῆς πόρου,
Ὃν περ θανόντα Πρύτανις στέφους στέφει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νήσιος βουνεύροις τυπτόμενος, τελειοῦται.
Στίχοι
Νεύροις βοείοις Νήσιος πάσχων φέρει·
Νευρούμενος γὰρ τῶν πόνων λήθην ἔχει.

Οἱ Ὅσιοι πατέρες ἡμῶν Ἀσκληπιὸς Ἰάκωβος καὶ Τιμόθεος οἱ ἐν Καισαρείᾳ ἐν εἰρήνῃ τελειοῦνται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.


Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Σαρκίου τοῦ τιμίου σου, ἀπολυθεὶς Προκόπιε, παρέστης νῦν σὺν Ἀγγέλοις, τῇ ἀπροσίτῳ Τριάδι, πρὸς ἣν ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων ἔνδοξε, τὴν παναγίαν μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Πάτερ σοφὲ Ἱεράρχα.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τὸ μέγα καταφύγιον, καὶ σκέπη τῶν ψυχῶν ἡμῶν, ἡ οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ὑπερτέρα, τὸν σὸν Υἱὸν δυσώπησον, ὑπὲρ οἰκείων δούλων σου, Θεοκυῆτορ πάναγνε, ὅπως ῥυσθείημεν πάντες, ἁμαρτιῶν καὶ κινδύνων.

Ἀπόστιχα τῆς Παρακλητηκῆς
Ἀπόστιχα Σταυρώσιμα
Ἦχος πλ. β'
Ἐν τῷ Σταυρῷ τὴν ἐλπίδα κέκτημαι, καὶ ἐν αὐτῷ καυχώμενος βοῶ· Φιλάνθρωπε Κύριε, τὴν ἀλαζονείαν κατάβαλε, τῶν μὴ ὁμολογούντων σε, Θεὸν καὶ ἄνθρωπον.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος πλ. β'
Οἱ τῷ Σταυρῷ τειχιζόμενοι, τῷ ἐχθρῷ ἀντιτασσόμεθα, μὴ δειλιῶντες τὰς αὐτοῦ μεθοδείας καὶ ἐνέδρας· ὁ γὰρ ὑπερήφανος κατήργηται, καὶ καταπεπάτηται, τῇ δυνάμει τοῦ ἐν ξύλῳ, προσπαγέντος Χριστοῦ.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Ἦχος πλ. β'
Μνήμη Μαρτύρων, ἀγαλλίαμα τοῖς φοβουμένοις τὸν Κύριον· ἀθλήσαντες γὰρ διὰ Χριστόν, στεφάνους παρ' αὐτοῦ ἐκομίσαντο, καὶ νῦν ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπερ τῶν ψυχῶν ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, ἀνεβόα, θρηνῳδοῦσα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ταίς τών δακρύων σου ροαίς, τής ερήμου τό άγονον εγεώργησας, καί τοίς εκ βάθους στεναγμοίς, εις εκατόν τούς πόνους εκαρποφόρησας, καί γέγονας φωστήρ, τή οικουμένη λάμπων τοίς θαύμασι, Προκόπιε Πατήρ ημών, Όσιε, Πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.
Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε,
τῶν Προφητῶν ὑπάρχει,
καὶ τοῦ νόμου τὸ πλήρωμα·
διό σε Θεοτόκον,
ἐν ἐπιγνώσει δοξάζοντες,
εὐσεβῶς μεγαλύνομεν.


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου,
ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,
καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἑκουσίως, ὑψωθεὶς ἐπὶ τοῦ ξύλου, τοὺς εἰς βάθη κακῶν ὀλισθήσαντας, ἀνεκαλέσω, μόνε πολυέλεε.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Γῆ ἐσείσθη, καὶ ὁ ἥλιος ἐσβέσθη, καθορῶν σε ἐπὶ ξύλου Ἥλιε, δικαιοσύνης, θελήματι πάσχοντα.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Παθημάτων, Ἀθλοφόροι κοινωνοῦντες, τοῦ Δεσπότου καὶ θείας λαμπρότητος, συγκοινωνεῖτε, μεθέξει θεούμενοι.
Δόξα...
Ὕψωσόν με, ἐκ βυθοῦ τῆς ἁμαρτίας, τῆς Τριάδος ὁ εἰς ἐθελούσιον, καθυπομείνας, Χριστέ μου καθήλωσιν.
Καὶ νῦν... Σταυροθεοτοκίον
Παρεστῶσα, τῷ Σταυρῷ καὶ καθορῶσα, ἑκουσίως τὸν σὸν Υἱόν πάσχοντα, Παρθενομῆτορ, τοῦτον ἐμεγάλυνας.


Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ταίς τών δακρύων σου ροαίς, τής ερήμου τό άγονον εγεώργησας, καί τοίς εκ βάθους στεναγμοίς, εις εκατόν τούς πόνους εκαρποφόρησας, καί γέγονας φωστήρ, τή οικουμένη λάμπων τοίς θαύμασι, Προκόπιε Πατήρ ημών, Όσιε, Πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.
Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.
Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,
εἰς τὴν βοήθειαν ἡμῶν,
τῶν πιστῶς κραυγαζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμώντων σε.


Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ΑΠΟΚΡΕΩ
Ἐκ τοῦ κατὰ Μάρκον, ιδ΄ 43 - 72,ιε΄ 1

Τῷ καιρῷ ἐκείνῳ, λαλοῦντος τοῦ Ἰησοῦ πρὸς τοὺς μαθητάς, παραγίνεται Ἰούδας ὁ Ἰσκαριὼτης, εἷς τῶν δώδεκα, καὶ μετ' αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων. δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς. καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· Χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν. οἱ δὲ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ' ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ' ἵνα πληρωθῶσιν αἱ γραφαί. καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτόν οἱ νεανίσκοι. ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ' αὐτῶν. Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον· πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ' αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ' αὐτοῦ λέγοντες ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ οὐδέν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον. Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα. ὁ δὲ ἠρνήσατο λέγων· Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε. καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. ὁ δὲ ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει. ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε. Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.

Κοινωνικόν τῆς ἡμέρας
Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.