Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Προφήτου γ'.

Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε ὁ δι' ἡμᾶς καθ' ἡμᾶς, ἐκ τῶν πανάγνων σου αἱμάτων γενόμενος, ἐκ κόσμου σε μεταστῆσαι, καὶ πρὸς αὐτὸν ὡς ἁγνήν, προσλαβέσθαι ξένως ἐπευδόκησεν, αὐτοῦ ἀπεσύναξε, τοὺς ἰδίους κηδεῦσαί σε, διὰ νεφέλης, ὀπαδοὺς τούτου νεύματι, παραστήσας σοι, εἰς τιμὴν τῆς ἐξόδου σου, οἵτινες θεασάμενοι, τῆς χάριτος ἔμπλεοι, γεγενημένοι Παρθένε, σὲ ἱερῶς προσεκύνησαν, πιστῶς ἐκβοῶντες· Χαῖρε κόσμῳ ἡ τεκοῦσα τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Πόθεν τὸ ἐπιγνῶναι ὑμᾶς, τὴν ἐκ τοῦ σώματός μου ἔξοδον, ἔφησεν, ἡ πάναγνος Θεοτόκος, τοῖς ἱεροῖς Μαθηταῖς, τὶ τὸ ξένον τοῦτο, τέκνα θέαμα; οἱ δὲ Ἄφνω ἔφησαν, ἐν νεφέλαις ἐπήρθημεν, καὶ καθὼς βλέπεις, τῇ σκηνή σου ἐπέστημεν, προσκυνῆσαί σε, ὥσπερ θρόνον πυρίμορφον, βλέψαι τε σοῦ τὴν ἔνδοξον, καὶ θείαν Μετάστασιν, καὶ ταῖς παλάμαις κηδεῦσαι, τὸ θεοδόχον σου σκήνωμα, σκηνὴ Παναγία, δι' ἧς εὔρατο ὁ κόσμος τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Κλίνην περιεστῶτες τὴν σήν, οἱ Μαθηταὶ τοῦ Λυτρωτοῦ, καὶ προπέμποντες, πρὸς τάφον φύσεως νόμῳ, σὲ Παναγία ἁγνή, ἐξοδίους ὕμνους προσεφώνουν σοι· Σεμνὴ χαῖρε, λέγοντες, τοῦ Θεοῦ τὸ παλάτιον, χαῖρε ἑτοίμη, τῶν ἀνθρώπων βοήθεια, χαῖρε ὄχημα, καθαρὸν τῆς Θεότητος. Ἄπιθι καὶ μετάβαινε, πρὸς ὄρη αἰώνια, σκήνωμα δόξης πρὸς θεῖα, νῦν κατασκήνου σκηνώματα, πιστοῖς αἰτουμένη, τὴν ἀνέκλειπτον εἰρήνην καὶ μέγα ἔλεος.
Στιχηρὰ τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Δῶρον εὐαπόδεκτον, ἐκ μητρικῶν σε ἀνέθετο, ἀγκαλῶν ἡ κυήσασα, εὐχῆς γονιμώτατον, Σαμουὴλ καρπὸν σε, προσκληρωσαμένη, καὶ ἀποδοῦσα τῷ Θεῷ, τῷ εὐεργέτῃ καθάπερ ηὔξατο· διὸ σοι ἀνεπαύσατο, χάρις τοῦ Πνεύματος ἔνδοξε, ἀκακίᾳ συναύξοντι, καὶ φρονήσει ἐμπρέποντι.
Ἦχος δ'
Χρῖσμα ἱερώτατον, ὡς ἱερεὺς περικείμενος, καὶ Προφήτης δεικνύμενος, προβλέπεις τὰ ἔμπροσθεν· καὶ προστάξει θείᾳ, χρίεις βασιλέας, καὶ τὰ ἐσόμενα δηλοῖς, κρίνων δικαίως Ἰσραηλίτην λαόν, ἀπαύστως παραβαίνοντα, καὶ τοῦ Θεοῦ μακρυνόμενον, Σαμουὴλ ἀξιάγαστε, θεοφόρε πανόλβιε.
Ἦχος δ'
Νῦν οὐκ ἐν αἰνίγμασιν, οὐδὲ σκιαῖς ὡς τὸ πρότερον, πρὸς δὲ πρόσωπον πρόσωπον, ὁρᾷς ὃ ἐπόθησας, τῆς σαρκὸς τὸν γνόφον, καὶ τὴν βαρύτητα, ὑπεξελθὼν καὶ οὐρανούς, περιπολεύων καὶ ἀγαλλόμενος, Προφῆτα πανσεβάσμιε, τῶν προφητῶν ἰσοστάσιε, τῶν δικαίων συνόμιλε, τῶν Ἀγγέλων συμμέτοχε.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι, οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ· Μεθ᾽ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Ὕμνοις σου τὸ σεπτόν, καὶ θεοδόχον σῶμα, προπέμποντες οἱ θεῖοι, ἐβόων θιασῶται· Ποῦ νῦν ἀπαίρεις Δέσποινα;
Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Δεῦτε οἱ γηγενεῖς, στησώμεθα χορείαν, ἐξόδια βοῶντες· ἐπὶ τῇ Μεταστάσει, τῆς Θεοτόκου σήμερον.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Πύλαι τῶν οὐρανῶν, ἐπάρθητε ὁρῶσαι, τὴν πύλην τοῦ Ὑψίστου, χωροῦσαν μετὰ δόξης, πρὸς τὸν Υἱὸν καὶ Κύριον.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Γῆ μὲν τῇ σῇ ταφῇ, εὐλόγηται Παρθένε, ἀὴρ δὲ τῇ ἀνόδῳ, ἡγίασται τῇ ξένῃ, νόμῳ θανούσης φύσεως.

Ἀπολυτίκιον τοῦ Ἁγίου Προφήτου
Ἦχος β'
Τού Προφήτου σου Σαμουήλ τήν μνήμην, Κύριε, εορτάζοντες, δι' αυτού σε δυσωπούμεν, Σώσον τάς ψυχάς ημών.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Εἰς τὰ οὐράνια, ἡ νοερά σου ψυχή, εἰς τὸν Παράδεισον, ἡ καθαρά σου σκηνή, μετατεθεῖσα ἐκ φθορᾶς, ἀγάλλεται Παναγία. Ὅθεν ἀνταπέδωκε, τοῖς ἀνόμοις ὁ Κύριος· δόλον γὰρ εἰργάσαντο, τῷ τιμίῳ Λειψάνῳ σου. Διὸ σὺν Ἀποστόλοις βοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἐν χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν· ὅθεν σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Ὁ Κανὼν πρῶτος τῆς Ἐορτῆς, οὗ ἡ Ἀκροστιχίς.
Πανηγυριζέτωσαν οἱ θεόφρονες.
Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾨδὴ α'

Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται».

Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ' ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.

Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις· διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.

Ὁ Κανὼν τοῦ Ἁγίου Προφήτου, οὗ ἡ Ἀκροστιχίς.
Τὸ τοῦ βλέποντος Σαμουὴλ μέλπω κλέος.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος δ'
Τριστάτας κραταιοὺς ΤΟ ΑΚΟΥΤΕ
Τὴν στεῖράν μου ψυχήν, ἀρετῶν εὐτεκνίαν, ἐκβλαστάνειν σαῖς εὐχαῖς, ἀξίωσον σοφέ, στειρευούσης τὸ βλάστημα, ὅπως σου ἀνευφημήσω, τὴν φωσφόρον πανήγυριν, ἱεροῖς Σαμουὴλ μελῳδήμασιν.

Ὁ πάλαι τὴν νηδύν, διανοίξας τῆς Σάρρας, τὴν τῆς Ἄννης προσευχήν, πληροῖ περιφανῶς, καὶ τὴν ἄγονον γόνιμον, χάριτι ἀποτελέσας Σαμουὴλ ὡς ἀστέρα σε, ἐξ αὐτῆς ἀνατεῖλαι ηὐδόκησεν.

Τῇ θείᾳ ἱερῶς, συνακμάσας παμμάκαρ, διπλοΐδι τὴν ψυχήν, ἀκτῖσι μυστικαῖς ἐφωτίσθης τοῦ Πνεύματος, πᾶσαν μύησιν θεόφρον μυηθείς, καὶ ὡς Ἄγγελος, λειτουργήσας Θεῷ παντοκράτορι.
Θεοτοκίον
Ὁ ὢν σὺν τῷ Πατρί, ὡς Υἱὸς πρὸ αἰώνων, ἐπ' ἐσχάτων σαρκωθείς, Υἱός σου ἀληθῶς, ἐχρημάτισεν Ἄχραντε, ἅπαντας υἱοθετήσας, τῷ Θεῷ διὰ πίστεως, δουλωθέντας δεινῷ πολεμήτορι.

Κανών α', ᾨδὴ γ', τῆς Ἐορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος».

Γυναῖκά σε θνητήν, ἀλλ' ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι.

Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς Θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ
Ὑψηλοτάτως, τῷ Θεῷ προσκολλώμενος ἔνδοξε, ἠγαπήθης παρ' αὐτοῦ, φρονήσει θείᾳ κοσμούμενος, καὶ ἀκεραιότητι, καλλωπιζόμενος.

Βίον Ἀγγέλων, ἐπὶ γῆς Σαμουὴλ ἐνδεικνύμενος, συλλαλοῦντας ἐμφανῶς, Ἀγγέλους ἔσχες μακάριε, καὶ τὰ ὑπὲρ ἔννοιαν, μυσταγωγοῦντάς σε.

Λαμπρὸν τὸ ὄμμα, τῆς ψυχῆς ἱερῶς προσκτησάμενος, βλέπεις ὄντως τὰ μακράν, ὡς ἐνεστῶτα μακάριε, Προφήτης δεικνύμενος, τοῦ Παντοκράτορος.
Θεοτοκίον
Ἐκ σοῦ προῆλθεν, Ἰησοῦς ὁ Χριστὸς σωματούμενος, καὶ ἐθέωσεν ἡμᾶς, σαρκὸς προσλήψει πανάμωμε· ὅθεν ὡς Μητέρα σε, τούτου γεραίρομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε».

Κάθισμα τοῦ Ἁγίου Προφήτου
Ἦχος γ'
Θείας Πίστεως ΤΟ ΑΚΟΥΤΕ
Νόμου κρίμασιν ἐντεθραμμένος, χρῖσμα τίμιον εἰσδεδεγμένος, ὡς Ἀαρὼν ἱερωσύνῃ διέπρεψας, καὶ λαμπρυνθεὶς τὴν καρδίαν τῷ Πνεύματι, ὡς ἐνεστῶτα τὰ πόρρω διέβλεψας, ἱερώτατε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Τὴν ὡραιότητα
ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα· διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Κανών α', ᾨδὴ δ', τῆς Ἐορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».

Ἴδετε λαοὶ καὶ θαυμάσατε· τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος.

Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου πρὸς θείαν ὄντως καὶ ἄρρευστον, μεθιστῶν σε ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν καθορᾶν σου καὶ Κύριον.

Ἐπήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ τῆς παρθενίας αὐτοῦ, μητρῷον κειμήλιον. Χερουβὶμ ὑπεῖξέ σοι, ἐν ἀγαλλιάσει, Σεραφὶμ δὲ δοξάζει σε χαίροντα.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Περιβλέπτῳ πολιτείᾳ, ἱερῶς ἐγκοσμούμενος, τοῦ Θεοῦ τοὺς νόμους, τοὺς σωτηριώδεις πεπίστευσαι, τῷ Ἰσραὴλ διαγγέλλειν παραβαίνοντι, καὶ τὸν εὔσπλαγχνον, διηνεκῶς παροργίζοντι.

Ὁ Ἠλεὶ παρανομούντων, τῶν υἱῶν κατακρίνεται, καὶ δικαίᾳ ψήφῳ, θείας λειτουργίας ἀπείργεται, ὁ ἱερὸς Σαμουὴλ δὲ ὡς ὑπήκοος, τοῦ καλοῦντος, ἀπλάστῳ ψυχῇ εἰσοικίζεται.

Νομικῶν διαταγμάτων, προϊστάμενος ἄριστα, Ἀαρὼν ὡς πάλαι, τῷ Παμβασιλεῖ ἐλειτούργησας, καὶ τὰς ἐννόμους θυσίας προσενήνοχας, προτυπούσας, Χριστοῦ τὴν σφαγήν τὴν σωτήριον.

Τῷ παράφρονι λαῷ σου, Σαμουὴλ μὴ ἐμμένοντι, τοῦ Παμβασιλέως, θείαις προσταγαῖς χρίεις νεύματι, θεουργικῷ βασιλέα ὡς ᾐτήσατο, κερτομοῦντα, αὐτοῦ τὴν βουλήν τὴν ὑπέρφρονα.
Θεοτοκίον
Ὁ τοὺς κόλπους μὴ κενώσας, τοῦ Πατρὸς ἐν τοῖς κόλποις σου, νέον ὥσπερ βρέφος, ἐπανακλιθῆναι εὐδόκησεν, ἐπ' ἀνακλήσει Παρθένε τῶν ψυχῶν ἡμῶν, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Κανών α', ᾨδὴ ε', τῆς Ἐορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος».

Ὡς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ περάτων λειτουργῆσαί σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ' ἧς ὁ Ὕψιστος Θεός, τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος.

Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων τὸν ἐξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι. Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Ἀσεβεῖς οὐκ ὄψονται ΤΟ ΑΚΟΥΤΕ
Σοφισθεὶς τῷ Πνεύματι, τῷ θείῳ ἐκ παιδός, λειτουργὸς γέγονας Θεοῦ, τῷ ἐλαίῳ ἔνδοξε τῷ τῆς χρίσεως, βασιλεῖς ἐν χάριτι, χρίων θείαις ἐπινεύσεσιν.

Σοβαρῶς ἐμμένοντι, προέφης τῷ Σαούλ, ταῖς ἀτάκτοις μεταβολαῖς, Σαμουὴλ μακάριε, τὸ θεῖον βούλημα, καὶ τὴν ἐγκατάλειψιν, προφανῶς τοῦ θείου Πνεύματος.

Ἀκακίᾳ πάντοτε σὺ ζῶν, τοῦ Ἰσραὴλ τὴν κακίστην μεταβολήν, προφανῶς διήλεγχες, σὺ διορθούμενος, ἱερεὺς ὡς ἔνθεος, ὡς Προφήτης ἀληθέστατος.
Θεοτοκίον
Μεθ' ἡμῶν γενόμενος, δι' οἶκτον ὁ Σωτήρ, ἐξ αἱμάτων σου ἱερῶν, ὑπὲρ νοῦν Πανάμωμε σεσωμάτωται, καὶ Θεὸς καὶ ἄνθρωπος, ὁ φιλάνθρωπος γνωρίζεται.

Κανών α', ᾨδὴ ς', τῆς Ἐορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γὰρ ὡς καὶ προὐπέπωτο, ἀσινής ἐβόα· Θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε».

Νέμει σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός· ἐν γὰρ τῷ τίκτειν, Παρθένον ὥσπερ ἐφυλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ μεταστάσει, γέρα σοι ὥσπερ Υἱὸς Μητρὶ χαριζόμενος.

Ὄντως σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος, ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτόν ἁγίαν, τράπεζαν ἄρτου ζωῆς, Παρθένε ὁ τόκος σου.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Ἐβόησε, προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ὁ λόγος σου, τῇ τοῦ Λόγου θεούμενος χάριτι, προεδήλου τὰ μακράν, ὡς ἐγγὺς συμβησόμενα, Σαμουὴλ Προφῆτα, ἐνδιαίτημα θεῖον τοῦ Πνεύματος.

Ὑψούμενος, ὑψηλαῖς θεωρίαις καὶ πράξεσιν, ὡς Προφήτης καὶ Θεοῦ, Ἱερεὺς παντοκράτορος, νομικαῖς λατρείαις, καθαγνίζεις ἀξιάγαστε.

Ἠχρείωται, ὁ Σαοὺλ παραβάτης γενόμενος, καὶ Θεὸς σοι, ἀντ' ἐκείνου Δαυῒδ τὸν πραότατον, Σαμουὴλ θεόφρον, ἐγκελεύεται χρῖσαι τῷ χρίσματι.
Θεοτοκίον
Λελύτρωται, τῶν ὠδίνων ἡ Εὔα Πανάμωμε, ἀνωδίνως, σοῦ τεκούσης Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν τὰ πάθη πάντων, καὶ ὀδύνας σαφῶς θεραπεύσαντα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».

Κοντάκιον τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου Σαμουήλ.
Στίχοι
Μύσας τελευτῇ καὶ Σαμουὴλ ὁ βλέπων,
Τὸ ζῶν ἀεὶ φῶς καὶ τελευτήσας βλέπει.
Βῆ δ' ὁρόων μέλλοντα Σαμουὴλ εἰκάδι ἔνθεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριάκοντα ἑπτὰ μαρτύρων, τῶν ἐν Βιζύῃ τῆς Θράκης μαρτυρησάντων.
Στίχοι
Τρεῖς ἐνδέουσι πρὸς τὸ τοὺς κεκαυμένους.
Χάριν Τριὰς σοῦ, τετράκις τελεῖν δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Σεβήρου καὶ Μέμνονος Κεντυρίωνος.
Στίχοι
Ξίφει παθῶν Σεβῆρος εὗρεν ἀξίως,
Ἐπαθλα λαμπρὰ τοῦ διὰ ξίφους πάθους.
Ἐχει τὸ πῦρ σε πρὸς βραχὺν Μέμνον χρόνον,
Μένει δὲ σε στέφανος ἐς ἀεὶ μένων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας μάρτυρος Φωτεινῆς, ἔξω τῆς πόρτης τῶν Βλαχερνῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Λουκίου τοῦ Βουλευτοῦ.
Στίχοι
Βουλὰς ὅλας παρῆλθες τὰς Ἀχιτόφελ,
Βουλῇ μιᾷ Λούκιος ἀθλήσας ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων μαρτύρων Ἡλιοδώρου καὶ Δοσαῖ (ἢ Δοσᾶ ἢ Σοδᾶ).

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἐορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ».

Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῷ θείῳ Πνεύματι, ἐν θυμῷ συνέτριψεν, ἀλλ' ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινῆ, τοῖς οὐρανίοις φυλάξας δόμοις, νῦν εἰσῳκίσατο. Σὺν αὐτῇ σκιρτῶντες βοῶμεν Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν κυμβάλοις χείλεσιν ἁγνοῖς, μουσικῇ τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμῳ κλητῇ ἡμέρᾳ τῆς Μεταστάσεως, πρακτικαῖς κροτοῦντες βοῶμεν χερσίν· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ θεόφρων ἤθροισται λαός· τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Νέοι τρεῖς ἐν Βαβυλῶνι ΤΟ ΑΚΟΥΤΕ
Μέγιστόν σε ἡ τεκοῦσα, δῶρον τῷ Παμβασιλεῖ, προσάγει μακάριε, εὐχὴν ἱερὰν ἐκπληροῦσα, καὶ μελῳδοῦσα· Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ἔνδον ὄντα τοῦ ναοῦ σε, καὶ κατὰ τοῦ Ἀαρών, τὴν τάξιν λατρεύοντα, τῷ ἐπουρανίῳ Δεσπότῃ, ἡ θεία χάρις ἔνδοξε, Σαμουὴλ κατελάμπρυνεν.

Λόγῳ θείῳ κρίνεις μάκαρ, τὸν λαὸν τοῦ Ἰσραήλ, τούτῳ τὸ δικαίωμα, πάντοτε Θεοῦ διαγγέλλων, καὶ ἀποστρέφων πᾶσαν βλάβην, ἐχθρῶν προσευχῇ ἐκτενεῖ.

Πᾶσαν ὕλην ἐκκενώσας, ἔνδοξε τοῦ σοῦ νοός, ἔσοπρον τοῦ Πνεύματος, ἐδείχθης βοῶν ἀσιγήτως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὤφθης ἄφλεκτος τεκοῦσα, πάναγνε ὡς ἀληθῶς, τὸ πῦρ τῆς Θεότητος· διὸ τὰ ὑλώδη μου πάθη, Θεοκυῆτορ φλέξον, ὡς συμπαθὴς καὶ φιλάγαθος.

Κανών α', ᾨδὴ η', τῆς Ἐορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Ῥήμασιν εἴχοντο τῆς θείας, κιβωτοῦ τοῦ ἁγιάσματος, πᾶσα ἡ πληθὺς τῶν θεολόγων ἐν τῇ Σιών. Ποῦ νῦν ἀπαίρεις σκηνὴ κραυγάζοντες, Θεοῦ τοῦ ζῶντος; Μὴ διαλίπῃς ἐποπτεύουσα, τοὺς πίστει μέλποντας· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὅπως ὑψώσασα τὰς χεῖρας, ἐκδημοῦσα ἡ πανάμωμος, χεῖρας τὰς Θεὸν ἠγκαλισμένας, σωματικῶς ἐν παρρησίᾳ, ὡς Μήτηρ ἔφησε πρὸς τὸν τεχθέντα, οὓς μοι ἐκτήσω, εἰς αἰῶνας φύλαττε βοῶντάς σοι· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ
Κοσμηθεὶς Ἀαρὼν τῷ ἐνδύματι, τῶν Ἁγίων εἰσῆλθες εἰς Ἅγια, θυσίαις παμμακάριστε Ἰσραὴλ ἐφαγνίζων προμηνυούσαις τὴν σφαγὴν τοῦ Ἀμνοῦ τὴν σωτήριον.

Λογισμῷ καθαρῷ εἰσδεχόμενος, τὰς αὐγὰς Σαμουὴλ τὰς τοῦ Πνεύματος, οἷα Προφήτης ἔνθεος, προμηνύεις τὰ πόρρω ὡς ἐνεστῶτα· διὰ τοῦτο πιστῶς εὐφημοῦμέν σε.

Ἐκλεκτὸς ὁ Δαυῒδ ἐχρημάτισεν, ἐν υἱοῖς Ἱεσσαὶ ὡς ἐδήλωσας χρίων αὐτὸν τῷ χρίσματι, Σαμουὴλ τῷ ἁγίῳ καὶ ἀνακράζων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Οἱ τὴν σὴν ἐκτελοῦντες πανήγυριν, Σαμουὴλ τῶν Δικαίων συνόμιλε ταῖς σαῖς πρεσβείαις τύχοιμεν, βασιλείας τῆς ἄνω ἀναβοῶντες· Εὐλογεῖτε τὰ ἔργα τὸ Κύριον.
Θεοτοκίον
Συμπαθείας τῆς σῆς με ἀξίωσον, συμπαθὴς καὶ φιλάγαθε Δέσποινα, καὶ τῆς γεέννης ῥῦσαί με, καὶ τοῦ σκότους ἐκείνου τοῦ ἐξωτέρου, ἵνα πίστει καὶ πόθῳ γεραίρω σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τῆς Ἐορτῆς
Ἦχος α'
Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς παρούσης ᾨδῆς.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».

Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει· Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι.

Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι· Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Ἱστάμενος οἷα λειτουργός, ἐπίπροσθεν, τοῦ Δεσπότου καὶ Θεοῦ ἡμῶν, μάκαρ ἀμέμπτῳ πολιτείᾳ, κοσμούμενος αὐτῷ ἐλειτούργησας, τὰς θείας ἐκφαντορίας δεχόμενος, καὶ προφητεύων ἐμφανέστατα.

Ὤφθης ἐκ νηδύος μητρικῆς, ἀοίδιμε τοῦ Ἁγίου σκεῦος Πνεύματος, τῷ ἱερῷ συναυξηθεὶς δέ, ἐνδύματι Θεὸν ἐθεράπευσας, πραότητι καρδίας πανόλβιε, καὶ διανοίας ὡραιότητι.

Σήμερον ἡ μνήμη σου ἡμῖν, ὡς ἥλιος θεοφόρε ἀνατέταλκε, φέγγει πλουσίῳ χαρισμάτων, φωτίζουσα ψυχὰς τῶν τιμώντων σε, ὁμίχλην τε δεινῶν ἀπελαύνουσα· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἤρθης πρὸς μονὰς φωτοειδεῖς, καὶ ἔλαμψας τοῦ ἡλίου τηλαυγέστερον, βλέπεις ἃ βλέπουσι Προφῆται, Ἀπόστολοι καὶ ἅπαντες Δίκαιοι, θεούμενος μεθέξει θεόπνευστε· ὅθεν σε πάντες μακαρίζομεν.
Θεοτοκίον
Φθορὰν μὴ γνωρίσασα ἀνδρός, τὸν ἄφθαρτον ἐν νηδύϊ ὑποδέδεξαι, Λόγον ἡμᾶς καταφθαρέντας, ῥυόμενον πολλοῖς παραπτώμασι, τῷ πάθει τῆς ἀφθάρτου σαρκὸς αὐτοῦ, ἄφθορε μόνη Παναμώμητε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Ἁγίου Προφήτου
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὁ Σαμουὴλ ὑμνείσθω, ὁ πρὸ συλλήψεως δοθείς, δοτὸς Θεῷ τῷ Ὑψίστῳ ὑπὸ μητρὸς πανευκλεοῦς, καὶ βασιλεῖς χρίων οὗτος, ὡς Ἱερεὺς καὶ Προφήτης.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου παράλαβέ μου τὸ πνεῦμα.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια. Τῆς Ἑορτῆς
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Ὅτε πρὸς τὸν ἐκ σοῦ, τεχθέντα μετετέθης, συνῆλθον ἐν νεφέλαις, τὸ σῶμά σου κηδεῦσαι, Παρθένε οἱ Ἀπόστολοι.
Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Ὢ τῶν ὑπερφυῶν, ἁγνή σου μυστηρίων! τοῦ Θεοῦ γὰρ ὡς Μήτηρ, πρὸς τοῦτον μεταβαίνεις, λαμπρῶς θεομακάριστε.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Στῖφος τῶν Μαθητῶν, καὶ θείων Ἀποστόλων, ἀθροίσθητε κηδεῦσαι, τὸ θεοδόχον σῶμα, τῆς μόνης Θεομήτορος.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Ὅτε πρὸς τὸν ἐκ σοῦ, τεχθέντα μετετέθης, συνῆλθον ἐν νεφέλαις, τὸ σῶμά σου κηδεῦσαι, Παρθένε οἱ Ἀπόστολοι.

Εἰς τὴν Λειτουργίαν.

Εἰ δὲ βούλει, εἰπὲ τὰ παρόντα Ἀντίφωνα.
Ἀντίφωνον Α'
Στίχος α'.
Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ.
Στίχος β'. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
Στίχος γ'. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει Θεοῦ ἡμῶν.
Στίχος δ'. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.

Ἀντίφωνον Β'
Στίχος α'.
Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Στίχος β'. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Στίχος γ'. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
Στίχος δ'. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Ἀντίφωνον Γ'
Στίχος α'.
Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Στίχος β'. Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;
Στίχος γ'. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Εἰσοδικὸν
Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Εἰς τό, Ἐξαιρέτως
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς

Ἦχος α'
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».

Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.