Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Ἀρχιδιακόνου Λαυρεντίου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν, οὐρανόφρονες σήμερον, Χριστῷ συμμορφούμενοι, εὐσεβῶς καὶ γῆθεν, ἐφ' ὑψηλοτάτην, τῶν ἀρετῶν περιωπήν, ἀνενεχθέντες ἀγαλλιώμεθα· δι' οἶκτον γὰρ τὸν ἄμορφον, μεταμορφούμενος ἄνθρωπον, ἐν Θαβὼρ κατελάμπρυνεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ὦ φιλοθεάμονες, τῶν ὑπὲρ νοῦν καὶ φιλήκοοι, μυστικῶς ἐποπτεύσωμεν, Χριστὸν ἐξαστράψαντα, θεϊκαῖς ἀκτῖσι, καὶ ἐνηχηθῶμεν, τὴν τοῦ Γεννήτορος φωνήν, ἠγαπημένον ἀνακηρύττουσαν, Υἱὸν τὸν καταυγάσαντα, τὴν ἀνθρωπίνην ἀσθένειαν, ἐν Θαβὼρ καὶ πηγάσαντα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Ἦχος δ'
Ἅπαν νῦν ἐγκόσμιον, καὶ ὑπερκόσμιον σύστημα, συγκινείσθω πρὸς αἴνεσιν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ νεκρῶν καὶ ζώντων, κεκυριευκότος· θεοπρεπῶς γὰρ ἑαυτῷ, μεταμορφούμενος συμπαρίστησι, τοῦ νόμου καὶ τῆς χάριτος, τοὺς πρωτοστάτας καὶ κήρυκας, ἐν Θαβὼρ ὡς ηὐδόκησεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στιχηρὰ τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἄνθρακὰ σοι ἔδωκε, Μάρτυς πυρὸς εἰς βοήθειαν, ὁ Δεσπότης καὶ Κύριος, ὑφ' οὗ πυρακτούμενος, τὸ γεῶδες σκῆνος, θᾶττον ἐξεδύσω, καὶ τὴν ἀθάνατον ζωήν, καὶ βασιλείαν ἐκληρονόμησας· διό σου τὴν χαρμόσυνον, χαρμονικῶς ἑορτάζομεν, ἑορτὴν παμμακάριστε στεφηφόρε Λαυρέντιε.
Ἦχος δ'
Ἄνθρακας ἐμάρανας, πλάνας εἰδώλων μακάριε, ἐπ' ἀνθράκων ὀπτώμενος, ὑφ' ὧν λεπτυνόμενος, τὸ παχὺ σαρκίον, ὡς βαρὺ φορτίον, ἀπετινάξω καὶ τὸν χοῦν, τῆς τῶν προγόνων ἡμῶν νεκρώσεως· ἐντεῦθεν ἀκατάσβεστος, ἄνθραξ ἡμῖν ἐχρημάτισας, καταυγάζων φαιδρότητι, τοὺς τιμῶντας τὴν μνήμην σου.
Ἦχος δ'
Ἄνθρακι ἀνήφθησαν, ἀπὸ Θεοῦ οἷα φαίνοντες, οἱ ἀήττητοι Μάρτυρες, τῇ αἴγλῃ τοῦ Πνεύματος, τὴν ἀχλὺν τῆς πλάνης, καὶ τῆς ἀθεΐας, καταδιώκοντες θερμῶς, καὶ εὐσεβείας πυρσὸν ἀνάπτοντες, ἐν οἷς καὶ ὁ Λαυρέντιος, ὁ ἀληθὴς καὶ σεβάσμιος, τοῦ Σωτῆρος διάκονος, διαπρέπει τοῖς θαύμασιν.
Θεοτοκίον
Ἦχος δ'
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Ἔδειξεν ἀμυδρῶς, ὁ Κύριος τὴν δόξαν, τὴν θεϊκὴν ἐν ὄρει, τῷ Θαβωρίῳ ἄρτι, τοῖς μύσταις οἷς ἠθέλησεν.
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.
Δεῦτε τοῖς Μαθηταῖς, συνδράμωμεν οἱ πάντες, τῶν ἀρετῶν εἰς ὕψος, ὡς ἂν ἀξιωθῶμεν, σὺν τούτοις καὶ τῆς χάριτος.
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
Πάντες οἱ γηγενεῖς, καθάρωμεν καρδίας, ὡς ἂν εὐθέτως ἔλθῃ, καὶ πρὸς ἡμᾶς ἡ δόξα, τῆς τρισηλίου χάριτος.
Θεοτοκίον
Ἦχος δ'
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα· ἧς καὶ ἡμᾶς, ὁ Θεὸς ἐν εἰρήνῃ καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Ἀπολυτίκιον τοῦ Ἁγίου Μάρτυρος
Ἦχος γ'
Απόστολε Άγιε Ματθία, πρέσβευε τώ ελεήμονι Θεώ ίνα πταισμάτων άφεσιν, παράσχη ταίς ψυχάς ημών.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Μετεμορφώθης Ἰησοῦ, ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῇ δόξῃ σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Λόγε Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν σου Χριστέ, τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος, νεφέλη δὲ φωτός συνεκάλεσας, Ἠλίαν καὶ Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν ὧδε εἶναι σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Δεύτερος Κανών τῆς Ἑορτῆς, φέρων Ἀκροστιχίδα.
Μωσῆς Θεοῦ πρόσωπον ἐν Θαβὼρ εἶδε.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ
Μωσῆς ἐν θαλάσσῃ προφητικῶς, ἰδὼν ἐν νεφέλῃ καὶ ἐν στύλῳ πάλαι πυρός, τὴν δόξαν Κυρίου ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Ὡς πέτρα τῷ σώματι σκεπασθείς, τῷ τεθεωμένῳ, τὸν ἀόρατον καθορῶν, Μωσῆς ὁ θεόπτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Σὺ ἐπὶ τοῦ ὄρους τοῦ νομικοῦ, καὶ ἐν Θαβωρίῳ, καθωράθης τῷ Μωϋσῆ, ἐν γνόφῳ τὸ πάλαι, ἐν φωτὶ δέ, νῦν ἀπροσίτῳ τῆς Θεότητος.

Ὁ Κανὼν τοῦ Ἁγίου Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Λαυρέντιον κράτιστον ὑμνῶ προφρόνως.

ᾨδὴ α'

Ἦχος δ'
Τριστάτας κραταιοὺς ΤΟ ΑΚΟΥΤΕ
Λειμῶνι τῆς τρυφῆς, ὡς Χριστοῦ στρατιώτης, ἐπαξίως ἐντρυφῶν, καὶ ταῖς ἀγγελικαῖς, συγχορεύων Δυνάμεσιν, ἔλλαμψίν μοι φωτοφόρον, δωρηθῆναι δυσώπησον, ἀνυμνοῦντί σε Μάκαρ Λαυρέντιε.

Ἀγῶνας ὑποδύς, τοῦ σεπτοῦ μαρτυρίου, νικηφόρος ἀθλητής, στερρότητι ψυχῆς, ἀνεδείχθης Λαυρέντιε, στέφανον δικαιοσύνης, εὐπρεπῶς ἐνδυσάμενος, καὶ διάδημα ἐπινίκιον.

Υἱὸς ὡς πεφυκώς, καὶ φωτὸς καὶ ἡμέρας, παραδόξως ἐκ δυσμῶν, ὡς ἥλιος ἡμῖν, αἰσθητὸς ἀνατέταλκας, αἴγλῃ τῇ φαεινοτάτῃ, καταυγάζων τὰ πέρατα, παναοίδιμε Μάρτυς Λαυρέντιε.
Θεοτοκίον
Ῥυσθέντες τῷ σεπτῷ, τοκετῷ σου Παρθένε, τῶν τοῦ ᾍδου καὶ φθορᾶς δεσμῶν, καὶ κοσμικῆς κατακρίσεως ἄχραντε· Χαῖρε κεχαριτωμένη, εὐχαρίστως βοῶμέν σοι· ἡ σωτήριος πύλη τῆς χάριτος.

Κανών β', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ἡ σκιάζουσα δόξα, ἐν τῇ σκηνῇ πρότερον, καὶ τῷ Μωϋσῇ ὁμιλοῦσα, τῷ σῷ θεράποντι, τύπος γεγένηται, τῆς ἀστραψάσης ἀρρήτως, ἐν Θαβώρ σου Δέσποτα Μεταμορφώσεως.

Συνανῆλθέ σοι Λόγε, μονογενὲς ὕψιστε, ἡ τῶν Ἀποστόλων ἀκρότης, ἐπὶ τοῦ ὄρους Θαβώρ, καὶ συμπαρέστησαν ὅ,τε Μωσῆς καὶ Ἠλίας, ὡς Θεοῦ θεράποντες, μόνε φιλάνθρωπε.

Θεὸς ὅλος ὑπάρχων, ὅλος βροτὸς γέγονας, ὅλη τῇ Θεότητι μίξας τὴν ἀνθρωπότητα, ἐν ὑποστάσει σου, ἣν ἐν δυσὶ ταῖς οὐσίαις, Μωϋσῆς Ἠλίας τε, εἶδον ἐν ὄρει Θαβώρ.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Τόξον δυνατῶν ἠσθένησε ΤΟ ΑΚΟΥΤΕ
Ἔχων τοῦ Σταυροῦ τὸ τρόπαιον, πρὸς τοὺς ἀντιπάλους, ῥωμαλέως ἐχώρησας, καὶ νικήσας στεφανηφόρος, ἀνεδείχθης ἀξιάγαστε.

Νόμῳ τοῦ Χριστοῦ φραξάμενος, τῇ νομοθεσίᾳ τῶν δυσσεβῶν ὡς ἀήττητος, ἀντετάξω γενναιοτάτῃ, καρτερίᾳ παμμακάριστε.

Τόνῳ θεϊκῷ νευρούμενος, τῆς πολυθεΐας, τὴν ἀσθένειαν ἔλυσας, τοῦ Χριστοῦ δὲ τὴν πρὸ αἰώνων, διετράνωσας Θεότητα.
Θεοτοκίον
Ἴσος τῷ Πατρὶ καὶ Πνεύματι, φύσει καὶ οὐσίᾳ, καὶ Θεότητι γέγονε, τοῖς ἀνθρώποις ἴσος ὁ Λόγος, σαρκωθεὶς ἐκ σοῦ Πανάμωμε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Κάθισμα τοῦ Ἁγίου Μάρτυρος
Ἦχος πλ. δ'
Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Τὸν οὐράνιον πλοῦτον συναγαγών, καὶ τοῖς πένησι τοῦτον προσαγαγών, ἐσκόρπισας ἔδωκας, δεομένοις τὸν ἄρτον σου, καὶ δι' αὐτοῦ κτησάμενος, ζωὴν τὴν ἀκήρατον, ἐν τῷ Χριστοῦ μαρτυρίῳ, διέπρεψας ἔνδοξε· ὅθεν ἀριστεύσας, καὶ νομίμως ἀθλήσας, τὸν στέφανον εἴληφας, ἐκ Θεοῦ τῶν καμάτων σου, Ἀθλοφόρε Λαυρέντιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Ἦχος δ' Ἐπεφάνης σήμερον
ΤΟ ΑΚΟΥΤΕ
Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ ἐποψόμενοι.

Κανών β', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ σαρκός σου βολίδες Θεότητος, ἐξεπορεύοντο, Προφητῶν καὶ Ἀποστόλων· ὅθεν οἱ πρόκριτοι, μέλποντες ἀνεβόων· Δόξα τῇ δυνάμει σου Κύριε».

Ὁ τὴν βάτον φυλάξας ἀλώβητον, προσομιλοῦσαν πυρί, τῷ Μωσεῖ θεολαμποῦσαν σάρκα ὑπέδειξας, Δέσποτα μελῳδοῦντι· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὑπεκρύβη ἀκτῖσι Θεότητος, αἰσθητὸς ἥλιος, ὡς ἐν ὄρει Θαβωρίῳ, εἶδέ σε μεταμορφούμενον Ἰησοῦ μου· Δόξα τῇ δυνάμει σου Κύριε.

Πῦρ μὴ φλέγον τὴν ὕλην τοῦ σώματος, ὡράθης ἄϋλον, ὡς Μωσεῖ καὶ Ἀποστόλοις, ὤφθης Ἠλίᾳ τε, Δέσποτα εἷς ἐκ δύο, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Ὁ διάκονος τοῦ Λόγου, καὶ τῷ λόγῳ κοσμούμενος, τῷ τοῦ Λόγου πόθῳ, γνώμῃ τῆς ψυχῆς σφαγιάζεται, καὶ σὺν τῷ Λόγῳ δικαίως βασιλεύει νῦν, εὐφροσύνης, καὶ δόξης αὐτοῦ ἐμφορούμενος.

Νυσταγμὸν τῆς ἀσεβείας, εὐσεβῶς οὐκ ἐνύσταξας, ἐγρηγόρσει θείᾳ τῆς μαρτυρικῆς σου ἐνστάσεως, ἀπὸ βλεφάρων τὸν ὕπνον τὸν εἰς θάνατον, ἀπωσάμενος, Μάρτυς Χριστοῦ ἱερώτατε.

Κατὰ τῆς τῶν πλανωμένων, δυσσεβοῦς ὑπολήψεως, ἀληθείας ὅπλοις, καὶ θεοσεβείας φραξάμενος, ταύτης εἰς τέλος καθεῖλες τὸ μνημόσυνον, διὰ πίστεως, καὶ γνωμικῆς διαθέσεως.
Θεοτοκίον
Ῥύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, ἐκ τοῦ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν μεγαλύνομεν.

Κανών β', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ῥητορεύουσα γλῶσσα, σοῦ τὰ μεγαλεῖα οὐ δύναται φθέγξασθαι· ὁ κρατῶν ζωῆς γάρ, καὶ θανάτου δεσπόζων παρέστησας, ἐν Θαβὼρ τῷ ὄρει, τὸν Μωϋσῆν καὶ τόν, Ἠλίαν, μαρτυρήσοντάς σου τὴν Θεότητα.

Ὁ χερσὶν ἀοράτοις, πλάσας κατ' εἰκόνα σου Χριστὲ τὸν ἄνθρωπον, τὸ ἀρχέτυπον σου, ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας, οὐχ ὡς ἐν εἰκόνι, ἀλλ' ὡς αὐτὸς εἶ κατ' οὐσίαν, ὁ Θεὸς χρηματίσας καὶ ἄνθρωπος.

Συγκραθεὶς ἀσυγχύτως, ἄνθρακα ὑπέδειξας ἡμῖν Θεότητος, καταφλέγοντα μὲν ἁμαρτίας, ψυχὰς δὲ φωτίζοντα, ἐν Θαβὼρ τῷ ὄρει, ᾧ Μωϋσῆν καὶ τὸν Ἠλίαν, Μαθητῶν τε ἐξάρχους ἐξέστησας.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Ἀσεβεῖς οὐκ ὄψονται ΤΟ ΑΚΟΥΤΕ
Ἀκλινεῖ τῷ βλέμματι, ταῖς θείαις καλλοναῖς, ἐνορῶν πάντων τῶν τερπνῶν, τῶν ἐν γῇ Λαυρέντιε καταπεφρόνηκας, καὶ δεινῶν τοῦ σώματος, ἀλγηδόνων ἀξιάγαστε.

Τὸν Χριστὸν διάκονον, γενόμενον ἡμῖν, δωρεῶν τῶν ἐκ τοῦ Πατρός, ἐπιγνοὺς διάκονος τούτου γεγένησαι, πρὸς αὐτὸν δι' αἵματος, ἐκδημήσας Παμμακάριστε.

Ἱερὸν ἀνάθημα, καὶ κόσμος εὐπρεπής, τῷ Χριστῷ μάκαρ προσαχθείς, τὴν σκηνὴν ἐφαίδρυνας τὴν ἐπουράνιον, ἔνθα νῦν γενόμενος, ἀπολαύεις τῆς ἐλλάμψεως.
Θεοτοκίον
Συμφυὴς καὶ σύμμορφος, ὑπάρχων τῷ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοῖς ἀνθρώποις γέγονε θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε.

Κανών β', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὡς μέγα καὶ φοβερον, ὡράθη θέαμα σήμερον! ἐξ οὐρανοῦ αἰσθητός, ἐκ γῆς δὲ ἀσύγκριτος, ἐξήστραψεν ἥλιος, τῆς δικαιοσύνης, νοητὸς ἐπὶ τοῦ ὄρους Θαβώρ.

Παρῆλθε μὲν ἡ σκιά, τοῦ νόμου ἐξασθενήσασα, ἐλήλυθε δὲ σαφῶς, Χριστὸς ἡ ἀλήθεια, Μωσῆς ἀνεβόησεν ἐν τῷ Θαβωρίῳ, κατιδὼν σου τὴν Θεότητα.

Ὁ στῦλος τῷ Μωϋσεῖ, Χριστὸν τὸν μεταμορφουμενον, ἡ δὲ νεφέλη σαφῶς, τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐπισκιάσασαν, ἐν τῷ Θαβωρίῳ, παρεδήλου ἐμφανέστατα.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Ἦλθον εἰς τὰ βάθη ΤΟ ΑΚΟΥΤΕ
Τὸ ἄϋλον πῦρ σε κατοπτῆσαν, τῷ Βασιλεῖ τῶν ὅλων, κατεσκεύασεν ἥδιστον βρῶμα, τῷ τὴν ἡμῶν, σωτηρίαν στέργοντι, καὶ πεινῶντι Παναοίδιμε.

Ὅλῳ τῷ φωτὶ προσομιλήσας, τῆς ἀρχικῆς Τριάδος, ὡς Διάκονος ταύτης ὑπάρχων, φωτοειδής, Ἀθλοφόρε γέγονας, καταυγάζων τοὺς ὑμνοῦντάς σε.

Νευρούμενος θείᾳ δυναστείᾳ, ταῖς τοῦ πυρὸς ἐσχάραις, ἐπικείμενος ἔφερες Μάρτυς, πόθῳ Χριστοῦ, τὴν ψυχὴν πυρούμενος, καὶ τῇ δρόσῳ τῇ τοῦ Πνεύματος.
Θεοτοκίον
Ὑπῆρξας Θεοῦ Παρθενομῆτορ, χωρητικὸν δοχεῖον, θρόνος ἔμψυχος, ἅγιον ὄρος, καὶ κιβωτός, καὶ σκηνὴ θεότευκτος, καὶ λυχνία χρυσαυγίζουσα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε».

Κοντάκιον τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Πυρὶ θεϊκῷ, φλεχθεὶς τὴν καρδίαν σου, τὸ πῦρ τῶν παθῶν, εἰς τέλος ἀπετέφρωσας, ἀθλητῶν ἑδραίωμα, θεοφόρε Μάρτυς Λαυρέντιε, καὶ ἀθλῶν ἐβόας πιστῶς· Οὐδεὶς με χωρίσει τῆς ἀγάπης Χριστοῦ.
Ὁ Οἶκος
Τὸν διαλάμψαντα ὡς φωστῆρα ἀπλανῆ ἐν τῷ κόσμω, συνελθόντες πιστοί, ἐν ᾠδαῖς ᾀσμάτων τιμήσωμεν, Λαυρέντιον τὸν ἀθλοφόρον, καὶ μύστην τῶν ἀπορρήτων, ὅπως ταῖς αὐτοῦ πρεσβείαις, ῥυσθῶμεν πταισμάτων δεινῶν, τοῦ νοῦ δὲ πᾶσαν κηλῖδα καθαρθέντες, κατίδωμεν Χριστόν, τὸν τοῦτον ὑπερδοξάσαντα, κραταιῶς ἐναθλοῦντα καὶ λέγοντα· Οὐδεὶς με χωρίσει τῆς ἀγάπης Χριστοῦ.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Λαυρεντίου Ἀρχιδιακόνου, Ξύστου Πάπα Ῥώμης καὶ Ἱππολύτου.
Στίχοι
Τὸν Λαυρέντιον λαύρακα Χριστοῦ λέγω,
Ἐπ' ἐσχάρας ἄνθραξιν ἐξωπτημένον.
Τέλους ἀθλητῶν καὶ κλέους τυχεῖν θέλων,
Ἤθλησας ἆθλον, Ξύστε, τὸν διὰ ξίφους.
Τὸν Ἱππόλυτον ἱπποδέσμιον βλέπω,
Ἐναντίαν πάσχοντα τῇ κλήσει πάθος.
Ὤπτησαν δεκάτῃ Λαυρέντιον ἠΰτε ἰχθύν.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Ἥρων ὁ φιλόσοφος ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών β', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ἐν καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Νῦν καθωράθη Ἀποστόλοις, τὰ ἀθέατα, Θεότης ἐν σαρκίῳ, ἐν τῷ ὄρει Θαβώρ, ἀστράπτουσα βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἔφριξαν φόβῳ ἐκπλαγέντες, τὴν εὐπρέπειαν τῆς θείας βασιλείας, ἐν τῷ ὄρει Θαβώρ, Ἀπόστολοι βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.

Θέσει οὐ γέγονας Ὑψίστου, τῇ οὐσίᾳ δὲ Υἱὸς ἠγαπημένος, προϋπάρχων ἡμῖν, ὡμίλησας ἀτρέπτως· Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Ὁ διασώσας ἐν πυρὶ ΤΟ ΑΚΟΥΤΕ
Μυσταγωγῆσαι προκριθείς, καὶ διακονῆσαι τῷ λόγῳ σκεῦος ἐδείχθης ἱερόν, οὐρανίου ναοῦ καὶ ἀνάθημα, μελῳδῶν τῷ ποιήσαντι, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Νόμῳ ζωῆς τῆς ἐν Χριστῷ, περιτειχιζόμενος Μάρτυς, τοῖς τοῦ θανάτου καὶ φθορᾶς, νομοθέταις τὸν νοῦν οὐχ ὑπέκλινας, ἀναμέλπων Λαυρέντιε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ὥς τις ἀνάλγητος σαφῶς, σῶμα περικείμενος Μάρτυς, γενναιοτάτῳ λογισμῷ, τοῦ παμφάγου πυρὸς κατετόλμησας, ἀνακράζων πανόλβιε· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Πύλη ἐδείχθης νοητή, τῆς ἀνατολῆς τῆς ἐξ ὕψους, ἐπιφανείσης ἐπὶ τῆς γῆς, τοῖς ἀνθρώποις ἐκ σοῦ Θεονύμφευτε, ὑπὲρ λόγον καὶ ἔννοιαν, τοῦ Θεοῦ τοῦ τῶν Πατέρων εὐλογημένου.

Κανών β', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ἀκηκοότες Δέσποτα, ἐκ Πατρὸς μαρτυρούμενον, καὶ ὡς ἀνθρωπίνης, στερροτέραν ὄψεως, ὁρᾶν τοῦ προσώπου σου τὴν ἀστραπὴν μὴ φέροντες, σοῦ οἱ μαθηταί, ἐπὶ τήν γῆν κατέπιπτον, ἐν φόβῳ μελῳδοῦντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Βασιλευόντων πέφυκας, Βασιλεὺς ὡραιότατος, καὶ τῶν πανταχοῦ κυριευόντων Κύριος, δυνάστης μακάριος, καὶ φῶς οἰκῶν ἀπρόσιτον, ᾧ οἱ Μαθηταί, καταπλαγέντες ἐβόων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὡς οὐρανοῦ δεσπόζοντι, καὶ τῆς γῆς βασιλεύοντι, καὶ καταχθονίων, τὴν κυρείαν ἔχοντι, Χριστὲ σοι παρέστησαν, ἐκ μὲν τῆς γῆς Ἀπόστολοι, ὡς ἐξ οὐρανοῦ δὲ ὁ Θεσβίτης Ἠλίας, Μωϋσῆς δὲ ἐκ νεκάδων, μελῳδοῦντες συμφώνως· Λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Ῥαθυμοτόκοι μέριμναι, ἐπὶ γῆς κατελείφθησαν, τῇ τῶν Ἀποστόλων, ἐκλογῇ φιλάνθρωπε, ὡς σοὶ ἠκολούθησαν, πρὸς τὴν ἐκ γῆς μετάρσιον, θείαν πολιτείαν· ὅθεν καὶ ἐπαξίως, τῆς σῆς θεοφανείας, ἐμελῴδουν τυχόντες· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ
Ῥωμαλέῳ φρονήματι γέγονας, τῆς ἀστέκτου φλογὸς εὐτονώτερος, καὶ ὡς ἐν ἄλλῳ σώματι, πυρακτούμενος Μάκαρ· Πάντα τὰ ἔργα, εὐλογεῖτε ἐβόας τὸν Κύριον.

Ὁ τοὺς Παῖδας τοὺς τρεῖς ἐκμιμούμενος, καὶ πυρὸς κατασβέσας τοὺς ἄνθρακας, δρόσῳ τῆς θείας χάριτος, ἀνακράζει καὶ μέλπει· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Φωτισμὸς ὁ Χριστὸς σοι γενόμενος, τὴν αὐτοῦ σε ἰσχὺν περιέζωσε, καὶ πρὸς αὐτὸν ἀνήγαγεν εὐσεβῶς μελῳδοῦντα· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ῥίζης τοῦ Ἱεσσαὶ ῥάβδος πέφυκας, καὶ Χριστὸν τὸν Θεόν μου καὶ Κύριον, ὑπερφυῶς ἐξήνθησας, τῆς Θεότητος ἄνθος, πάντα τὰ ἔργα· διὰ τοῦτο ὑμνοῦμέν σε Δέσποτα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Κανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν Ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἵνα σου δείξῃς ἐμφανῶς, τὴν ἀπόρρητον δευτέραν κατάβασιν, ὅπως ὁ Ὑψιστος Θεός, ὀφθήσῃ ἑστὼς ἐν μέσῳ θεῶν, τοῖς Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ σὺν Ἠλίᾳ τε, ἀρρήτως ἔλαμψας· διὸ πάντες σε Χριστὲ μεγαλύνομεν.

Δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ Ἅγιον, τὸ ἐπουράνιον ἀΰλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοῒ Θεότητα ἄϋλον, Πατρὸς καὶ Πνεύματος, ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν.

Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον, πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ εμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν, μεγαλύνω ἀγαθὲ παρουσίας σου.

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Ὁλόκληρον θῦμα καὶ δεκτὸν θυμίαμα, τῷ Δεσπότῃ προσενήνεξαι, ὥσπερ χρυσίον ἐν καμίνῳ, πυρὶ δοκιμασθεὶς τῆς ἀθλήσεως, καὶ κόσμος τῆς Ἐκκλησίας γενόμενος, τῶν πρωτοτόκων ἀξιάγαστε.

Νεύσει ἀκλινεῖ πρὸς τὸν Θεὸν θεούμενος, καὶ ἑνώσει τῇ ἀμείνονι, λόγῳ καὶ θείᾳ θεωρίᾳ, φωτὶ τῷ ἀκροτάτῳ Λαυρέντιε, κραθῆναί σοι τηλαυγῶς ἐξεγένετο· ὅθεν σε πάντες μακαρίζομεν.

Ὡς ἥλιος Μάκαρ ἐκ δυσμῶν ἀνέτειλας, θαῦμα μέγα καὶ παράδοξον, πᾶσαν φωτίζων Ἐκκλησίαν, ταῖς σαῖς μαρμαρυγαῖς ἀξιάγαστε, καὶ θάλπων πάντας τῇ ζέσει τῆς πίστεως· ὅθεν σε πάντες μεγαλύνομεν.
Θεοτοκίον
Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ Προφῆται προεκήρυξαν, πόρρωθεν ταῦτα μυηθέντες, ἐκ θείας ἐπιπνοίας τοῦ Πνεύματος, καὶ κόσμῳ διαπρυσίως ἐκήρυξαν, ὧν τὰς ἐκβάσεις νῦν θαυμάζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ἀγγελικαῖς δυνάμεσι, καὶ Μαρτύρων χορείαις, Μεγαλομάρτυς ἔνδοξε, συγχορεύων τῷ θρόνῳ, τῆς ὑπερφώτου Τριάδος, καὶ λαμπραῖς ταῖς ἐκεῖθεν, αὐγαῖς περιχεόμενος, αἴτει φῶς καὶ εἰρήνην, τοῖς εὐσεβῶς, ἐκτελοῦσι μνήμην σου τὴν φωσφόρον, καὶ σὲ φαιδρῶς δοξάζουσιν, ὦ Λαυρέντιε Μάκαρ.
Ἐξαποστειλάριον τῆς ἑορτῆς
Ἦχος β'
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τούς προκρίτους, λαβὼν μετεμορφώθης νῦν, ἐν Θαβὼρ τῷ ἁγίῳ, ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες, μεθ’ ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Φωνὴ σοι πατρική, οὐρανόθεν ἠκούσθη· Οὗτός ἐστι βοῶσα· Υἱὸς ὁ ἀγαπητός μου, αὐτοῦ πάντες ἀκούετε.
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.
Ἀνέλθωμεν πιστοί, νοητῶς ἐν τῷ ὄρει, τῆς θεωρίας ὅπως τὴν δόξαν τοῦ Σωτῆρος, Θεοῦ ἡμῶν κατίδωμεν.
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
Γράφων ὁ Ψαλμωδός, Θαβὼρ Χριστὲ Σωτήρ μου, καὶ Ἑρμὼν ἀνεβόα· ἐν τῷ ὀνόματί σου, σαφῶς ἀγαλλιάσονται.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Παντάναξ Βασιλεῦ, εἰρήνευσον τὸν κόσμον, πρεσβείαις τῆς ἀχράντου, Παρθένου παντανάσσης, καὶ πάντων τῶν Ἁγίων σου.

Εἰς τὴν Λειτουργίαν.

Ἀντίφωνον Α'
Στίχος α'.
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.
Στίχος β'. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ.
Στίχος γ'. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Στίχος δ'. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου.

Ἀντίφωνον Β'
Στίχος α'.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχος β'. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ.
Στίχος γ'. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Στίχος δ'. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ.

Ἀντίφωνον Γ'
Στίχος α'.
Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.
Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Στίχος β'. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχος γ'. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.
Στίχος δ'. Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.

Εἰσοδικὸν
Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.

Εἰς τό, Ἐξαιρέτως
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ἐν καμίνῳ
ΤΟ ΑΚΟΥΤΕ
Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.

Κοινωνικὸν
Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα.