Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Κατὰ πάντων Μακάριε, τῶν παθῶν ἐβασίλευσας, νόμῳ θείῳ μέγιστε, κρατυνόμενος· καὶ λογισμὸν αὐτοκράτορα, σαφῶς ποιησάμενος, καὶ γενόμενος Θεοῦ, παραστάτης ἐπάξιος, χρῖσμα ἅγιον, ὑπεδέξω, καὶ ποίμνης προηγήσω, λογικῆς Ἀρχιερέων, καὶ Ἀθλητῶν ἐγκαλλώπισμα.
Ἦχος δ'
Ὡς κριὸν ἐκ ποιμνίου σε, Βασιλεῦ παμμακάριστε, βασιλεὺς παράνομος διεχώρισε, καὶ Βασιλέα κηρύττοντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν τυθέντα ὡς ἀμνόν, καὶ βροτούς διασώσαντα, θεασάμενος, κατασφάττει ἀδίκως προξενῶν σοι, οὐρανῶν τὴν βασιλείαν, καὶ αἰωνίζουσαν εὔκλειαν.
Ἦχος δ'
Ἐφ' ὑδάτων τὰς τρίβους σου, παραδόξως πεποίησαι, Βασιλεῦ ἀοίδιμε· μετὰ τέλος γάρ, ἀπορριφείς, ὡς προέφησας, συντόνως ὑπέπλευσας, καὶ τῇ πόλει σου σαυτόν, Ἀμασείᾳ ἀπέδωκας, φόρτον τίμιον, ἀκαταίσχυντον πρέσβυν ἰαμάτων, ποταμὸν καὶ νοσημάτων, παντοδαπῶν καθαρτήριον.

Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καί τρόπων μέτοχος, καί θρόνων διάδοχος, τών Αποστόλων γενόμενος, τήν πράξιν εύρες Θεόπνευστε, εις θεωρίας επίβασιν, διά τούτο τόν λόγον τής αληθείας ορθοτομών, καί τή πίστει ενήθλησας μέχρις αίματος, Ιερομάρτυς Βασιλείου, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Δεῦτε λαοὶ ᾄσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τῷ Βασιλεῖ, τῶν οὐρανίων Δονάμεων, στεφηφορῶν παρίστασαι, πᾶσιν αἰτούμενος, Βασιλεῦ θεοφόρε, τοῖς πόθῳ σε τιμῶσι, χάριν καὶ ἔλεος.

Κατὰ παθῶν, τῶν τῆς σαρκὸς ἐβασίλευσας, καὶ βασιλέα ἄθεον, ἐγκελευόμενον, τὸν οὐράνιον Μάκαρ, ἀρνεῖσθαι Βασιλέα, σὺ κατεπάτησας.

Βασιλικῶν, φύλακα θείων προστάξεων, βασιλικῶς σε χρίσματι, θείῳ ἐπέχρισε, Βασιλεὺς ὁ τῆς δόξης, καὶ στέφει μαρτυρίου, Μάκαρ ἐκόσμησε.
Θεοτοκίον
Ἡ τῶν πιστῶν, καταφυγὴ Ἀειπάρθενε, ἡ κραταιὰ βοήθεια, τῶν προστρεχόντων σοι, ἀπὸ πάσης ἀνάγκης, καὶ βλάβης ἐναντίας, ἡμᾶς διάσωσον.

Κανών α', ᾨδὴ γ', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ἀγέλαις ἠριθμήθης τῶν πρωτοτόκων, θεούμενος μεθέξεσι θειοτάταις, καὶ βλέπων καθαρώτερον τοῦ Δεσπότου, τὴν ὡραιότητα, Μάρτυς ἀήττητε, Βασιλεῦ θεόσοφε, καὶ μακάριε.

Αἱρέσεων διέλυσας τὸν χειμῶνα, τῇ θέρμῃ τῶν πανσόφων σου διδαγμάτων, εἰδώλων διεσκέδασας τὴν ὁμίχλην, φωτὶ τῶν ἄθλων σου· διὸ με φώτισον, Βασιλεῦ μακάριε, τὸν τιμῶντά σε.

Ψυχόλεθρον Γλαφύρα φυγοῦσα βόθρον, λιμένα σωτηρίας σε Πάτερ εὗρε· διὸ καὶ νυμφευθεῖσα Χριστῷ τῷ Κτίστῃ, χαίρει κραυγάζουσα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
Θεοτοκίον
Ἐκύησας τὸν ἄναρχον Βασιλέα, ἐκ σοῦ Παρθενομῆτορ ἀρχὴν λαβόντα· αὐτὸν οὖν ὡς φιλάνθρωπον ἐκδυσώπει, σῶσαι τοὺς δούλους σου, πάσης ἐκ θλίψεως, καὶ ἐχθρῶν ἁλώσεως, παναμώμητε.
Ὁ Εἱρμὸς
«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».

Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ζάλην ἄθεον, εἰδώλων πλάνης, ἐκφευξάμενος, Ἱερομύστα, διὰ δὲ ξίφους θαλάσσῃ ποντούμενος, πρὸς τὸν ἀκύμαντον ὅρμον κατήντησας, καὶ αἰωνίως ἐν τούτῳ γηθόμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ τῆς Ἑορτῆς

Κανών α', ᾨδὴ δ', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Ἱερεύσας, σεαυτὸν ὡς ἀρνίον πανάμωμον, τυθεὶς Παμμακάριστε, καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων σου, θάλασσαν ἐξήρανας, τῆς πονηρᾶς ἀθεΐας θείᾳ χάριτι.

Βασίλειον, ἐπιχρώσας ἐσθῆτα τοῖς αἵμασι, καὶ νίκης διάδημα, τῇ κεφαλῇ περιθέμενος, χαίρων προσεχώρησας, εἰς τὰ βασίλεια Πάτερ τὰ οὐράνια.

Ὁσίως σου, καὶ δικαίως ποιμάνας τὸ ποίμνιον, εἰς μάνδραν εἰσήλασας, τὴν ἐπουράνιον Ὅσιε, ἔνθα τῆς ἀθλήσεως, περικοσμούμενος στέφει προσεχώρησας.
Θεοτοκίον
Πανύμνητε, τῶν ἀνθρώπων ἑτοίμη βοήθεια, τὰ ἄγρια κύματα, τῶν πειρασμῶν καταπράϋνον, σῴζουσα τοὺς δούλους σου, τῆς τῶν ἐχθρῶν ἐπηρείας προστασίαις σου.

Κανών α', ᾨδὴ ε', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ὁ φωτισμὸς τῶν ἐν σκότει ΤΟ ΑΚΟΥΤΕ
Τῷ φωτισμῷ, τῆς του Πνεύματος αἴγλης λελαμπρυσμένος, σκότος ἀπεμείωσας ἀθεΐας, ἱερομύστα, καὶ πολλοὺς συσχεθέντας, τῇ ὁμίχλῃ τῆς ματαιότητος, πρὸς τὰς οὐρανίους, μονὰς καθωδήγησας.

Φύλαξ Θεοῦ, προσταγμάτων ὑπάρχων ἐν φυλακῇ τε, ἔνδον καθειργμένος ὑπὸ ἀθέων, ὁρᾷς τὸ μέλλον, ἐπὶ σοὶ θεῖον τέλος, δι' Ἀγγέλου ἐκδιδασκόμενος, Ἱερομαρτύρων, κρηπὶς καὶ ἑδραίωμα.

Θαῦμα φρικτόν, ἐν τῇ σῇ τελειώσει πᾶσιν ὡράθη· ξίφει γὰρ ἡ κάρα σου ἐκτμηθεῖσα, Ἱερομάρτυς, καὶ θαλάσσῃ βληθεῖσα, συνηρμόσθη τῷ θείῳ σκήνει σου, δῶρον τοῖς ποθοῦσι, δοθεῖσα θεόσδοτον.
Θεοτοκίον
Πόλις Θεοῦ, περὶ ἧς ἐλαλήθη δεδοξασμένα, ταύτην σου τὴν πόλιν καὶ πᾶσαν χώραν, ἀπὸ κινδύνων, καὶ λιμοῦ καὶ βαρβάρων, Θεοτόκε Παρθένε λύτρωσαι, μόνη προστασία, πιστῶν ἀκαταίσχυντε.

Κανών α', ᾨδὴ ς', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐφ' ὑδάτων πορείας πεποίησαι, ὕδατα τῆς πλάνης ξηράνας τοῖς ῥεύμασι, τῶν ἱερῶν αἱμάτων σου, καὶ πρὸς ὅρμον κατήντησας ἄκλυστον.

Ζωηφόρος νεκρὸς ἐχρημάτισας, Πάτερ τὴν ὑγρὰν Βασιλεῦ διερχόμενος, καὶ μαθηταῖς διδόμενος, διὰ θείων σαφῶς εἰσηγήσεων.

Τὴν ἁγίαν στολὴν κατεποίκιλας, αἵμασι σεπτοῖς ὥσπερ βύσσον βασίλειον, ἣν Βασιλεῦ ἐνδέδυσαι, στεφηφόρος Χριστῷ παριστάμενος.
Θεοτοκίον
Παναγία Παρθένε Θεόνυμφε, ἡ μετὰ Θεὸν προστασία τῶν δούλων σου, βαρβαρικῆς ἁλώσεως, καὶ κινδύνων ἡμᾶς ἀπολύτρωσαι.
Ὁ Εἱρμὸς
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας.
Στίχοι
Τμηθείς, Βασιλεῦ, βασιλεὺς πόλου γίνῃ,
Ἐξ αἱμάτων σῶν βάμμα κόκκινον φέρων.
Εἰκάδα ἀμφ' ἕκτην Βασιλεὺς ξίφει αὐχένα κάρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γλαφύρα ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Θεὸν Γλαφύρα ψυχικῶν δι' ὀμμάτων,
Οὐ γλαφυρῶς νῦν, ἀλλὰ τηλαυγῶς βλέπει

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ἰούστα ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τρόπον σελήνης πλησιφαοῦς, Ἰούσταν,
Λάμψασαν ἔργοις, μνήματος κρύπτει νέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νέστωρ, τοὺς γονεῖς καταλιπὼν καὶ μονάσας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τοὺς οὐρανοὺς ἱδρῶσι Νέστωρ ἐπρίω,
Δι' οὓς φύσιν τύραννον ἠρνήσω θέσει.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Αἱμάτων βαφαῖς, ἐπιχρώσας σεαυτῷ πορφύραν Μάρτυς, καὶ ταύτην χαίρων ἀμπεχόμενος, καὶ τῇ χειρὶ τὸ σωτήριον, ὅπλον τοῦ Σταυροῦ περιφέρων, Βασιλεῦ παναοίδιμε, τῷ ἀθανάτῳ Βασιλεῖ, συμβασιλεύεις ἀεί.

Τῇ ποίμνῃ τῇ σῇ, ἀπεδόθη τὸ καλῶς ἀθλῆσαν σῶμά σου, ἐκ θαλαττίων κόλπων πέλαγος, ἅμα πηγάζον ἰάσεων, καὶ τῶν παθημάτων ξηραῖνον, διεκχύσεις τῇ χάριτι, Ἱερομάρτυς Βασιλεῦ, τοῦ θείου Πνεύματος.

Νυμφίῳ Χριστῷ, νύμφην ὅλην ἀρεταῖς ἠγλαϊσμένην, καὶ παρθενίᾳ διαλάμπουσαν, Γλαφύραν Πάτερ προσήγαγες, ταύτην διδαχαῖς ὡραΐσας, καὶ νυμφῶνος ἠξίωσας, ᾗ καὶ συγχαίρεις Βασιλεῦ, ἐν οὐρανίοις σκηναῖς.
Θεοτοκίον
Ἡ μόνη ἐλπίς, καὶ βοήθεια πιστῶν Θεογεννῆτορ, σπεῦσον βοήθει τοῖς ἱκέταις σου, βυθιζομένοις ταῖς θλίψεσι, καὶ ἠπορημένοις Παρθένε, καὶ ἐν ὀδύνῃ ὑπάρχουσι, καὶ καταφεύγουσιν εἰς σέ, ἐν πεποιθήσει ψυχῆς.

Κανών α', ᾨδὴ η', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Τῇ βακτηρίᾳ τῶν σοφῶν, διδαγμάτων πρὸς νομὰς σωτηριώδεις, σοῦ τὰ θρέμματα νέμων, τοὺς πονηροὺς καὶ βαρεῖς ἐκ μέσου Πάτερ λύκους ἤλασας, καὶ ἐσφαγιάσθης, ὥσπερ ἀρνίον θέλων.

Ἐκ θαλαττίων σε βυθῶν, μαργαρίτην ὡς τερπνὸν ἀναδοθέντα, συγκομίζουσι πίστει, οἱ ἱεροὶ μαθηταί, θαυμάτων αἴγλην ἀποπέμποντα, Ἱερομαρτύρων, κανὼν καὶ μέγα κλέος.

Ὅλος ἐκ βρέφους τῷ Θεῷ ἀναθέμενος σαυτὸν χρίσματι θείῳ, ἱερῶς ἡγιάσθης, καὶ ἱερεύσας σαυτόν, προσήχθης Ἱερεὺς καὶ σφάγιον, ἐν τῇ ἀθανάτῳ, καὶ μυστικῇ τραπέζῃ.
Θεοτοκίον
Καταφυγὴ Χριστιανῶν, βοηθὲ τῶν ἐν δεινοῖς συνεχομένων, Παναγία Παρθένε, μὴ ὑπερίδῃς ἡμᾶς, κινδύνοις κλονουμένους πάντοθεν, καὶ πολλαῖς ἐφόδοις, τῶν πονηρῶν βαρβάρων.
Ὁ Εἱρμὸς
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἱερωσύνης παμμάκαρ, καὶ σεπτῆς μαρτυρίας, ταῖς θείαις ἀπαστράπτων καλλοναῖς, νῦν κατοικεῖς τὰ οὐράνια, καὶ παρίστασαι χαίρων, Τριάδι τῇ Ἁγίᾳ Βασιλεῦ, μετὰ πάντων Μαρτύρων, ὑπὲρ ἡμῶν δεόμενος.

Ὡς φωταυγής σου ἡ μνήμη, ἀπαστράπτουσα αἴγλην, ἐνθέων χαρισμάτων τοῖς πιστοῖς, ὡς ἱερόν σου τὸ τέμενος, ἔνθα κείμενος βρύεις, ἰάματα καὶ σῴζεις Βασιλεῦ, χαλεπῶν ἐκ κινδύνων, τοὺς πόθῳ σε γεραίροντας.

Ἡ τῶν λειψάνων σου θήκη, ὡς πηγὴ καθορᾶται, ἰάσεων ἐκβλύζουσα κρουνούς, καὶ θεραπεύουσα ἅπαντα, τὰ νοσήματα Πάτερ, ψυχῶν καὶ τῶν σωμάτων Βασιλεῦ· διὰ τοῦτο πιστῶς σου, τελοῦμεν τὸ μνημόσυνον.
Θεοτοκίον
Φωτοκυῆτορ Παρθένε, μετὰ τῶν ἀσωμάτων, Ἀγγέλων Ἀποστόλων Προφητῶν, Ἱεραρχῶν Ἀθλοφόρων τε, καὶ Ὁσίων ἁπάντων, τὸν μόνον ὑπεράγαθον Θεόν, ἐκδυσώπει ῥυσθῆναι, κινδύνων τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμὸς
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν».