Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.

Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Μορφούμενος δι' οἶκτον Χριστέ, Ἀδὰμ τὸν πρῶτον ἄνθρωπον, ἐκ Παρθένου, ὤφθης δεύτερος Ἀδάμ, ἐν ὄρει δὲ Σωτήρ μου, Θαβὼρ μετεμορφώθης, παραγυμνῶν σου τήν Θεότητα.
Ἦχος πλ. β'
Ἐξέστησαν ὁρῶντες τὴν σήν, τῆς χάριτος οἱ πρόκριτοι, καὶ τοῦ νόμου, Μεταμόρφωσιν Χριστέ, ἐν ὄρει τῷ ἁγίῳ, μεθ' ὧν σε προσκυνοῦμεν, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι.
Ἦχος πλ. β'
Λαμπρύνεται ἡ κτίσις φαιδρῶς, τῇ σῇ Μεταμορφώσει Χριστέ, ἣν τοῖς θείοις, Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ τε καὶ Ἠλίᾳ, ὑπέδειξας Θεὸς ὤν, ἀρρήτως λάμψας ὑπὲρ ἥλιον.
Στιχηρὰ τοῦ Ἁγίου Μάρτυρος
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Εὖπλε παναοίδιμε ἐχθροῦ, δυσμενοῦς κατέβαλες, τὰς μηχανὰς ἀνδρειότατε, στερρᾷ ἀθλήσει σου, προσπαλαίσας τοῦτον, καὶ Χριστῷ τῷ Κτίστῃ σου, θυσία καθαρὰ καὶ εὐπρόσδεκτος, καθιερώθης νῦν, τῷ τῶν ὅλων βασιλεύοντι, δι' αἰῶνος συναγαλλιώμενος.
Ἦχος α'
Εὖπλε παναοίδιμε Σταυρῷ τοῦ Χριστοῦ φραξάμενος, τὰ τῆς ψυχῆς αἰσθητήρια, πρὸς τὸν ἀντίπαλον, ἑκουσίᾳ γνώμῃ, καρτερῶς ἐχώρησας, καὶ τοῦτον προφανῶς τροπωσάμενος, συμβασιλεύεις νῦν, τῷ, τῶν ὅλων βασιλεύοντι, δι' αἰῶνος συναγαλλιώμενος.
Ἦχος α'
Εὖπλε παναοίδιμε Χριστόν, ἀρωγὸν κτησάμενος, τῶν ὑλικῶν κατεφρόνησας, καὶ σῶμα δι' αὐτόν, τῷ διώκτῃ Μάρτυς, παραδοὺς εἰς μάστιγας, ἀντέστης ἐναθλῶν μέχρις αἵματος· διὸ στεφάνῳ σε, τῷ τῆς νίκης κατεκόσμησεν, ὁ Δεσπότης καὶ Σωτὴρ καὶ Κύριος.
Θεοτοκίον
Ἦχος δ'
Ὄρος τὸ ποτὲ ζοφῶδες καὶ καπνῶδες, νῦν τίμιον καὶ ἅγιόν ἐστιν, ἐν ᾧ οἱ πόδες σου ἔστησαν Κύριε· πρὸ αἰώνων γὰρ κεκαλυμμένον μυστήριον, ἐπ' ἐσχάτων ἐφανέρωσεν ἡ φρικτή σου Μεταμόρφωσις, Πέτρῳ Ἰωάννῃ καὶ Ἰακώβῳ, οἵτινες τὴν ἀκτῖνα τοῦ προσώπου σου μὴ φέροντες, καὶ τὴν λαμπρότητα τῶν χιτώνων σου, ἐπὶ πρόσωπον εἰς γῆν κατεβαρύνοντο, οἳ καὶ τῇ ἐκστάσει συνεχόμενοι, ἐθαύμαζον βλέποντες, Μωϋσῆν καὶ Ἠλίαν, συλλαλοῦντάς σοι τὰ μέλλοντα συμβαίνειν σοι. Καὶ φωνὴ ἐκ τοῦ Πατρός ἐμαρτύρει λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε, ὅστις καὶ δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Φύσιν τὴν ἐξ' Ἀδάμ, Χριστὲ ἀμεῖψαι θέλων, ἐν ὄρει νῦν ἀπαίρεις, Θαβὼρ παραγυμνώσων, τοῖς Μύσταις τὴν Θεότητα.
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.
Σέλας τὸ τριλαμπές, ἀστράψαν ἀπορρήτως, τῆς θεϊκῆς σου δόξης, Θαβὼρ ἐν ὄρει Σῶτερ, τὴν σύμπασαν ἐφαίδρυνεν.
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
Αἴφνης οἱ Μαθηταί, τὸ ἔξαλλον ἰδόντες, τὸ τῆς στολῆς καὶ πάσης, διαρτίας σου Λόγε, πρηνεῖς εἰς γῆν κατέπιπτον.
Θεοτοκίον
Ἦχος δ'
Εἰς ὄρος ὑψηλὸν μεταμορφωθεὶς ὁ Σωτήρ, τοὺς κορυφαίους ἔχων τῶν Μαθητῶν, ἐνδόξως ἐξέλαμψας δηλῶν ὅτι οἱ ἐν ὕψει τῶν ἀρετῶν διαπρέψαντες, καὶ τῆς ἐνθέου δόξης ἀξιωθήσονται. Συλλαλοῦντες δὲ τῷ Χριστῷ, Μωϋσῆς καὶ Ἠλίας ἐδείκνυον ὅτι ζώντων καὶ νεκρῶν κυριεύει, καὶ ὁ πάλαι διὰ νόμου, καί, Προφητῶν λαλήσας ὑπῆρχε Θεός, ᾧ καὶ φωνὴ τοῦ Πατρός, ἐκ νεφέλης φωτεινῆς ἐμαρτύρει λέγουσα· Αὐτοῦ ἀκούετε, τοῦ διὰ Σταυροῦ τόν, ᾍδην σκυλεύσοντος, καὶ νεκροῖς δωρουμένου ζωήν τὴν αἰώνιον.

Ἀπολυτίκιον τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Ο Μάρτυς σου Κύριε, έν τή αθλήσει αυτού, τό στέφος εκομίσατο τής αφθαρσίας, εκ σού τού Θεού ημών, έχων γάρ τήν ισχύν σου, τούς τυράννους καθείλεν, έθραυσε καί δαιμόνων, τά ανίσχυρα θράση, αυτού ταίς ικεσίαις Χριστέ, σώσον τάς ψυχάς ημών.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἑορτὴ ὑπέρλαμπρος ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ, Χριστὸν ἐποψόμενοι.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὁμότιμος Λόγος Πατρὶ καὶ Πνεύματι, σαρκωθεὶς ἐκ Παρθένου εἰς σωτηρίαν ἡμῶν, ἀνεστράφη τοῖς ἐν γῇ καθάπερ γέγραπται, καὶ ἀνελθὼν ἐν τῷ Θαβώρ, σὺν προκρίτοις Μαθηταῖς, ἐνδόξως μετεμορφώθη· διὸ ὑμνοῦμεν αὐτοῦ τὴν θείαν, καὶ παναγίαν συγκατάβασιν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Πρῶτος Κανών τῆς Ἑορτῆς, οὗ ἡ, Ἀκροστιχίς.
Χριστὸς ἐνὶ σκοπιῇ σέλας ἄπλετον εἴδεος ἧκε.
Ποίημα Κοσμᾶ Μοναχοῦ.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».

Ῥήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη· Ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράψω ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ἰσχὺν τῶν ἐθνῶν κατέδεσθε, φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Σήμερον Χριστὸς ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα· σελασφόρου δὲ πλησθέντες θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὁ Κανὼν τοῦ Ἁγίου Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Τὸν κλεινὸν Εὖπλον εὐσεβῶς ἐπαινέσω.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος δ'
Τριστάτας κραταιοὺς ΤΟ ΑΚΟΥΤΕ
Τῷ ὅπλῳ τοῦ Σταυροῦ, εὐπλοήσας εἰσῆλθες, εἰς λιμένα τῆς ζωῆς, ἐν ᾧ περιχαρῶς, αὐγαζόμενος ἔνδοξε, κόπασόν μου τῆς καρδίας, πολυτάραχον κλύδωνα, γαληνῶς τοῦ δοξάζειν τὴν μνήμην σου.

Ὁλόφωτος ἀστήρ, ἀρετῶν δᾳδουχίαις, καταυγάζων τοὺς πιστούς, ἀνέτειλας σοφέ, τῷ σεπτῷ στερεώματι, Εὖπλε τῷ τῆς Ἐκκλησίας, καὶ τὸν ζόφον ἀπήλασας, τῶν δαιμόνων δυνάμει τοῦ Πνεύματος.

Νευρούμενος σοφέ, θεϊκῇ δυναστείᾳ, θαρσαλέῳ λογισμῷ, Θεὸν τὸν ἐκ Θεοῦ, γεννηθέντα ἐκήρυξας, σταύρωσιν ἐθελουσίως, ὑπομείναντα ἔνδοξε, καὶ θανάτῳ τὸν θάνατον λύσαντα.

Κινείσθω πρὸς τὴν σήν, εὐφημίαν πᾶν στόμα, ὅτι στόματος ἐχθροῦ, ἐνθέοις διδαχαῖς, θεοφόρε ἐξήρπασας, πάντας τοὺς εὐπειθεστάτως, δεξαμένους τοὺς λόγους σου, ἀθλοφόρε Χριστοῦ γενναιότατε.
Θεοτοκίον
Λαμπρύνας σου Χριστός, τὴν νηδὺν τὴν φωσφόρον, τῇ καθόδῳ τῇ φρικτῇ, ὡς ἥλιος Ἁγνή, τοῖς ἐν κόσμῳ ἀνέτειλε, λύων τῆς πολυθεΐας, τὴν ἀχλὺν τὴν καχέσπερον, καὶ φωτίζων τοῦ κόσμου τὰ πέρατα.

Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Ὅλον τὸν Ἀδὰμ φορέσας Χριστέ, τὴν ἀμαυρωθεῖσαν ἀμείψας ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας.

Στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ πάλαι, ὁ ἐν τῇ ἐρήμῳ τὸν Ἰσραὴλ ἄγων, σήμερον ἐν τῷ ὄρει Θαβὼρ ἀρρήτως, ἐν φωτὶ Χριστὸς ἐξέλαμψεν.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Ὅτι στεῖρα ἔτεκεν ΤΟ ΑΚΟΥΤΕ
Ἑαυτὸν ἐξέδωκας, ὥσπερ ἀμνὸς ἑκουσίως, σφαγιασθῆναι θέλων, ὑπὲρ Χριστοῦ τοῦ διὰ σέ, ἐθελοντὶ πτωχεύσαντος καὶ σφαγέντος, Εὖπλε παμμακάριστε.

Ἱερεῖον ἄμωμον, εὐωδεστάτη θυσία, καὶ προσφορὰ τελεία, προσανηνέχθης τῷ Θεῷ, περιχαρῶς μακάριε, ἀναμέλπων· Ἅγιος εἶ Κύριε.

Νόμοις κρατυνόμενος, Εὐαγγελίου θεόφρον, μέσον ἀνδρῶν ἀνόμων, ἐπέστης κράζων ἐμφανῶς· Τοῖς μὴ ζητοῦσι πάρειμι, διελέγξαι τούτων τὴν δυσσέβειαν.
Θεοτοκίον
Ὁ Θεὸς ἐν μέσῳ σου, κατασκηνώσας, οὐδόλως τῆς παρθενίας κλεῖθρα, τῆς σῆς ἐσάλευσεν Ἁγνὴ ὃν ἐκτενῶς ἱκέτευε, στηριχθῆναι πάντας τους ὑμνοῦντάς σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε».

Κάθισμα τοῦ Ἁγίου Μάρτυρος
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τοὺς νόμους τοῦ Χριστοῦ, ἐν χερσὶ περιφέρων, ἐπέστης ἐκβοῶν, τοῖς ἐχθροῖς ἐν σταδίῳ. Αὐτόκλητος πάρειμι, ἐναθλήσων στερρότατα· ὅθεν κλίνας σου, περιχαρῶς τὸν αὐχένα, ὑποδέδεξαι, τὴν ἐκτομὴν τὴν τοῦ ξίφους, τελέσας τὸν δρόμον σου.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς
Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
ΤΟ ΑΚΟΥΤΕ
Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καί, Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.

Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε».

Νόμον ἐν Σινᾷ τῷ γράμματι, διατυπούμενος, Χριστὲ ὁ Θεός, ἐν τῇ νεφέλη πυρί, καὶ γνόφῳ καὶ ἐν θυέλλῃ, ὤφθης ἐποχούμενος· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἴνα πιστώσῃ τὴν ἔνδοξον, οἰκονομίαν σου, Χριστὲ ὁ Θεός, ὡς προϋπάρχων πρὸ τῶν αἰώνων, καὶ ὁ αὐτὸς ἐν νέφει τὴν ἐπίβασιν θείς, ἐν τῷ Θαβὼρ ἀρρήτως ἐξέλαμψας.

Συλλαλοῦντες παρειστήκεισαν δουλοπρεπῶς, σοὶ τῷ Δεσπότῃ Χριστῷ, οἷς ἐν πυρὸς ἀτμίδι καὶ γνόφῳ, καὶ λεπτοτάτῃ αὔρᾳ προσωμίλησας· Δόξα τῇ δυνάμει σου Κύριε.

Κατεμήνυον τὴν ἔξοδον, τὴν ἐν Σταυρῷ σου ἐν Θαβὼρ παρόντες, ὁ ἐν πυρὶ σε καὶ βάτῳ πάλαι, προκατιδὼν Μωσῆς, καὶ ὁ μετάρσιος δίφρῳ, ἐν πυρίνῳ Ἠλίας Χριστέ.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Δι' ἀγάπησιν Οἰκτίρμον ΤΟ ΑΚΟΥΤΕ
Ναὸς ἔμψυχος Τριάδος τῆς παναγίας, ὡς ἀληθῶς ἐδείχθης καὶ ναοὺς τῶν εἰδώλων, Εὖπλε κατηδάφισας, τῷ ὅπλῳ τῆς πίστεως.

Ἐνηδόμενος τῷ κάλλει τῷ θείῳ Εὖπλε, τῶν αἰκισμῶν καὶ πόνων, τῶν ἀπείρων βασάνων, μάκαρ κατεφρόνησας, καὶ χαίρων ἐνήθλησας.

Ὑψηλόφρονα καρδίαν τοῦ παλαμναίου, ταπεινωθεὶς θεόφρον, ἐταπείνωσας μάρτυς, καὶ πρὸς τὸν ὑψώσαντα, βροτοὺς ἀνελήλυθας.

Πυρακτούμενος τῷ φίλτρῳ τῷ τοῦ Δεσπότου, πᾶσαν τὴν πλάνην μάρτυς, ἐνεπύρισας ὄντως, καὶ πρὸς τὸ μαρτύριον, προθύμως ἐχώρησας.
Θεοτοκίον
Λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου, σὲ τὴν Τεκοῦσαν Κόρη, τὸν πλουτίσαντα πάντας, θείαις ἐπιγνώσεσι, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον».

Προσενωπίῳ σοι ὧραι ὑπεκλίθησαν· φῶς γὰρ καὶ πρὸ ποδῶν, ὑψίδρομον σέλας Χριστέ, ἥλιος εἶκε μορφὴν βροτείαν, ὡς ἀμεῖψαι εὐδόκησας.

Ἰδοὺ Σωτὴρ ἀνεβόων, Μωϋσῆς καὶ Ἠλίας τῶν Μαθητῶν, ἐν ὄρει ἁγίῳ Θαβὼρ ἐνηχουμένων, Χριστὸς ὃν πάλαι, προηγγείλαμεν ὄντα Θεόν.

Ἡ ἀναλλοίωτος φύσις, τῇ βροτείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου Θεότητος, φῶς παραγυμνοῦσα τοῖς Ἀποστόλοις, ἀπορρήτως ἐξέλαμψε.

Σὲ τὸ ἀΐδιον φέγγος, ἐν πατρῴᾳ τῇ δόξῃ, οἱ Μαθηταί, ὡς εἶδον ἐκλάμψαν Χριστέ, σοὶ ἀνεβόων· Ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Ἀσεβεῖς οὐκ ὄψονται ΤΟ ΑΚΟΥΤΕ
Ὁλικῶς ταῖς νεύσεσι, ταῖς θείαις λαμπρυνθείς, καὶ ἀνδρείᾳ ὀχυρωθείς, ὥσπερ λέων ἄριστε, σὺ πρὸς τὸ στάδιον, πεποιθὼς εἰσέδραμες, τὴν δυσσέβειαν τροπούμενος.

Νέμει σοι τὴν ἄλυπον, ζωὴν ὁ λυτρωτής, δι' αὐτὸν θάνατον πικρόν, ἀθλοφόρε ἔνδοξε, καθυπομείναντι, καὶ χοροῖς συνάπτει σε, τῶν μαρτύρων ἀριστεύσαντα.

Ἔκλινας αὐχένα σου, προθύμῳ λογισμῷ, καὶ τὴν κάραν ἀφαιρεθείς, τῷ Χριστῷ τρανότερον, καὶ καθαρώτερον, συνεδέθης Ὅσιε, ἀπολαύων τῆς θεώσεως.
Θεοτοκίον
Ὑπερτέρα πέφηνας, Ἀγγέλων ἀληθῶς, τῶν Ἀγγέλων τὸν ποιητήν, ὑπὲρ νοῦν κυήσασα, τὸν δοξάσαντα τοὺς Ἁγίους μάρτυρας, Παναγία Μητροπάρθενε.

Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Λαμπηδόνος πλέον, ἡλίου φῶς τρανότερον, ἐν Θαβὼρ ἐκλάμψας, ὁ Χριστὸς ἡμᾶς ἐφώτισεν.

Ἀνελθὼν ἐν ὄρει, Θαβὼρ μετεμορφώθης Χριστέ, καὶ τὴν πλάνην πᾶσαν, ἀμαυρώσας φῶς ἐξέλαμψας.

Σὲ Θεὸν ἐπέγνων, οἱ ἔνδοξοι Ἀπόστολοι, ἐν Θαβὼρ Χριστὲ δέ, ἐκπλαγέντες γόνυ ἔκλιναν.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Ἦλθον εἰς τὰ βάθη ΤΟ ΑΚΟΥΤΕ
Σταζόμενος αἵματι παρέστης, τῷ σῷ ἀγωνοθέτῃ, γενναιότατα Εὖπλε θεόφρον, καὶ παρ' αὐτοῦ, τοὺς στεφάνους εἴληφας, τοὺς τῆς νίκης ἀγαλλόμενος.

Ἔστης πρὸ τοῦ βήματος ἀνδρείως, τοὺς τοῦ Δεσπότου νόμους, ταῖς ἀγκάλαις σου Εὖπλε κατέχων, καὶ προφανῶς, τοὺς ἀνόμους Ὅσιε, διελέγχων προθυμότατα.

Βασάνων πληθὺν μὴ δειλιάσας, μὴ φοβηθεὶς τὸ ξίφος, τὴν ἀλήθειαν σὺ πρὸ βημάτων δικαστικῶν, εὐσεβῶς ἐκήρυξας, καὶ τὴν πλάνην ἐθανάτωσας.
Θεοτοκίον
Ὦ θαῦμα παράδοξον, πῶς τίκτεις, πεῖραν ἀνδρὸς μὴ γνοῦσα; πῶς θηλάζεις δὲ Παρθενομῆτορ, τὸν χορηγόν, ἀληθῶς τοῦ γάλακτος, καί τροφέα πάσης κτίσεως;
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων· ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε».

Κοντάκιον τῆς Ἑορτῆς
Ἦχος βαρὺς
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὔπλου τοῦ Διακόνου.
Στίχοι
Ἐκ τῆς στολῆς μέν, σεπτὸς Εὖπλος Λευΐτης.
Ἐκ τῆς τομῆς δέ, στερρὸς ὄντως ὁπλίτης.
Πλήγη ἑνδεκάτῃ ξίφει Εὖπλος κοπήεντι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἐγκαινίων τοῦ σεβασμίου καὶ περικαλλοῦς οἴκου καὶ θείου Ναοῦ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Ἐλεούσης.
Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις περὶ τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Μνήμη τῶν ἁγίων μαρτύρων Νεοφύτου, Ζήνωνος, Δαΐου, Μάρκου, Μακαρίου καὶ Δαϊανοῦ, διὰ πυρὸς τελειωθέντων.
Ὁ Ὅσιος Πασσαρίων ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».

Περιχυθέντες φωτί, τῆς ἀπροσίτου δόξης, Θαβὼρ ἐν ὄρει οἱ Ἀπόστολοι, Χριστὲ ἀνεβόησαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Λαίλαπι θείας ἠχῆς, καὶ δροσοβόλῳ νεφέλῃ, Χριστὲ καὶ αἴγλῃ σου ἡδόμενοι, οἱ Ἀπόστολοι ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ἐν ἀπροσίτῳ φωτί, ὡς σὲ κατεῖδε Πέτρος, Θαβὼρ ἐν ὄρει ἐξαστράψαντα, Χριστὲ ἀνεβόησεν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τῷ ἀρχηγῷ τῆς γῆς, Χριστῷ συνόντες παῖδες, οἱ Ζεβεδαίου ὡς ἀπέπεμψε, μορφῆς φῶς ἑβρόντησαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Νέοι τρεῖς ἐν Βαβυλῶνι ΤΟ ΑΚΟΥΤΕ
Στάξαν σου ἐν γῇ τὸ αἷμα, ἀπέσβεσε τὴν πυράν, τῆς πλάνης πανόλβιε, τὴν δὲ τοῦ Χριστοῦ Ἐκκλησίαν, πλουσιωτάτως ἤρδευσεν, εὐσεβῶς ἀνυμνοῦσάν σε.

Ἔχων φρόνημα γενναῖον, καὶ ἄσειστον λογισμόν, τὴν πλάνην κατέσεισας, καὶ προϊσταμένους τοῦ ψεύδους, τοῖς ἀψευδέσιν ἤλεγξας, διδαχαῖς Εὖπλε πάνσοφε.

Πύλη σοι τοῦ Παραδείσου, Εὖπλε μάρτυς τοῦ Χριστοῦ, ἠνοίχθη μακάριε, κεκαλλωπισμένον ἰδοῦσα τῷ θείῳ πάθει, καὶ τῷ νικητικῷ διαδήματι.

Ἄνθρακι κεκαθαρμένος, θείῳ μάρτυς τὴν ψυχήν, ἄνθρακας κατέσβεσας, τῆς πολυθεΐας κραυγάζων· Εὐλογητὸς εἶ Κύριος ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον
Ἵνα σου τὴν θείαν μήτραν, κάμινος ἡ Περσική, τυπώσῃ Πανάμωμε, σῴζει Νεανίας ἀφλέκτους ἀναβοῶντας· Κύριε ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Νεύματι τὸ πᾶν ὁ φέρων, ποσὶν ἀχράντοις ὄρους ἐπέβη Θαβώρ, ἐν ᾧ ἡλίου μᾶλλον αὐγῆς, ἐξαστράψας τὸ πρόσωπον, νόμου προκρίτους, καὶ τῆς χάριτος ἔδειξε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἐν τῇ ἀπροσίτῳ δόξῃ, κατ' ὄρος ἐκφανθὲν ἀπορρήτως Θαβώρ, τὸ ἄσχετον καὶ ἄδυτον φῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν κτίσιν φαιδρῦναν, τοὺς ἀνθρώπους ἐθέωσε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἱεροπρεπῶς ἑστῶτες, Μωσῆς τε καὶ Ἠλίας ἐν ὄρει Θαβώρ, τῆς θείας χαρακτῆρα, τρανῶς ὑποστάσεως βλέποντες, Χριστὸν ἐν πατρῴᾳ, ἐξαστράψαντα δόξῃ, ἀνέμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Διὰ τῆς ἐν γνόφῳ θείας ὀμφῆς, τὸ πρόσωπον ποτὲ ἐδοξάσθη Μωσῆς, Χριστὸς δὲ ὡς ἱμάτιον, φῶς καὶ δόξαν ἀναβάλλεται· φωτὸς αὐτουργὸς γὰρ πεφυκὼς καταυγάζει τοὺς μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἐκ φωτογενοῦς νεφέλης, Χριστὸν οἱ μαθηταὶ ἀμπεχόμενον, ὁρῶντες ἐν Θαβώρ, καὶ πρηνεῖς ἐπὶ γῆς κατανεύσαντες, τὸν νοῦν ἐλλαμφθέντες, σὺν Πατρὶ τοῦτον ὕμνουν καὶ Πνεύματι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ
Νοσημάτων παντοίων καθάρσιον, καὶ πνευμάτων δεινῶν ἐλατήριον, τὸ σὸν ὑπάρχει Λείψανον, ὃ κυκλοῦντες βοῶμεν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ἐπὶ σοὶ τῶν πιστῶν δῆμος γέγηθε, πρὸς Χριστὸν σε μεσίτην κτησάμενος, καὶ πρεσβευτην θερμότατον, καὶ προστάτην παμμάκαρ Εὖπλε Λευῖτα, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.

Συνελθόντες ἀρύσασθε ἄνθρωποι, νοσημάτων κατάλληλον ἴαμα, ἐκ τῆς σοροῦ τοῦ μάρτυρος, καὶ βοήσατε πίστει· Πάντα τὰ ἐργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον
Ὡραιώθης Ἁγνὴ παναμώμητε, ὑπὲρ πᾶσαν Ἀγγέλων εὐπρέπειαν, τὸν ποιητὴν κυήσασα, τῶν βροτῶν καὶ Ἀγγέλων, ᾧ μελῳδοῦμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντός, Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν».

Σύντρομοι καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς εἰς γῆν καταπεσόντες, σοὶ τῷ Δεσπότῃ τῶν ἁπάντων προσεκύνησαν.

Ἦχος ἐκ νεφέλης ἀνεπέμπετο, θεόκτυπος βεβαιῶν τὸ θαῦμα· ὁ Πατὴρ γὰρ τῶν φώτων. Οὗτός ἐστιν Υἱὸς ὁ ἀγαπητός μου, τοῖς Ἀποστόλοις ἀνεβόα, οὗ ἀκούετε.

Καινὰ κατιδόντες καὶ παράδοξα, φωνῆς πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται, ἐκμαγεῖον τοῦ ἀρχετύπου. Οὗτος ὑπάρχει ἀνεβόων ὁ Σωτὴρ ἡμῶν.

Εἰκὼν ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων, δεξιὰ Ὑψίστου σθένος, σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν ἠξιώθης ἀληθῶς πανόλβιε, τὰ μακρόθεν σοι ποθούμενα, ἔστης ἐφέσεως ὡς φθάσας, αὐτὸ τῶν ὀρεκτῶν τὸ ἀκρότατον, τοῦ πόθου σου σαφῶς τὸ συμπέρασμα, Εὖπλε Λευΐτα ἀξιάγαστε.

Ὡς σκῆπτρον κατέχων τὸν Σταυρὸν μακάριε, τῇ χειρί σου τὴν πορφύραν δέ, ἣν ἐξ αἱμάτων ἱερῶν σου, ἐφοίνιξας λαμπρῶς περικείμενος, Χριστῷ τῷ Βασιλεῖ νῦν παρίστασαι, Εὖπλε μαρτύρων ἀκροθίνιον.

Σήμερον Κατάνη ἡ σεπτὴ μητρόπολις, πολιοῦχον ταύτης ἄριστον, σὲ κεκτημένη ἑορτάζει, τὴν θείαν ἐκτελοῦσά σου ἄθλησιν, σὺν πάσαις ἐπαρχίαις καὶ πόλεσιν, ἥν περιέποις σαῖς δεήσεσιν.

Ἥλιος ὁλόφωτος σαφῶς γεγένησαι, καὶ πρὸς φέγγος κατεσκήνωσας, Μάρτυς τὸ θεῖον τῇ μεθέξει, θεούμενος τῇ θείᾳ μακάριε, καὶ νῦν φωταγωγεῖς τοὺς ὑμνοῦντάς σου, τὴν φωτοφόρον μάκαρ ἄθλησιν.
Θεοτοκίον
Φωτός, τοῦ ἐν σοὶ μαρμαρυγαῖς Θεόνυμφε, τὴν ψυχήν μου φωταγώγησον, κείμενον βόθρῳ ἀπωλείας, ἀνάστησον, ἐχθροὺς καταισχύνουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντάς με.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Διόλου ἀνακείμενος, Θεῷ τῷ παντοκράτορι, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, λαμπόμενος ἀθλοφόρε, τῶν ἐκτελούντων μέμνησο, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων Ἅγιε, ὡς τοῦ Χριστοῦ Μυστηρίων, Διάκονον μάρτυς Εὖπλε.
Ἐξαποστειλάριον
Ἦχος γ'
αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Χαίρετε ἡ τριάς, τῶν θείων Ἀποστόλων, ὅτι τῆς Τριάδος εἶδες, τὸν κατ' οὐσίαν ἕνα, εἰς ὄρος τὸ Θαβώριον.
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.
Εὖγέ σοι τῷ Θαβώρ, τῷ πρὶν ζοφωδεστάτῳ· φωτὸς γὰρ ἠξιώθης, οὐκ αἰσθητοῦ ἡλίου, τῆς ἄνω δὲ λαμπρότητος.
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
Φωτὶ μὲν τῷ τοῦ σοῦ, προσώπου ἐλλαμφθέντες, οἱ Μαθηταί σου Σῶτερ, μὴ φέροντες τὴν αἴγλην, εἰς γῆν ἄφνω κατέπιπτον.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Εἶδον ἐν τῷ Θαβώρ, Μωσῇς τε καὶ Ἠλίας, τὸν ἐκ Παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.

Εἰς τὴν Λειτουργίαν.

Ἀντίφωνον Α'
Στίχος α'.
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.
Στίχος β'. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ.
Στίχος γ'. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Στίχος δ'. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου.

Ἀντίφωνον Β'
Στίχος α'.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχος β'. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ.
Στίχος γ'. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Στίχος δ'. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ.

Ἀντίφωνον Γ'
Στίχος α'.
Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.
Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Στίχος β'. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχος γ'. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.
Στίχος δ'. Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.

Εἰσοδικὸν
Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.

Εἰς τό, Ἐξαιρέτως
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ἐν καμίνῳ
ΤΟ ΑΚΟΥΤΕ
Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.

Κοινωνικὸν
Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα.