Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Νικήτα, Ἡγουμένου τῆς Μονῆς τοῦ Μηδικίου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Λόγῳ, κυβερνώμενος ψυχῶν, θεῖος οἰκονόμος ἐδείχθης, μυσταγωγός τε πιστός, σπέρματα σωτήρια καταβαλλόμενος, καὶ θερίζων τὸν ἄσταχυν, πολύχουν θεόφρον, τοῦτον τῷ Δεσπότῃ σου, φέρεις γηθόμενος, ᾧ νῦν παριστάμενος μάκαρ, μέμνησο τῆς ποίμνης σου ταύτης, τῆς ἀεὶ τιμώσης σε θεόπνευστε.
Ἦχος β'
Πρᾶος, πεφυκὼς καὶ προσηνής, τῆς Ὀρθοδοξίας τῷ ζήλῳ, ὤφθης μαχόμενος· πίστιν γὰρ ὡς θώρακα περιβαλλόμενος, καὶ ὡς δόρυ ἐγκράτειαν, Νικήτα θεόφρον, ἅπασαν τὴν βλάσφημον, αἵρεσιν ἤλεγξας, θείαν, τοῦ Σωτῆρος εἰκόνα, σέβων καὶ τιμῶν θεοφόρε, ὅροις πατρικοῖς σαφῶς ἑπόμενος.
Ἦχος β'
Ὅτε, ἐξορίαις σε πικραῖς, καὶ σκοτεινοτάτοις ἐν τόποις, ὁ σκοτεινότατος, τύραννος κατέκλεισε θηρῶν ὠμότητι, Παραδείσου τὴν οἴκησιν, ἐν νῷ περιφέρων, χαίρων τε τῷ πνεύματι, Πάτερ ὑπέμεινας, οὗ νῦν, τὴν εὐπρέπειαν βλέπειν, ὄντως κατηξίωσαι μάκαρ, τὰ τῶν πόνων ἔπαθλα δρεπόμενος.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Στένω, ἐκ βαθέων τῆς ψυχῆς, ὅταν ἐννοήσω μου Κόρη, τὰ πλημμελήματα, τύπτω δὲ τὸ στῆθός μου, κράζων τό, Ἥμαρτον, καὶ προσπίπτω σοι Δέσποινα, ζητῶν μεταγνῶναι, πάλιν δὲ ἠλίθιος ὢν, περιπείρομαι· Οἴμοι τῇ κακῇ συνηθείᾳ. Ταύτης οὖν με λύτρωσαι τάχει, καὶ πρὸς σωτηρίαν καθοδήγησον.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Σκότος, ἐνεδύσατο ποτέ, ἥλιος ὁρῶν σε ἐν ξύλῳ, Σῶτερ κρεμάμενον, ἔφριξαν δὲ κάτωθι τὰ καταχθόνια, καὶ νεκροὶ ἐξανέστησαν, ἐρράγησαν πέτραι, καὶ τὰ ἐπουράνια πάντα ἐξέστησαν, σοῦ δὲ τῷ Σταυρῷ παρεστῶσα, ἔκλαιεν ἡ ἄχραντος Κόρη, ἀνυμνολογοῦσά σε φιλάνθρωπε.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Νικήτα σοφὲ ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

Τῷ φωτὶ τῆς θείας ἀστραπῆς, Πάτερ αὐγαζόμενος, σοῦ τὴν ζωὴν τῷ Θεῷ καθιέρωσας, ἐκ παιδὸς ἑλόμενος, παρθενίας τὴν φωσφόρον λαμπρότητα, δι' ἧς ὡμοιώθης, τῇ τῶν Ἀσωμάτων καθαρότητι.

Ὁδηγῷ τῷ θείῳ καὶ σεπτῷ, Πνεύματι χρησάμενος, θεοειδεῖ τῶν μοναζόντων σχήματι, καθαρῶς ὡμίλησας, καὶ διέμεινας πολυφώτῳ πυρσούμενος, αἴγλῃ θεοφόρε, βίον καθαρώτατον κτησάμενος.

Νευρωθεὶς δυνάμει τοῦ Σταυροῦ, πάθη κατεμάρανας, τὰ τῆς σαρκός, καὶ τὸν νοῦν κατελάμπρυνας, ὦ Νικήτα πάνσοφε, τῇ μελέτῃ τῶν διδαγμάτων τοῦ Πνεύματος, θείας θεωρίας, πλοῦτον ἀδαπάνητον καρπούμενος.

Σωφροσύνῃ μάκαρ λαμπρυνθείς, καὶ τῇ καθαρότητι, πρὸς ἱερὰν ἀνηνέχθης ἀκρότητα· τῆς ἱερωσύνης γάρ, λαμπροτάτῳ κατεκοσμήθης ἐνδύματι, θείων μυστηρίων, Ὅσιε μεσίτης γνωριζόμενος.
Θεοτοκίον
Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς Ἀειπάρθενε κτίσεως· τὸν γὰρ Κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου· ᾯ σὺν παρρησίᾳ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου».

Οὐράνιον κτησάμενος, πολιτείαν ἔνδοξε, φωτοειδὴς καὶ ἔκλαμπρος, εὐσεβείας φωστὴρ γεγένησαι, διαπρέπων ἐνθέοις σου χαρίσμασι.

Νεκρώσας τὰ φρονήματα, τῆς σαρκός σου πάνσοφε, δι' ἀρετῆς ἐζώωσας, θεοφρόνως ψυχῆς τὸ ἔνθεον, καὶ ζωῆς τῆς ἀφθάρτου κατηξίωσαι.

Γηθόμενος διήνυσας, σοῦ τὸν βίον Ὅσιε, πεποικιλμένος κάλλεσι, καὶ ὡραίοις πλουτῶν χαρίσμασιν, ἐν οἷς ἐστερεώθη ἡ καρδία σου.

Ἐξέλαμψας ὡς ἥλιος, μοναζόντων τάγμασι, ταῖς ἀρεταῖς κοσμούμενος, ὦ Νικήτα θεόφρον Ὅσιε· διὸ σε γεγηθότες μακαρίζομεν.
Θεοτοκίον
Ὡς Μήτηρ κεκτημένη σύ, παρρησίαν Δέσποινα, πρὸς τὸν Υἱόν σου αἴτησαι, ἐπαμῦναι λαῷ καὶ ποίμνῃ σου, τῶν ἀνόμων δὲ θραῦσαι τὰ φρυάγματα.

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ηὐλίσθης ἐν ὄρεσι, τῆς ἡσυχίας σοφέ, ἐτράφης ἐν πόλεσι, τῆς ἐγκρατείας σαφῶς, ὑψώθης ἀμφοτέρωθεν, ἔλιπες χαμαιζήλου, ἡδονῆς πολιτείαν, ἔφθασας οὐρανίου, τὴν μονὴν κατοικίας, ἐν ᾗ καθικετεύεις ὑπὲρ ἡμῶν τὸν Θεόν.
Θεοτοκίον
Πολλοῖς πλημμελήμασιν, ἐγὼ ὁ ἄσωτος, τὸν νοῦν σκοτιζόμενος, ἐπιβοῶμαι τὴν σήν, βεβαίαν ἀντίληψιν. Φώτισον Θεοτόκε, τῆς ψυχῆς μου τὰς κόρας, λάμψον μοι μετανοίας, τὸ λαμπρότατον φέγγος, καὶ ἔνδυσόν με ὅπλα τοῦ φωτὸς Πανάμωμε.
Ἢ Σταυροθεοτοκίον
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄμωμος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεῶτας θέλων ὡς εὔσπλαγχνος.

Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».

Ῥιζοτόμος, τῶν παθῶν θεοφόρε δεικνύμενος, ψυχῆς καθαρότητι, τῶν θεομάχων ἀνέσπασας, ἅπασαν ψυχόλεθρον, Ἱερομύστα ἀπάτην πανσεβάσμιε.

Ἀράμενος, τὸν τῆς νίκης πανόλβιε στέφανον, σκηναῖς οὐρανίοις νῦν, ἐπαναπαύῃ μακάριε, πάθη τιναξάμενος, καὶ τὴν ἀπάθειαν Πάτερ ἐνδυσάμενος.

Ἱερεῖον, ὥσπερ ἄμωμον Πάτερ τὸν βίον σου, Χριστῷ προσενήνοχας, θείας ἀγάπης ἀνάπλεων, καὶ τῷ τῆς ἀσκήσεως, ὡραϊζόμενον κάλλει παμμακάριστε.

Ῥητορείας, ψυχοφθόρου Παμμάκαρ αἱρέσεως, τρανῶς ἐξεφαύλισας, Χριστοῦ τιμῶν θείαν μόρφωσιν, καὶ τῆς Θεομήτορος, καὶ τῶν Ἁγίων ἁπάντων ἱερώτατε.
Θεοτοκίον
Σὲ λιμένα, σωτηρίας καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».

Ὡς πρᾶος ἐν γῇ, τῶν πραέων ᾤκησας, Νικήτα σοφέ, μαχητὴς γενόμενος, ὑπὲρ ἀληθείας παναοίδιμε, καὶ τῆς ὁμολογίας, στέφει λαμπρῶς κοσμούμενος.

Πρὸς ἔνθεον φῶς, νῦν μετέστης Ὅσιε, φωτὸς γεγονώς, υἱὸς ἐνδιάθετος, ἐν ἀγαλλιάσει καὶ τερπνότητι, σὺν χοροῖς τῶν Ἀγγέλων, χαρμονικῶς γηθόμενος.

Ἀφράστου τρυφῆς, Παραδείσου γέγονας νῦν μέτοχος· λιμὴν γὰρ πανεύδιος, τοῖς χειμαζομένοις ἀναδέδειξαι, καὶ λιμώττουσι μάκαρ, διατροφεὺς γεγένησαι.
Θεοτοκίον
Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Μακαρίων ἐλπίδων ἐπέτυχες, Πάτερ παμμακάριστε, μακαριότητος, δεσποτικῆς γενόμενος, κληρονόμος καὶ θείας ἐλλάμψεως.

Φωτοφόρους λαμπάδας κατέχων διπλᾶς, τῆς ὁμολογίας σου, καὶ τῆς ἀσκήσεως, εἰς οὐρανοὺς ἐχώρησας, θεοφόρε Νικήτα πανάριστε.

Ἀπολαύων ἀλήκτου καὶ θείας τρυφῆς, ἐν ἐπουρανίοις νῦν Πάτερ σκηνώμασιν, ὑπὲρ ἡμῶν δυσώπησον, τὸν τῶν ὅλων Δεσπότην καὶ Κύριον.
Θεοτοκίον
Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικήτα τοῦ Ὁμολογητοῦ, Ἡγουμένου τῆς Μονῆς τοῦ Μηδικίου.
Στίχοι
Ῥυσθεὶς βίου Νικήτας, ὡς στρουθὸς πάγης,
Πτεροῖς νοητοῖς ἵπταται πρὸς τὸν πόλον.
Νικήταν καλέουσι τρίτῃ ἐπὶ δῶρα θεοῖο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωσὴφ τοῦ Ὑμνογράφου.
Στίχοι
Ζῶντος Θεοῦ σὺ θεῖος ὑμνητὴς Πάτερ,
Ἐγὼ δὲ σοῦ θανόντος ὑμνητὴς νέος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλπιδηφόρου.
Στίχοι
Ξίφους ἀληθὴς μάρτυς Ἐλπιδηφόρος,
Θεὸν φέρει ἄψευστον εὐελπιστίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δίου.
Στίχοι
Βαλὼν κεράμῳ δυσσεβὴς Δίου κάραν,
Ὡς σκεῦος αὐτὴν συντρίβει κεραμέως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βυθονίου.
Στίχοι
Ὁ Βυθόνιος εἰς βυθὸν βεβλημένος,
Τὴν κλῆσιν εὗρεν εἰς προφητείαν τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γαλύκου.
Στίχοι
Δηχθεὶς ὁδοῦσι Γάλυκος τῶν θηρίων.
Θηρὸς νοητοῦ τοὺς ὀδόντας συντρίβει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰλλυριοῦ, τοῦ ἐν τῷ ὄρει τοῦ Μυρσιῶνος.
Στίχοι
Ἐκ Μυρσιῶνος, Ἰλλυριέ, πρὸς πόλον,
οὐχ ὡς ὁ Χριστὸς ἐξ Ἐλαιῶνος φέρῃ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

Ἡ σὴ ἐπιείκεια διαφερόντως, εἰς χοῦν ἐταπείνωσε τυράννου τὴν ὠμότητα, συντόνοις δεήσεσι τοῦτον νεκρώσασα· οἶδε γὰρ τὸ θέλημα ποιεῖν τῶν φοβουμένων αὐτόν ὁ Κύριος.

Βροντὴ τῶν δογμάτων σου, καὶ ἡ φωσφόρος, ἀστραπὴ τοῦ βίου σου, τὸν κόσμον κατεφαίδρυνε, πιστοὺς καταυγάζουσα θεοφεγγέσι πυρσοῖς, λόγοις τε καὶ πράξεσι φαιδραῖς, Ἱερομύστα θεομακάριστε.

Ἰσχύι νευρούμενος τοῦ Παρακλήτου, δαιμόνων τὰς φάλαγγας καὶ βρόχους τῶν αἱρέσεων, θεόφρον διέφυγες καὶ πρὸς οὐράνιον, ὕψος ἀνελήλυθας, χοροῖς τῶν Ἀσωμάτων νῦν αὐλιζόμενος.
Θεοτοκίον
Ἁγίων Ἁγίαν σε κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μήτηρ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.

Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».

Ὅλην ὑπερβάς, τὴν αἴσθησιν Τρισμάκαρ, τῷ νοητῷ νῦν προσωμίλησας, φωτὶ πανσεβάσμιε, θεοπτίας ἀξιούμενος, καὶ φωτισμοῦ πληρούμενος, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Νέκρωσιν παθῶν, σαφῶς ἐνδεδυμένος, πρὸς ζωηφόρον ἐπεδήμησας, χορείαν Πανόλβιε, εὐσεβείᾳ πυρπολούμενος, καὶ ἀρεταῖς λαμπόμενος, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Πᾶσαν ἀρετήν, ἐκ βρέφους ἐξασκήσας, ἐπὶ τῷ τέλει τῶν ἀγώνων σου, στεφάνῳ κοσμούμενος, τῶν χαρίτων ἀναδέδειξαι, καὶ τὸ βραβεῖον εἴληφας, ψάλλων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Ἀνωθεν ἡμᾶς, νῦν ἐποπτεύεις Πάτερ, τῷ σῷ Δεσπότῃ παριστάμενος, Νικήτα φερώνυμε, παρρησίᾳ πολλῇ χρώμενος, καὶ ψυχικὴν αἰτούμενος, ἔνδοξε σωτηρίαν, ἱεροφάντορ τῇ Ποίμνῃ σου.
Θεοτοκίον
Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες, καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ ἄχραντε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.

Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Τῆς θείας λαμπρότητος, ὡς καθαρὸς ἠξίωσαι, ἀρετῶν ταῖς ἰδέαις ἐξαστραπτόμενος, καὶ ὁμολογίας στεφάνῳ, διαπαντὸς ἐκλελαμπρυσμένος· διὸ τὴν πανένδοξον, ἑορτήν σου νῦν γεραίρομεν.

Ἐμφρόνως μακάριε, σοῦ τὴν ζωὴν διήνυσας, προσταγαῖς τοῦ Σωτῆρος διευθυνόμενος, νῦν δὲ τῆς σκιᾶς παρηγμένης, περιχαρῶς ζωῆς αἰωνίου, ἀξίως τετύχηκας, θεορρῆμον ἱερώτατε.

Ῥεόντων ὀξύτατα, παρέδραμες τὸν τάραχον, γαληνῷ δὲ Νικήτα τῆς βασιλείας Χριστοῦ, χαίρων προσωρμίσθης λιμένι, πρὸς ὃν ἡμᾶς ὁδήγησον Πάτερ, τοὺς σὲ μακαρίζοντας, καὶ τὴν μνήμην σου γεραίροντας.
Θεοτοκίον
Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ δεξαμένη, ἡμῖν ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδοῦντα, πᾶσι βροτοῖς αὐτὸν προσκυνοῦσι, καὶ σὲ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνουσι.