Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐψυχίου τοῦ ἐν Καισαρείᾳ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάνσοφος Εὐψύχιος, κατεπαιρόμενον ἀλαζονείᾳ, τὸν ματαιὸφρονα πληγεὶς τῷ ξίφει, αἰσχύνης ἔπλησε πολλῆς, καὶ συνηριθμήθη τοῖς στρατεύμασι, τοῖς ἐπουρανίοις ἀγαλλόμενος. Αὐτοῦ ταὶς ἱκεσίαις, δώρησαι πᾶσι Σῶτερ τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Εὐψύχιος ὁ ἔνδοξος, στῦλος γεγένηται τῆς Ἐκκλησίας, καὶ πύργος ἄσειστος τῆς εὐσεβείας, καὶ καθαιρέτης τοῦ ἐχθροῦ, πᾶσι τοῖς νοσοῦσι καὶ προστρέχουσι, βλύζων ὡς ἐκ κρήνης τὰ ἰάματα, Αὐτοῦ ταῖς ἱκεσίαις, εὔσπλαγχνε πᾶσι δίδου τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Ὡς κρίνον εὐωδίασας, πᾶσαν διάνοιαν ταῖς ἡδυπνόοις, ὀσμαῖς τῶν ἄθλων σου, γενναῖε Μάρτυς, καὶ ἀπεμείωσας σοφέ, πλάνης τὸ δυσῶδες καὶ ἀνέλαμψας, ἥλιος καθάπερ ἐν τοῖς πέρασι, πρεσβεύων δωρηθῆναι, ἅπασι σωτηρίαν καὶ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἁγνὴ Θεογεννήτρια, ἡ τὸν σωτήριον τεκοῦσα Λόγον, ῥῦσαι τοὺς δούλους σου πειρατηρίων, τοῦ πολεμήτορος ἐχθροῦ, φώτισον ἡμῶν τὰ αἰσθητήρια, ἴθυνον ἡμῶν τὰ διαβήματα, πρὸς τρίβους σωτηρίας, ὅπως σε πίστει Κόρη πάντες δοξάζωμεν.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ σε καθηλούμενον, ὡς ἐθεάσατο ἡ σὲ τεκοῦσα, μόνε Μακρόθυμε, ὀδυρομένη, δάκρυα ἔρρει κρουνηδόν, καὶ τὸ ὑπερβάλλον τῆς χρηστότητος, καὶ τὸ συμπαθές τὸ πρὸς τὸν ἄνθρωπον, λίαν ἐκπληττομένη, ὕμνει σου τὸ μακρόθυμον πολυεύσπλαγχνε.

Ἀπολυτίκιον τοῦ Μάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὁ Μάρτυς σου Κύριε ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· Ἔχων γὰρ τὴν ἰσχύν σου τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, αὐτοῦ ταὶς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Τοὺς ἄθλους εὐψύχως μάκαρ τοὺς σούς, Εὐψύχιε Μάρτυς, ἀναμέλπων σε δυσωπῶ, ἔχων παρρησίαν τήν ψυχήν μου, τῆς τῶν παθῶν τυραννίδος ἐξάρπασον.

Ὁ νοῦς σου τῇ νεύσει τῇ πρὸς Θεόν, ἀνένευσε πάντων, τῶν τοῦ βίου μάκαρ τερπνῶν, καὶ ὅλος ὡραῖος ἀπεφάνθη, κατὰ παθῶν βασιλεύσας Εὐψύχιε.

Ὑφάνας ἱμάτιον σεαυτῷ, ἐξ ἔργων ἀρίστων, καὶ φοινίξας μαρτυρικῶς, ἐστόλισαι τούτῳ καὶ παρέστης, ὡραϊσμένος Κυρίῳ Εὐτύχιε.
Θεοτοκίον
Σαρκὸς ὁμοιώματι γεννηθείς, ἐκ σοῦ ὁ Δεσπότης, ἐκαινούργησε τὴν ἡμῶν, πεπαλαιωμένην Κόρη φύσιν, καὶ τοὺς θνητοὺς οὐρανίους εἰργάσατο.

Κανών α', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Ἔμφρονα ὑπάρχοντα, καταμηνύουσιν ἄφρονες, σὲ δυσμενεῖ, Ἄρχοντι ἀφρόνως, δαιμονίοις λατρεύοντι.

Ὕψει μαρτυρίου σοι, προσομιλήσαντι Ἄγγελος, ἐπιφανείς, σὲ παραθαρρύνει, ἀθλοφόρε Εὐψύχιε.

Ψάλλων τῷ Κυρίῳ σου, πάσης χαρᾶς ὄντως πέπλησαι, Μάρτυς σοφέ· ὅθεν καὶ εὐψύχως, τὸ μαρτύριον ἤνυσας.
Θεοτοκίον
Ὕμνον χαριστήριον, τῶν ἀθλητῶν χορὸς ᾄδει σοι, Κόρη σεμνή, σοῦ ταῖς ὁδηγίαις, νικηφόρος γενόμενος.

Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Εὐψύχως τὸν καλόν, διανύσας ἀγῶνα, ἐνίκησας ἐχθρόν, τὸν πολέμιον Μάρτυς, βραβεῖον τὰ θαύματα, ἐκ Θεοῦ κομισάμενος· ὅθεν ἅπασα, ἡ τῶν Πιστῶν ἐκκλησία, μακαρίζει σε, ἐν τῇ παρούσῃ ἡμέρᾳ, συμφώνως Εὐψύχιε,
Θεοτοκίον
Συγχάρητε βροτοί, τῇ Μητρὶ τοῦ Κυρίου, αἰνέσατε αὐτήν, οὐρανῶν αἱ Δυνάμεις, δοξάσατε τὴν ἄχραντον, οἱ τῆς γῆς βασιλεύοντες, δεῦτε ἅπαντες, τῶν φιλεόρτων οἱ δῆμοι· Χαίροις εἴπωμεν, τῇ Θεοτόκῳ συμφώνως, πιστῶς εὐφραινόμενοι.
Ἢ Σταυροθεοτοκίον
Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ ἁγνή, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, ὡς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται.

Κανών α', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

Χαίρων Μάρτυς διένειμας, πάντα τὰ ὑπάρχοντα πενητεύουσι, μαρτυρίου ὄλβον ἄσυλον, καὶ χαρὰν ἀγήρω ἀντικτώμενος.

Ἱερῶς φωτιζόμενος, σκότος ἀνιέρων σὺ ἐστηλίτευσας, ἀναγκάζειν πειρωμένων σε, ὑπαχθῆναι πλάνῃ δεισιδαίμονι.

Οὐ λιμὸς οὐδὲ θάνατος, οὐδὲ τῆς παρούσης τρυφῆς ἀπόλαυσις, τῆς ἀγάπης σε τοῦ κτίσαντος, διαστῆσαι Μάρτυς ὑπερίσχυσαν.
Θεοτοκίον
Ὑπερτέρα δυνάμεων, τῶν ἐπουρανίων σὺ χρηματίσασα, σαρκικῶν παθῶν ὑπέρτερον, τὸν ἐμὸν Παρθένε νοῦν ἀνάδειξον.

Κανών α', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε».

Ἔφερες σαρκός, τὰς αἰκίσεις καρτερώτατα, ἀναρτηθεὶς Μάρτυς Εὐψύχιε, παραπλησίως, τῷ Δεσπότῃ πάσης κτίσεως.

Ὕμνεις τὸν Χριστόν, τὰς πλευρὰς Μάρτυς ξεόμενος, καὶ τὴν δορὰν προσαφαιρούμενος, ἀνδρειοτάτης, διανοίας καρτερότητι.

Ψεύδους τὴν ἀχλύν, ἀληθείᾳ Μάρτυς ἔλυσας, ἐν τῇ σοφίᾳ τῇ τῶν λόγων σου, δείξας ἀσόφους, τοὺς τῇ πλάνῃ ῥητορεύοντας.
Θεοτοκίον
Ὑπὲρ τῶν εἰς σέ, τὰς ἐλπίδας πάντων Δέσποινα, κεκτημένων ἀπαύστως πρέσβευε, ὅπως μελλούσης λυτρωθῶμεν κατακρίσεως.

Κανών α', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Χειμάζει μὲν τῶν βασάνων ὁ ὄγκος, οὐκ ἰσχύει δὲ βυθίσαι σε μάκαρ· τὸν γὰρ Χριστόν, καὶ Θεὸν κυβερνήτην, καὶ ἀρωγὸν ἐπιφέρεις ἰθύνοντα, λιμένα σε πρὸς γαληνόν, τῆς αὐτοῦ βασιλείας Εὐψύχιε.

Ὡραῖόν σου τὸ ἀνάστημα Μάρτυς, τῆς ψυχῆς τοῖς ἐναντίοις δεικνύων, ὤφθης αὐτοῖς, φοβερὸς καταπλήττων, ὑπομονῇ τὴν ἐκείνων κακόνοιαν, καὶ εἴληφας παρὰ Χριστοῦ, τῶν ἀγώνων τῆς νίκης τὰ ἔπαθλα.

Συλῆσαι τὸν θησαυρὸν οἰόμενος, τῆς ψυχῆς σου ὑπελθὼν σε ἐντέχνως, ἐν δωρεαῖς, καὶ βασάνων ἰδέαις, ἀπεπειρᾶτο τὸ εὔτονον λύειν σου, ὁ τύραννος, ἀλλὰ στερρῶς, ὑπομείνας νενίκηκας Ἔνδοξε.
Θεοτοκίον
Ἀνόρθωσον συμπτωθέντα με ὅλον, ὡς τοῖς πάθεσιν ἀνοίξαντα θύραν, καὶ ἐν τῇ σῇ, ἀγαθῇ μεσιτείᾳ πρὸς μετανοίας εἰσόδους εἰσάγαγε, καὶ σῶσόν με ἡ τοῦ παντός, τὸν Σωτῆρα τεκοῦσα καὶ Κύριον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐψυχίου τοῦ ἐν Καισαρείᾳ.
Στίχοι
Ἐκεῖ μετῆλθεν Εὐψύχιον τὸ ξίφος,
Οὗ Χριστὸς ἦλθε, Καισαρείας εἰς μέρη.
Φάσγανον ἀμφ' ἐνάτην Εὐψυχίου ἔκταμε λαιμόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαδίμου τοῦ Ἀρχιμανδρίτου, καὶ τῶν ἑπτὰ μαθητῶν αὐτοῦ.
Στίχοι
Ἑπτὰς μαθητῶν συντέτμηται Βαδίμῳ,
Εἰς οὐρανοὺς δ' ἔφθασεν, οὗ Θεὸς θρόνος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἐν τῇ αἰχμαλωσίᾳ τελειωθέντων ἐν Περσίδι.
Στίχοι
Εἰς πυρσολατρῶν γῆν ἐναθλεῖ Περσίδα
Ἡ χριστολατρῶν αὐχενότμητος φάλαγξ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Αὐδιησοῦς μαχαίρᾳ τελειοῦται.
Στίχοι
Ὢν αἰχμάλωτος Αὐδιησοῦς τὴν τύχην,
Ἠλευθέρωται, τὴν σφαγὴν διδοὺς λύτρον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

Δήμοις Μαρτύρων ἠριθμήθης, ταῖς χορείαις τε τῶν θείων Ἀσωμάτων, ἀλογήσας παθῶν, τοῦ σώματος τρισμάκαρ, καὶ ἀριστεύσας χάριτι, ἀθλητὰ Χριστοῦ μεγάλως.

Ὢ τῆς καλῆς σου πραγματείας! δρακὸς αἵματος ἠλλάξω γὰρ τὴν ἄνω, βασιλείαν σοφέ, ἐν ᾗ καὶ ἀναμέλπεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Πύλαι ἠνοίγησάν σοι πόλου, τετμημένῳ διὰ ξίφους ἀνιόντι, καὶ Ἀγγέλων χοροὶ ὑπήντων σοι Τρισμάκαρ, ἀναβοῶντες· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ὄρος Προφήτης Δανιὴλ σε, θείῳ Πνεύματι ἐκάλεσε Παρθένε, ἐξ οὗ ὁ λίθος Χριστός, ἄνευ χειρὸς ἐτμήθη, καὶ συντριβὴν εἰργάσατο, τῶν ξοάνων τῆς ἀπάτης.

Κανών α', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι, Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Νικητὴς τυράννων, καὶ πνευμάτων γέγονας τῶν ἀκαθάρτων, καὶ πιστῶν ἀνθρώπων, τὰς καρδίας πάντοτε καταφωτίζεις· ὅθεν εὐχαρίστως, σὲ ὑμνοῦντες Ἔνδοξε, πάντες εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Οἱ τῶν σῶν θαυμάτων, ποταμοὶ χεόμενοι νοσούντων πάθη, καὶ ψυχῶν τὰς νόσους ἐξιῶνται χάριτι θεόφρον Μάρτυς· ὅθεν σου τὴν μνήμην, οἱ πιστοὶ δοξάζοντες, ἀνυμνολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἀπελθὼν ἀνδρείως, τὸ ἀγώνων στάδιον Μάρτυς ἐξέσθης, μέχρις ἁρμονίας, καὶ αὐτῆς τῆς ἔνδοθεν οἰκονομίας· ἀλλ' ἐφάνης ὅλος, ἀκλινὴς ἀκράδαντος· ὅθεν τούς στεφάνους, ἀπέλαβες τῆς νίκης.
Θεοτοκίον
Συμπαθὴς Παρθένε, ἡ τὸν συμπαθέστατον τεκοῦσα Λόγον, τὸν ἀσυμπαθῆ με, δωρεὰν οἰκτείρησον ἀπεγνωσμένον, πταίσμασιν ἀμέτροις, καὶ μὴ ἐπιστρέφοντα, ἀλλ' ἐν ῥαθυμίᾳ, τὸν βίον δαπανῶντα.

Κανών α', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες».

Ἰκρίῳ ἀνηρτήθης, πάθος εἰκονίζων, τοῦ ἀπαθοῦς καὶ τὰ πάθη μειώσαντος, τῶν εὐσεβῶν εὐσπλαγχνίᾳ, Μάρτυς Εὐψύχιε.

Ὡράθη θαῦμα μέγα, σοῦ τῇ τελειώσει· ἀντὶ γὰρ αἵματος γάλα σὺν ὕδατι, τῆς κεφαλῆς σου τμηθείσης, Μάρτυς συνέρρευσεν.

Συνήφθης οὐρανίαις, Μάκαρ στρατηγίαις, καὶ συναγάλλῃ Μαρτύρων τοῖς τάγμασι, στεφανηφόρος, καὶ νῦν ἡμῶν πρόστηθι.

Ἡμῶν τῶν μεμνημένων, καὶ ἐπιτελούντων, τὴν ἱεράν σου πανήγυριν μέμνησο, ταῖς πρὸς Θεόν σου πρεσβείαις, Μάρτυς Εὐψύχιε.
Θεοτοκίον
Φωτὶ τῆς μετανοίας, αὔγασον Παρθένε, τῆς ἁμαρτίας νυκτὶ με σκοτούμενον, καὶ ῥαθυμίας ὁμίχλῃ συγκαλυπτόμενον.