Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μύρωνος.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τῆς Ἑορτῆς, καὶ τρία τοῦ Ἁγίου.

Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος β'
Ποίοις εὐφημιῶν ΤΟ ΑΚΟΥΤΕ
Ποίοις οἱ εὐτελεῖς χείλεσι, μακαρίσωμεν τὴν Θεοτόκον, τὴν τιμιωτέραν τῆς κτίσεως, καὶ ἁγιωτέραν ὑπάρχουσαν, Χερουβὶμ καὶ πάντων τῶν Ἀγγέλων, τὸν θρόνον, τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ κόσμου, τοῦ Θεοῦ ἁγίασμα, τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ μνήμῃ αὐτῆς, πλουσίως τὸ μέγα ἔλεος.
Ἦχος β'
Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία, τῇ γὰρ ἀθανάτῳ Κοιμήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ πρὸς ὑπερκόσμια μετέβης, τὸ κάλλος, κατανοεῖν τοῦ Παντοκράτορος, καὶ τούτῳ, οἷά περ Μήτηρ συναγάλλεσθαι, ἀγγελικῶν σοι ταγμάτων, δορυφορησάντων ἁγνή, καὶ ψυχῶν δικαίων, μεθ' ὧν αἴτησαι ἡμῖν, εἰρήνην καὶ μέγα ἔλεος.
Ἦχος β'
Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ τῆς σῆς κλίνης ἱστάμενοι, πάντες οἱ τοῦ Λόγου Ἀπόστολοι, καὶ θαμβητικῶς ἀναβοῶντες; Ἀπαίρει, τοῦ Βασιλέως τὸ παλάτιον, ὑψοῦται, ἡ κιβωτὸς τοῦ ἁγιάσματος. Πύλαι ἐπάρθητε ὅπως, τοῦ Θεοῦ ἡ πύλη, ἐν πολλῇ εἰσέλθῃ χαρᾷ ἀπαύστως τῷ κόσμῳ, αἰτουμένη τὸ μέγα ἔλεος.
Στιχηρὰ τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὅτε ἀθεΐας ἡ πυρά, πᾶσαν κατενέμετο χώραν μακαριώτατε, τότε ἐξαπτόμενος ζέσει τοῦ Πνεύματος, τὸν ἐκ Κόρης θεόπαιδος, ἐκήρυξας Λόγον, σάρκα ἐνδυσάμενον δι' ἀγαθότητα· ὅθεν καὶ πυρὸς καὶ βασάνων, ἤνεγκας δεινὰς τιμωρίας, σθένει δυναμούμενος τοῦ Πνεύματος.
Ἦχος β'
Ὅτε ὁ δυσώνυμος ἐχθρός, ἔσπευδε θωπείαις συλῆσαι, τὴν σὴν διάνοιαν, τότε γενναιότητι καλλωπιζόμενος, ἀντετάξω στερρότατα, καὶ ἤνεγκας πόνους, ἄπονον πρός λῆξίν σε διαβιβάζοντας, μάρτυς ἀξιάγαστε Μύρων, τοῖς ἐν οὐρανοῖς βασιλείας, καὶ τῆς δι' αἰῶνος ἀπολαύσεως.
Ἦχος β'
Ὅτε τοῖς βουνεύροις ὁ ἐχθρός, ἔτυπτε ξεσμοῖς ἀνενδότως, ἐκδαπανώμενον, μάρτυς τὸ σαρκίον σου τὸ ἱερώτατον, πρὸς Χριστὸν ἐνητένιζες, τὸν ἀγωνοθέτην, χεῖρά σοι προτείνοντα θείας δυνάμεως· ὅθεν ἐκτελέσας τον δρόμον, ἔτυχες μεγίστων ἐπάθλων, Μύρων ἀθλοφόρε γενναιότατε.
Θεοτοκίον
Ἦχος β'
Ποίοις εὐφημιῶν ΤΟ ΑΚΟΥΤΕ
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Δῆμος τῶν Μαθητῶν, ἠθροίσθη ἐκ περάτων, σὺν τοῖς σεπτοῖς Ἀγγέλοις, Μήτηρ Θεοῦ κηδεῦσαι, τὸ θεοδόχον σῶμά σου.
Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Δεῦτε οἱ γηγενεῖς, σήμερον σὺν Ἀγγέλοις, στησώμεθα χορείαν, φαιδρὰν ἐν τῇ Κοιμήσει, τῆς μόνης Θεομήτορος.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Σῶμά σου τῇ φθορᾷ, ἀπρόσιτον ὑπῆρξε, καὶ πρὸς ταφὴν ἐδόθη, τῆς φύσεως τῷ νόμῳ, μένει δὲ ἀδιάφθορον.
Θεοτοκίον
Ἦχος β'
Ἡ πανάμωμος νύμφη καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός, ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν, τῆς ἀσυγχύτου ἑνώσεως, σήμερον τὴν ἄχραντον ψυχήν, τῷ Ποιητῇ καὶ Θεῷ παρατίθεται, ἣν Ἀσωμάτων δυνάμεις, θεοπρεπῶς ὑποδέχονται, καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὄντως Μήτηρ τῆς ζωῆς, ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός, ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὁ μάρτυς σου Κύριε,
ἐν τῇ ἀθλήσει αὐτοῦ,
τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας,
ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν·
ἔχων γὰρ τὴν ἰσχύν σου,
τοὺς τυράννους καθεῖλεν,
ἔθραυσε καὶ δαιμόνων,
τὰ ἀνίσχυρα θράση.
Αὐτοῦ ταὶς ἱκεσίαις
Χριστὲ ὁ Θεός,
σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ἀπὸ τοῦ σκήνους σου, τὴν νοεράν σου ψυχήν, ἀπὸ τοῦ τάφου δέ, τὴν καθαράν σου σκηνήν, παραλαβὼν ὁ σὸς Υἱός, μετέστησε Θεοτόκε, εἰς τὰ ἐπουράνια, ἀποδούς τὰ ἐπίχειρα, τοῖς ἀποτολμήσασι, περιτρέψαι σὸν σκίμποδα, ὃν τοὺς ἐν πίστει ἀσπαζομένους, σῷζε πανάχραντε πρεσβείαις σου.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Σὲ χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν· ὅθεν σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Ὁ Κανὼν δεύτερος τῆς Ἐορτῆς.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος,
καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος,
ταύτης τὴν Κοίμησιν.».

Παρθένοι νεάνιδες, σὺν Μαριὰμ τῇ Προφήτιδι, ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε· ἡ Παρθένος γάρ, καὶ μόνη Θεοτόκος, πρὸς λῆξιν οὐράνιον διαβιβάζεται.

Ἀξίως ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ καὶ Θεῷ.

Ὁ Κανὼν τοῦ Ἁγίου Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
ᾌδω Μύρων σου τὴν μυρίπνοον χάριν.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος β'
Δεῦτε λαοὶ ΤΟ ΑΚΟΥΤΕ
Αἶνον Θεῷ, ἐπὶ τῇ μνήμῃ χορεύοντες, τοῦ ἀθλοφόρου Μύρωνος, ᾄσωμεν ἅπαντες, ἐνισχύσαντι τοῦτον, τὸ κράτος διολέσαι, τοῦ πολεμήτορος.

Δῶρον σαυτόν, τῷ εὐεργέτῃ προσήγαγες, καὶ ἱερὸν ἀνάθημα, καὶ καλλιέρημα, καὶ εὐώδη θυσίαν, νομίμως ἐναθλήσας, μάρτυς πολύαθλε.

Ὡς νουνεχής, ὡς καθαρὸς ναὸς ἔνδοξε, τοῦ ἐκ Παρθένου λάμψαντος, τὸν ἐφορμήσαντα, συνταράξαι τὴν θείαν, ἀγέλην ψυχοφθόρον, λύκον ἐδίωξας.
Θεοτοκίον
Μόνη Θεόν, ἀπειρογάμως ἐκύησας, ὃν ἀθλοφόροι μάρτυρες, ὁμολογήσαντες, ἡμῖν ὁμοιωθέντα, κατήργησαν τὴν πλάνην, ἄχραντε Δέσποινα.

Κανών β', ᾨδὴ γ', τῆς Ἐορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε,
ἡ ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον·
κἂν τῇ σεπτῇ Κοιμήσει Σου,
στεφάνων δόξης ἀξίωσον».

Θνητῆς ἐξ ὀσφύος προαχθεῖσα, τῇ φύσει κατάλληλον Ἁγνή, τὴν ἔξοδον διήνυσας, τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν καὶ ἐνυπόστατον.

Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσοντες.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ὑψώσας σου τὸν ἔρωτα τῆς καρδίας, πρὸς Κύριον Σταυρῷ τὸν ἀνυψωθέντα, ὑψώθης ἐπὶ ξύλου ὦ ἀθλοφόρε, καταξεόμενος, προθύμως μέλπων τε· Ὡς οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Ῥημάτων σου τὰ βέλη ἠκονημένα, κατέπηξας τυράννου ἐν τῇ καρδίᾳ, γενναῖε στρατιῶτα τοῦ Βασιλέως, Χριστοῦ πανεύφημε, καὶ ψάλλων ἔλεγες· Ὡς οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Ὡς ὄρθρος ὡς ἡμέρα ἐπανατείλας, διέλυσας τὸν ζόφον τῆς ἀγνωσίας, ἐφώτισας τοὺς ψάλλοντας καθ' ἑκάστην Μύρων πολύαθλε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Θεοτοκίον
Νοσοῦσαν ἀθεΐᾳ τὴν πᾶσαν κτίσιν, Θεὸν κυοφορήσασα ἰατῆρα, Παρθένε ἐθεράπευσας παραδόξως, εὐχαριστοῦντές σοι· διὸ κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἄμωμος, πλήν σου Δέσποινα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πέτρᾳ με, τῆς πίστεως στερεώσας,
ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου·
ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν.
Οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν,
καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε».

Κάθισμα τοῦ Ἁγίου
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Μυριπνόοις ᾄσμασι, καὶ ὑμνῳδίαις, συνελθόντες στέψωμεν, τὸν ἱερόαθλον πιστοί, Μύρωνα πάντες τὸν ἔνδοξον, ῥῶσιν διδόντα, παντοίων κακώσεων.
Δόξα... Καὶ νῦν ...
Τῆς Ἑορτῆς Ὅμοιον
Τὴν σεπτὴν Μετάστασιν, σοῦ Παναγία, ἑορτὴν στησάμενοι, σὲ ἀνυμνοῦμεν εὐσεβῶς, Θεογεννῆτορ πανύμνητε· μὴ οὖν παρίδῃς τοὺς πόθῳ ὑμνοῦντάς σε.

Κανών β', ᾨδὴ δ', τῆς Ἐορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,
τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,
σοῦ τοῦ Ὑψίστου,
ὁ Προφήτης, Ἀββακούμ,
κατανοῶν ἐκραύγαζε·
Δόξα τῇ δυνάμει σου Κύριε».

Θάμβος ἦν θεάσασθαι τὸν οὐρανόν, τοῦ Παμβασιλέως τὸν ἔμψυχον, τοὺς κενεῶνας, ὑπερχόμενον τῆς γῆς. Ὡς θαυμαστὰ τὰ ἔργα σου· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἐν τῇ Μεταστάσει σου Μῆτερ Θεοῦ, τὸ εὐρυχωρότατον σῶμά σου καὶ θεοδόχον, τῶν Ἀγγέλων στρατιαί, ἱερωτάταις πτέρυξι, φόβῳ καὶ χαρᾷ συνεκάλυπτον.

Εἰ ὁ ἀκατάληπτος ταύτης καρπός, δι' ὃν οὐρανὸς ἐχρημάτισε, ταφὴν ὑπέστη, ἑκουσίως ὡς θνητός, πῶς τὴν ταφὴν ἀρνήσεται, ἡ ἀπειρογάμως κυήσασα;

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Ὑμνῶ σε· ἀκοὴν γὰρ Κύριε ΤΟ ΑΚΟΥΤΕ
Σωτῆρα, καὶ Θεὸν καὶ Κύριον, τὸν ἐκλάμψαντα ἐκ Παρθένου, ὁμολογῶν ἔνδοξε, σταδίου μέσον τῶν τυράννων ὀφρύν, καρτερίᾳ ἐταπείνωσας, καὶ τὴν πολυθεΐαν ἐξηφάνισας.

Οὐδόλως, ὑπενδὺς ξεόμενος, καὶ τυπτόμενος γενναιόφρον, Ἀγγέλους κατέπληξας, ὁρῶντάς σου τὴν καρτερίαν, δι' ἧς δυσμενεῖς ἀσάρκους ὤλεσας, καὶ νικηφόρος μάρτυς ἐχρημάτισας.

Ὑπάρχων, θείας δρόσου ἔμπλεως, ὑπεισῆλθες γενναιοφρόνως, τὴν τοῦ πυρὸς κάμινον, ὁρώμενος ἐν ταύτῃ Μύρων, σοφὲ σὺν Ἀγγέλοις ἀγαλλόμενος, καὶ μηδαμῶς παμμάκαρ φλογιζόμενος.
Θεοτοκίον
Τὸ μέγα, καὶ φρικτὸν Μυστήριον, τῆς λοχείας σου καταπλήττει, πᾶσαν Ἁγνὴ ἔννοιαν, ὅτι Θεὸς ἐνανθρωπῆσαι ἐκ σοῦ, ἀγαθότητι εὐδόκησεν, εἰς σωτηρίαν κόσμου καὶ ἀνάπλασιν.

Κανών β', ᾨδὴ ε', τῆς Ἐορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα,
ἐν τῇ σεπτῇ Κοιμήσει Σου·
Σὺ γάρ, ἀπειρόγαμε Παρθένε,
γῆθεν μετέστης,
πρὸς αἰωνίους μονάς,
καὶ πρὸς ἀτελεύτητον ζωήν,
πᾶσι τοῖς ὑμνοῦσί Σε,
σωτηρίαν βραβεύουσα».

Κροτείτωσαν σάλπιγγες, τῶν θεολόγων σήμερον, γλῶσσα δὲ πολύφθογγος ἀνθρώπων, νῦν εὐφημείτω, περιηχείτω ἀήρ, ἀπείρῳ λαμπόμενος φωτί· Ἄγγελοι ὑμνείτωσαν, τῆς Παρθένου τὴν Κοίμησιν.

Τὸ σκεῦος διέπρεπε, τῆς ἐκλογῆς τοῖς ὕμνοις σου, ὅλος ἐξιστάμενος Παρθένε, ἔκδημος, ὅλως, ἱερωμένος Θεῷ, τοῖς πᾶσι θεόληπτος καὶ ὢν, ὄντως καὶ δεικνύμενος, Θεοτόκε πανύμνητε.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἡ θεαυγής, καὶ φωσφόρος σου μνήμη, τῇ τοῦ Ἁγίου Πνεύματος δυνάμει, εἰς πάντα κόσμον ἐφαπλουμένη, φωτισμὸν εὐσεβείας, καταυγάζει τοὺς ταύτην σέβοντας, καὶ τὰς ἀριστείας τὰς σὰς καταγγέλλοντας.

Νεανικῶς, τὰς πικρὰς τιμωρίας ὄντως ὑπέστης, ἄσαρκος καθάπερ γενναῖε μάρτυς· ἀφαιρεθεὶς γάρ, τὴν δορὰν ἐκαρτέρεις, ὥσπερ ἄλλου πάσχοντος ἔνδοξε, σθένει ἀοράτῳ σαφῶς δυναμούμενος.

Μύρον οἱ σοί, ἐναπέσταξαν πόνοι μάρτυς εὐῶδες, πᾶσαν δυσωδίαν ἀποδιῶκον, τῆς ἀθεΐας, τὴν Χριστοῦ δὲ Ἁγίαν Ἐκκλησίαν, εὐωδιάζον ἀεί, πίστει σε καὶ πόθῳ σαφῶς μακαρίζουσαν.
Θεοτοκίον
Ὑπὲρ ἡμῶν, τὸν ἐκ σοῦ σαρκωθέντα ἀρρήτῳ λόγῳ, Πάναγνε δυσώπει εὐλογημένη, ὅπως ῥυσθῶμεν ὁρωμένων καὶ πάντων ἀοράτων, ἐχθρῶν πανάμωμε, οἱ σὲ Θεοτόκον ἁγνὴ καταγγέλλοντες.

Κανών β', ᾨδὴ ς', τῆς Ἐορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος,
δεῦτε τάς χεῖρας κροτήσωμεν,
τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.».

Ἐκ σοῦ ζωὴ ἀνατέταλκε, τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα· πῶς οὖν τὸ ἄχραντον, ζωαρχικόν τε σου σκήνωμα, τῆς τοῦ θανάτου πείρας γέγονε μέτοχον;

Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀϊδίου τετύχηκας· διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέβηκας, ἡ τὴν ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Πρὸς Κύριον ἐκ κήτους ΤΟ ΑΚΟΥΤΕ
Ῥανίσι σου, αἱμάτων ἱερῶν κατεπόντισας, δαιμόνων φάλαγγας, στρατιῶτα γενναιότατε, καὶ στεφανηφορῶν, πρὸς Θεὸν ἀνέδραμες, νικηφόρος γενόμενος ἄριστος.

Ἰδόντες σου, τὸ πρόσωπον λαμπρυνθὲν οἱ τύραννοι, θείαις λαμπρότησιν, ἀθλοφόρε κατεπλάγησαν, μὴ γνόντες δὲ Θεόν, σκότος προσελάβοντο, αἰωνίᾳ κολάσει πεμπόμενοι.

Προστάξεσιν, ὠμοτάτου τυράννου ὑπέφερες, δορᾶς τὴν ἀφαίρεσιν, ὑπὲρ φύσιν ἀξιάγαστε, δεικνὺς τὴν πρὸς Θεόν, καθαράν σου ἔφεσιν, καὶ διόλου παμμάκαρ ἀνάνευσιν.
Θεοτοκίον
Νόμοι ἐν σοί, καινίζονται παρθένε τῆς φύσεως· ὑπὲρ γὰρ φύσιν σύ, τὸν τῇ φύσει ἀκατάληπτον, Θεὸν Ἐμμανουήλ, παραδόξως τέτοκας, εἰς ἡμῶν τῶν πιστῶν ἀναγέννησιν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε·
Σύ με ἀνάγαγε,
ἐκ πυθμένος ᾍδου δέομαι,
ἵνα ὡς λυτρωτῇ,
ἐν φωνῇ αἰνέσεως,
ἀληθείας τε πνεύματι θύσω σοι».

Κοντάκιον τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐκ βρέφους Χριστόν, ποθήσας παναοίδιμε, καὶ τούτου τηρῶν, τὰ θεῖα παραγγέλματα, πρὸς αὐτὸν ἀνέδραμες, ὁλοκλήρως Μύρων καὶ κατέπαυσας, σὺν Ἀγγέλοις δοξάζων αὐτόν, αἰτούμενος πᾶσι θείαν ἄφεσιν.
Ὁ Οἶκος
Τὸν ἐκ κοιλίας ἡγιασμένον ἀνυμνήσωμεν πάντες, ὡς εὐῶδες Χριστοῦ μύρον παναληθέστατον· ὄντως γὰρ τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ, τὰς ἰάσεις παρέχει τῶν νοσημάτων· τῇ γὰρ ἀγάπῃ τοῦ Κτίστου πυρούμενος, συμπάσχει τοῖς ἐν ἀνάγκαις, καὶ λυτροῦται δεινῶν ὁ πανόλβιος, μυρίζων πάντας τῇ χάριτι, τῇ δοθείσῃ αὐτῷ ἐκ τοῦ Πνεύματος, αἰτούμενος πᾶσι θείαν ἄφεσιν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Μύρωνος.
Στίχοι
Τὶ μοι κεφαλῆς ἡ τομή, Μύρων λέγει.
Πρὸς τὸ στέφειν μέλλον με πάντιμον στέφος;
Ἑβδομάτῃ δεκάτῃ Μύρωνα τάμε ξίφος ὀξύ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Στράτωνος, Φιλίππου, Εὐτυχιανοῦ καὶ Κυπριανοῦ.
Στίχοι
Ἔθεντὸ με βδέλυγμα, φησὶν ὁ Στράτων,
Ἄνδρες βδελυκτοί, καὶ πυρὶ κτείνουσί με.
Φιλῶν Θεόν, Φίλιππε, καὶ ψυχῆς πλέον
Κατακριθεὶς πῦρ, οὐ φιλόψυχος γίνῃ.
Εὐτυχιανὸς εἰς κάμινον ἡμμένην,
Ὡς ἵππος εἰς πεδίον ἦν, τὸ τοῦ λόγου.
Πῦρ Κυπριανὸς καρτερήσας καμίνου
Ἐξώτερον πῦρ, ὃ Γραφὴ λέγει, φύγε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου καὶ Ἰουλιανῆς τῆς ἀδελφῆς αὐτοῦ.
Στίχοι
Ἰουλιανή, Παῦλος, ἀδελφοὶ φύσει,
Ὤφθησαν ὄντες καὶ ἀδελφοὶ τῷ ξίφει

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Θύρσου, Λευκίου, Κορωνάτου καὶ τῆς συνοδίας αὐτῶν, καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐν τοῖς Ἁρματίου.
Στίχοι
Οἱ τρεῖς ἀθληταὶ νῦν παρίστανται πόθῳ,
Τριάδι θείᾳ, ἧς ἐνήθλησαν χάριν.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών β', ᾨδὴ ζ', τῆς Ἐορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,
παρὰ τὸν Κτίσαντα,
ἀλλὰ πυρὸς ἀπειλήν;
ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον.
Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ».

Νεανίσκοι καὶ παρθένοι τῆς Παρθένου τε, καὶ Θεομήτορος, τὴν μνήμην σέβοντες, πρεσβῦται καὶ ἄρχοντες, καὶ βασιλεῖς σὺν κριταῖς, μελῳδήσατε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Σαλπισάτωσαν τῇ σάλπιγγι τοῦ Πνεύματος, ὄρη οὐράνια, ἀγαλλιάσθωσαν νῦν, βουνοὶ καὶ σκιρτάτωσαν θεῖοι, Ἀπόστολοι, ἡ Βασίλισσα, πρὸς τὸν Υἱον μεθίσταται, σὺν αὐτῷ ἀεὶ κρατοῦσα.

Ἡ πανίερος Μετάστασις τῆς θείας σου, καὶ ἀκηράτου Μητρός, τὰ ὑπερκόσμια, τῶν ἄνω Δυνάμεων, ἤθροισε τάγματα, συνευφραίνεσθαι, τοῖς ἐπὶ γῆς σοι μέλπουσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Ὁ νοῦς σου φαιδρός, πυρακτούμενος σοφὲ τῷ θείῳ πόθῳ ἠγαλλιᾶτο καὶ ηὐφραίνετο, μέσον φλογὸς ἱσταμένου σου, ὥσπερ τῶν τριῶν ποτε Παίδων· μεθ᾽ ὧν πιστῶς ἀνεκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὁρῶντες φλογός, συνεστῶτάς σοι σοφὲ μέσον Ἀγγέλους, μορφῇ ἀρρήτῳ ἐξαστράπτοντας, οἱ θεωροὶ κατεπλήττοντο, καὶ πρὸς ὑμνῳδίαν τραπέντες, τῷ Δεσπότῃ ἐκραύγαζον· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νοῒ καθαρῷ, συνεστὼς τοῖς νοεροῖς ὕμνοις Ἀγγέλοις, μέσον καμίνου ἀγαλλόμενος, τὸν ὑπεράγαθον Κύριον, ὥσπερ χαλινοῦντα τὴν φλόγα, καὶ μελῳδοῦντά σε σῴζοντα· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Χωρίον Θεοῦ, καὶ παλάτιον τερπνὸν καὶ θεῖος θρόνος, ἐν ᾧ ὁ καθίσας ἡτοιμάσατο, πᾶσι καθέδραν οὐράνιον, ὤφθης Παναγία Παρθένε· διὰ τοῦτό σοι κράζομεν· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

Κανών β', ᾨδὴ η', τῆς Ἐορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,
τότε μὲν τυπούμενος,
νῦν δὲ ἐνεργούμενος,
τὴν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τὴν μνήμην σου ἄχραντε Παρθένε, Ἀρχαί τε καὶ Ἐξουσίαι σὺν Δυνάμεσιν, Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ δοξάζουσι, καὶ τὰ φρικτὰ Σεραφίμ, ἀνθρώπων δὲ τὸ γένος ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ ξένως οἰκήσας Θεοτόκε, ἐν τῇ ἀχράντῳ νηδύϊ σου σαρκούμενος, οὗτος τὸ πανίερον, πνεῦμά σου δεξάμενος, ἐν ἑαυτῷ κατέπαυσεν, ὡς ὀφειλέτης Υἱός· διὸ σε τήν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὢ τῶν ὑπὲρ ἔννοιαν θαυμάτων, τῆς ἀειπαρθένου καὶ Θεομήτορος! τάφον γὰρ οἰκήσασα, ἔδειξε Παράδεισον, ᾧ παρεστῶτες σήμερον, χαίροντες ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀκαταγώνιστον ὁρῶν, ὁ παράφρων δικαστὴς σὲ γενναιόφρον, ἐν τῷ λωροτομεῖσθαι, μέχρις ὀστέων αὐτῶν, προσάγει ὄνυξι σπαράττων σε, πληγὰς ἀφορήτους, πληγωθείς ἀνιάτως.

Ῥῆμα Θεοῦ ἐξ οὐρανοῦ, εἰς ὑπήκοον παντὸς τοῦ πλήθους μάρτυς, προσηνέχθη σοι Μύρων, πρὸς τὰς ἐκεῖσε καλοῦν, ἀρρήτους καταπαύσεις ἔνδοξε, καὶ τὰς τῶν Ἀγγέλων, τερπνὰς χοροστασίας.

Ἵστασο ὥσπερ Δανιήλ, ἐν τῷ μέσῳ τῶν θηρῶν εὐλαβουμένων, τὸ μακάριον πάθος, καὶ τῶν ἀγώνων τῶν σῶν, παμμάκαρ τὸ ἄπειρον μέγεθος, ζώσῃ τε φωνῇ σου, ἀντιλαμβανομένων.
Θεοτοκίον
Νυγεὶς τῷ βέλει τοῦ ἐχθροῦ, τὴν ψυχὴν ὁλοτελῶς ἐτραυματίσθην, καὶ ἀνίατα πάσχων, ἡ τὸν Σωτῆρα Χριστόν, ἀρρήτως τεκοῦσα Πανάμωμε, ἴασαί με σῶσον, ἐλπὶς ἀπηλπισμένων.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός,
τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα,
καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν,
ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών β', ᾨδὴ θ', τῆς Ἐορτῆς
Ἦχος δ'
Μεγαλυνάριον στιχολογούμενον καὶ αὐτὸ ὡς τὸ ἀνωτέρω.
Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅπας γηγενής,
σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος·
πανηγυριζέτω δέ,
ἀύλων Νόων, φύσις γεραίρουσα,
τὴν ἱερὰν Μετάστασιν, τῆς Θεομήτορος,
καὶ βοάτω·
Χαίροις παμμακάριστε,
Θεοτόκε ἁγνή, ἀειπάρθενε».

Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι· πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι.

Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα.

Δέχου παρ' ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τήν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἵνα τὴν μέλλουσαν δόξαν, καὶ τὸ ἄφραστον κάλλος, Χριστοῦ τοῦ ἀθλοθέτου κατιδεῖν, ἀξιωθῇς γενναιότατε, ὑποκλίνεις αὐχένα, καὶ δέχῃ τὴν τοῦ ξίφους ἐκτομήν· καὶ χαρᾶς τῶν μαρτύρων, πληροῖς τὰς θείας φάλαγγας.

Ὥσπερ ἡδύπνοον μύρον, ἀξιάγαστε Μύρων, μυρίζουσα καρδίας τῶν πιστῶν, ἡ ἀξιάγαστος μνήμη σου, τοῖς ποθοῦσιν ἐπέστη, ἐν ᾗ πανηγυρίζοντας ἡμᾶς, εὐωδίας ἐνθέου, ταῖς σαῖς πρεσβείαις πλήρωσον.

Σοῦ Ἀχαΐα καυχᾶται, τοῖς σπαργάνοις καὶ ἄθλοις, γενναῖε τοῦ Κυρίου ἀθλητά, πλέον δὲ τέρπεται Κύζικος, τὸ πολύαθλον σῶμα, κατέχουσα ὡς ὄλβον ἀληθῆ, καὶ πηγήν ἰαμάτων, καὶ νόσων καθαρτήριον.

Ἡ τῶν Ἁγίων ἁπάντων, ἐκλεκτὴ ἐν ὑψίστοις, μητρόπολις Σιὼν ἡ νοητή, τῶν πρωτοτόκων ὡς γέγραπται, ἡ σεπτὴ Ἐκκλησία, ὡς μάρτυρα ἀεὶ ὑπὲρ ἡμῶν, δυσωποῦντά σε ἔχει, μαρτύρων ἀκροθίνιον.
Θεοτοκίον
Φωνὴν βοῶμέν σοι πάντες, τοῦ Ἀγγέλου Παρθένε, παλάτιον καὶ θρόνε τοῦ Θεοῦ. Χαῖρε, δι' ἧς ἠξιώθημεν οὐρανῶν βασιλείας, οἱ πάλαι ἀπωσθέντες τῇ φθορᾷ, καὶ τὸ κάλλος τὸ πρῶτον ἀφρόνως ἀπολέσαντες.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον,
τὸν ἀρρήτῳ σοφίᾳ
ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ,
βρώσει φθορᾷ πεπτωκότα δεινῶς,
ἐξ ἁγίας Παρθένου,
ἀφράστως σαρκωθέντα δι' ἡμᾶς,
οἱ πιστοὶ ὁμοφρόνως,
ἐν ὕμνοις μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Μυρίπνοον ὡς ῥόδον σε, ἡ Ἐκλησία κέκτηται, Μύρων πολύαθλε μάρτυς· τοῦ γὰρ Χριστοῦ εὐωδία, ἐδείχθης παναοίδιμε, ὑπὲρ οὗ χαίρων ἤθλησας, παρ' οὗ καὶ δόξης ἔτυχες, πρὸς ὃν ἀεὶ μνημονεύεις, τῶν σὲ τιμώντων ἐκ πόθου.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Μετὰ βροντῆς ἐν νεφέλαις, τοὺς Ἀποστόλους ὁ Σωτήρ, πρὸς τὴν τεκοῦσαν ἐκπέμπει, πόθῳ κηδεύσοντας αὐτήν, κατέρχεται δὲ καὶ οὗτος, δορυφορούντων Ἀγγέλων.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια. Τῆς Ἑορτῆς
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ

Νύμφην σε τοῦ Θεοῦ, ἡ ἄνω βασιλεία, τῶν ἐκλεκτῶν ἡ δόξα, προσδέχεται Παρθένε, πρὸς σὸν Υἱὸν χωρήσασαν.
Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Δῆμος τῶν Μαθητῶν, ἀθροίζεται κηδεῦσαι, Μητέρα Θεοτόκον, ἐλθόντες ἐκ περάτων, παντοδυνάμῳ νεύματι.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Δόξα ἐν οὐρανῷ, ἐπὶ γῆς εὐφροσύνη· ἡ γὰρ τοῦ Κτίστου, Μήτηρ, χερσὶ ταῖς τοῦ Δεσπότου, ψυχὴν νῦν παρατίθησι.
Θεοτοκίον
Ἦχος πλ. δ'
Λέοντος Δεσπότου
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυύμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.

Εἰ δὲ βούλει, εἰπὲ τὰ παρόντα Ἀντίφωνα.
Ἀντίφωνον Α'
Στίχος α'.
Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ.
Στίχος β'. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
Στίχος γ'. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει Θεοῦ ἡμῶν.
Στίχος δ'. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.

Ἀντίφωνον Β'
Στίχος α'.
Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Στίχος β'. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Στίχος γ'. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
Στίχος δ'. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Ἀντίφωνον Γ'
Στίχος α'.
Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Στίχος β'. Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;
Στίχος γ'. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Εἰσοδικὸν
Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Εἰς τό, Ἐξαιρέτως
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς

Ἦχος α'
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νενίκηνται τῆς φύσεως οἱ ὅροι,
ἐν σοὶ Παρθένε ἄχραντε,
παρθενεύει γὰρ τόκος,
καὶ ζωὴν προμνηστεύεται θάνατος.
Ἡ μετὰ τόκον Παρθένος,
καὶ μετὰ θάνατον ζῶσα,
σῴζοις ἀεί, Θεοτόκε,
τὴν κληρονομίαν σου».

Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.