Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἱερομύστης τοῦ Λόγου Πάτερ γενόμενος, καὶ ἀρεταῖς ἐκλάμψας, τῇ τοῦ Πνεύματος αἴγλῃ, Θεόδωρε τρισμάκαρ, παρέχεις ἡμῖν, ἰαμάτων χαρίσματα, τοῖς ἐν τῇ μνήμῃ σου ταύτῃ τῇ ἱερᾷ, προσιοῦσι καὶ τιμῶσί σε.
Ἦχος α'
Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, τῇ τοῦ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχεις, τοῖς πίστει σε αἰτοῦσι, καὶ εὐσεβῶς, ἐκτελοῦσι τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, ἀξιάγαστε Θεόδωρε.
Ἦχος α'
Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, τῇ τοῦ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχεις, τοῖς πίστει σε αἰτοῦσι, καὶ εὐσεβῶς, ἐκτελοῦσι τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, ἀξιάγαστε Θεόδωρε.
Θεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Θεομακάριστε Κόρη Θεοχαρίτωτε, ἡ των ἁμαρτανόντων, κραταιὰ προστασία, τῶν καταπονουμένων ἡ κραταιά, καὶ βεβαία ἀντίληψις, Θεοκυῆτορ Παρθένε, πάντων πιστῶν, καταφύγιον πανύμνητε.
Σταυροθεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ Σταυρῷ σε ὁρῶσα, Χριστὲ κρεμάμενον, ἡ ἄμωμος Παρθένος, ἡ ἀσπόρως τεκοῦσα, ἐβόα θρηνῳδοῦσα, Υἱὲ καὶ Θεέ, τὶς ἡ θεία καὶ ἄφατος, οἰκονομία σου Λόγε, δι' ἧς βροτούς, τῆς κατάρας ἠλευθέρωσας!

Ἀπολυτίκιον τοῦ Ὁσίου, Ἱεράρχου καὶ Θαυματουργοῦ
Ἦχος δ'
Κανόνα πίστεως ΤΟ ΑΚΟΥΤΕ
Κανόνα πίστεως καί εικόνα πραότητος, εγκρατείας Διδάσκαλον, ανέδειξέ σε τή ποίμνη σου, η τών πραγμάτων αλήθεια, διά τούτο εκτήσω τή ταπεινώσει τά υψηλά, τή πτωχεία τά πλούσια, Πάτερ Ἱεράρχα Θεόδωρε, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ ὁδηγήσαντι πάλαι, τὸν Ἰσραὴλ φεύγοντα, ἐκ τῆς δουλείας τοῦ Φαραώ, καὶ ἐν ἐρήμῳ θρέψαντι, ᾄσωμεν ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται».

Θεοφεγγῆ σε ἀστέρα, ὁ νοητὸς Ἥλιος, τῷ στερεώματι Σοφέ, τῆς Ἐκλησίας ἀνέδειξε, βολὰς θαυμάτων ἐκπέμποντα πάντοτε, καὶ παθημάτων τὴν ἀχλὺν ἀφανίζοντα.

Ἐκ μητρικῆς σε νηδύος, ὁ Ποιητὴς Ὅσιε, Ἱερεμίαν ὡς τὸ πρίν, καθαγιάσας εἰργάσατο, σκεῦος τοῦ Πνεύματος εὔχρηστον, πνεύματα ἀποσοβοῦντα, πονηρὰ Πάτερ Θεόδωρε.

Ἱδρῶσι τῆς ἐγκρατείας, φλόγα παθῶν ἔσβεσας, καὶ ἐπομβρίᾳ προσευχῶν, ῥεῖθρα θαυμάτων ἔβλυσας, καύσωνα ἀρρωστημάτων σβεννύοντα, Πάτερ Θεόδωρε.
Θεοτοκίον
Ὁ ἀγεώργητος βότρυς, σοῦ ἐκ γαστρὸς ἤνθησε, Παρθενομῆτορ γλυκασμόν, ἀναβλαστάνων ἀφέσεως, καὶ εὐφροσύνης πανάχραντε, ἅπασι τοῖς ἐκ τῆς μέθης, τῶν δεινῶν παραφρονήσασιν.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν με Κύριε, ἵνα ὕμνῶ σε εἰλικρινῶς, καὶ ποιῶ τὸ θέλημά σου· ὅτι οὐκ ἔστιν Ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν».

Ὡς θαυμαστὸς ὁ βίος σου θεόφρον! ὡς φοβερὰ τὰ θαύματα! ὡς ὑψηλή σου ἡ πρὸς Θεόν, οἰκείωσις καὶ νεῦσις, καὶ ἀκλινὴς ἀνάβασις! πανένδοξε Θεόδωρε.

Ῥύμην παθῶν ἀνέστειλας παμμάκαρ, τῶν πόνων ἐπιδόσεσι, καὶ τῶν δαιμόνων τὰς δολεράς, ἐξηφάνισας ἐνέδρας, τοῦ Παναγίου Πνεύματος, ἰσχὺϊ Θεόδωρε.

Οἱ τῇ σεπτῇ προστρέχοντες σορῷ σου, ἐκ ταύτης ἀρυόμεθα, τῶν ἰαμάτων τοὺς θησαυρούς, καὶ θαυμάτων τὰ πελάγη, καὶ δωρεὰν τὴν ἄφθονον, ὑμνοῦντές σε Θεόδωρε.
Θεοτοκίον
Νόμοι ἐν σοὶ τῆς φύσεως Παρθένε, καινοτομοῦνται· τίκτεις γάρ, ὑπερφυῶς τὸν Δημιουργόν, ὑπὲρ λόγον τὸν Δεσπότην, ὃν ἐκτενῶς ἱκέτευε, σωθῆναι τοὺς δούλους σου.

Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ἀγωνισάμενος καλῶς Ἱεράρχα, κατὰ πνευμάτων πονηρῶν ἐξουσίαν, παρὰ Κυρίου ἔλαβες Θεόδωρε, λύειν τὰ νοσήματα, καὶ ἰάσθαι ποικίλα, πάντων ἀρρωστήματα, τῶν πιστῶς προστρεχόντων, τῇ σῇ τιμίᾳ πάντοτε σορῷ, ἣν προσκυνοῦντες ἀεὶ εὐφημοῦμέν σε.
Θεοτοκίον
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Παρθένε ἁγνή, τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τὶς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν. Ἀλλὰ τῇ σῇ, πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ· Οἴμοι! ἀνεκραύγαζε, ποθεινότατον Τέκνον, τί, σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ δῆμος; Ἀλλὰ ἀνάστηθι καὶ σῶσον ὡς Θεός, τὸν κόσμον πάντα, χειρὸς τοῦ ἀλάστορος.

Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα ὁ Θεός, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην Κύριε, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ».

Ποταμὸς ὑπάρχεις σαφῶς, πεπληρωμένος ναμάτων θείων, χαρισμάτων τε τοῦ Πνεύματος, καταρδεύων ἅπασαν, τὴν Ἐκκλησίαν Πάτερ Θεόδωρε.

Ἀπηγχόνισας τὸν ἐχθρόν, νευραῖς τῶν πόνων τῶν σῶν παμμάκαρ, καὶ τὰ τούτου ἐξωλόθρευσας, πονηρὰ στρατεύματα, τῶν προσευχῶν σου ξίφει Θεόδωρε.

Μελετῶν τὸν νόμον Θεοῦ, ἐν διεξόδοις τῆς ἐγκρατείας, θεῖον ξύλον ἀνεβλάστησας, εὐκαρπίαν πράξεων, τῶν ἐναρέτων φέρων Θεόδωρε.
Θεοτοκίον
Μακαρία ἐκ γενεῶν, πασῶν ἐδείχθης, Χριστὸν τεκοῦσα, μακαρίους ἐργαζόμενον, τοὺς αὐτῷ δουλεύοντας, Παρθενομῆτορ ἄχραντε Δέσποινα.

Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστὲ τὸ πνεῦμά μου, ὀρθρίζει καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ πρὸς σὲ καταφεύγω, τῆς εἰρήνης Βασιλεῦ».

Ἀκοίμητον λαμπάδα σε, καὶ λύχνον μὴ σβεννύμενον, τὸ φῶς τὸ ἄχρονον ἀνέδειξε, τοῖς ζόφῳ κρατουμένοις, τῶν παθῶν Θεόδωρε, καὶ τῇ ἀμαυρότητι, τῶν πολλῶν ἁμαρτιῶν.

Καλῶς παιδοτριβοῦντά σε, τὸν Μάρτυρα Γεώργιον, ἐξ ἁπαλῶν ὀνύχων ἔσχηκας, καὶ τούτου ἐμιμήσω, τὸ ἐν πᾶσι πρόθυμον, καὶ τὴν πρὸς τὸν Κύριον, Πάτερ Ὅσιε στοργήν.

Ἀνόθευτον ἐγκράτειαν, ὑπομονὴν ἀσύγκριτον, πίστιν ἐλπίδα καὶ ταπείνωσιν, ἔσχες ὑπὲρ ἄνθρωπον· ὅθεν ὑπερβάλλουσαν, χάριν εὗρες ἐκ Θεοῦ.
Θεοτοκίον
Ῥανίσι τοῦ ἐλέους σου, κατάρδευσον Πανάχραντε, τὴν ἐκτακεῖσάν μου διάνοιαν, φλογμῷ τῆς ἁμαρτίας, καὶ τὸν ἐσβεσμένον μου, τῆς καρδίας ἄναψον, λύχνον πύλη τοῦ φωτός.

Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ζάλη με λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων ἁμαρτημάτων· ἀλλὰ σὺ Κυβερνῆτα ἀγαθέ, προφθάσας ἀνάγαγε, ὡς τὸν Προφήτην καὶ σῶσόν με».

Μέριμναν τῶν γηΐνων ἀπεκρούσω, ὅλον δὲ ἐκένωσας, τὸν πόθον πρὸς τὸν Δεσπότην, ἐνηδόμενος τούτου καλλοναῖς, καὶ ταῖς ἀναβλυζούσαις, Πάτερ ἐκεῖθεν ἐλλάμψεσιν.

Ἔλυσας παγετὸν τῆς ἁμαρτίας, κρύει πιεζόμενος, κλωβοῦ ἱστάμενος μέσον, καὶ ὡς ἄσαρκος Πάτερ, προσβολάς, ὑπήνεγκας ἀέρων, θείᾳ θαλπόμενος χάριτι.

Λάρνακι ἱερᾷ σου προσιόντες, ὀσμῆς θείας γνώσεως, πληρούμεθα Ἱεράρχα, δυσωδίας λυτρούμενοι παθῶν, οἱ πόθῳ σε τιμῶντες, θαυματουργὲ Πάτερ Ὅσιε.
Θεοτοκίον
Παθῶν με τρικυμία συνταράσσει, βυθὸς ἀπογνώσεως, χειμάζει μου τὴν καρδίαν, κυβερνήτην κυήσασα Χριστόν, Παρθένε καὶ Σωτῆρα, ῥῦσαι καὶ σῶσόν με δέομαι.

Κοντάκιον
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὡς πυρίνῳ ἅρματι, ταῖς ἀρεταῖς Θεοφόρε, ἐπιβὰς ἀνέδραμες, εἰς οὐρανίους οἰκήσεις, Ἄγγελος μετὰ ἀνθρώπων συμβιοτεύων, ἄνθρωπος σὺν τοῖς Ἀγγέλοις περιχορεύων· διὰ τοῦτο ἀνεδείχθης, θαυμάτων θεῖον, δοχεῖον Θεόδωρε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου, Ἐπισκόπου Ἀναστασιουπόλεως.
Στίχοι
Καὶ Θεοδώρῳ, καὶ νεκρῷ Θεοδώρου,
Τὸ θαυματουργεῖν δῶρον ἐκ Θεοῦ μέγα.
Εἰκάδι δευτερίῃ Συκεώτην τύμβος ἔκρυψεν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νέαρχος πυρὶ τελειοῦται.
Στίχοι
Τοῦ πρὸς σέ, Σῶτερ, ἐμπύρου θείου πόθου,
Νέαρχος εἶπεν, οὐδὲ πῦρ με χωρίσει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ναθαναήλ, ὃς ἐστι Σίμων ὁ Ζηλωτής, ἤτοι ἡ ἀνάμνησις τῆς πρὸς τὸν Χριστὸν αὐτοῦ γνωρίσεως.
Στίχοι
Τὸν Ναζαρηνὸν γνοὺς Ναθαναὴλ μέγαν,
Τὴν Ναζαρὲτ σίγησον ἄχρηστον λέγειν.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοὺς Παῖδας, ἀφλέκτους τηρήσαντα, καὶ τὸ πῦρ κατασβέσαντα, ὑμνήσωμεν λέγοντες· Εὐλογητὸς εἶ κυριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εἰς πάντας τούς αἰῶνας».

Ὡς ἀψευδὴς Ἱεράρχης, θυσίαν ἀναίμακτον, προσήγαγες ἐν Πνεύματι, καὶ παθῶν νεκρότητι, θῦμα εὐῶδες Παμμάκαρ, σεαυτὸν τῷ Δεσπότῃ, προσήνεγκας ἐν πίστει.

Πῦρ ἡδονῶν ἐγκρατείας, ἱδρῶσι κατέσβεσας, αὐχμόν τε γῆς ἀνέστειλας, ὄμβρων ἐπικλύσεσι θαυματουργέ, ὡς Ἠλίας οὐρανοὺς κεκλεισμένους, εὐχαῖς σου ὑπανοίγων.

Ἁγιασθεὶς ἀπὸ βρέφους, εὐχῆς γενναιότητι στειρευούσας ἐποίησας, γαστέρας πολύπαιδας, τυφλοῖς παρέσχες τὸ βλέπειν, καὶ χωλοῖς εὐδρομίαν, Θεόδωρε τρισμάκαρ.
Θεοτοκίον
Τὴν καλλονὴν Ἰακὼβ σε, Θεὸς ἐξελέξατο, καὶ ἐν σοὶ κατεσκήνωσε, καὶ σὲ διετήρησε, καὶ μετὰ τόκον Παρθένον, ὥσπερ ἦς πρὸ τοῦ τόκου, Παρθένε Θεοτόκε.

Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ θάλασσα, καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, ἱερεῖς εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».

Ἐπὶ πέτραν ὑπομονῆς, ἐρείσας σου τὰς βάσεις τῆς ψυχῆς, οὐ παρετράπης προσβολαῖς ἐναντίαις, οὐκ ἐσαλεύθης, ἐχθρῶν ἐπηρείαις, ἀλλὰ ὕψος πρὸς θεῖον ἀνέδραμες, ὑπὲρ τῶν πίστει τιμώντων σε πρεσβεύων.

Ῥεῖθρον πρόεισιν ἐκ σοροῦ, ἰάσεων τῆς σῆς θαυματουργέ, καὶ ἀποπλύνει μολυσμοὺς παθημάτων, καὶ σηπεδόνας δεινῶν ἐκκαθαίρει, καὶ πιστῶν καταρδεύει Θεόδωρε, πάντων τὰς καρδίας, τῶν πόθῳ σε τιμώντων.

Ὁ τῶν δώρων τῶν θεϊκῶν, ἐπώνυμος, καὶ μύστης τοῦ Χριστοῦ, τῶν Ἀσκητῶν ἡ καλλονή, Ἱερέων ὡραιότης, θαυμάτων ἡ βρύσις, ἡ σεπτὴ μυροθήκη τοῦ Πνεύματος, νῦν ἀνευφημείσθω, Θεόδωρος ὁ μέγας.
Θεοτοκίον
Ἱεραὶ σεπτῶν Προφητῶν, κηρύττουσι φωναὶ συμβολικῶς, πύλην καὶ ὄρος καὶ σκηνήν, καὶ ἁγίαν φωτὸς νεφέλην, ἐξ ἧς τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις ἀνέτειλεν, Ἥλιος Παρθένε, Χριστὸς ὁ φωτοδότης.

Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ, εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν».

Ὡς ὄρθρος, ὡς ἡμέρα διαυγής, ἡ σὴ ἑορτή, ἐπέφανε φωτίζουσα ἡμῶν, τὰς καρδίας τῶν πιστῶς ἀνευφημούντων, τοὺς σεπτοὺς πόνους σου Πάνσοφε.

Συνόμιλος, Ἀγγέλων, Ἀποστόλων καὶ Ἀθλητῶν, Ὁσίων καὶ Δικαίων γεγονώς, Πάτερ καὶ Ἱεραρχῶν, ἐν οὐρανοῖς ὑπὲρ ἡμῶν, Χριστῷ πρεσβεύεις ἀεί.

Ἡ θήκη τῶν ἁγίων σου, λειψάνων Πάτερ σοφέ, ὡς ἄλλη κολυμβήθρα Σιλωάμ, ἐγνωρίσθη τοῖς πιστοῖς· ᾗ προσιόντες, τὰς ψυχὰς ἁγιαζόμεθα.
Θεοτοκίον
Φρικτή σου ἡ λοχεία, Θεοτόκε Μήτηρ Θεοῦ· διὸ σὲ μακαρίζομεν ἀεί, καὶ δοξάζομεν πιστῶς, αἱ γενεαὶ τῶν γενεῶν, εἰς τοὺς αἰῶνας. Ἀμήν.