Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ τροπαιοφόρου.



ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ
Ἦχος α΄
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἀληθείας τὸ ἔαρ, λαμπρῶς ἐφέστηκε, καὶ νεουργεῖ τὴν κτίσιν, εὐσεβεῖ ἐπιγνώσει, Χριστοῦ τοῦ ζωοδότου· ὅθεν σαφῶς, φωτισθεὶς τὴν διάνοιαν, ὁ ἀθλητὴς τοῦ Κυρίου, τὴν τῶν ἐχθρῶν, κατεπάτησεν ἀπόνοιαν.
Στιχηρὰ
Ἦχος α΄
Τῆς ἀληθείας τὸ ἔαρ, λαμπρῶς ἐφέστηκε, καὶ νεουργεῖ τὴν κτίσιν, εὐσεβεῖ ἐπιγνώσει, Χριστοῦ τοῦ ζωοδότου· ὅθεν σαφῶς, φωτισθεὶς τὴν διάνοιαν, ὁ ἀθλητὴς τοῦ Κυρίου, τὴν τῶν ἐχθρῶν, κατεπάτησεν ἀπόνοιαν.
Ἦχος α΄
Τῷ Βασιλεῖ τῶν αἰώνων, σὺ ἐστρατεύσω σοφέ, καὶ παρατάξεις πάσας, καθελὼν τῶν ἀνόμων, Γεώργιε τρισμάκαρ, στερρὸς ἀθλητής, ἀνεδείχθης τῇ χάριτι, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ θαυματουργέ· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
Ἦχος α΄
Ῥεῖθρα ἰάσεων νέμεις, τοῖς σοὶ προστρέχουσι, Γεώργιε τρισμάκαρ, καὶ ψυχῶν καὶ σωμάτων, ἀρωγὸς σὺ ὑπάρχεις, τοῖς πίστει θερμῇ, προσιοῦσι τῇ σκέπῃ σου, ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, Ἀθλοφόρων ἐγκαλλώπισμα.
Καὶ νῦν...
Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.
Ἦχος β’
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Εὖγε τῆς ὑπὲρ νοῦν, χαρᾶς ἧς ἠξιώθης, Γεώργιε τρισμάκαρ, παρὰ Χριστοῦ τοῦ Κτίστου, ὡς Μάρτυς ἀπαράγραπτος.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἦχος β’
Χαίροις τῶν Ἀθλητῶν, ὁ μέγας ταξιάρχης, καὶ τῶν πιστῶν ἁπάντων, προσφύγιον καὶ τεῖχος, καλλίνικε Γεώργιε.
Στίχ. τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.
Ἦχος β’
Λύτρωσαι τῶν δεινῶν, τῶν νῦν παρενοχλούντων, τὴν ταπεινὴν ψυχήν μου, ὡς ἄριστος προστάτης, Μάρτυς Χριστοῦ Γεώργιε.
Θεοτοκίον
Καὶ νῦν...
Τῆς Ἑορτῆς

Ἀπολυτίκιον
Ἦχος δ'
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Μεγαλομάρτυρος
Ἦχος δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὡς γενναῖον ἐν Μάρτυσιν, ἀθλοφόρε Γεώργιε, συνελθόντες σήμερον, εὐφημοῦμέν σε, ὅτι τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς νίκης σου στέφανον, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ'
Ῥωμαλέῳ φρονήματι, πεποιθὼς ηὐτομόλησας, ὥσπερ λέων ἔνδοξε, πρὸς τὴν ἄθλησιν, ὑπερορῶν μὲν τοῦ σώματος, ὡς φθείρεσθαι μέλλοντος, τῆς ἀφθάρτου δὲ ψυχῆς, σοφῶς ἐπιμελούμενος, καὶ κολάσεων, πολυτρόποις ἰδέαις ἐπυρώθης, ὡς χρυσὸς κεκαθαρμένος, ἑπταπλασίως Γεώργιε.
Ἦχος δ'
Τῷ Σωτῆρι συνέπαθες, καὶ θανάτῳ τὸν θάνατον, ἑκουσίως ἔνδοξε μιμησάμενος, συμβασιλεύεις λαμπρότατα, πορφύραν ἐξ αἵματος, ἐνδυσάμενος φαιδράν, καὶ τῷ σκήπτρῳ τῶν ἄθλων σου, ἐγκοσμούμενος, καὶ στεφάνῳ τῆς νίκης διαπρέπων, ἀπεράντους εἰς αἰῶνας, Μεγαλομάρτυς Γεώργιε.
Ἦχος δ'
Τῷ τῆς πίστεως θώρακι, καὶ ἀσπίδι τῆς χάριτος, καὶ Σταυροῦ τῷ δόρατι, συμφραξάμενος, τοῖς ἐναντίοις ἀνάλωτος, ἐγένου Γεώργιε, καὶ ὡς θεῖος ἀριστεύς, τῶν δαιμόνων τὰς φάλαγγας, τροπωσάμενος, σὺν Ἀγγέλοις χορεύεις, τοὺς πιστοὺς δέ, περιέπων ἁγιάζεις, καὶ διασῴζεις καλούμενος.
Ἦχος δ'
Ὡς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα, ἐν τῷ στερεώματι, σὲ γινώσκομεν. Ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν, ὡς γενναῖον ἐν Μάρτυσιν, ὡς ὑπέρμαχον, τῶν πιστῶν ἐν κινδύνοις εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, τροπαιοφόρε Γεώργιε.
Ἦχος δ'
Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντα, ἐν νυκτὶ καθεύδοντα, περιφρούρησον, ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τὸν σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ' ὤμων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς Ὀρθοδόξου Πίστεως κλῆμα κατεφύτευσας· ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς, καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α' Ἀνατολίου

Ὁ λαμπρὸς ἀριστεὺς Γεώργιος, ἐν τῇ ἐνδόξῳ ἀθλήσει αὐτοῦ, τὰς ἄνω Δυνάμεις εὐφραίνει, καὶ σὺν αὐταῖς ἀγαλλόμενος νῦν, ἐπίγειον τοῖς πιστοῖς πανήγυριν ἤγειρε, καὶ συνεορτάζειν ἡμῖν τοῖς δι' αὐτὸν ἠθροισμένοις, ὡς Χριστοῦ δοῦλος παραγέγονε. Διόπερ αὐτὸν ἀξίως τιμήσωμεν, ἀπαύστως πρεσβεύοντα τῷ τῶν ὅλων Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς
Ἀριστείαις ἄθλων γεωργῶν τὰ κρείττονα, τοὺς πόνους τῶν καρπῶν σου, τῷ Χριστῷ προσήνεγκας, παμμακάριστε Μάρτυς Γεώργιε, πίστει πόθον ἐνστησάμενος, ἐλπίδι φόβον ἀπωσάμενος, ἀγάπῃ ἐκτήσω τὰ οὐράνια πανεύφημε. Παρρησίαν οὖν ἔχων, εὐπροσδέκτοις δεήσεσιν, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, ἱλασμόν τε ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς
Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου· Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς· τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει· Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτὸς σε δοξάζει μακάριε.
Ἦχος δ'
Δεῦτε φιλομάρτυρες, ᾀσματικὴν ὑμνῳδίαν, τῷ ἀναστάντι ἐκ τάφου Χριστῷ προσάξωμεν. Σήμερον γὰρ ἔαρ νοητὸν ἀνέτειλεν ἡμῖν, περκάζον ἄνθη τὰ λογικά, ἡ παγκόσμιος μνήμη Γεωργίου τοῦ σοφοῦ Μεγαλομάρτυρος, οὗ τινος τὰ στίγματα ἀνανεοῦντες, κομιζόμεθα ἰαμάτων πηγάς. Αὐτὸν καὶ νῦν ἱκετεύσωμεν, τοῦ πρεσβεύειν ἀπαύστως τῷ Σωτῆρι Χριστῷ, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς Ἀνατολίου
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν, ὅτι ἐν ξύλῳ ὑψωθείς, καὶ ἐν τάφῳ κατελθών, τὸν ᾍδην ἐσκύλευσε, καὶ νεκροὺς συνήγειρε, βοῶντας αὐτῷ· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῷ ἀναστάντι.
Ὁ αὐτὸς
Στέφανον δόξης ἐπὶ κεφαλῆς σου ἀνεδήσω, στεφανηφόρε Γεώργιε· τὸν γὰρ ἀόρατον ἐχθρόν, ὡς ὁ Παῦλος ἐκβοᾷ, ὁρῶν ἐκαρτέρησας, νικητὴς γενόμενος τῆς πλάνης αὐτοῦ. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῷ ἀναστάντι.
Ὁ αὐτὸς
ᾎσμα ᾀσμάτων χορεύοντες ἅμα, προσενέγκωμεν τῷ Χριστῷ φιλομάρτυρες, ὅτι τὸν τύραννον ἐχθρόν, ὁ γενναῖος Ἀθλητής, πτερνίσας κατέβαλε· διὸ πάντες ᾄσωμεν ἀπαύστοις φωναῖς· Δόξα Σῶτερ τῇ φρικτῇ σου ἀναστάσει, δι' ἧς ἔσωσας τὸν κόσμον.
Δόξα... Ἦχος β'
Ἰωάννου Μοναχοῦ

Νευέτω δίκαια, ἔφησεν ὁ Σολομών, τοῖς βροτοῖς τὰ βλέφαρα· ἐλεηθήσεται γὰρ παρὰ Χριστοῦ τοῦ Θεοῦ ὁ βλέπων λεῖα, προηγόρευσεν. Εὐμαρῶς δὲ ταῦτα ἐνωτισθείς, ὦ πολύτλα Γεώργιε, τοῦ Δεσπότου ταῖς διδαχαῖς ἠκολούθησας, καὶ ἀνόμοις ἐκδοθεὶς ἐκαρτέρησας, τῆς πλάνης τὰ ὄργια καταπτύσας ὡς βέβηλα· τὸ σῶμα γὰρ ὃ παρέδωκας, ὑπὲρ ἀγάπης τοῦ πλάσαντος, ὅλον μεληδὸν κατετέμνετο· καὶ ὁ Βελίαρ μᾶλλον, ὅλος αἰσχυνθεὶς ἐτιτρώσκετο, στεφηφόρον σε ὁρῶν ἀκμαιότατον. Ὅθεν ἐν αὐλαῖς οἰκῶν τοῦ Κυρίου σου, σὺν ταῖς ἄνω Δυνάμεσι, πρέσβευε ἀθλοφόρε Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθεὶς
ΤΟ ΑΚΟΥΤΕ
Ἀνευφημοῦσι λαοὶ ψαλμοῖς καὶ ὕμνοις, σοῦ τὴν παναοίδιμον, μνήμην Γεώργιε· ὡς εὐπρεπὴς γὰρ ἐξέλαμψε, καὶ φωτοφόρος, πεποικιλμένῃ δόξῃ καὶ χάριτι· ὅθεν καὶ σκιρτῶσι νῦν, Ἀγγέλων τάγματα· ἐπικροτοῦσι δὲ Μάρτυρες, σὺν Ἀποστόλοις, τῶν σῶν ἀγώνων Μάρτυς τὰ ἔπαθλα, καὶ ἀνυμνοῦσι, τὸν δοξάσαντα, σὲ Σωτῆρα Χριστόν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἐνδεδυμένος Χριστοῦ τὴν πανοπλίαν, εὑρέθης Γεώργιε, τοῖς μὴ ζητοῦσί σε, ὑπὲρ Χριστοῦ πυρπολούμενος, καὶ μυκτηρίζων, θεῶν ματαίων πλάνην ψυχόλεθρον, τότε καί, στρατεύομαι, τῷ Βασιλεῖ μου Χριστῷ, τοῖς παρανόμοις ἐκραύγαζες· οὐδὲ γὰρ θῆρες, οὐδὲ τροχοί, οὐ πῦρ, οὐδὲ μάχαιρα, ἐμὲ χωρίσαι κατισχύσουσι, τῆς ἀγάπης Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Καταφρονήσας ὀργάνων πολυμόρφων, ποικίλων βασάνων τε, καὶ καταπέλτου φρικτοῦ, στεφανηφόρε Γεώργιε, τῆς εὐσεβείας, μαρτυρικῶς τὸν δρόμον τετέλεκας· ὅθεν τὴν ὑπέρλαμπρον, μνήμην σου ἄνθεσιν, ᾀσματικοῖς περιστέφομεν, καὶ τὰ σεπτά σου, περιπτυσσόμεθα πίστει λείψανα· ἀλλ' ὡς τῷ θρόνῳ παριστάμενος, λαμπροφόρος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος δ'
Τοῦ Στουδίτου
Τὸν νοερὸν ἀδάμαντα, τῆς καρτερίας ἀδελφοί, πνευματικῶς εὐφημήσωμεν, Γεώργιον τὸν ἀοίδιμον Μάρτυρα, ὃν ὑπὲρ Χριστοῦ πυρούμενον, ἐχάλκευσαν κίνδυνοι, καὶ ἐστόμωσαν βάσανοι, καὶ ποικίλαι κολάσεις ἀνήλωσαν, σῶμα τὸ φύσει φθειρόμενον· ἐνίκα γὰρ ὁ πόθος τὴν φύσιν, διὰ θανάτου πείθων τὸν ἐραστήν, διαβῆναι πρός τὸν ποθούμενον, Χριστὸν τὸν Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος δ'
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Ἀνέτειλεν ἰδού, τὸ τῆς χάριτος ἔαρ, ἐπέλαμψε Χριστοῦ, ἡ Ἀνάστασις πᾶσι, καὶ ταύτῃ συνεκλάμπει νῦν, Γεωργίου τοῦ Μάρτυρος, ἡ πανέορτος, καὶ φωτοφόρος ἡμέρα, δεῦτε ἅπαντες, λαμπροφοροῦντες ἐνθέως, φαιδρῶς ἑορτάσωμεν.
Καὶ τῆς Ἑορτῆς

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Θείας πίστεως
Πόθῳ ζέοντι, τῷ τοῦ Δεσπότου, πυρπολούμενος, ἀνδρειοφρόνως, τὰ τῆς πλάνης ταμεῖα κατέβαλες, καὶ ἐν σταδίῳ Χριστὸν ὡμολόγησας, τροπαιοφόρε παμμάκαρ Γεώργιε, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ τῆς Ἑορτῆς

Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Γεωργήσας ἐμμελῶς, σπόρον τῶν θείων ἐντολῶν, διεσκόρπισας πτωχοῖς, πάντα τὸν πλοῦτον εὐσεβῶς, ἀντικτησάμενος ἔνδοξε Χριστοῦ τὴν δόξαν· ὅθεν πεποιθώς, πρός ἀγῶνας χωρεῖς, καὶ πόνους τοὺς μακρούς, Μάρτυς Γεώργιε, καὶ κοινωνὸς γενόμενος τοῦ πάθους, τοῦ ἀπαθοῦς καὶ ἐγέρσεως, τῆς βασιλείας, αὐτοῦ μετέσχες, ὑπέρ ἡμῶν νῦν δεόμενος.
Καὶ τῆς Ἑορτῆς

Προκείμενον Ἦχος δ'
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Δόξα... Ἦχος β'
Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Ἦχος πλ. β'
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Γεώργιε βοᾷ σοι· θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Κανών α', ᾨδὴ α', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς
«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανών α', ᾨδὴ α', τοῦ Μεγαλομάρτυρος
Ἦχος α'
Ἀναστάσεως ἡμέρα
Ὑπὲρ ἥλιον ἐξήστραψεν ἡ μνήμη σου νῦν, Μάρτυς Χριστοῦ ὁπλῖτα· τὰς γὰρ ἀκτῖνας παμφαεῖς, τῶν θαυμάτων τὰς αὐγάς, εἰς πᾶσαν τὴν γῆν, λαμπρῶς ἐξεδίσκευσε, φωτοφόρε Γεώργιε.

Μονομάχε μυριόνικε Χριστοῦ Ἀθλητά, δὸς μοι τοὺς ἄθλους μέλψαι, καὶ ἀγωνίσματα τὰ σά, ἅπερ ἔτλης ἀνδρικῶς, τῷ πόθῳ Χριστοῦ, σοφὲ ἐκπυρούμενος, ᾧ καὶ ἔζης γηθόμενος.

Νέος ὤφθης ἐν πολέμοις ἱκανὸς τῇ χειρί, ἄλλος Δαυῒδ ἀνδρεῖος· ὡς γὰρ αὐτὸς τὸν Γολιάθ, τὸν ἀντίπαλον καὶ σύ, νικᾷς καθελών, βολαῖς ταῖς τῶν λόγων σου, στεφανῖτα Γεώργιε.
Θεοτοκίον
Ὡς ἀνέκφραστος ὡραῖος, φρικαλαῖος ὁ σός, ξένος ὁ τόκος Κόρη· ὡς ὑπομάζιον καὶ γάρ, τὸν παντέλειον Θεόν, θηλάζεις σαρκί, παράδοξον ἄκουσμα, βρεφοτρόφε Μητράνανδρε.

Κανών β', ᾨδὴ α', Ἕτερος τοῦ Μεγαλομάρτυρος
Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε
Θερμοτάτῃ πίστει καὶ στοργῇ, τοὺς προσκαλουμένους σε, Μάρτυς Χριστοῦ στεφηφόρε Γεώργιε, παρεστὼς ὁλόφωτος, σεπτῷ βήματι, τοῦ τῶν ὅλων δεσπόζοντος, σοῦ ταῖς ἱκεσίαις, καὶ ταῖς προστασίαις διαφύλαξον.

Εὐγενὲς γεώργιον Θεοῦ, γέγονας Γεώργιε, μαρτυρικαῖς γεωργούμενον πράξεσι, καὶ ὡς πλοῦτον ἔμψυχον, οὐρανίοις σε, θησαυροῖς ἐναπέθετο, ὁ ἀγωνοθέτης, ὡς διαφερόντως ἀριστεύσαντα.

Ῥωμαλέως καὶ καρτερικῶς, ὥρμησας αὐτόκλητος, πρὸς τοὺς ἀγῶνας παμμάκαρ Γεώργιε, καὶ καταστρεψάμενος, τὴν ἀτίθασον τῶν τυράννων παράταξιν, πρέσβυς ὑπὲρ πάντων, τῶν προσκαλουμένων σε γεγένησαι.

Μακαρίας ἔνδοξε ζωῆς, νῦν ἐπιλαβόμενος, τῆς ἐν Χριστῷ κρυπτομένης Γεώργιε, ὑπὲρ ἧς ἠγώνισαι, μέχρις αἵματος, τοὺς ἐν πίστει ὑμνοῦντάς σε, αἴτησαι σωθῆναι, πάσης ἀθλοφόρε περιστάσεως.
Θεοτοκίον
Οὐρανὸς ἐγένου λογικός, Λόγον τὸν οὐράνιον, τῇ σῇ γαστρὶ Θεομῆτορ χωρήσασα, δι' οὗ πάντα γέγονεν, οὐρανός τε καὶ γῆ, καὶ τὰ τούτων ἐπέκεινα· ὅθεν παρρησίᾳ, πρέσβευε σωθῆναι τοὺς ὑμνοῦντάς σε.
Καταβασία, Ἦχος α'
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Κανών α', ᾨδὴ γ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς
«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Κανών α', ᾨδὴ γ', τοῦ Μεγαλομάρτυρος
Ἦχος α'
Δεῦτε πόμα πίωμεν καινὸν
Σύνδρομος ἐξέλαμψεν ἡμῖν, ἡ πανένδοξος μνήμη ἡ τοῦ θεράποντος, τῇ Ἀναστάσει Χριστοῦ, ἐν ᾗ συνελθόντες οἱ πιστοί, φαιδρῶς ἑορτάσωμεν.

Εὐφράνθητε γῆ καὶ οὐρανοί, τά τε ὄρη καὶ πάντες βουνοὶ σκιρτήσατε· ῥεῖθρα θαυμάτων καὶ γάρ, ὑψόθεν ἡμῖν ὀμβροβλυτεῖ, ὁ Μάρτυς Γεώργιος.

Γῆ πᾶσα καὶ βρότειος φυλή, οὐρανός τε συγχαίρει, στρατὸς Ἀγγέλων τε· ὁ πρωτοστράτηγος γάρ, Χριστοῦ νῦν Γεώργιος ἐκ γῆς, βαίνει πρὸς οὐράνια.
Θεοτοκίον
Εὐφράνθητι, τέρπνου Μαριάμ· εἰ καὶ χθὲς ὡς ῥομφαία γὰρ τὴν καρδίαν σου, ὁ τοῦ Υἱοῦ σου Σταυρὸς διῆλθεν, ἀλλ' οὖν ὡς ἐκ παστοῦ, τοῦ τάφου ἀνέτειλεν.

Κανών β', ᾨδὴ γ', Ἕτερος τοῦ Μεγαλομάρτυρος
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος
Στεφάνῳ τῆς ἀθλήσεως, διαλάμπων Ἔνδοξε, τοὺς εὐσεβῶς καλοῦντάς σε, λιτανεύων τῷ λυτρωτῇ καὶ Θεῷ, ἀπὸ πάσης ἀνάγκης μάκαρ λύτρωσαι.

Πλουσίαις φωτιζόμενος, λαμπηδόσι Πάνσοφε, τὴν ζοφερὰν ἀπέλασον, ἀθυμίαν καὶ τὴν ἀχλὺν τῶν παθῶν, ἀφ' ἡμῶν τῶν ἐν πίστει εὐφημούντων σε.

Ἐλπίδι στηριζόμενος, καὶ ἀγάπῃ πίστει τε, περιφραχθεὶς Γεώργιε, καὶ δυνάμει Χριστοῦ ῥωννύμενος, τῶν εἰδώλων τὴν πλάνην καταβέβληκας.
Θεοτοκίον
Φωτίζοντα τὰ πέρατα, Παναγία τέτοκας, μετὰ σαρκὸς τὸν ἄσαρκον, καὶ πρὸ πάντων Πατρὶ συνάναρχον, Θεοτόκον· διὸ σε πίστει σέβομεν.
Καταβασία, Ἦχος α'
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν, ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τοῦ ἐχθροῦ τὰ φρυάγματα· τῷ γὰρ θείῳ ζήλῳ, τὸν νοῦν πυρπολούμενος, τῶν τυράννων ἔσβεσας, τὸ ἄθεον φρύαγμα· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν βασάνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, ἀθλοφόρε Γεώργιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Τὸν ἐπίγειον πλοῦτον τὸν ἐπὶ γῆς, διανέμων τοῖς πᾶσι Μάρτυς σοφέ, πλοῦτον τὸν οὐράνιον, ἐκληρώσω τοῖς πόνοις σου· τὸν γὰρ Σταυρὸν τόν, Ἄχραντον, ἐν σοὶ τεθωράκισαι, καὶ ἐν τούτῳ ᾔσχυνας, τυράννων τὸ φρύαγμα· ὅθεν τῇ πρεσβεία, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα, ἀθλοφόρε Γεώργιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Τῆς Ἑορτῆς

Κανών α', ᾨδὴ δ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς
«Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Κανών α', ᾨδὴ δ', τοῦ Μεγαλομάρτυρος
Ἦχος α'
Ἐπὶ τῆς θείας φυλακῆς
Ὡς ὑπερήλασε τὴν πρίν, Νότου βασίλισσαν σοφέ, νῦν ἡ βασιλίς, Ἀλεξάνδρα· εἰς τὴν σὴν γὰρ σύνεσιν, ἐκθαμβηθεῖσα ἔδραμεν· ὅθεν σοι συμπαρίστασαι Μάρτυς, ἐκ δεξιῶν τοῦ Θεοῦ ὥσπερ βασίλισσα.

Ῥημάτων σου οὐκ ἐνεγκών, τοὺς ἐλεγμοὺς ὁ δυσσεβής, τύπτεσθαι κελεύει τὸ στόμα, φεῦ! τὸ σὸν Γεώργιε, τὸ δὲ καίτοι κρουόμενον, κύμβαλον ὡς ἀντήχει, κραυγάζον· Μόνος Θεὸς ἀψευδής, ὁ Χριστὸς ἐστιν.

Γνήσιε φίλε τοῦ Χριστοῦ, πρωταθλητάρχα τε αὐτοῦ, πάμφωτε λαμπτὴρ οἰκουμένης, ἀστὴρ φαεινότατε, λυχνία τιμαλφέστατε, ἄγρυπνε τῶν τιμώντων σε φύλαξ, φύλαττε ἡμᾶς, Μάρτυς Γεώργιε.
Θεοτοκίον
Ἰδοὺ καὶ τέτοκας Ἁγνή, καὶ παρθενεύεις ἐν ταυτῷ, θαῦμα πολυθαύμαστον ὄντως, φοβερὸν ξενήκουστον! Θεὸν γὰρ τὸν παντάνακτα, φέρουσα σαῖς ἀγκάλαις θηλάζεις, τὸν τροφοδότην Χριστὸν Κόρη νήπιον.

Κανών β', ᾨδὴ δ', Ἕτερος τοῦ Μεγαλομάρτυρος
Ἦχος β'
Ἐλήλυθας ἐκ Παρθένου
Ὑμνοῦμέν σου, τοὺς ἀγῶνας Παμμάκαρ Γεώργιε, δι' ὧν καταβέβληκας, τὰ τῶν εἰδώλων σεβάσματα· πᾶσαν δὲ κατήργησας, την τῶν δαιμόνων ἀπάτην παναοίδιμε.

Κατεύνασον, πειρασμῶν καὶ κινδύνων τὸν τάραχον, καὶ πᾶσαν ἐπήρειαν, τὴν τῶν δαιμόνων ἀπέλασον, ἀπὸ τῶν ὑμνούντων σε, ὡς τοῦ Χριστοῦ στρατιώτης Ἀξιάγαστε.

Ἀνέτειλας, ὡς ἀστὴρ ἑωσφόρος Γεώργιε, ψυχῆς γενναιότητι, καὶ στηριγμῷ τῷ τῆς πίστεως, πλάνης τὴν σκοτόμαιναν, ἀποδιώκων καὶ σῴζων τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον
Σωτηρίαν, οὐσιώδη Παρθένε γεγέννηκας, πλουσίᾳ χρηστότητι, καὶ φυσικῇ ἀγαθότητι, σῴζουσαν τὸν ἄνθρωπον, καὶ τὴν φθαρεῖσαν, εἰκόνα ἀναπλάττουσαν.
Καταβασία, Ἦχος α'
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Κανών α', ᾨδὴ ε', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς
«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Κανών α', ᾨδὴ ε', τοῦ Μεγαλομάρτυρος
Ἦχος α'
Ὀρθρίσωμεν ὄρθρου βαθέος
Ἑόρτιον κρότει σκιρτῶσα ἡ Ἐκκλησία, τὴν σεπτὴν Ἀνάστασιν τοῦ Σωτῆρος, καὶ τὴν νῦν μετάθεσιν τοῦ Ἀθλοφόρου ψάλλουσα· δύο τὰ καλὰ γὰρ συνέδραμον.

Δοξάζει σου τέρας τὸ ξένον θαυματοβρύτα, ὁ καλὸς Γλυκέριος, τὸν βοῦν οὗ περ θαυμαστῶς ἐζώωσας· αὐτὸν δὲ τῷ Κυρίῳ σου, ζῶσαν θυσίαν προσήνεγκας.

Αἰνέσεως ὅπως τὴν δόξαν τὴν σὴν ὑμνήσω, πλήρωσον τὸ στόμα μου χαριτώσας, καὶ τὸν νοῦν Γεώργιε· καὶ γὰρ ἀγαλλιάσεται, ὅταν σοι ψάλλῃ τὸ πνεῦμά μου.
Θεοτοκίον
Ὑπέραγνε, πῶς ὑπὲρ λόγον γαλακτοτρόφος, καὶ Παρθένος πέφυκας; ἀπορῶ σου, τὸ φρικτὸν μυστήριον! Τιμῶν λοιπὸν τὸν τόκον σου, σὲ προσκυνῶ Παναγία μου.

Κανών β', ᾨδὴ ε', Ἕτερος τοῦ Μεγαλομάρτυρος
Ἦχος β'
Ὁ φωτισμὸς
Μαρτυρικήν, παρρησίαν ὡς ἔχων πρὸς τὸν Δεσπότην, αἴτησαι προθύμως τὴν σωτηρίαν, τοῖς σὲ ὑμνοῦσι, ψυχικῶν νοσημάτων, ἀπαλλάττων ταῖς σαῖς δεήσεσι, Μάρτυς ἀθλοφόρε, παμμάκαρ Γεώργιε.

Ἀγγελικαῖς, συγχορεύων ὡς Μάρτυς χοροστασίαις, καὶ τῆς ἀθανάτου καὶ μακαρίας, Στεφανηφόρε, ἐμφορούμενος δόξης, τοὺς τῇ σκέπῃ τῇ σῇ προστρέχοντας, πάσης τρικυμίας, καὶ ζάλης ἐξάρπασον.

Ῥῦσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης ὡς ἐλεήμων, τὸν τῆς ἁμαρτίας καὶ τῶν κινδύνων, ἐξαφανίζων, πολυποίκιλον κλόνον, Γεωργίου τοῦ σοῦ θεράποντος, τὰς ἱκετηρίας, Χριστὲ προσδεχόμενος.
Θεοτοκίον
Τὴν ὀφειλήν, τῆς προμήτορος Εὔας σὺ Θεομῆτορ, ἀπέτισας σάρκα ἠμφιεσμένον, ἐκ σοῦ τεκοῦσα, τὸν Σωτῆρα τοῦ κόσμου· ὅθεν πάντες σε μακαρίζομεν, κεχαριτωμένη Παρθένε πανάμωμε.
Καταβασία, Ἦχος α'
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ , καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Κανών α', ᾨδὴ ς', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς
«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Κανών α', ᾨδὴ ς', τοῦ Μεγαλομάρτυρος
Ἦχος α'
Κατῆλθες ἐν τοῖς κατωτάτοις
Ἰδοὺ σοι καὶ μία τερπνὴ χελιδών, θεοσύλλεκτε λαέ, τὴν τοῦ ἔαρος χάριν, ἀναπληροῖ θαυμαστῶς, ὁ Γεώργιος, καὶ συγχάρητε λοιπόν, τῇ χαρᾷ τούτου πάντες.

Δριμείας βασάνους δεινῶν ἐνεγκών, ὡς τρυφὰς ταύτας ἡγοῦ, ὑπομένων Κυρίῳ, καὶ ψάλλων Ἔνδοξε· ἡ φωνὴ δέ σου, τῆς βροντῆς ἐν τῷ τροχῷ, τῶν εὐχῶν ἐξηχεῖτο.

Εὐφραίνου καὶ σκίρτα χορὸς Ἀθλητῶν, πανηγύρεως τῆς νῦν, εὑρηκότες ἐξάρχοντα τὸν Γεώργιον, καὶ ἀγάλλεσθε, σὺν αὐτῷ Δαυϊτικῶς· ἡμέρα γὰρ Κυρίου.
Θεοτοκίον
Καὶ τίκτεις, καὶ πάλιν ἁγνεύεις ὡς πρίν, φοβερὸς ὁ τοκετός, μητρανύμφευτε Κόρη, καὶ ἀνεκλάλητος, τὸν ὑπέρχρονον, βρεφωθέντα καθ' ἡμᾶς, ὑπὲρ ἔννοιαν τίκτεις.

Κανών β', ᾨδὴ ς', Ἕτερος τοῦ Μεγαλομάρτυρος
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων
Ὑπὲρ φύσιν καὶ λόγον καὶ ἔννοιαν, τὰ τῆς ἀριστείας σου ἀνδραγαθήματα, διηνεκῶς ᾀδόμενα, παμμακάριστε Μάρτυς Γεώργιε.

Στρατιᾶς οὐρανίου συνόμιλος, μάκαρ γεγονώς, καὶ τὴν θείαν ἐμφάνειαν, ὡς ἐφικτὸν θεώμενος, τοὺς τιμῶντάς σε πίστει διάσωσον.

Ὁλοτρόπως Θεῷ ἀνακείμενος, καὶ τὰς ἀστραπὰς τῶν θαυμάτων δεχόμενος, τὰς δωρεὰς τοῖς χρῄζουσι, διανέμεις παμμάκαρ Γεώργιε.
Θεοτοκίον
Νῦν πρὸς σὲ καταφεύγω Πανάχραντε· Σῶσόν με πρεσβείαις σου, καὶ διαφύλαξον· ὅσα γὰρ θέλεις δύνασαι, οἷα Μήτηρ τοῦ πάντα ἰσχύοντος.
Καταβασία, Ἦχος α'
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Κοντάκιον
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Γεωργηθεὶς ὑπὸ Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργὸς τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ· σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις· ἀθλήσας δὲ δι' αἵματος, τὸν Χριστὸν ἐκομίσω, καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις πταισμάτων συγχώρησιν.
Ὁ Οἶκος
Τὸν ὑπὲρ κόσμου τῆς ζωῆς τὴν ψυχὴν αὐτοῦ θέντα, Χριστὸν τὸν Βασιλέα, ποθῶν ὁ στρατιώτης, ὁ μέγας Γεώργιος, σπεύδει θανεῖν ὑπὲρ αὐτοῦ· ζῆλον γὰρ θεῖον ἐν καρδίᾳ ἐσχηκώς, αὐτὸς ἑαυτὸν προσήγαγε. Τοῦτον οὖν καὶ ἡμεῖς ἀνυμνήσωμεν πίστει, ὡς θερμὸν προστάτην ἡμῶν, ὡς ἔνδοξον ὄντα Χριστοῦ δοῦλον, μιμούμενον σαφῶς τὸν ἴδιον Δεσπότην, καὶ αἰτοῦντα αὐτόν, πᾶσι παρέχειν πταισμάτων συγχώρησιν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΓ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου.
Στίχοι
Ἐχθροὺς ὁ τέμνων Γεώργιος ἐν μάχαις,
Ἑκὼν παρ' ἐχθρῶν τέμνεται διὰ ξίφους.
Ἦρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλερίου.
Στίχοι
Θείαν κεφαλὴν ἦρεν Οὐαλερίου
Κακὴ κεφαλὴ δήμιος διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνατολίου καὶ Πρωτολέοντος, Στρατηλατῶν.
Στίχοι
Δύσας Ἀνατόλιος ἐκτομῇ κάρας,
Ἑῷον εἶδε φῶς νοητὸν Κυρίου.

Ὁ χριστομάρτυς τέμνεται Πρωτολέων,
Χριστῷ πεποιθώς, ὥσπερ ἀλκαίᾳ λέων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθανασίου τοῦ ἀπὸ Μάγων.
Στίχοι
Ἀθανάσιος φαρμακὸς τομὴν κάρας
Ψυχῆς νοσούσης εὗρε φάρμακον ξένον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου τοῦ γεωργοῦ.
Στίχοι
Λαιμὸν σὸν ὡς γῆν, ὡς ὕννιν δὲ τὴν σπάθην.
Γεωργὲ Γλυκέριε, προσφόρως κρίνω.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δονᾶτος καὶ Θερινὸς ξίφει τελειοῦνται.
Στίχοι
Ξίφει, Θερινέ, συνθερισθεὶς Δονάτῳ,
Ἄμφω Θεοῦ γίνεσθε δράγματα ξένα.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

Κανών α', ᾨδὴ ζ', τοῦ Μεγαλομάρτυρος
Ἦχος α'
Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος
Ποθῶ σου ἐξυμνεῖν τὰ θαυμάσια, καὶ πάλιν συστέλλομαι· ὅταν γὰρ αὐτὰ ἐξαριθμῆσαι βουληθῶ, ὑπὲρ ἄμμον εὑρίσκονται πληθυνόμενα, καὶ δέξαι μου τὸ λοιπὸν Ἀθλητά, τὸ βραχὺ τοῦτο ἐφύμνιον.

Οὐκ ἔστιν οὐδὲ γῆ οὐδὲ θάλασσα, οὐ πόλις οὐκ ἔρημος, ἔνθα ἀληθῶς, τῶν σῶν θαυμάτων οἱ κρουνοί, πελαγίζοντες Μάρτυς οὐχ ὑπερβλύζουσι· τὸ σὸν γὰρ θαυμαστόν, ἐν πάσῃ τῇ γῇ ᾄδεται ὄνομα.

Θαμβεῖταί σου στρατάρχα τὴν ἄθλησιν, Ἀγγέλων τὸ στράτευμα, σὲ δ' ὁ τῶν Ἀγγέλων Βασιλεὺς καταπλαγείς, ἐπεθύμησε Μάρτυς τοῦ κάλλους σου· διὸ περ καὶ σὺν αὐτῷ βασιλεύειν ἀεὶ σε κατηξίωσε.
Θεοτοκίον
Ὁλόφωτε σκηνὴ θεοδόμητε, λυχνία κατάχρυσε, στάμνε κιβωτέ, θεοκατοίκητε ναέ, ξενοβλάστητε ῥάβδε, Μητράναδρε, τοὺς σοὺς ἱκέτας ἡμᾶς, πολυώνυμε Κόρη διαφύλαττε.

Κανών β', ᾨδὴ ζ', Ἕτερος τοῦ Μεγαλομάρτυρος
Ἦχος β'
Ἀντίθεον πρόσταγμα
Τὸν σὸν ἐκμιμούμενος Μάρτυς Δεσπότην, ἑκὼν ηὐτομόλησας, πρὸς τοὺς ἀγῶνας Ἔνδοξε, καὶ νίκην ἀράμενος, τῆς Ἐκκλησίας Χριστοῦ, φύλαξ ἐχρημάτισας, αὐτήν, ἀεὶ φυλάττων ταῖς προστασίαις σου.

Ὡς Μάρτυς ἀήττητος, ὡς ἀθλοφόρος, ὡς ἀκαταγώνιστος τῆς πίστεως ὑπέρμαχος, νῦν πύργος ἀκράδαντος, τοῖς εὐφημοῦσί σε, πάνσοφε Γεώργιε γενοῦ, περιτειχίζων ταῖς ἱκεσίαις σου.

Σοφῶς ἐγεώργησας τὸν θεῖον σπόρον, καὶ τοῦτον ἐπλήθυνας, αἱμάτων σου τοῖς ῥεύμασιν, ἀρδεύων μακάριε, καὶ τῇ τῶν πόνων σπουδῇ, καὶ τοῖς ἐπαλλήλοις αἰκισμοῖς, δι' ὧν τυράννων τὸ θράσος ἔσβεσας.
Θεοτοκίον
Παρθένος διέμεινας καὶ μετὰ τόκον· Θεὸν γὰρ ἐγέννησας, τὸν πάντας διατρέφοντα δι' ἄφαντον ἔλεος, καὶ εὐσπλαγχνίαν πολλήν, ἄνθρωπον γενόμενον Ἁγνή, ὃν νῦν δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Καταβασία, Ἦχος α'
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Κανών α', ᾨδὴ η', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς
«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η', τοῦ Μεγαλομάρτυρος
Ἦχος α'
Αὕτη ἡ κλητὴ
Ὕμνους ὡς εὐώδη, συλλέξαντες ἄνθη, ἄλλου Παραδείσου, τοῦ θεοπνεύστου Ψαλτῆρος, δεῦτε στέφος λαμπρόν, ᾀσματόπλοκον, τῷ Μάρτυρι πλέξωμεν· ἠρίστευσε γάρ, καθελὼν Σατὰν τὸ κράτος.

Δεῦρο Μελουργέ, προφητόπρωτε φράσον, ὁ δίκαιος ἐκεῖνος, ὁ ἐξανθήσας ὡς φοίνιξ, τὶς καὶ ποῖος ἐστίν; ὁ μεγάλαυχος ὑπάρχει Γεώργιος, γλυκύκαρπον ὄντως, φυτόν καρδιοτρόφον.

Ἔρχου ἐπιφάνηθι, τάχυνον φθάσον, ἡμᾶς τὴν νοσσιάν σου, ὡς ἀετὸς χρυσοπτέρυξ, περιθάλπων ἀεὶ καθυπόδεξαι, διεὶς τὰς πτέρυγάς σου· σκιὰν ὑπὸ σὴν γάρ, καλόν ἀναπεπαῦθαι.
Θεοτοκίον
Ἴδε ἣν προέφης, Προφῆτα Παρθένον, συνέλαβεν ἀσπόρως, ἡ Βασιλὶς καὶ Κυρία, καὶ ὡς Μήτηρ γεννᾷ, τὸν Παντάνακτα, πανάφθορος μείνασα, Μυστήριον ξένον, ὁ τοκετός σου Κόρη!

Κανών β', ᾨδὴ η', Ἕτερος τοῦ Μεγαλομάρτυρος
Ἦχος β'
Κάμινος ποτὲ πυρὸς
Ῥύμην τῶν δεινῶν, παθῶν τε καὶ κινδύνων, καὶ ταραχώδους περιστάσεως, καὶ νόσων συμπτώματα, καὶ δαιμόνων μηχανήματα, καὶ δυσμενῶν ὁρμήματα, παῦσον ταῖς σαῖς πρεσβείαις, στεφανηφόρε Γεώργιε.

Ὅλῳ τῷ φωτί, παμμάκαρ τῆς Τριάδος, εἰλικρινῶς καταλαμπόμενος, ὡς Μάρτυς ἀήττητος, εὐσεβείας ὡς ὑπέρμαχος, ὡς νικητὴς θεόστεπτος, σῶσον Οὐρανοφοῖτα, τούς σὲ τιμῶντας πρεσβείαις σου.

Στέφει νοητῷ, ποικίλως διαπρέπων, καὶ βασιλείας διαδήματι, καὶ σκήπτρῳ κοσμούμενος, καὶ πορφύραν περιθέμενος, σῷ φοινιχθεῖσαν αἵματι, μάκαρ συμβασιλεύεις, τῷ βασιλεῖ τῶν Δυνάμεων.
Θεοτοκίον
Τὸν ἐκ τοῦ Πατρός, ἀχρόνως γεννηθέντα, καὶ πρὸ αἰώνων ἀναλάμψαντα, τὸν πάντα ποιήσαντα, ὁρατά τε καὶ ἀόρατα, Παρθενομῆτορ τέτοκας· ὅθεν σε Θεοτόκον, πάντα τὰ ἔθνη δοξάζομεν.
Καταβασία, Ἦχος α'
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τοῦ Πάσχα
Ἦχος α'
Ὁ Εἱρμὸς
Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ἄγγελος ἐξαστράπτων ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, ὅτι Χριστὸς ἀνέστη.
῍Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Ὅτι Χριστὸς ἀνέστη τὸν θάνατον πατήσας καὶ τοὺς νεκροὺς ἐγείρας, λαοί, ἀγαλλιᾶσθε.
῍Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.
Δόξα...
Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί· Χαῖρε πύλη Κυρίου· χαῖρε πόλις ἔμψυχε· χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.
Καὶ νῦν...
Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε, εὐλογημένη· χαῖρε, δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Κανών α', ᾨδὴ θ', τοῦ Μεγαλομάρτυρος
Ἦχος α'
Φωτίζου, φωτίζου
Γλυκύτατον δρόσον, ὄρη σταλάξατε, καὶ σύ, κατ' ἐξαίρετον σκίρτα, τὸ ὄρος τὸ Ἅγιον, χόρευε νῦν, καὶ ἀγάλλου φαιδρῶς· εὗρες καὶ γάρ, κράτιστον τὸν μέγαν, Γεώργιον ὀροφύλακα.

Αἰνοῦσι αἱ σύμπασαι, νῦν πατριαὶ τῶν ἐθνῶν, εὐλογοῦσιν ὑμνοῦσι, καὶ συμφώνως κράζουσι· Χαῖρε Σωτήρ, τῶν πιστῶν ἡ χαρά, χαίροις καὶ σύ, εὖχος, Ἀθλοφόρων, Γεώργιε ὑπερθαύμαστε.

Ῥαβδίσματα, ξέσεις, καὶ τῶν βουνεύρων τοὺς δαρμούς, τὰς κρηπῖδας, τὸν λάκκον τῆς ἀσβέστου σέβομαι, τἆλλά τε ὅσα ὑπέστης ἀθλῶν, Μάρτυς Χριστοῦ, πάντα μακαρίζω, καὶ τὸν τροχὸν κατασπάζομαι.

Δημήτριε Μάρτυς, σὺν Γεωργίῳ τῷ κλεινῷ· ἀγαθοὶ γὰρ οἱ δύο, μηδαμῶς ἐλλίπητε, τόνδε τὸν χῶρον φρουροῦντες ἀεί, καὶ πειρασμῶν, ὅλας μυριάδας, μετακινοῦντες ἀμφότεροι.
Θεοτοκίον
Ἡ δόξα τὸ κάλλος, ἡ ὡραιότης τῶν πιστῶν, ἡ τρυφὴ τῶν Ἀγγέλων, κόσμου τὸ διάσωσμα, πάναγνε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, τοὺς εἰς τὴν σήν, σκέπην προσδραμόντας, συντήρησον Παναγία μου.

Κανών β', ᾨδὴ θ', Ἕτερος τοῦ Μεγαλομάρτυρος
Ἦχος β'
Ἀνάρχου Γεννήτορος
Ἀπαύστως τὸν Κύριον, ὑπὲρ ἡμῶν δυσώπησον, τῶν ὑμνούντων σε μάκαρ, ὡς Χριστομάρτυρα, ὡς νενικηκότα τυράννους, ὡς πονηρῶν, πνευμάτων διώκτην, ὡς ἄγρυπνον φύλακα, ὡς προστάτην ἀκαταίσχυντον.

Τῶν ἄθλων τὰ ἔπαθλα, πλουσίως σοι δεδώρηται, ὁ τῶν ὅλων Δεσπότης, ᾧ παριστάμενος, μετὰ παρρησίας Τρισμάκαρ, μαρτυρικῆς, καὶ μέτ' εὐφροσύνης, τοὺς προσκαλουμένους σε, περιέπων διαφύλαττε.

Ἡ γῆ σε κατέκρυψε, καὶ οὐρανὸς ἐδέξατο, καὶ ἠνοίγη σοι Πύλη, τοῦ Παραδείσου σαφῶς, ὃν περιχαρῶς Ἀθλοφόρε, χοροβατῶν, καὶ περιπολεύων, τοὺς πίστει ὑμνοῦντάς σε, σαῖς πρεσβείαις περιφρούρησον.
Θεοτοκίον
Σκηνὴ προετύπου σε, τοῦ Μαρτυρίου Πάναγνε, ἐν ᾗ πλάκες καὶ στάμνος, καὶ ἡ χρυσῆ κιβωτός· ὥσπερ γὰρ ἐκείνη ἐκεῖνα, οὕτω καὶ σύ, τὸν ἄναρχον Λόγον, ἐν γαστρὶ ἐχώρησας, Θεοτόκε σωματούμενον.
Καταβασία, Ἦχος α'
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν
Ἔαρ ἡμῖν ἐξέλαμψεν, ἡ λαμπρὰ τοῦ Δεσπότου, καὶ θεία ἐξανάστασις, πρὸς οὐράνιον Πάσχα, ἐκ γῆς ἡμᾶς παραπέμπον, ταύτῃ δὲ συνεκλάμπει, τοῦ πανενδόξου Μάρτυρος, Γεωργίου ἡ μνήμη, ἡ φωταυγής, ἣν φαιδρῶς τελέσωμεν, ἵνα θείας, ἀξιωθῶμεν χάριτος, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.

Στιχηρὰ τοῦ Μεγαλομάρτυρος
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν
Δεῦτε, τὴν πανέορτον φαιδράν, ἔνδοξον Ἀνάστασιν πάντες, πανηγυρίσαντες, πάλιν ἑορτάσωμεν, φαιδρὰν πανήγυριν, Γεωργίου τοῦ Μάρτυρος, καὶ στέψωμεν τοῦτον, ἐαρινοὶς ἄνθεσιν, ὄντα ἀήττητον, ὅπως ταῖς αὐτοῦ ἱκεσίαις, λάβωμεν τῶν θλίψεων ἅμα, καὶ πλημμελημάτων ἀπολύτρωσιν.
Ἦχος β'
Ὅλον, προσενήνοχας σαυτόν, τῷ σοὶ δεδωκότι παμμάκαρ, ζωὴν ὁλόκληρον, ὥσπερ ὁλοκάρπωσιν, ζῶσαν καὶ ἔμψυχον, καὶ θυσίαν εὐπρόσδεκτον, καὶ καθαρωτάτην· ὅθεν ἐχρημάτισας, πρέσβυς θερμότατος, ζάλης ἐξαιρούμενος πάντας, πίστει τοὺς ὑμνοῦντάς σε Μάρτυς, καὶ προσκαλουμένους σε Γεώργιε.
Ἦχος β'
Σπόρον, γεωργήσας ἐμμελῶς, τὸν καταβληθέντα τοῦ λόγου, τῇ καθαρᾷ σου ψυχῇ, τοῦτον ἐπλεόνασας, πόνοις ἀθλήσεως, καὶ σοφῶς ἀποθέμενος, ἐν ἐπουρανίαις, θήκαις τὴν ἀκήρατον, εὗρες ἀπόλαυσιν, ἧς νῦν, ἐμφορούμενος Μάκαρ, ταῖς πρὸς τὸν Θεόν σου πρεσβείαις, τοὺς πιστῶς ὑμνοῦντάς σε περίσῳζε.
Ἦχος β'
Μάρτυς, ἀθλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, σῷζε πρεσβείαις σου, πάσης περιστάσεως, ἀπολυτρούμενος, καὶ διώκων ψυχόλεθρον, δεινὴν ἀθυμίαν, χάριν δὲ καὶ ἔλεος, ἡμῖν αἰτούμενος, ὅπως, ταῖς λιταῖς σου σωθέντες, χαίροντες γεραίρωμεν πάντες, τοὺς σεπτοὺς ἀγῶνάς σου Γεώργιε.
Δοξαστικὸν
Ἦχος πλ. α'
Θεοφάνους
Ἀνέτειλε τὸ ἔαρ, δεῦτε εὐωχηθῶμεν, ἐξέλαμψεν ἡ Ἀνάστασις Χριστοῦ, δεῦτε εὐφρανθῶμεν ἡ τοῦ Ἀθλοφόρου μνήμη, τοὺς πιστοὺς φαιδρύνουσα ἀνεδείχθη· διὸ φιλέορτοι, δεῦτε μυστικῶς αὐτὴν πανηγυρίσωμεν· οὗτος γὰρ ὡς καλὸς στρατιώτης, ἠνδρίσατο κατὰ τῶν τυράννων, καὶ τούτους κατῄσχυνε, μιμητὴς γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, οὐκ ἠλέησε τὸ σκεῦος τὸ πήλινον τὸ ἑαυτοῦ, ἀλλὰ γυμνὸν ἀνεχάλκευσεν, ἐν βασάνοις αὐτὸ προσαμειβόμενος, αὐτῷ βοήσωμεν· Ἀθλοφόρε ἱκέτευε, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. α'
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.(3)

Μεγάλη Δοξολογία

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Ἀπολυτίκιον, Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Προκείμενον. Ἦχος βαρύς
Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 12:1-11
Κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων.
Ἀλληλούϊα. Ἦχος β΄
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Ἦχος πλ. α'
Μεγαλυνάριον
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου

Κοινωνικὰ
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.