ΝΕΟ ΕΡΓΟ, Η ΒΟΗΘΕΙΑ ΣΑΣ ΚΡΙΝΕΤΑΙ ΑΠΑΡΑΙΤΗΤΗ.


Όλα τα Αυτόμελα και οι Ειρμοί που βρίσκονται σε αυτόν το σύνδεσμο http://glt.goarch.org/misc/Prosomia.html έχουν διαμορφωθεί με τέτοιο τρόπο ώστε οι στίχοι των ψαλμών να ταιριάζουν με τον τρόπο της εκκλησιαστικής ανάγνωσης των κειμένων. Επιπλέον οι λέξεις μεταξύ τους έχουν προσαρμοστεί και στον τρόπο που ψάλλετε το κομμάτι.

Τώρα, θέλουμε να κάνουμε την ίδια διαμόρφωση κειμένου για όλα τα υπόλοιπα κείμενα του ιστότοπου ώστε να έχουν την ίδια μορφή. Από μόνος μου δεν μπορώ να διορθώσω τους ύμνους έτσι ώστε να ακολουθούν την μουσική και την μελωδία. Δεν έχω το ταλέντο και την εμπειρία για κάτι τέτοιο. Έχω μόνο υπομονή και επιθυμία να βοηθήσω. Ουσιαστικά αυτό που επιθυμούμε να πετύχουμε είναι να τροποποιηθούν οι στίχοι των ψαλμών και να ταιριάζουν με τους ήχους και την μελωδία. Μελετώντας αυτόν τον σύνδεσμο http://glt.goarch.org/misc/Prosomia.html μπορείτε να καταλάβετε τι ακριβώς επιδιώκουμε.

Οπότε, χρειάζομαι την βοήθεια σας. Παρακαλώ επικοινωνήστε μαζί μου σε αυτή την διεύθυνση ηλεκτρονικού ταχυδρομείου (frleoschefe@mail.goarch.org) εάν ενδιαφέρεστε να αναλάβετε ένα η δύο αρχεία και να τροποποιηθούν αναλόγως με τον ήχο. Μαζί μπορούμε να ολοκληρώσουμε αυτό το έργο γρήγορα. Χρειάζεται να το κάνουμε ΜΟΝΟ μια φορά! Σας ευχαριστῶ!


+ Fr. Leo Schefe


Αρχίζοντας με την Παρακλητική,

				Όνομα		Email

Ἦχος α' - Κυριακή George Theodoridis

Ἦχος β' - Κυριακή George Theodoridis

Ἦχος γ' - Κυριακή Paul Zournas, έγινε

Ἦχος δ' - Κυριακή Paul Zournas, έγινε

Ἦχος πλ.α' - Κυριακή Paul Zournas

Ἦχος πλ.β' - Κυριακή George Petrakis

Ἦχος βαρύς - Κυριακή Chris Kontaxis

Ἦχος πλ.δ' - Κυριακή Chris Kontaxis

Ἦχος α' - Δευτ.-Σαβ.

Ἦχος β' - Δευτ.-Σαβ.

Ἦχος γ' - Δευτ.-Σαβ.

Ἦχος δ' - Δευτ.-Σαβ.

Ἦχος πλ.α' - Δευτ.-Σαβ.

Ἦχος πλ.β' - Δευτ.-Σαβ.

Ἦχος βαρύς - Δευτ.-Σαβ.

Ἦχος πλ.δ' - Δευτ.-Σαβ.


Επίσης χρειάζεται να ελεγχθούν οι παρακάτω Κανόνες


Κανών α', ᾨδὴ α', to the Theotokos Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,
καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών,
ὁ Ἰσραηλίτης ἀνεβόα,
τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Πολλοῖς συνεχόμενος πειρασμοῖς,
πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν·
Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε,
τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Παθῶν με ταράττουσι προσβολαί,
πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν,
εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ,
τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν,
δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν·
σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω,
καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν,
ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ,
ἀξίωσον, μόνη Θεομῆτορ,
ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

Κανών α', ᾨδὴ γ', to the Theotokos Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐρανίας ἁψῖδος,
ὀροφουργὲ Κύριε,
καὶ τῆς Ἐκκλησίας Δομῆτορ,
σὺ με στερέωσον,
ἐν τῇ ἀγάπῃ τῇ σῇ,
τῶν ἐφετῶν ἡ ἀκρότης,
τῶν πιστῶν τὸ στήριγμα,
μόνε φιλάνθρωπε.

Προστασίαν καὶ σκέπην,
ζωῆς ἐμῆς τίθημι,
Σέ, Θεογεννῆτορ,
Παρθένε, σύ με κυβέρνησον,
πρὸς τὸν λιμένα σου,
τῶν ἀγαθῶν ἡ αἰτία,
τῶν πιστῶν τὸ στήριγμα,
μόνη πανύμνητε.

Ἱκετεύω, Παρθένε,
τὸν ψυχικὸν τάραχον,
καὶ τῆς ἀθυμίας τὴν ζάλην,
διασκεδάσαι μου·
σὺ γάρ, Θεόνυμφε,
τὸν ἀρχηγὸν τῆς γαλήνης,
τὸν Χριστὸν ἐκύησας,
μόνη πανάχραντε.

Εὐεργέτην τεκοῦσα,
τὸν τῶν καλῶν αἴτιον,
τῆς εὐεργεσίας τὸν πλοῦτον,
πᾶσιν ἀνάβλυσον·
πάντα γὰρ δύνασαι,
ὡς δυνατὸν ἐν ἰσχύϊ,
τὸν Χριστὸν κυήσασα,
Θεομακάριστε.

Χαλεπαῖς ἀρρωστίαις,
καὶ νοσεροῖς πάθεσιν,
ἐξεταζομένῳ, Παρθένε,
σύ μοι βοήθησον·
τῶν ἰαμάτων γάρ,
ἀνελλιπῆ σε γινώσκω,
θησαυρόν,
Πανάμωμε, τὸν ἀδαπάνητον.

Κανών α', ᾨδὴ δ', to the Theotokos Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα Κύριε,
τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου,
καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τῶν παθῶν μου τὸν τάραχον,
ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον,
καὶ τὸν κλύδωνα κατεύνασον,
τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον,
ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι,
ἡ τὸν εὔσπλαγχνον κυήσασα,
καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Ἀπολαύοντες, Πάναγνε,
τῶν σῶν δωρημάτων εὐχαριστήριον,
ἀναμέλπομεν ἐφύμνιον,
οἱ γινώσκοντές σε Θεομήτορα.

Οἱ ἐλπίδα καὶ στήριγμα,
καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον,
κεκτημένοι σε, Πανύμνητε,
δυσχερείας πάσης, ἐκλυτρούμεθα.

Κανών α', ᾨδὴ ε', to the Theotokos Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε,
καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ,
τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου,
τὴν σὴν ἀκήρατον διδοῦσα χαράν,
τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή,
ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην,
τὴν πάντα νοῦν ὑπερέχουσαν.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε,
τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα,
τὸ θεῖον καὶ προαιώνιον.

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν,
ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν,
τῇ πρεσβείᾳ σου παράσχου μοι.

Κανών α', ᾨδὴ ς', to the Theotokos Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,
καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν,
ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ,
τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν,
κατασχεθεῖσαν, Παρθένε, δυσώπησον,
τὸν Κύριόν σου καὶ Υἱόν,
τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι,
καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε,
τῶν πειρασμῶν διαλύουσαν ὄχλον,
καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν,
καὶ δέομαι διαπαντός,
ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα,
καὶ ψυχῶν σε παντελῆ σωτηρίαν,
καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη,
καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα·
Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς,
τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι,
καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου,
ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου,
καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα,
σοῦ δέομαι τῆς ἀγαθῆς,
ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Κανών α', ᾨδὴ ζ', to the Theotokos Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἐκ τῆς Ἰουδαίας,
καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε,
τῇ πίστει τῆς Τριάδος,
τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες·
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τὴν ἡμῶν σωτηρίαν,
ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι,
ἐν μήτρᾳ τῆς Παρθένου,
κατῴκησας τῷ κόσμῳ,
ἣν προστάτιν ἀνέδειξας·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Θελητὴν τοῦ ἐλέους,
ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον,
ῥυσθῆναι τῶν πταισμάτων,
ψυχῆς τε μολυσμάτων,
τοὺς ἐν πίστει κραυγάζοντας·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Θησαυρὸν σωτηρίας,
καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν,
καὶ πύργον ἀσφαλείας,
καὶ θύραν μετανοίας,
τοῖς κραυγάζουσιν ἔδειξας·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Σωμάτων μαλακίας,
καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια,
τῶν πόθῳ προσιόντων,
τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον,
ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

Κανών α', ᾨδὴ η', to the Theotokos Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι,
στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους,
μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας,
καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.

Τῶν ἰαμάτων τὸ δαψιλές,
ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε,
καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις,
καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε,
ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.

Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις,
καὶ παθῶν τὰς ἐφόδους Παρθένε·
ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', to the Theotokos Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον,
σὲ ὁμολογοῦμεν,
οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή,
σὺν Ἀσωμάτοις χορείαις,
σὲ μεγαλύνοντες.

Ῥοήν μου τῶν δακρύων,
μὴ ἀποποιήσῃς,
ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον,
ἀφῃρηκότα Παρθένε,
Χριστὸν κυήσασα.

Χαρᾶς μου τὴν καρδίαν,
πλήρωσον, Παρθένε,
ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα,
τῆς ἁμαρτίας τὴν λύπην,
ἐξαφανίσασα.

Λιμὴν καὶ προστασία,
τῶν σοὶ προσφευγόντων,
γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον,
καταφυγή τε καὶ σκέπη,
καὶ ἀγαλλίαμα.

Φωτός σου ταῖς ἀκτῖσι,
λάμπρυνον, Παρθένε,
τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα,
τοὺς εὐσεβῶς Θεοτόκον,
σὲ καταγγέλλοντας.

Κακώσεως ἐν τόπῳ,
τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε,
θεράπευσον,
ἐξ ἀρρωστίας εἰς ῥῶσιν,
μετασκευάζουσα.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν
Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνη, Ἰωσήφ.
Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου

ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος,
καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος,
ταύτης τὰ θαύματα.

Χριστοῦ βίβλον ἔμψυχον,
ἐσφραγισμένην σε Πνεύματι·
Ὁ μέγας Ἀρχάγγελος,
Ἁγνὴ θεώμενος,
ἐπεφώνει σοι·
Χαῖρε χαρᾶς δοχεῖον,
δι' ἧς τῆς Προμήτορος
ἀρὰ λυθήσεται.

Ἀδὰμ ἐπανόρθωσις,
χαῖρε Παρθένε Θεόνυμφε,
τοῦ ᾍδου ἡ νέκρωσις,
χαῖρε πανάμωμε,
τὸ παλάτιον,
τοῦ μόνου Βασιλέως.
χαῖρε θρόνε πύρινε,
τοῦ Παντοκράτορος,

Ῥόδον τὸ ἀμάραντον,
χαῖρε ἡ μόνη βλαστήσασα,
τὸ μῆλον τὸ εὔοσμον,
χαῖρε ἡ τέξασα,
τὸ ὀσφράδιον,
τοῦ πάντων Βασιλέως,
χαῖρε ἀπειρόγαμε,
κόσμου διάσωσμα.

Ἁγνείας θησαύρισμα,
χαῖρε δι' ἧς ἐκ τοῦ πτώματος,
ἡμῶν ἐξανέστημεν,
χαῖρε ἡδύπνοον
κρίνον Δέσποινα,
πιστοὺς εὐωδιάζον,
θυμίαμα εὔοσμον,
μύρον πολύτιμον.

Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,
ὡς ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον·
καὶ ἐν τῇ θείᾳ δόξῃ σου,
στεφάνων δόξης ἀξίωσον.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον,
ὡς χώρα ἀνήροτος σαφῶς,
χαῖρε ἔμψυχε τράπεζα,
ἄρτον ζωῆς χωρήσασα,
χαῖρε τοῦ ζῶντος ὕδατος,
πηγὴ ἀκένωτος Δέσποινα.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα,
τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς,
χαῖρε ἀμνὰς κυήσασα,
Θεοῦ ἀμνὸν τὸν αἴροντα,
κόσμου παντὸς τὰ πταίσματα,
χαῖρε θερμὸν ἱλαστήριον.

Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη,
τὸν Ἥλιον φέρουσα Χριστόν,
φωτὸς κατοικητήριον,
χαῖρε τὸ σκότος λύσασα,
καὶ τοὺς ζοφώδεις δαίμονας,
ὁλοτελῶς ἐκμειώσασα.

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος,
διώδευσε μόνος ἡ μοχλούς,
καὶ πύλας ᾍδου Δέσποινα,
τῷ τόκῳ σου συντρίψασα,
χαῖρε ἡ θεία εἴσοδος,
τῶν σῳζομένων πανύμνητε.

Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ καθήμενος ἐν δόξῃ,
ἐπὶ θρόνου Θεότητος,
ἐν νεφέλῃ κούφῃ,
ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,
τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε,
τοὺς κραυγάζοντας·
δόξα Χριστὲ τῇ δυνάμει σου.

Ἐν φωναῖς ᾀσμάτων πίστει,
σοὶ βοῶμεν Πανύμνητε,
Χαῖρε πῖον ὄρος,
καὶ τετυρωμένον ἐν Πνεύματι,
χαῖρε λυχνία καὶ στάμνε,
Μάννα φέρουσα, τὸ γλυκαῖνον,
τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

Ἱλαστήριον τοῦ κόσμου,
χαῖρε ἄχραντε Δέσποινα,
χαῖρε κλῖμαξ γῆθεν,
πάντας ἀνυψώσασα χάριτι,
χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα,
ἐκ θανάτου πάντας,
πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

Οὐρανῶν ὑψηλοτέρα,
χαῖρε γῆς τὸ θεμέλιον,
ἐν τῇ σῇ νηδύϊ,
Ἄχραντε ἀκόπως βαστάσασα,
χαῖρε κογχύλη πορφύραν θείαν βάψασα,
ἐξ αἱμάτων σου,
τῷ Βασιλεῖ τῶν Δυνάμεων.

Νομοθέτην ἡ τεκοῦσα,
ἀληθῶς χαῖρε Δέσποινα,
τὸν τὰς ἀνομίας,
πάντων δωρεὰν ἐξαλείφοντα,
ἀκατανόητον βάθος, ὕψος ἄρρητον,
ἀπειρόγαμε,
δι' ἧς ἡμεῖς ἐθεώθημεν.

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ,
ἀχειρόπλοκον στέφανον,
ἀνυμνολογοῦμεν·
Χαῖρέ σοι Παρθένε κραυγάζοντες,
τὸ φυλακτήριον πάντων καὶ χαράκωμα,
καὶ κραταίωμα,
καὶ ἱερὸν καταφύγιον.

Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου,
σὺ γὰρ ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ,
τὸν ἐπὶ πάντων Θεόν,
καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσί σε,
σωτηρίαν βραβεύοντα.

Ὁδὸν ἡ κυήσασα,
ζωῆς χαῖρε Πανάμωμε,
ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας,
σώσασα κόσμον,
χαῖρε Θεόνυμφε,
ἄκουσμα καὶ λάλημα φρικτόν,
χαῖρε ἐνδιαίτημα,
τοῦ Δεσπότου τῆς κτίσεως.

Ἰσχὺς καὶ ὀχύρωμα,
ἀνθρώπων χαῖρε Ἄχραντε,
τόπε ἁγιάσματος τῆς δόξης,
νέκρωσις ᾍδου,
νυμφὼν ὁλόφωτε,
χαῖρε τῶν Ἀγγέλων χαρμονή,
χαῖρε ἡ βοήθεια,
τῶν πιστῶς δεομένων σου.

Πυρίμορφον ὄχημα,
τοῦ Λόγου χαῖρε Δέσποινα,
ἔμψυχε Παράδεισε τὸ ξύλον,
ἐν μέσῳ ἔχων ζωῆς
τὸν Κύριον,
οὗ ὁ γλυκασμὸς ζωοποιεῖ,
πίστει τοὺς μετέχοντας,
καὶ φθορᾷ ὑποκύψαντας.

Ῥωννύμενοι σθένει σου,
πιστῶς ἀναβοῶμέν σοι·
Χαῖρε πόλις τοῦ Παμβασιλέως,
δεδοξασμένα,
καὶ ἀξιάκουστα,
περὶ ἧς λελάληνται σαφῶς,
ὄρος ἀλατόμητον,
χαῖρε βάθος ἀμέτρητον.

Εὐρύχωρον σκήνωμα,
τοῦ Λόγου χαῖρε Ἄχραντε,
κόχλος ἡ τόν, θεῖον μαργαρίτην,
προαγαγοῦσα,
χαῖρε πανθαύμαστε,
πάντων πρὸς Θεὸν καταλλαγὴ
τῶν μακαριζόντων σε,
Θεοτόκε ἑκάστοτε.

Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος,
δεῦτε τάς χεῖρας κροτήσωμεν,
τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Παστὰς τοῦ Λόγου ἀμόλυντε,
αἰτία τῆς τῶν πάντων θεώσεως,
χαῖρε Πανάχραντε,
τῶν Προφητῶν περιήχημα,
χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε,
φλογμὸν πολυθεΐας ἡ λύσασα·
ὅθεν βοῶμέν σοι·
Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος,
ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

Ἰδοὺ σοι Χαῖρε κραυγάζομεν,
λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι
καὶ ὁρμητήριον,
ἐν τῷ πελάγει τῶν θλίψεων,
καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

Χαρᾶς αἰτία χαρίτωσον,
ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι·
Χαῖρε ἡ ἄφλεκτος βάτος,
νεφέλη ὁλόφωτε,
ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,
παρὰ τὸν Κτίσαντα,
ἀλλὰ πυρὸς ἀπειλήν;
ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον.
Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἀνυμνοῦμέν σε, βοῶντες·
Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ,
ἄμπελος ἀληθινή,
τὸν βότρυν τὸν πέπειρον,
ἡ γεωργήσασα,
οἶνον στάζοντα,
τὸν τὰς ψυχὰς εὐφραίνοντα,
τῶν πιστῶς σε δοξαζόντων.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα
χαῖρε Θεόνυμφε,
ἡ ῥάβδος ἡ μυστική,
ἄνθος τὸ ἀμάραντον,
ἡ ἐξανθήσασα,
χαῖρε Δέσποινα,
δι' ἧς χαρὰς πληρούμεθα,
καὶ ζωὴν κληρονομοῦμεν.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα
Δέσποινα, ὑμνολογῆσαί σε·
ὑπὲρ γὰρ τὰ Σεραφείμ,
ὑψώθης κυήσασα,
τὸν Βασιλέα Χριστόν,
ὃν ἱκέτευε,
πάσης νῦν βλάβης ῥύσασθαι,
τοὺς πιστῶς σε προσκυνοῦντας.

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα,
καὶ ἀνακράζει σοι·
Χαῖρε ὁ τόμος ἐν ᾧ,
δακτύλῳ ἐγγέγραπται,
Πατρὸς ὁ Λόγος Ἁγνή,
ὃν ἱκέτευε,
βίβλῳ ζωῆς τους δούλους σου,
καταγράψαι Θεοτόκε.

Ἱκετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν,
γόνυ καρδίας ἡμῶν.
Κλῖνον τὸ οὖς σου Ἁγνή,
καὶ σῶσον τοὺς θλίψεσι,
βυθιζόμενους ἡμᾶς,
καὶ συντήρησον,
πάσης ἐχθρῶν ἁλώσεως,
τὴν σὴν Πόλιν Θεοτόκε.

Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,
τότε μὲν τυπούμενος,
νῦν δὲ ἐνεργούμενος,
τὴν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω,
τὸν πάντα βαστάζοντα ἐβάστασας,
γάλακτι ἐξέθρεψας,
νεύματι τὸν τρέφοντα,
τὴν οἰκουμένην ἅπασαν,
Ἁγνὴ ᾧ ψάλλομεν·
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μωσῆς κατενόησεν ἐν βάτῳ,
τὸ μέγα μυστήριον τοῦ τόκου σου.
Παῖδες προεικόνισαν,
τοῦτο ἐμφανέστατα
μέσον πυρὸς ἱστάμενοι,
καὶ μὴ φλεγόμενοι,
ἀκήρατε ἁγία Παρθένε·
ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες,
στολὴν ἀφθαρσίας ἐνεδύθημεν,
τῇ κυοφορίᾳ σου,
καὶ οἱ καθεζόμενοι,
ἐν σκότει παραπτώσεων,
φῶς κατωπτεύσαμεν,
φωτὸς κατοικητήριον, Κόρη·
ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται·
ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας,
εὔλαλοι οἱ ἄλαλοι,
πρῴην χρηματίζοντες,
λεπροὶ ἀποκαθαίρονται,
νόσοι διώκονται,
πνευμάτων ἀερίων τὰ πλήθη,
ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν,
δι' ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν,
χαίροις παντευλόγητε,
σκέπη καὶ κραταίωμα,
τεῖχος καὶ ὀχύρωμα,
τῶν μελῳδούντων Ἁγνή.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἅπας γηγενής,
σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος,
πανηγυριζέτω δέ,
αὔλων Νόων φύσις γεραίρουσα,
τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος,
καὶ βοάτω·
Χαίροις παμμακάριστε,
Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἵνα σοι πιστοί,
τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς,
μέτοχοι γενόμενοι,
τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ,
βαρβαρικῆς ἁλώσεως,
καὶ πάσης ἄλλης πληγῆς,
διὰ πλῆθος, Κόρη παραπτώσεων,
ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ὤφθης φωτισμός,
ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι·
Χαῖρε ἄστρον ἄδυτον,
εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον,
χαῖρε Ἐδὲμ ἀνοίξασα,
τὴν κεκλεισμένην Ἁγνή,
χαῖρε στῦλε, πύρινε εἰσάγουσα,
εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.

Στῶμεν εὐλαβῶς,
ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν·
Χαῖρε κόσμου Δέσποινα,
χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν,
χαῖρε ἡ μόνη ἄμωμος,
ἐν γυναιξὶ καὶ καλή,
χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον,
ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Ἡ περιστερά,
ἡ τὸν ἐλεήμονα ἀποκυήσασα,
χαῖρε ἀειπάρθενε Ὁσίων πάντων,
χαῖρε τὸ καύχημα,
τῶν Ἀθλητῶν στεφάνωμα,
χαῖρε ἁπάντων τε, τῶν Δικαίων,
θεῖον ἐγκαλλώπισμα,
καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

Φεῖσαι ὁ Θεός,
τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν,
πάσας παραβλέπων νῦν,
εἰς τοῦτο ἔχων,
ἐκδυσωποῦσάν σε,
τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν,
διὰ μέγα ἔλεος θελήσαντα,
μορφωθῆναι Χριστέ, τὸ ἀλλότριον.

Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς.
Χαίροις χαρᾶς σκήνωμα, τῆς λύπης λύσις.
ᾨδὴ Ἰωάννου.

ᾨδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἁρματηλάτην Φαραὼ ἐβύθισε,
τερατουργοῦσα ποτέ,
Μωσαϊκὴ ῥάβδος,
σταυροτύπως πλήξασα,
καὶ διελοῦσα θάλασσαν,
Ἰσραὴλ δὲ φυγάδα,
πεζὸν ὁδίτην διέσωσεν,
ἆσμα τῷ Θεῷ ἀναμέλποντα».

Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις,
καὶ εὐλογίας πηγή,
χαῖρε ζωῆς Μήτηρ,
ᾍδου ἡ καθαίρεσις,
θανάτου ἡ ἀναίρεσις,
χαῖρε λύσις τῆς λύπης,
χαρᾶς χωρίον εὐρύχωρον∙
χαῖρε Θεοτόκε πανύμνητε.

Ἅρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον,
χαῖρε πανάμωμε,
Δαυϊτικὸν χαῖρε,
ἅρμα πολυώνυμον,
ἅρμα μυριοπλάσιον∙
χαῖρε ἡ ἀσυγκρίτως,
τῶν Χερουβὶμ ὑπερέχουσα,
καὶ τῶν Σεραφὶμ ὑπερφέρουσα.

Ἱερωτέρα νοερῶν Δυνάμεων,
χαῖρε Θεόνυμφε,
χαῖρε κτιστῆς πάσης,
ἀνωτέρα φύσεως∙
χαῖρε Θεοῦ παλάτιον,
χαῖρε πύρινε θρόνε,
χαῖρε λυχνία πολύφωτε∙
χαῖρε μυριώνυμε Δέσποινα.

Ῥάβδος ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσασα,
χαῖρε ἀμόλυντε∙
χαῖρε βλαστῷ ῥάβδου,
τῆς Ἀαρωνίτιδος,
διαγραφεῖσα πρότερον,
μυστικῶς καὶ βαθέως∙
ὡς γὰρ ἐκείνη τὰ κάρυα,
οὕτω τὸν Χριστὸν σὺ ἐξήνθησας.

ᾨδὴ γ', Κανών τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος,
ὀροφουργὲ Κύριε,
καὶ τῆς Ἐκκλησίας Δομῆτορ,
σὺ με στερέωσον,
ἐν τῇ ἀγάπῃ τῇ σῇ,
τῶν ἐφετῶν ἡ ἀκρότης,
τῶν πιστῶν τὸ στήριγμα,
μόνε φιλάνθρωπε».

Ἰσχυρότατον ὅπλον,
χαῖρε πιστῶν Δέσποινα,
χαῖρε κραταιὰ προστασία,
χαῖρε ἀντίληψις∙
χαῖρε βοήθεια,
ἁμαρτωλῶν∙
χαῖρε τεῖχος τῶν προσκαλουμένων σε,
χαῖρε τοῦ κόσμου χαρά.

Σωτηρίας ἀνθρώπων,
χαῖρε στερρὸν ἔρεισμα∙
χαῖρε τοῦ Ἀδὰμ
καὶ τῆς Εὔας ἡ ἐπανάκλησις,
δι᾿ ἧς ἀπέλαβον,
τὴν παλαιὰν εὐκληρίαν,
χαῖρε ἡ ἀνοίξασα,
πάλιν Παράδεισον.

Χαῖρε ἄφλεκτε βάτε,
χαῖρε φωτὸς ὄχημα,
χαῖρε τοῦ Ἡλίου νεφέλη,
χαῖρε περίδοξε,
καὶ περιλάλητε,
τοῦ Βασιλέως καθέδρα∙
χαῖρε πόλις ἔμψυχε,
Χριστοῦ τοῦ ζῶντος Θεοῦ.

Ἀπειρόγαμε Μῆτερ,
χαῖρε ἁγνὴ Δέσποινα,
χαῖρε ἡ ἀνήροτος χώρα
καὶ ἀγεώργητος,
ἡ γεωργήσασα,
τὸν Γεωργὸν τῶν ἁπάντων,
χαῖρε γῆ,
ἀλήθειαν ἡ ἀνατείλασα.

ᾨδὴ δ', Κανών τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις,
σὺ Θεός μου, σύ μου ἀγαλλίαμα,
ὁ πατρικοὺς κόλπους μὴ λιπών,
καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος·
διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω·
τῇ δυνάμει σου δόξα φιλάνθρωπε».

Ἀνατολή, τοῦ Πατρικοῦ ἀπαυγάσματος,
καὶ Ἠλίου, τοῦ ἐξανατείλαντος,
πρὸ Ἑωσφόρου ἐκ τοῦ Πατρός,
χαῖρε Θεοτόκε, νεφέλη κούφη καὶ ἔμψυχε∙
Παρθένε χαῖρε Μήτηρ, χαῖρε εὐλογημένη∙
χαῖρε δεδοξασμένη Πανάμωμε.

Σὺ τὸ χρυσοῦν, θυμιατήριον Δέσποινα,
τοῦ ἀστέκτου, καὶ ἀΰλου ἄνθρακος,
ἐν ᾧ ἐκαύθη διαρραγέν,
τῆς ἀδαμιαίας, παρακοῆς τὸ χειρόγραφον∙
διὸ σοι χαῖρε κράζω, δι᾿ἧς πάσιν ἐδόθη,
ἡ χαρὰ καὶ τρυφὴ καὶ ἀπόλαυσις.

Σὺ τῶν βροτῶν, δόξα καὶ κλέος καὶ καύχημα,
καὶ Ἀγγέλων, στέφος καὶ διάδημα·
διὸ ἡ γῆ, καὶ ὁ οὐρανός,
μίαν Ἐκκλησίαν, στησάμενοι παναρμόνιον,
τό, Χαῖρέ σοι βοῶμεν∙ χαῖρε Δέσποινα κόσμου,
χαῖρε πάντων ἀνθρώπων βοήθεια.

Κλίνη σεπτή, ἣν Σολομὼν προδιέγραψε,
κυκλουμένην, δυνατοῖς ἑξήκοντα,
χαῖρε Παρθένε ἡ κεχρυσωμένη,
τοῦ νοητοῦ ἁγιάσματος,
λαβὶς ἡ θεία χαῖρε∙ χαῖρε βάτε πυρφόρε,
χαῖρε πύλη καὶ κλῖμαξ καὶ γέφυρα.

ᾨδὴ ε', Κανών τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τί με ἀπώσω,
ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον,
καὶ ἐκάλυψέ με,
τὸ ἀλλότριον σκότος τὸν δείλαιον·
ἀλλ' ἐπίστρεψόν με,
καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου,
τάς ὁδούς μου κατεύθυνον δέομαι».

Νοερὰν σατραπείαν,
καὶ τυραννικὴν ἐναέριον φάλαγγα,
παρελθεῖν ἀλύπως,
ἐν καιρῷ τῆς ἐξόδου μου πάρεχε,
ἵνα σοι τό,
Χαῖρε, χαρμονικῶς, Δέσποινα κράζω∙
Χαῖρε πάντων ἐλπὶς ἀκαταίσχυντε.

Ὡς χαρὰν συλλαβοῦσα,
χαῖρε ὑπεράμωμε∙ χαῖρε ὑπέραγνε,
χαῖρε τῆς Ἁγνείας,
πορφυρόχρουν ἄνθος ἡδύπνοον,
χαῖρε παρθενίας,
κακκοβαφὲς ἐρυθρὸν ῥόδον,
καὶ Θεοῦ τὸ εὐῶδες ὀσφράδιον.

Μυστικὴ μυροθήκη,
χαῖρε τὸ ἡδύπνοον μύρον ἡ βρύουσα∙
χαῖρε θεία κρήνη,
ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα,
χαῖρε ἡ τὸν βότρυν,
τὸν τῆς ζωῆς καρποφοροῦσα,
ἀγεώργητος ἄμπελος Δέσποινα.

Ἀδιόδευτε πύλη,
χαῖρε ἣν διώδευσε Χριστὸς ὁ Κύριος∙
Παραδείσου πύλας,
ἡ ἀνοίξασα χαῖρε τῷ τόκῳ σου,
χαῖρε δι᾿ ἧς χαίρει,
ὁ οὐρανὸς καὶ γῆ χορεύει,
καὶ τὰ ἄνω τοῖς κάτω συνάπτονται.

ᾨδὴ ς', Κανών τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,
καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε».

Ἡ ἔμψυχος χαῖρε Δέσποινα κόχλος∙
ἡ κογχύλη, σῶν ἀχράντων αἱμάτων πορφυραυγῆ,
ἐρυθρὰν ἁλουργίδα,
τῷ τοῦ παντὸς Βασιλεῖ, πορφυρώσασα∙
τὴν γύμνωσιν τὴν τοῦ Ἀδάμ,
ἡ σκεπάσασα χαῖρε Πανύμνητε.

Στηρίζει μέν, τὰς καρδίας ἀνθρώπων,
φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη∙ Χριστιανῶν,
τὰς ψυχὰς δὲ κρατύνει,
τὸ σὸν ᾀδόμενον ἅγιον ὄνομα∙
ἐντεῦθεν καὶ χαρμονικῶς,
πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι.

Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε,
κιβωτὸς ἡ θεοχώρητος, χαῖρε σκηνή,
χαῖρε ἅγιον ὄρος∙
χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε∙
παλάτιον χαῖρε Χριστοῦ∙
χαῖρε τέμενος θεῖον πολύφωτον.

Ὑπέραγνε, ὑπεράμωμε χαῖρε,
τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος∙ χαῖρε κοινή,
τῶν ἀνθρώπων τοῦ γένους,
φιλοτιμία καὶ χάρις θεόσδοτος,
τὴν ἄτιμον φύσιν τῶν βροτῶν,
ἡ τιμήσασα χαῖρε τῷ τόκῳ σου.

ᾨδὴ ζ', Κανών τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν,
τὸ πῦρ ᾑδέσθη ἐν Βαβυλῶνί ποτε·
διὰ τοῦτο οἱ παῖδες
ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί,
ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον·
Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Ἡ μόνη ἀπείρανδρος,
ἡ μόνη ἄφθορος, χαῖρε Δέσποινα,
ἡ Παρθένος καὶ Μήτηρ,
ἡ παιδοτόκος καὶ ἀπειρόγαμος∙
τὸ ξένον χαῖρε καὶ φρικτὸν μυστήριον∙
χαῖρε Ἀγγέλων τρυφή, χαῖρε ἀνθρώπων χαρά.

Σιὼν πόλις ἔμψυχε,
τοῦ Βασιλέως τῶν Βασιλέων Χριστοῦ,
περὶ ἧς ἐλαλήθη,
δεδοξασμένα χαῖρε Θεόνυμφε∙
χαῖρε ἡ κλῖμαξ, δι᾿ ἧς μεταβαίνομεν,
πρὸς οὐρανὸν ἀπὸ γῆς, καὶ ἐκ φθορᾶς εἰς ζωήν.

Λειμὼν θεοφύτευτος,
εὐώδης κῆπος θεοβλαστούργητος,
ἀνεδείχθης Παρθένε,
ἀθανασίας ἄνθος ἀνθήσασα∙
διὸ συμφώνως τὸ χαῖρέ σοι κράζομεν.
Χαῖρε χαρᾶς χορηγέ, χαῖρε πηγὴ γλυκασμοῦ.

Ὑπέρτιμε Δέσποινα,
ἐξ ἀτιμίας παθῶν με λύτρωσαι,
ἵνα σοι χαρμοσύνως,
τὸ χαῖρε κράζω∙ χαῖρε ἁγνείας πηγή,
χαῖρε ταμεῖον πάσης καθαρότητος∙
χαῖρε δοχεῖον Θεοῦ, χαῖρε χωρίον Χριστοῦ.

ᾨδὴ η', Κανών τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐλογεῖτε Παῖδες,
τῆς Τριάδος ἰσάριθμοι,
Δημιουργὸν Πατέρα Θεόν,
ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον,
καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα,
καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον,
Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας».

Ἰεσσαὶ ἐκ ῥίζης,
χαῖρε ῥάβδος βλαστήσασα,
χαῖρε ἀποτίστως ἀνθηφοροῦσα,
ἄνθος τὸν Χριστὸν ὡραῖον,
χαῖρε πῖον ὄρος, χαῖρε κατάσκιον∙
χαῖρε Θεοῦ ὄρος, ἐν ᾧ κατοικεῖν ὁ Λόγος,
πάντων ηὐδόκησε πρὸ τῶν αἰώνων.

Σιδηρᾷ σου ῥάβδῳ,
κραταιᾶς ἀντιλήψεως,
ὡς ὑλακτοῦντας κύνας,
ὡς ὠρυομένους θῆρας,
τὰ περικυκλοῦντα τὴν ταπεινήν μου ψυχήν,
ἀποσόβει πάθει, δεινῶς με πολιορκοῦντα,
ἵνα τὸ χαῖρέ σοι Παρθένε κράζω.

Ὡραιώθης ὅλη,
τὸν ὡραῖον ἐν κάλλεσιν,
ὑπὲρ υἱοὺς ἀνθρώπων,
Χριστὸν τεκοῦσα,
ἡ ἐν γυναιξὶν ὡραία∙ διὸ σοι τὸ χαῖρε
κράζομεν χαίροντες, χαῖρε Θεοτόκε,
Ἀγνὴ κεχαριτωμένη, χαῖρε τῆς κτίσεως ἐνδοξοτέρα.

Δανιὴλ ὃ εἶδεν,
ὄρος πρὶν ἀλατόμημον,
Θεογεννῆτορ χαῖρε,
ἐξ οὗ ἐτμήθη, ἀκρογωνιαῖος λίθος.
Χαῖρε θεοδόχε,
ἀνθρακοφόρε λαβίς, χαῖρε τῶν ἀΰλων,
Ἀγγέλων ἁγιωτέρα, χαῖρε τῆς κτίσεως τιμιωτέρα.

ᾨδὴ θ', Κανών τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή,
τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν,
ὅπως ὁ Ὕψιστος,
ἑκὼν κατῆλθεν μέχρι καὶ σώματος,
Παρθενικῆς ἀπὸ γαστρός,
γενόμενος ἄνθρωπος·
διὸ τὴν ἄχραντον,
Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἰδοὺ σε πᾶσαι γενεαί,
μακαρίζουσι, τὴν ἀειμακάριστον,
ὡς προεφήτευσας,
Θεογεννῆτορ ἐκ θείου Πνεύματος∙
καὶ ὡς τεκούσῃ τὴν χαράν,
τὸ χαῖρε βοῶσί σοι.
Χαῖρε ζωῆς θησαυρέ,
χαῖρε κρήνη, ψυχικὸν μέλι βρύουσα.

Ὤρθωσας Δέσποινα Ἁγνή,
τοῦ προπάτορος Ἀδὰμ τὸ ὀλίσθημα,
καὶ τῆς προμήτορος,
Εὔας τὴν λύπην εἰς χαρὰν ἔτρεψας∙
ὡς οὖν αἰτία τῆς χαρᾶς,
τὸ χαῖρε βοῶμέν σοι.
Χαῖρε χαρὰ τῶν Πιστῶν.
Χαῖρε τῶν Χριστιανῶν ἀγαλλίαμα.

Ἄξιον χαῖρέ σοι βοᾶν·
ἐν σοὶ γὰρ οὐσιωδῶς ἡ ἀΐδιος,
χαρὰ ἐσκήνωσε,
Παρθένε Κόρη Θεογεννήτρια.
Χαῖρε Παράδεισε τρυφῆς∙
χαῖρε ἡ χρυσόρρειθρος,
ἀθανασίας πηγή,
χαῖρε νέκταρ ἀληθὲς ἡ προχέουσα.

Νύσσει μου βέλει γλυκερῷ,
τὴν καρδίαν ὁ σὸς πόθος Πανύμνητε,
καὶ ἐκβιάζει με·
Χαῖρέ σοι κράζειν διὰ παντὸς καὶ βοᾶν∙
Χαῖρε γαλήνιε λιμήν∙
χαῖρε ἡ ποντίσασα,
τὸν νοητὸν Φαραώ,
γλυκυτάτη εὐδιάβατος θάλασσα.

Ὁ Κανών, ὃς τὴνδε τὴν ἀκροστιχίδα φέρει.
Σταυρῷ πεποιθώς, ὕμνον ἐξερεύγομαι.
Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾨδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σταυρὸν χαράξας Μωσῆς,
ἐπ' εὐθείας ῥάβδω,
τὴν Ἐρυθρὰν διέτεμε,
τῷ Ἰσραὴλ πεζεύσαντι,
τὴν δὲ ἐπιστρεπτικῶς,
Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν,
ἐπ' εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον.
Διὸ Χριστῷ ᾄσωμεν
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».

Τὸν τύπον πάλαι Μωσῆς,
τοῦ ἀχράντου πάθους,
ἐν ἑαυτῷ προέφηνε,
τῶν ἱερῶν μεσούμενος,
Σταυρῷ δὲ σχηματισθείς,
τεταμέναις τρόπαιον,
παλάμαις ἤγειρε, τὸ κράτος διολέσας,
Ἀμαλὴκ τοῦ πανώλους· διὸ Χριστῷ ᾄσωμεν,
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ἀνέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος,
φθοροποιοῦ λυτήριον,
καὶ ἰοβόλου δήγματος·
καὶ ξύλῳ τύπῳ Σταυροῦ,
τὸν πρὸς γῆν συρόμενον,
ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ,
θριαμβεύσας τὸ πῆμα·
διὸ Χριστῷ ᾄσωμεν,
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὑπέδειξεν οὐρανός,
τοῦ Σταυροῦ τὸ τρόπαιον,
τῷ εὐσεβείας κράτορι,
καὶ Βασιλεῖ θεόφρονι,
ἐχθρῶν ἐν ᾧ δυσμενῶν,
κατεβλήθη φρύαγμα· ἀπάτη ἀνετράπη δέ·
καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία·
διὸ Χριστῷ ᾄσωμεν,
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται·
τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα,
τῇ στειρευούσῃ δὲ πρῴην,
Ἐκκλησίᾳ νῦν ἐξήνθησε,
ξύλον Σταυροῦ,
εἰς κράτος καὶ στερέωμα».

Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος,
ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ,
τῆς θεοκλήτου ἐδήλου,
Ἐκκλησίας τὸ μυστήριον,
ἧς ὁ Σταυρός,
τὸ κράτος καὶ στερέωμα.

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης,
ὕδωρ σὺν αἵματι ἐξεβλήθη,
ἐγκαινίζον διαθήκην,
καὶ ῥυπτικὸν ἁμαρτίας·
τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα,
καὶ Βασιλέων κράτος καὶ στερέωμα.

Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε,
τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου,
καὶ ἐδόξασά σου τὴν Θεότητα».

Πικρογόνους μετέβαλε,
ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι,
τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν,
τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

Ὁ βυθῷ κολπωσάμενος,
τέμνουσαν ἀνέδωκεν Ἰορδάνης ξύλῳ,
τῷ Σταυρῷ καὶ τῷ Βαπτίσματι,
τὴν τομὴν τῆς πλάνης τεκμαιρόμενος.

Ἱερῶς προστοιβάζεται,
ὁ τετραμερὴς λαὸς προηγούμενος,
τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς,
σταυροτύποις τάξεσι κλεϊζόμενος.

Θαυμαστῶς ἐφαπλούμενος,
τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν,
ὁ Σταυρός· καὶ διηγήσαντο,
οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὦ τρισμακάριστον ξύλον!
ἐν ᾧ ἐτάθη Χριστός,
ὁ Βασιλεὺς καὶ Κύριος,
δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας,
τῷ ἐν σοὶ δελεασθείς,
Θεῷ τῷ προσπαγέντι σαρκί,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν».

Σὲ τὸ ἀοίδιμον ξύλον,
ἐν ᾧ ἐτάθη Χριστός,
τὴν Ἐδὲμ φυλάττουσα,
στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη,
τὸ φρικτὸν δὲ Χερουβίμ,
εἶξε τῷ σοὶ παγέντι Χριστῷ,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὑποχθονίων δυνάμεις,
ἀντίπαλοι τοῦ Σταυροῦ,
φρίττουσι χαραττόμενον,
τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν·
οὐρανίων γηγενῶν,
γένος δὲ γόνυ κάμπτει Χριστῷ,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Μαρμαρυγαῖς ἀκηράτοις,
φανεὶς ὁ θεῖος Σταυρός,
ἐσκοτισμένοις ἔθνεσι,
τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος,
ἀπαστράψας οἰκειοῖ,
τῷ ἐν αὐτῷ παγέντι Χριστῷ,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νοτίου θηρὸς ἐν σπλάγχνοις,
παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας,
τὸ σωτήριον πάθος προδιετύπου σαφῶς.
Ὅθεν τριήμερος ἐκδύς,
τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε,
τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ,
καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος».

Ὁ γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς,
ἀνωρθοῦτο Ἰακὼβ χεῖρας ἀμείψας,
τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ·
τὴν παλαιότητα καὶ γάρ,
τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν,
ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός,
καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

Νεαζούσαις θεὶς παλάμας,
ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου,
ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός·
ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι,
οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον·
ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ,
νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος.

Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς,
καὶ δυσφημίας θεοστυγοῦς.
Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,
θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον,
ἀλλ' ἀντηχούντι δροσοβόλῳ πνεύματι,
πυρὶ συνόντες ἔψαλλον·
ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ».

Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς,
φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς,
ὅλῳ τῷ γένει σωματοφθόρος τις,
ὡς λύμη τῆς νόσου μετέδωκεν·
ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν,
Σταυροῦ τὸ ξύλον κράζομεν·
Ὁ ὑπερύμνητος,
τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον
ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν·
ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ,
ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο,
ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν,
εὐγνωμοσύνης κράζοντος·
ὁ ὑπερύμνητος,
τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ,
ὁ γενησόμενον, βλέπων, Ἰσραήλ,
τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει
ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν·
οὗτος γὰρ τοῖς βασιλεῦσι,
τροπαιοῦχον καύχημα,
καὶ φῶς τοῖς πίστει κράζουσιν· ὁ ὑπερύμνητος,
τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐλογεῖτε Παῖδες,
τῆς Τριάδος ἰσάριθμοι,
Δημιουργὸν Πατέρα Θεόν,
ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον,
καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα,
καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον,
Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας».

Ὑψουμένου ξύλου,
ῥαντισθέντος ἐν αἵματι,
τοῦ σαρκωθέντος Λόγου Θεοῦ,
ὑμνεῖτε αἱ τῶν οὐρανῶν Δυνάμεις,
βροτῶν τὴν ἀνάκλησιν ἑορτάζουσαι·
Λαοὶ προσκυνεῖτε Χριστοῦ τὸν Σταυρόν,
δι' οὗ τῷ κόσμῳ ἀνάστασις εἰς τοὺς αἰῶνας.

Γηγενεῖς παλάμαις,
οἰκονόμοι τῆς χάριτος,
Σταυρὸν οὗ ἔστη Χριστὸς ὁ Θεός,
ὑψοῦτε ἱεροπρεπῶς καὶ Λόγχην,
Θεοῦ Λόγου σῶμα ἀντιτορήσασαν.
Ἰδέτωσαν ἔθνη πάντα τὸ σωτήριον,
τοῦ Θεοῦ δοξάζοντα εἰς τοὺς αἰῶνας.

Οἱ τῇ θείᾳ ψήφῳ,
προκριθέντες ἀγάλλεσθε,
Χριστιανῶν πιστοὶ Βασιλεῖς·
καυχᾶσθε τῷ τροπαιοφόρῳ ὅπλῳ,
λαχόντες θεόθεν, Σταυρὸν τὸν τίμιον·
ἐν τούτῳ γὰρ φῦλα πολέμων, θράσος ἐπιζητοῦντα,
σκεδάννυνται εἰς τοὺς αἰῶνας.

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Μυστικῶς εἶ Θεοτόκε Παράδεισος,
ἀγεωργήτως βλαστήσασα Χριστόν,
ὑφ' οὗ τὸ τοῦ Σταυροῦ,
ζωηφόρον ἐν γῇ,
πεφυτούργηται δένδρον.
Διὸ νῦν ὑψουμένου,
προσκυνοῦντες αὐτὸν,
σὲ μεγαλύνομεν».

Ἀγαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα,
ἁγιασθείσης τῆς φύσεως αὐτῶν,
ὑφ᾿ οὗ περ ἐξ ἀρχῆς,
ἐφυτεύθη Χριστοῦ,
τανυθέντος ἐν ξύλῳ·
δι᾿ οὗ νῦν ὑψουμένου,
προσκυνοῦμεν αὐτὸν
καὶ μεγαλύνομεν.

Ἱερὸν ἠγέρθη κέρας θεόφροσι,
τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός,
ἐν ᾧ ἁμαρτωλῶν νοουμένων,
συνθλῶνται
τὰ κέρατα πάντα,
δι᾿ οὗ νῦν ὑψουμένου,
προσκυνοῦμεν αὐτὸν
καὶ μεγαλύνομεν.
Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διὰ βρώσεως τοῦ ξύλου,
τῷ γένει προσγενόμενος θάνατος,
διὰ Σταυροῦ κατήργηται σήμερον·
τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται,
τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἢν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσι».

Μὴ τὴν πικρίαν τὴν τοῦ ξύλου,
ἐάσας ἀναιρέσιμον Κύριε,
διὰ Σταυροῦ τελείως ἐξήλειψας·
ὅθεν καὶ ξύλον ἔλυσε ποτέ, πικρίαν ὑδάτων Μερρᾶς,
προτυποῦν τοῦ Σταυροῦ τὴν ἐνέργειαν· ἣν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσιν.

Ἀδιαλείπτως βαπτομένους,
τῷ ζόφῳ τοῦ προπάτορος Κύριε,
διὰ Σταυροῦ ἀνύψωσας σήμερον·
ὡς γὰρ τῇ πλάνῃ ἄγαν ἀκρατῶς, ἡ φύσις προκατηνέχθη,
παγκλήρως ἡμᾶς πάλιν ἀνώρθωσε, τὸ φῶς τὸ τοῦ Σταυροῦ σου·
ὃν οἱ πιστοὶ μεγαλύνομεν.

Ἴνα τὸν τύπον ὑποδείξῃς,
τῷ κόσμῳ προσκυνούμενον Κύριε,
τόν τοῦ Σταυροῦ ἐν πᾶσιν ὡς ἔνδοξον,
ἐν οὐρανῷ ἐμόρφωσας, φωτὶ ἀπλέτῳ ἠγλαϊσμένον,
Βασιλεῖ πανοπλίαν ἀήττητον· ἣν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσιν.

Ὁ Κανὼν τοῦ Κυρίου Ἰωάννου

Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Δεῦτε λαοί,
ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ,
τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι,
τὸν λαὸν ὂν ἀνῆκε,
δουλείας Αἰγυπτίων,
ὅτι δεδόξασται».

Δεῦτε πιστοί,
Πνεύματι θείῳ γηθόμενοι,
τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν,
εἰς βροτῶν σωτηρίαν,
ἀειπάρθενον Κόρην,
ὕμνοις τιμήσωμεν.

Χαῖρε σεμνή,
Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ,
ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος,
τῶν ἀνθρώπων τῷ γένει,
σὲ πάντες ἐπαξίως,
ὕμνοις δοξάζομεν.

Ἡ τῆς ζωῆς,
τίκτεται σήμερον γέφυρα,
δι' ἧς βροτοὶ ἀνάκλησιν, τῆς καταπτώσεως,
τῆς εἰς ᾍδου εὑρόντες,
Χριστὸν τὸν ζωοδότην,
ὕμνοις δοξάζουσιν.

Ὁ Κανὼν τοῦ Κυρίου Ἀνδρέου.

Κανών β', ᾨδὴ α', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ,
καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ,
ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ,
ὅτι δεδόξασται».

Χορευέτω πᾶσα κτίσις, εὐφραινέσθω καὶ Δαυΐδ,
ὅτι ἐκ φυλῆς αὐτοῦ, καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ,
προῆλθε ῥάβδος, ἄνθος φέρουσα τὸν Κύριον,
καὶ λυτρωτὴν τοῦ παντός.

Ἡ Ἁγία τῶν Ἁγίων, ἐν ἁγίῳ ἱερῷ βρέφος ἀνατίθεται,
ἀνατραφῆναι ἐκ χειρὸς Ἀγγέλου·
πάντες οὖν πιστῶς συνεορτάσωμεν,
ἐν τῇ γεννήσει αὐτῆς.

Στεῖρα ἄγονος ἡ Ἄννα, ἀλλ' οὐκ ἄτεκνος Θεῷ·
ἤδη γὰρ προώριστο, ἐκ γενεῶν ἁγνῆς Παρθένου Μήτηρ·
ὅθεν ὁ τῆς κτίσεως ἐβλάστησε,
Κτίστης ἐν δούλου μορφῇ.

Σὲ τὴν ἄσπιλον ἀμνάδα, τὴν τὸ ἔριον Χριστῷ,
μόνην ἐκ κοιλίας σου προσαγαγοῦσαν, τὴν ἡμῶν οὐσίαν,
πάντες ἐκ τῆς Ἄννης τικτομένην σε,
ὕμνοις γεραίρομεν.
Δόξα...
Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ,
τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω·
εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι,
δοξολογεῖται Θεός.
Καὶ νῦν... Θεοτοκίον
Τὶς ἑώρακε παιδίον, ὃ οὐκ ἔσπειρε πατήρ,
γάλακτι τρεφόμενον; ἢ ποῦ τεθέαται παρθένος Μήτηρ;
Ὄντως ὑπὲρ ἔννοιαν ἀμφότερα,
Θεογεννῆτορ ἁγνή.

Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε,
ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,
καὶ τὸν φόβον σου ἐμφύτευσον,
εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι,
τὴν πάντων ἐκύησαν σωτηρίαν,
οἱ θεόφρονες γεννήτορες,
τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν.

Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος,
ἐκ στείρας προήγαγε τὴν Παρθένον·
ἣν εἰσδῦναι κατηξίωσε,
μετὰ τόκον φυλάξας ἀδιάφθορον.

Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον,
τὴν βότρυν κυήσασαν ζωηφόρον,
ὡς Θεοτόκον ἀνυμνήσωμεν,
προστασίαν τε πάντων καὶ βοήθειαν.

Κανών β', ᾨδὴ γ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ,
ὑψώθη τὸ κέρας μου ἐν Θεῷ μου,
ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου,
εὐφράνθη ἐν σωτηρίῳ σου».

Εὐλογημένη ἡ κοιλία σου σώφρων Ἄννα·
καρπὸν γὰρ ἤνθησε παρθενίας,
τὴν ἀσπόρως τὸν τροφέα τῆς κτίσεως,
τεκοῦσαν καὶ λυτρωτὴν Ἰησοῦν.

Σὲ μακαρίζει Ἀειπάρθενε πᾶσα κτίσις,
ἐξ Ἄννης σήμερον γεννηθεῖσαν,
τὴν ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον ἄχραντον,
τὸ ἄνθος Χριστὸν βλαστήσασαν.

Σὲ ἀνωτέραν πάσης κτίσεως Θεοτόκε,
δεικνύων ἄχραντε ὁ Υἱός σου,
τὴν ἐξ Ἄννης μεγαλύνει σου γέννησιν,
καὶ πάντας εὐφραίνει σήμερον.

Ἀνατραφεῖσα εἰς τὰ Ἅγια τῷν Ἁγίων,
Παρθένε ἄχραντε Θεοτόκε,
ἀνωτέρα ἀνεδείχθης τῆς κτίσεως,
τὸν Κτίστην σαρκὶ κυήσασα.
Δόξα...
Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ,
ὑμνοῦμεν ἄχρονον τὸν Υἱόν σου,
καὶ τὸ Πνεῦμα συναΐδιον σέβομεν,
ὡς ἕνα τὰ τρία φύσει Θεόν.
Καὶ νῦν... Θεοτοκίον
Τὸν φωτοδότην καὶ ἀρχίζωον τῷν ἀνθρώπων,
τεκοῦσα ἄχραντε Θεοτόκε,
ἀνεδείχθης θησαυρὸς τῆς ζωῆς ἡμῶν,
καὶ πύλη τοῦ ἀπροσίτου φωτός.

Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε,
τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας,
καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε».

Ἀνυμνοῦμέν σε Κύριε,
τὸν τοῖς πιστοῖς σωτήριον λιμένα,
παρασχόντα πᾶσι τὴν σὲ κυήσασαν.

Σὲ Θεόνυμφε καύχημα,
πᾶσι Χριστὸς ἀνέδειξε καὶ κράτος,
τοῖς ὑμνοῦσι πίστει σοῦ τὸ μυστήριον.

Ἀπειρόγαμε Δέσποινα,
ταῖς σαῖς λιταῖς λυτρούμενοι πταισμάτων,
εὐγνωμόνως πάντες σὲ μακαρίζομεν.

Κανών β', ᾨδὴ δ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοα Κύριε τὴν ἀκοήν σου καὶ ἐφοβήθην,
ὅτι ἀρρήτῳ βουλῇ,
Θεὸς ὢν ἀΐδιος,
ἐκ τῆς Παρθένου προῆλθες σαρκωθείς.
Δόξα τῇ δόξῃ σου Χριστέ,
δόξα τῇ δυνάμει σου».

Τὴν πάνσεπτον γέννησιν τῆς Θεοτόκου,
ψαλμοῖς καὶ ὕμνοις,
δοξολογοῦντες πιστοί,
τὸν ἄψευστον, τὸν τῷ Δαυῒδ προομόσαντα καρπόν,
ἐκ τῆς ὀσφύος παρασχεῖν,
πίστει προσκυνήσωμεν.

Διήνοιξας Κύριε τὴν μήτραν Σάρρας,
καρπὸν ἐν γήρᾳ τὸν Ἰσαὰκ παρασχών·
ὁ αὐτὸς καὶ σήμερον,
τῇ εὐσεβεῖ Ἄννῃ δέδωκας Σωτήρ,
ἐκ μήτρας γόνιμον καρπόν,
ἄσπιλον Μητέρα τὴν σήν.

Ἐπήκουσας Κύριε τῆς προσευχῆς μου,
λεγέτω Ἄννα,
ἐπαγγελίας καρπόν,
παρασχών μοι σήμερον,
τὴν ἐκ πασῶν γενεῶν καὶ γυναικῶν προορισθεῖσαν,
εἰς ἁγνὴν ἄχραντον Μητέρα σου.

Συγχαίρει σοι σήμερον θεόφρον Ἄννα, ἡ οἰκουμένη·
τοῦ λυτρωτοῦ γὰρ αὐτῆς,
τὴν Μητέρα ἤνθησας,
τὴν ἐκ ῥίζης βλαστήσασαν Δαυΐδ,
δυνάμεως ῥάβδον ἡμῖν,
φέρουσαν τὸ ἄνθος Χριστόν.
Δόξα...
Δοξάζω σε ἄναρχε Τριάς, ἀμέριστε τῇ οὐσίᾳ,
χερουβικῶς ἐκβοῶν,
τῇ πηλίνῃ γλώσσῃ μου·
Ἅγιος Ἅγιος Ἅγιος,
ὁ ὤν καὶ διαμένων εἷς ἀεί,
εἷς Θεὸς ἀΐδιος.
Καὶ νῦν... Θεοτοκίον
Πεπλήρωνται Ἄχραντε, τῷν θεηγόρων αἱ προφητεῖαι,
ἐν τῇ γεννήσει τῇ σῇ,
τῶν πιστῶς καλούντων σε,
σκηνὴν καὶ πύλην καὶ ὄρος νοητόν,
βάτον καὶ ῥάβδον Ἀαρών,
φυεῖσαν ἐκ ῥίζης Δαυΐδ.

Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ σκιόγραφον ἀχλύν,
αἰνιγμάτων σκεδάσας,
καὶ τῶν πιστῶν ἐκβάσει τῆς ἀληθείας,
διὰ τῆς θεόπαιδος,
καταυγάσας τάς καρδίας,
καὶ ἡμᾶς τῷ φωτί σου
Χριστὲ καθοδήγησον».

Ἀνυμνήσωμεν λαοί,
τὴν τῶν πάντων αἰτίαν·
τοῦ καθ᾿ ἡμᾶς γενέσθαι τὸν αἴτιον·
ἧς τὸν τύπον ἔχαιρον,
ἀξιούμενοι Προφῆται,
ἐναργῆ σωτηρίαν
ταύτης καρπούμενοι.

Τῆς ἀνίκμου ὁ βλαστὸς
ῥάβδου τοῦ ἱερέως,
τῷ Ἰσραὴλ ἐδήλωσε πρόκρισιν·
καὶ νῦν τὴν λαμπρότητα,
τῶν φυσάντων παραδόξως,
δᾳδουχεῖ τὸ ἐκ στείρας
πανένδοξον κύημα.

Κανών β', ᾨδὴ ε', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν,
Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς,
Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά σου ὀνομάζομεν».

Ἄχραντός σου ἡ γέννησις, Παρθένε ἄχραντε·
ἄφραστος καὶ ἡ σύλληψις,
καὶ ἡ ὠδίς· ἄρρητος ὁ τόκος σου,
νύμφη ἀνύμφευτε· Θεὸς γὰρ ἦν, ὅλον φορέσας ἐμέ.

Σήμερον εὐφραινέσθωσαν, Ἀγγέλων τάγματα·
ᾄσμασι χορευέτωσαν οἱ ἐξ Ἀδάμ·
ἐτέχθη γὰρ ῥάβδος, τὸ ἄνθος βλαστάνουσα,
Χριστὸν τὸν μόνον λυτρωτὴν τοῦ Ἀδάμ.

Σήμερον Εὔα λέλυται τῆς καταδίκης,
λέλυται καὶ ὁ Ἀδάμ, τῆς ἀρχαίας ἀρᾶς,
ἐπὶ τῇ γεννήσει τῇ σῇ βοῶν ἄχραντε·
Ἐν σοὶ τῆς φθορᾶς ἐλυτρώθημεν.

Δόξα σοι τῷ δοξάσαντι, τὴν στεῖραν σήμερον·
ἔτεκε γὰρ τὴν ῥάβδον τὴν ἀειθαλῆ,
ἐξ ἐπαγγελίας, ἐξ ἧς ἀνεβλάστησε Χριστός,
τὸ ἄνθος τῆς ζωῆς ἡμῶν.
Δόξα...
Ἄναρχον προσκυνοῦμέν σε Τριὰς ἀμέριστε,
ἄκτιστον συναΐδιον καὶ συμφυῆ, ἐν μιᾷ οὐσίᾳ,
τρισὶν ὑποστάσεσιν,
ὑπερφυῶς κηρυττομένην ἀεί.
Καὶ νῦν... Θεοτοκίον
Γέγονεν ἡ κοιλία σου Ἁγία Τράπεζα,
ἔμεινεν ἡ ἁγνεία σου ὥσπερ τὸ πρίν,
ἀσινὴς Παρθένε· Χριστὸς γὰρ ὁ ἥλιος,
ὡς ἐκ παστοῦ νυμφίος ὤφθη ἐκ σοῦ.

Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε·
Σύ με ἀνάγαγε,
ἐκ πυθμένος ᾍδου δέομαι,
ἵνα ὡς λυτρωτῇ,
ἐν φωνῇ αἰνέσεως,
ἀληθείας τε πνεύματι θύσω σοι».

Πρὸς Κύριον ἐν θλίψει στειρώσεως ἐβόησαν,
τῆς Θεομήτορος,
οἱ θεόφρονες γεννήτορες,
καὶ ταύτην γενεαῖς
γενεῶν ἐκύησαν,
εἰς κοινὴν σωτηρίαν καὶ καύχημα.

Ἐδέξαντο οὐράνιον δῶρον ἀξιόθεον,
τῆς Θεομήτορος,
οἱ θεόφρονες γεννήτορες,
αὐτῶν τῶν Χερουβὶμ
ὑπερφέρον ὄχημα,
τὴν τοῦ Λόγου καὶ Κτίστου λοχεύτριαν.

Κανών β', ᾨδὴ ς', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε,
τὰ κύματα τοῦ βίου χειμάζει με,
ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους,
ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου,
εὔσπλαγχνε Κύριε».

Ὑμνοῦμεν τὴν ἁγίαν σου γέννησιν,
τιμῶμεν καὶ τὴν ἄσπορον σύλληψιν,
σοῦ νύμφη Θεόνυμφε καὶ Παρθένε·
σκιρτῶσι δὲ σὺν ἡμῖν Ἀγγέλων τάξεις,
καὶ τῶν Ἁγίων ψυχαί.

Ἁγίαν τῶν Ἁγίων ὑπάρχουσαν,
οἱ σώφρονες πατέρες σου Ἄχραντε,
ἀνέθεντό σε ἐν οἴκῳ Κυρίου,
ἀνατραφῆναι σεμνῶς,
καὶ εἰς Μητέρα ἑτοιμασθῆναι αὐτῷ.

Αἱ στεῖραι καὶ μητέρες χορεύσατε·
θαρσεῖτε καὶ σκιρτήσατε ἄγονοι·
ἡ ἄτεκνος γὰρ στεῖρα, τὴν Θεοτόκον βλαστάνει,
ἥτις λύσει τῶν ὠδίνων τὴν Εὔαν,
καὶ τῆς ἀρᾶς τὸν Ἀδάμ.

Ἀκούω τοῦ Δαυῒδ μελῳδοῦντός σοι·
Ἀχθήσονται παρθένοι ὀπίσω σου,
ἀχθήσονται εἰς ναὸν Βασιλέως·
καὶ σὺν αὐτῷ σε κἀγώ,
θυγατέρα τοῦ Βασιλέως ὑμνῶ.
Δόξα...
Ἐν σοὶ τὸ τῆς Τριάδος μυστήριον,
ὑμνεῖται καὶ δοξάζεται ἄχραντε·
Πατὴρ γὰρ ηὐδόκησε,
καὶ ὁ Λόγος ἐσκήνωσεν ἐν ἡμῖν,
καὶ θεῖον Πνεῦμα σοὶ ἐπεσκίασε.
Καὶ νῦν... Θεοτοκίον
Χρυσοῦν θυμιατήριον γέγονας·
τὸ πῦρ γὰρ ἐν γαστρί σου ἐσκήνωσεν,
ὁ Λόγος ἐκ Πνεύματος τοῦ Ἁγίου,
καὶ ἐν ἀνθρώπου μορφῇ καθωράθη,
Θεογεννῆτορ ἁγνή.

Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βάτος ἐν ὄρει πυράφλεκτος,
καὶ δροσοβόλος κάμινος Χαλδαϊκή,
σαφῶς προγράφει σε Θεονυμφε·
τὸ γὰρ θεῖον ἄϋλον ἐν ὑλικῇ γαστρί,
πῦρ ἀφλέκτως ἐδέξω·
διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν·
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Σοῦ ταῖς ἀΰλοις ἐμφάσεσιν,
ὁ νομοθέτης εἴργετο κατανοεῖν,
τὸ μέγα Πάνσεμνε μυστήριον,
μὴ φρονεῖν χαμαίζηλα,
συμβολικῶς παιδευόμενος ποτέ·
διὸ ἐκπλαγεὶς τὸ θαῦμα ἔλεγεν·
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὄρος καὶ πύλην οὐράνιον,
καὶ νοητὴν σε κλίμακα θεοπρεπῶς·
χορὸς ὁ θεῖος προηγόρευσε·
ἐκ σοῦ γὰρ λίθος τέτμηται,
οὐχ ὑποστὰς ἐγχειρίδιον ἀνδρός· καὶ πύλην,
δι᾿ ἧς διῆλθε Κύριος,
τῶν θαυμασίων Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών β', ᾨδὴ ζ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη,
ἐδροσίζετο Πνεύματος, Θεοῦ ἐπιστασίᾳ,
οἱ Παῖδες ὑπέψαλλον·
Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων».

Ἑορτάζομεν Ἄχραντε, καὶ πιστῶς προσκυνοῦμεν,
τὴν ἁγίαν σου γέννησιν, τὴν ἐξ ἐπαγγελίας,
δι᾿ ἧς ἐλυτρώθημεν,
τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.

Νῦν ἡ Ἄννα εὐφραίνεται, καὶ βοᾷ καυχωμένη·
Στεῖρα οὖσα γεγέννηκα, τοῦ Θεοῦ τὴν Μητέρα,
δι' ἧς τὸ κατάκριμα,
τῆς Εὔας λέλυται, καὶ ἡ ἐν λύπαις ὠδίς.

Ὁ Ἀδὰμ ἠλευθέρωται, καὶ ἡ Εὔα χορεύει,
καὶ βοῶσιν ἐν πνεύματι, πρὸς σὲ τὴν Θεοτόκον·
Ἐν σοὶ ἐλυτρώθημεν,
τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.

Στεῖραι ἄγονοι σπεύσατε, ψυχαὶ ἠτεκνωμέναι,
ὅτι Ἄννα πολύτεκνος, καὶ νῦν εὐφραινομένη·
μητέρες χορεύσατε,
σὺν τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ συναγάλλεσθε.
Δόξα...
Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα,
ἐν μονάδι Θεότητος, Τριάδα Παναγίαν,
ἀχώριστον ἄκτιστον,
καὶ συναΐδιον καὶ ὁμοούσιον.
Καὶ νῦν... Θεοτοκίον
Σὺ Θεὸν μόνη ἔτεκες, Παρθένε μετὰ τόκον·
σὺ τὴν φύσιν ἐκαίνισας, τῷ τόκῳ σου Μαρία·
σὺ τὴν Εὔαν ἔλυσας,
τῆς πρωτογόνου ἀρᾶς, Θεογεννῆτορ ἁγνή.

Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων,
προαπεικόνισάς ποτε,
τὴν σὴν Μητέρα Κύριε·
ὁ γὰρ τύπος τούτους πυρὸς ἐξείλετο,
ἀφλέκτως ἐμβατεύοντας,
ἢν ὑμνοῦμεν ἐμφανισθεῖσαν,
διὰ σοῦ τοῖς πέρασι σήμερον,
καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς,
ἡ προορισθεῖσα σκηνή,
τοῦ εἶναι νῦν ἀπάρχεται,
τεξομένη Λόγον ἡμῖν παχύτητι,
σαρκὸς ἐμφανιζόμενον·
ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων,
δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες,
καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἡ τῆς στειρώσεως μεταβολή,
τὴν κοσμικὴν τῶν ἀγαθῶν,
διέλυσε στείρωσιν,
καὶ τρανῶς τὸ θαῦμα Χριστὸν ὑπέδειξε,
βροτοῖς ἐπιδημήσαντα·
ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων,
δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες,
καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ (Χριστέ),
ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον,
καὶ συνέχων τὸ πᾶν,
σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη,
σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις,
τῷ Δημιουργῷ καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».

Ὁ ποιήσας παράδοξα, τῇ στειρωθείσῃ γαστρί,
ὁ ἀνοίξας Ἄννης ἄγονον μήτραν,
καὶ καρπὸν αὐτῇ δούς,
σὺ Θεὸς ἅγιος, σὺ Υἱὸς τῆς Παρθένου,
σὺ ἐκ ταύτης σάρκα προσελάβου,
τῆς ἀειθαλοῦς Παρθένου καὶ Θεοτόκου.

Ὁ σφραγίζων τὴν ἄβυσσον, καὶ ἐξανοίγων αὐτήν,
ὁ ἀνάγων ὕδωρ ἐν ταῖς νεφέλαις,
καὶ διδοὺς ὑετόν,
σὺ ὁ δοὺς Κύριε, ῥίζης ἐκ τῆς ἀκάρπου ἐξανθῆσαι,
Ἄννης τῆς ἁγίας,
ἄχραντον καρπόν, τὴν ῥάβδον τὴν Θεοτόκον.

Σὺ ὁ λύσας τὰ ἄλυτα, τῆς ἀπαιδίας δεσμά·
σὺ ὁ δοὺς τῇ στείρᾳ γόνιμον τόκον,
καὶ καρπὸν εὐκλεῆ,
ἧς Υἱὸς γέγονας καὶ βλαστὸς ἀνεφύης·
ἣν Μητέρα ἔσχες κατὰ σάρκα,
ἐν τῇ πρὸς ἡμᾶς Οἰκτίρμον ἐπιδημίᾳ.

Γεωργὲ τῶν φρενῶν ἡμῶν, καὶ φυτουργὲ τῶν ψυχῶν,
σὺ ὁ ἄκαρπον γῆν, εὔκαρπον δείξας·
σὺ τὴν πάλαι ξηράν,
γόνιμον εὔσταχυν,
ἄρουραν καρποφόρον ἀπειργάσω, Ἄνναν τὴν ἁγίαν,
ἄχραντον καρπὸν ἀνθῆσαι τὴν Θεοτόκον.
Δόξα...
Ὢ Τριὰς ὑπερούσιε, μονὰς συνάναρχε,
σὲ ὑμνεῖ καὶ τρέμει, πληθὺς Ἀγγέλων,
οὐρανὸς καὶ ἡ γῆ,
ἄβυσσοι φρίττουσιν, ἄνθρωποι εὐλογοῦσι,
πῦρ δουλεύει, πάντα ὑπακούει,
σοὶ Τριὰς ἁγία, φόβῳ τὰ ἐν τῇ κτίσει.
Καὶ νῦν... Θεοτοκίον
Ὢ καινότατον ἄκουσμα! Θεὸς Υἱὸς γυναικός,
καὶ ἀσπόρου τόκου, ἄνανδρος Μήτηρ,
καὶ Θεὸς τὸ τεχθέν,
ὢ φρικτὸν θέαμα!
ὢ συλλήψεως ξένης τῆς παρθένου!
ὢ ἀφράστου τόκου! ὄντως ὑπὲρ νοῦν τὰ πάντα καὶ θεωρίαν.

Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου Ἦχος β' Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα,
τὸν Θεὸν ἑξανατείλαντα,
σωματικῶς ἡμῖν ἐπιδημήσαντα,
ἐκ λαγόνων παρθενικῶν,
ἀφράστως σωματώσασα,
εὐλογημένη πάναγνε σὲ
Θεοτόκε μεγαλύνομεν».

Ὁ τοῖς ἀπειθοῦσι λαοῖς,
ἐξ ἀκροτόμου βλύσας νάματα,
τοῖς εὐπειθοῦσιν ἔθνεσι χαρίζεται,
ἐκ λαγόνων στειρωτικῶν,
καρπὸν εἰς εὐφροσύνην ἡμῖν,
σὲ Θεομῆτορ ἄχραντε,
ἣν ἐπαξίως μεγαλύνομεν.

Τὴν τῆς ἀποτόμου ἀρχαίας,
ἀναιρέτιν ἀποφάσεως,
καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν,
τὴν τοῦ γένους τῆς πρὸς Θεὸν
αἰτίαν οἰκειώσεως,
τὴν πρὸς τὸν Κτίστην γέφυραν,
σὲ Θεοτόκε μεγαλύνομεν.

Κανών β', ᾨδὴ θ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία,
καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα,
ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη.
Διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς,
ἀπαύστως μακαρίζομεν».

Ἐπάξιον Θεομῆτορ τῆς σῆς ἁγνείας,
τὸν τόκον ἐκληρώσω δι᾿ ἐπαγγελίας·
τῇ ποτὲ γὰρ ἀκάρπῳ, θεόβλαστος καρπὸς ἐδόθης·
διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς,
ἀπαύστως μακαρίζομεν.

Πεπλήρωται τοῦ βοῶντος ἡ προφητεία,
φησὶ γάρ· Ἀναστήσω σκηνὴν τὴν πεπτωκυῖαν,
τοῦ ἱεροῦ Δαυΐδ, ἐν σοί, Ἄχραντε προτυπωθεῖσαν,
δι᾿ ἧς ὁ σύμπας τῶν ἀνθρώπων χοῦς,
εἰς σῶμα ἀνεπλάσθη Θεῷ.

Τὰ σπάργανα προσκυνοῦμέν σου Θεοτόκε,
δοξάζομεν τὸν δόντα καρπὸν τῇ πρώην στείρᾳ,
καὶ ἀνοίξαντα μήτραν, τὴν ἄγονον ἐκ παραδόξου·
ποιεῖ γὰρ πάντα ὅσα βούλεται,
Θεὸς ὢν παντεξούσιος.

Ἐβλάστησας νυμφοτόκε Ἄννα θεόφρον,
ἐκ μήτρας παρ᾽ ἐλπίδα, καὶ ἐξ ἐπαγγελίας,
παρθενόφυτον ἄνθος, θεόβλαστον ἁγνείας κάλλος·
διὸ σε πάντες μακαρίζομεν,
ὡς ῥίζαν τῆς ζωῆς ἡμῶν.
Δόξα...
Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ δοξάζειν,
τὴν ἄναρχον Τριάδα, Πατέρα καὶ Υἱόν τε,
καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παγκρατορίαν,
δι᾿ ἧς ὁ σύμπας κόσμος ἥδρασται,
τῷ νεύματι τοῦ κράτους αὐτῆς.
Καὶ νῦν... Θεοτοκίον
Ἐχώρησας ἐν γαστρί σου Παρθενομῆτορ,
τὸν ἕνα τῆς Τριάδος Χριστὸν τὸν Βασιλέα,
ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι·
αὐτὸν δυσώπει πανσεβάσμιε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.