Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἰάσονος καὶ Σωσιπάτρου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τῶν Ἀποστόλων
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Πάντα κατελίπετε τερπνά, Χριστὸν ἀγαπήσαντες, οὗ τὰς ψυχὰς ἐκολλήθητε, ὀπίσω ἔνδοξοι, ἴχνεσί τε τούτου, πίστει προσηνέχθητε Ἰάσων καὶ Σωσίπατρε πάνσοφοι, ᾧ καὶ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Ἰάσων Σωσίπατρε ψυχήν, τὴν ἐμὴν φωτίσατε, ἐσκοτισμένην ταῖς πάθεσιν, οἱ τὸν περίγειον, διδαχαῖς ἐνθέοις, κόσμον καταλάμψαντες, καὶ σκότος τῶν εἰδώλων μειώσαντες, καὶ προσενέγκαντες, γένος ἅπαν τὸ ἀνθρώπινον, σεσωσμένον, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Ἦχος α'
Χριστὸς ὁ Θεὸς ὑμᾶς σοφοί, Ἰάσων Σωσίπατρε, τοὺς πλανωμένους ἀπέστειλεν, ἀνακαλέσασθαι, καὶ πρὸς σωτηρίαν, πάντας καθωδήγησεν, ὑμῶν ταῖς θεοσόφοις διδάγμασιν, ᾧ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῶν Ἀποστόλων
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τῶν Ἀποστόλων
Ἦχος β'
Δεῦτε λαοὶ ΤΟ ΑΚΟΥΤΕ
Τῷ τοῦ Χριστοῦ, βήματι νῦν παριστάμενοι, μνείαν ἡμῶν Ἀπόστολοι, ποιεῖσθε πάντοτε, τῶν ὑμᾶς εὐφημούντων· ἐλάβετε γὰρ χάριν, πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δυὰς σεπτή, τῶν Ἀποστόλων αἰτήσασθε, Χριστὸν τον πανοικτίρμονα, χάριν δοθῆναί μοι, τοῦ ἡμᾶς εὐφημῆσαι, καὶ μέλψαι τοὺς ἀγῶνας, ὑμῶν πανόλβιοι.

Μύσται Χριστοῦ, Ἰάσων ὦ Παμμακάριστε, καὶ πάνσοφε Σωσίπατρε, τοὺς τὴν σεπτὴν ὑμῶν, ἑορτάζοντας μνήμην, παντοίων ἐκ κινδύνων, ἀπολυτρώσασθε.
Θεοτοκίον
Χαῖρε σεμνή, τῶν δωρημάτων ἡ ἄβυσσος, χαῖρε λιμὴν ἀχείμαστε, χαῖρε ὀχύρωμα, τῆς ἡμῶν σωτηρίας, Παρθένε Θεοτόκε, μόνη πανύμνητε.

Κανών α', ᾨδὴ γ', τῶν Ἀποστόλων
Ἦχος β'
Στερέωσον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Παύλου φοιτηταί, σοφοὶ γενόμενοι, κατ' ἴχνος ἐκείνου τε πορευθέντες διεδράμετε τὰ σύμπαντα, τὸν σωτήριον λόγον καταγγέλλοντες.

Ὡς θεῖοι ποταμοί, σοφίας ἔνδοξοι, ναμάτων πληροῦτε τῶν σωτηρίων, Ἐκκλησίας τὰ συστήματα, ἐκ πηγῶν σωτηρίου ῥεῖθρα βλύζοντες.

Παντοίων ἀναγκών, καὶ περιστάσεων, τοῦ βίου πρεσβείαις ὑμῶν ἁγίαις, θεοφόροι κυβερνήσατε, τοὺς ὑμᾶς νῦν τιμῶντας διασῴζοντες.
Θεοτοκίον
Ὁ κλίνας οὐρανούς, τῇ ὑπὲρ ἔννοιαν, κενώσει τὴν σάρκα ἐκ σοῦ πτωχεύει, προσλαβόμενος Θεόνυμφε, καὶ τὸν κόσμον πλουτίζει τῇ Θεότητι.
Ὁ Εἱρμὸς
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἰάσονα πιστοί, καὶ Σωσίπατρον ὕμνοις, ὡς μύστας ἱερούς, τῆς Ἁγίας Τριάδος, καὶ κήρυκας τῆς Πίστεως, ἐπαξίως τιμήσωμεν, ὅπως λάβωμεν, ταῖς παρακλήσεσι τούτων, πάντες ἔλεος, καὶ χάριν εὕρωμεν θείαν, εἰς εὔκαιρον βοήθειαν.
Καὶ τῆς Ἑορτῆς

Κανών α', ᾨδὴ δ', τῶν Ἀποστόλων
Ἦχος β'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Χριστοῦ τῷ ὀνόματι, θαυματουργοί, τελοῦντες τὰς ἰάσεις, πρὸς Θεοῦ τὴν πίστιν λαοὺς εἱλκύσατε.

Καὶ ποιμαίνειν Μακάριοι, καὶ ὁδηγεῖν, ὑμᾶς καὶ μετὰ τέλος, τὸ μικρὸν πιστεύομεν τοῦτο ποίμνιον.

Συγγενόμενοι Ἔνδοξοι, πνευματικῶς, πρεσβείας συμπολίταις, τὰς χρηστὰς φιλίας νόμῳ παράσχοιτε
Θεοτοκίον
Ταῖς πρεσβείαις δεόμεθα, τῆς σὲ σαρκί, Τεκούσης Θεοῦ Λόγε, τῷ λαῷ σου δώρησαι τὰ ἐλέη σου.

Κανών α', ᾨδὴ ε', τῶν Ἀποστόλων
Ἦχος β'
Ὁ τοῦ φωτὸς χορηγὸς ΤΟ ΑΚΟΥΤΕ
Ἱερουργοὶ τοῦ Χριστοῦ, τῶν μυστηρίων εὐκλεεῖς ὤφθητε, καὶ κοινωνοί, σοφοὶ τῶν ἐκείνου, ἁγίων τε παθῶν· διὸ ἐπαξίως, ἀεὶ μακαρίζεσθε.

Ὡς οὐρανοὶ λογικοί, ταῖς ἐπὶ γῆς τὴν τοῦ Θεοῦ, Ἅγιοι, δόξαν τρανῶς, φθεγγόμενοι ζόφον, ἐξήρατε δεινόν, καὶ θεογνωσίας, τὸν κόσμον ἐπλήσατε.

Ταῖς ἱκεσίαις τῶν σῶν, ἱερωτάτων μαθητῶν Κύριε, σῶσον ἡμᾶς· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς, καὶ φόβῳ σε πάντες, ὑμνοῦντες δοξάζομεν.
Θεοτοκίον
Ἐν γενεαῖς γενεῶν, εὐλογημένη καὶ ἁγνὴ πέφυκας, ὡς τὴν ἀράν, τῷ θείῳ σου τόκῳ, νεκρώσασα τὸ τῷ πρίν, καὶ τὴν εὐλογίαν, κόσμῳ πηγάσασα.

Κανών α', ᾨδὴ ς', τῶν Ἀποστόλων
Ἦχος β'
Ἄβυσσος ἁμαρτημάτων ΤΟ ΑΚΟΥΤΕ
Ὅπλον σε οἱ θεηγόροι, Ἀπόστολοι κεκτημένοι, τὴν τῶν ἐναντίων εὐσθενῶς, παράταξιν ἔτρεψαν, ὡς ἄριστοι, στρατιῶταί σου Λόγε.

Ἐκράτυναν τὴν Ἐκκλησίαν, Σωσίπατρος καὶ Ἰάσων, ἱερολογίαις ἱεραῖς, ὡς ἔνθεοι ῥήτορες καὶ κήρυκες, καὶ Θεοῦ Ἱεράρχαι.

Ἐκύκλωσαν ἡμᾶς ἀνάγκαι, καὶ θλίψεις δι' ἁμαρτίαν, ἀλλὰ παρακλήσεσι σεπταῖς, τῶν Ἀποστόλων σου, ἐλέησον ὁ Θεὸς τοὺς σοὺς δούλους.
Θεοτοκίον
Μακάριος ὁ σὲ γινώσκων, λαὸς ἁγνὴ Θεοτόκε· ἐν γὰρ τοῦ Υἱοῦ σου τῷ φωτί, πᾶς τις πορεύεται, σῳζόμενος, εἰς αἰῶνας αἰώνων.
Ὁ Εἱρμὸς
«Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσέ με ἐσχάτη, ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, Κύριε Κύριε, ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου».

Κοντάκιον
Ἦχος β'
Χειρόγραφον εἰκόνα ΤΟ ΑΚΟΥΤΕ
Ταῖς δόγμασι τοῦ Παύλου καταυγασθέντες, γεγόνατε φωστῆρες τῆς οἰκουμένης, τρισμακάριοι· καταυγάζετε γὰρ ἀεὶ κόσμον θαύμασιν, Ἰάσων, ἡ πηγὴ τῶν ἰαμάτων, Σωσίπατρε, Χριστοῦ Μαρτύρων κλέος, Ἀπόστολοι θεοφόροι, προστάται τῶν ἐν ἀνάγκαις, καθικετεύσατε Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ Οἶκος
Ἀπόστολοι θεηγόροι, καὶ κήρυκες εὐσεβείας, διδάσκαλοι καὶ προστάται εὐσεβούντων ἀεισέβαστοι, παρεστηκότες Θεῷ, καὶ φωτὸς θείου πληρούμενοι, καὶ στεφάνοις ἐγκοσμούμενοι, φωτίσατε ἡμᾶς δεόμεθα, γεραίρειν τὴν ὑμῶν πανέορτον πανήγυριν, ἐν εὐφήμοις ὑμνῳδίαις εὐσεβῶς· πάντες γὰρ ἐσμεν ποίμνιον ὑμῶν, λυτρωθέντες τῆς πλάνης ἐν χάριτι, ἀλλ' ὡς ὄντες σωτῆρες τῶν πιστῶν, σπεύσατε πρὸς τὸν Κτίστην, πρεσβεύειν παρρησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἰάσονος καὶ Σωσιπάτρου.
Στίχοι
Ζωῆς Ἰάσων λαμβάνει φθαρτῆς πέρας,
Ἀλλ' εὗρεν ἄλλην μὴ πέρας κεκτημένην.
Θανέντι δόξαν σοῦ προσώπου δεικνύεις
Σῷ Σωσιπάτρῳ, τοῦ Θεοῦ Λόγου, Πάτερ.
Εἰκάδι ἀμφ' ἐνάτῃ Ἰάσων ἀπεβήσατο γαίης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων λῃστῶν, οἱ διὰ τοῦ Ἀποστόλου Ἰάσονος πιστεύσαντες τῷ Χριστῷ ἐν λέβητι πίσσης κοχλαζούσης βληθέντες τελειοῦνται.
Στίχοι
Λῃσταί, μαθόντες τὴν Ἐδὲμ λῃστοῦ λάχος,
Πίσσῃ λαχεῖν ἔσπευσαν αὐτὴν ἐμφλόγῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κερκύρας, θυγατρὸς Κερκυλλίνου τοῦ Βασιλέως, ἥτις βέλεσι κατατρωθεῖσα τελειοῦται.
Στίχοι
Βελῶν Βασιλὶς ταῖς βολαῖς ἐστιγμένη,
Ἐκ στιγμάτων ἔλαμψεν, ὡς ἐκ μαργάρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Βιταλίου, πυρὶ τελειωθέντων.
Στίχοι
Μὴ δειλιάσῃς, Βιτάλιε, πρὸς φλόγα,
Ἡγήσομαι γάρ, καὶ προεισέλθω Ζήνων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐσέβιος πυρὶ τελειοῦται.
Στίχοι
Ἐκ σοῦ τὸ πῦρ ὁποῖον ἐκσμήξει ῥύπον,
Ὄβρυζον, Εὐσέβιε, Χριστοῦ χρυσίον.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῶν Ἀποστόλων
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Τοῦ πρώτου φωτός, τὰς ἀκτῖνας ὁ σοφὸς Παῦλος δεξάμενος, ἡμᾶς Ἰάσων ἱερώτατε, καὶ θεοφόρε Σωσίπατρε, δευτεροφανῶς καταυγάζει, διδαχαῖς ἀναμέλποντας· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἡλίου σοφοί, ἐπὶ γῆς τοῦ αἰσθητοῦ ὁδὸν ἐδράμετε· Ἀνατολήν γὰρ καταλάμψαντες, πρὸς Δύσιν φθάσαντες ἔδυτε, σώματι φαιδρῷ· πρὸς Θεὸν δέ, ἀνυψώσαντες πνεύματα, ὑμνολογεῖτε νῦν αὐτόν, ὡς τῶν Πατέρων Θεόν.
Θεοτοκίον
Προστάτιν θερμήν, τὴν τεκοῦσάν σε Χριστὲ Παρθένον ἔδωκας, ταῖς ἐν ἀνάγκαις περιπίπτουσι, ταῖς τῶν δεινῶν περιστάσεων· ῥῦσαι οὖν ἡμᾶς εὐχαῖς ταύτης, τῶν κινδύνων τοὺς ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', τῶν Ἀποστόλων
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Ὡραιωθέντες καλλοναῖς, τοῦ τῆς χάριτος σοφοὶ Εὐαγγελίου, παντὶ ὤφθητε κόσμῳ, τὴν ὑπερέχουσαν νοῦν, εἰρήνην εὐαγγελιζόμενοι· ὅθεν ἀνυμνεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῶν φιλοσόφων τὰς πλοκάς, διελύσατε σοφῶς θεολογοῦντες, τρισυπόστατον φύσιν, Μύσται τοῦ Λόγου σεπτοί, καὶ κόσμον ὅλον ἐφωτίσατε, μέλπειν καὶ δοξάζειν, Χριστόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Σὲ Θεοτόκον ἀληθῆ, ὀνομάζοντες Ἁγνὴ ὁμολογοῦμεν, τὸν ἐκ σοῦ σαρκωθέντα, Λόγον ἀφράστως διπλοῦν, τὴν φύσιν ἀλλ' οὐ τὴν ὑπόστασιν, καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων ταῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῶν Ἀποστόλων
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐπὶ γῆς τοὺς Ἁγίους, μεγαλύναντα Λόγον Θεοῦ, καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς τὸν αἰῶνα δοξάσαντα, καὶ νῦν ἐν τοῖς ὑψίστοις, κατέχοντα τὰ πνεύματα αὐτῶν, ἐν χειρὶ τῇ οἰκείᾳ ἀπαύστως μεγαλύνομεν.

Τελειωθέντες θεόπται, ἐν ὀλίγῳ πληροῦτε, ἐν τόποις φωτεινοῖς χρόνους μακρούς, ἔνθα χαρὰ ἀνεκλάλητος, καὶ ἀΐδιος δόξα, καὶ φῶς τὸ καταλάμπον ὡς Θεός, τοῦ φωτὸς τοὺς ἀξίους, ὑπὲρ ἡμῶν πρεσβεύοντας.

Νῦν εὐφημοῦντες θεόπται, δυσωποῦμεν ἐν ὕμνοις, ὑμᾶς ὡς κυβερνήτας ἱερούς, ὑπὲρ εἰρήνης τοῦ σύμπαντος, ἱκετεύσατε κόσμου, καὶ εὐσταθείας τῶν Ἐκκλησιῶν, καὶ ἡμῶν σωτηρίας, Ἰάσων καὶ Σωσίπατρε.
Θεοτοκίον
Θεοκυῆτορ Παρθένε, σαῖς ἀλήκτοις πρεσβείαις, κατάβαλε τὰ θράση τῶν ἐθνῶν, τῶν τοὺς πολέμους ζητούντων ἀεί, Βασιλεῖ φιλοχρίστῳ, βραβεύουσα τὰς νίκας κατ' ἐχθρῶν, ἵνα σε κατὰ χρέος, ἐν ὕμνοις μεγαλύνωμεν.
Ὁ Εἱρμὸς
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν ταῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἡ παμφαὴς καὶ θεία, τῶν Ἀποστόλων ἑορτή, τῶν Κερκυραίων τὰ πλήθη, πρὸς εὐωχίαν συγκαλεῖ. Δεῦτε κορέσθητε πάντες, πνευματικῆς εὐφροσύνης.