Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ὁσίου Πατρὸς
Ἦχος πλ. δ'
Οἱ μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Μωσῆς ὁ πολυθρύλητος, κόσμου τερπνότητα, λιπὼν ἐμφρόνως, πόνοις ἀσκήσεως συντονωτάτοις, πάθη ὑπέταξε σαρκός, καὶ καταβαλὼν τὸν πολυμήχανον, νίκης τοὺς στεφάνους ἐκομίσατο. Αὐτοῦ ταῖς ἱκεσίαις Κύριε, δίδου τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Ἐγκράτειαν ἀσύγκριτον, στάσιν παννύχιον, ἄγρυπνον ὄμμα, νοῦν φανταζόμενον τὸ θεῖον κάλλος, ἔσχες μακάριε Μωσῆ· ὅθεν ἰαμάτων χάριν εἴληφας, πάθη θεραπεύειν χαλεπώτατα. Διὸ σε δυσωποῦμεν· Αἴτησαι πᾶσι Πάτερ τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Δαιμόνων πανουργεύματα, καὶ τὰ τοξεύματα, καὶ τὰς ἐνέδρας, θείᾳ σκεπόμενος Μωσῆ παλάμῃ, Πάτερ διῆλθες ἀβλαβῶς, καὶ τῇ ἀπαθείᾳ σεμνυνόμενος, πᾶσι τοῖς Ὁσίοις συνηρίθμησαι, πρεσβεύων δωρηθῆναι, πίστει τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οἱ μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Οἱ λογισμοὶ ἀκάθαρτοι, τὰ χείλη δόλια, τὰ ἔργα δέ μου, εἰσὶ παμμίαρα, καὶ τὶ ποιήσω; πῶς ὑπαντήσω τῷ Κριτῇ; Δέσποινα Παρθένε καθικέτευσον, τὸν Υἱὸν καὶ πλάστην σου καὶ Κύριον, ὅπως ἐν μετανοίᾳ δέξηταί μου τὸ πνεῦμα, ὡς μόνος εὔσπλαγχνος.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἡ δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα, ἐπὶ τοῦ ξύλου, προσαναρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα, ποθεινότατον τέκνον, τὶ δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι, ἐκ σοῦ παμφίλτατε;

Ἀπολυτίκιον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐρήμου πολίτης, καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε Μωσῆ πατὴρ ἡμῶν, νηστείᾳ ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Δήγματι ἁμαρτίας, μεμελανωμένην τὴν καρδίαν μου, καταλεύκανον Πάτερ, μετανοίας τοῖς ὄμβροις πρεσβείαις σου.

Φόβῳ τῷ τοῦ Δεσπότου, σάρκα καθηλώσας ἅπαν νόημα, ἐμπαθὲς ἐκ καρδίας, θεοφόρε παμμάκαρ ἐξήλειψας.

Αὔλαξι διανοίας, κρύψας τὰ τοῦ λόγου Πάτερ σπέρματα, ἐγεώργησας σῖτον, θησαυροῖς ἀκενώτοις τηρούμενον.
Θεοτοκίον
Ὅλον με διασῴζει, Λόγος ὁ ὑπέρθεος χρηστότητι, βουληθεὶς ἐκ γαστρός σου, σαρκωθῆναι ἁγνὴ Μητροπάρθενε.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Πνεύματι κινούμενος, πνευματικαῖς σοφὲ πράξεσιν, ἐγκαρτερῶν, τὰ τῆς πονηρίας, καθυπέταξας πνεύματα.

Σθένει δυναμούμενος, θεαρχικῷ Μωσῆ Ὅσιε, τὸν ἰσχυρόν, ἄσαρκος καθάπερ, ἐταπείνωσας δράκοντα.

Ὄμβροις τῶν δακρύων σου, πυρκαϊὰν παθῶν ἔσβεσας, καὶ ποταμός, ὤφθης χαρισμάτων, πεπλησμένος τοῦ Πνεύματος.
Θεοτοκίον
Ἔχων σε βοήθειαν, τῶν δυσμενῶν ὁρμὰς Ἄχραντε, οὐ δειλιῶ, ἔχων σε προστάτιν, τὰς αὐτῶν τρέπω φάλαγγας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Φέγγος ἄδυτον εἰσδεδεγμένος, ἀπημαύρωσας τῶν νοουμένων, Αἰθιόπων θεοφόρε τὰ πρόσωπα, καὶ τὰς αὐτῶν κακουργίας διέλυσας, ταὶς πρὸς τὸ θεῖον ἀπαύστοις σου νεύσεσι Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος, ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Τὸν φιλόσαρκον δαίμονα, ταῖς ἀδιαλείπτοις Πάτερ δεήσεσι, καὶ τῶν πόνων ἐπιδόσεσιν, ἐκ ψυχῆς παμμάκαρ ἀπεδίωξας.

Μεταθεὶς τὴν διάνοιαν, πρὸς τὰ ὑπὲρ νοῦν τε καὶ λόγον Ὅσιε, τῆς ἀσκήσεως τὸν καύσωνα, ὥσπερ θείαν δρόσον καθυπέφερες.

Θεωρίαις καὶ πράξεσιν, ἐκλελαμπρυσμένη Πάτερ πανόλβιε, ἡ καρδία σου τοῦ Πνεύματος, καθαρὸν ἐδείχθη ἐνδιαίτημα.
Θεοτοκίον
Παρθενίας κειμήλιον, καὶ τῆς ἀχωρήτου φύσεως σκήνωμα, τὴν ψυχήν μου φωταγώγησον, τὴν ἐσκοτισμένην Θεονύμφευτε.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Τῷ ἄνθρακι πυρούμενος, μάκαρ τῆς ἀπαθείας, ὕλην εὐκατάπρηστον, τὴν τῶν παθῶν ἀπετέφρωσας.

Ἀστὴρ τῆς ἐγκρατείας, ὑψώμασι διαπρέπων, ὤφθης τὰς ψυχὰς ἡμῶν, καταφωτίζων ἀοίδιμε.

Τεθρίππῳ ἀρετῶν ἐπιβέβηκας, καὶ πρὸς νύσσαν, ἔφθασας οὐράνιον, Πάτερ Μωσῆ ἀξιάγαστε.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Νυκτὶ με ἁμαρτιῶν, καὶ ἡδονῶν ἀμαυρότητι, κυκλούμενον ταῖς ἐν σοί, τοῦ Πνεύματος λάμψεσιν, ὅλον φωταγώγησον, ὅλον πρὸς λιμένα, σωτηρίας Πάτερ ἴθυνον.

Ὡς μέλισσα φιλεργός, τῷ σίμβλῳ τῆς διανοίας σου, τὰ ἄνθη τῶν ἀρετῶν, ἀθροίσας ἀνέβλυσας, γλυκασμὸν ἀθάνατον, τὴν πικρίαν Πάτερ, τῶν δαιμόνων ἀπελαύνοντα.

Ἐρήμοις ἐγκαρτερῶν, τὴν ἄνω πόλιν κεκλήρωσαι, τὴν σάρκα δουλαγωγῶν, νηστείαις θαυμάσιε, τρυφὴν πρὸς ἀδάπανον, καὶ πρὸς Παραδείσου, τὰς σκηνώσεις ἐξεδήμησας.
Θεοτοκίον
Ἁγίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστήριον, λυχνίαν χρυσοειδῆ, καὶ τράπεζαν ἔμψυχον, τὸν ἄρτον βαστάσασαν, τῆς ζωῆς Παρθένε, οἱ πιστοὶ σε ὀνομάζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Αἰθιόπων πρόσωπα, ἀπορραπίσας, νοητῶν ἀνέλαμψας, καθάπερ ἥλιος φαιδρός, φωταγωγῶν τὰς ψυχὰς ἡμῶν, τῶν σὲ τιμώντων, Μωσῆ παμμακάριστε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.
Στίχοι
Φήσεις τὸ ῥητὸν καὶ θανών, Μωσῆ μέλα.
«Ἄνθρωπος ὄψιν, καὶ Θεὸς τὴν καρδίαν».
Θάψαν ἐν εἰκάδι Μωσῆν ὀγδόῃ Αἰθιοπῆα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου τοῦ Νέου.
Στίχοι
Τράχηλον Ἀκάκιος ἐκτμηθεὶς ξίφει,
Ψυχῆς τὸ λευκὸν μηνύων, βλύζει γάλα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Διομήδους καὶ Λαυρεντίου.
Στίχοι
Διττοῖς ἀθληταῖς προσδεθεῖσι πλατάνῳ,
Ταθέντα τόξα, πλατάνων κενοὶ ψόφοι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ δίκαιος Ἐζεκίας ὁ Βασιλεὺς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Εἰ δακρύσας ἦν Ἐζεκίας, ὡς πάλαι,
Ζωῆς ἂν ἄλλην εὗρε προσθήκην πάλιν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἄννης, τῆς θυγατρὸς Φανουήλ.
Στίχοι
Οὐ γῆς ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
Ἕως ἐφ' αὐτῆς εἶδε τὸν Θεὸν βρέφος.

Οἱ ἅγιοι τριάκοντα τρεῖς μάρτυρες, οἱ ἐξ Ἡρακλείας, πυρὶ τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Λύμης παθῶν κεκαθαρμένος, τὰς τοῦ Πνεύματος ἀστράπτων λαμπηδόνας, πρὸς τὸ φῶς ἀληθῶς, τὸ ἄϋλον μετέβης, ἔνθα χοροὶ μακάριε, ἀσκητῶν εἰς τοὺς αἰῶνας.

Πᾶσαν ἐξέφυγες κακίαν, ᾠκειώσω δὲ καλῶν τὴν μετουσίαν, καὶ τερπνῷ ἐφετῷ, ἀΰλῳ συνεκράθης, ἀναβοῶν μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ.

Πόνοις ἀσκήσεως ἀμέτροις, τὴν ἐπίπονον ἐξήρανας ἀπάτην, θεοφόρε· διό, τὴν ἄπονον ἐφεῦρες, τῶν ἀγαθῶν ἀπόλαυσιν, εὐλογῶν σου τὸν Δεσπότην.
Θεοτοκίον
Ἴδε ἣν ἔφησε Παρθένον, ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαΐας, ἐν γαστρὶ τὸν Θεόν, συνέλαβε καὶ τίκτει· ᾧ μελωδοῦμεν· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ταῖς προσευχαῖς νευρούμενος, ταπεινώσει ὑψούμενος, τῇ δικαιοσύνῃ, τὴν ψυχὴν λαμπόμενος, ἀγάπῃ κοσμούμενος, πρὸς ἀρετῶν ἀκρώρειαν, πρὸς περιφανὲς Πάτερ ἀνέδραμες ὕψος, κραυγάζων· τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ μελανὸς μὲν τῷ σώματι, τὴν ψυχὴν φαιδροτέραν δέ, τῶν ἡλιακῶν μαρμαρυγῶν κτησάμενος, δαιμόνων ἠμαύρωσεν, ἐζοφωμένα πρόσωπα, τὰς δὲ τῶν πιστῶν, καταλαμπρύνει καρδίας, αὐτοῦ τῇ ἐκμιμήσει, τῶν θερμῶς μελῳδούντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῇ ταπεινώσει πάντοθεν, πεφραγμένος διέφυγες, Πάτερ Αἰθιόπων, νοητῶν τοξεύματα, ἀλείπτης δὲ γέγονας, τῶν μοναστῶν πρὸς πάλην ἐχθρῶν, ἔργοις τε καὶ λόγοις, σὺν αὐτοῖς ἀνακράζων· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπερφυῶς συνέλαβες, ὑπὲρ λόγον ἐκύησας, τὸν Δημιουργὸν τῆς ἀνθρωπίνης φύσεως, γενόμενον ἄνθρωπον, τὸν τοῦ Πατρὸς ἀχώριστον, Δέσποινα ἁγνή· ᾧ μελῳδεῖ πᾶσα κτίσις· Οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἐν ἔργοις ὄντως τὴν ζωήν, ἀγαθοῖς διατελέσας ἀπέλαβες, τῶν ἀγαθῶν τὴν πηγήν, καὶ τοῦ σοῦ πόθου πέρας κατέλαβες, ἑορταζόντων δὲ ἐν ᾧ, ἡ φωνὴ μετ' αἰνέσεως, χαίρων ἐσκήνωσας, ἀξιάγαστε Μωσῆ Πάτερ Ὅσιε.

Στάζουσι Πάτερ γλυκασμόν, ὠφελείας οἱ τῶν πόνων ἱδρῶτές σου, καὶ τὴν πικρίαν ἡμῶν τῶν παθημάτων ἀποδιώκουσιν, ἀναβλυστάνουσιν ἡμῖν ἰάσεις τὰ λείψανα, καὶ σηπεδόνας κακῶν, καὶ ψυχῶν τὸν μολυσμὸν ἐκκαθαίρουσιν.

Στεφάνοις ἔστεψε Χριστός, ἀμαράντοις σου τὴν κάραν θεσπέσιε, νενικηκότος στερρῶς, τὰς παρατάξεις τοῦ κοσμοκράτορος, καὶ τῶν Ὁσίων τοῖς χοροῖς, ὁσίως ἠρίθμησε, μεθ' ὧν ἱκέτευε, λυτρωθῆναι πειρασμῶν τοὺς τιμῶντάς σε.
Θεοτοκίον
Ἔπαυσας μόνη γυναικῶν, τὴν ἀρὰν τῶν προπατόρων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα περιγραφόμενον· ἐκαινοτόμησας θεσμούς, φύσεως ἀμόλυντε, τὰ διεστῶτα τὸ πρίν, παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Τῶν νοητῶν διέκοψας, κεφαλὰς Αἰθιόπων, Πάτερ Μωσῆ μακάριε τῇ μαχαίρᾳ τῶν θείων, σοῦ προσευχῶν θεοφόρε· νίκης ὅθεν βραβεῖα, παρὰ Χριστοῦ ἀπείληφας· ᾧ καὶ νῦν σὺν Ἀγγέλοις, παρεστηκώς, ἀπαθείας λάμπων φωτοχυσίᾳ σοὺς ὑμνητὰς καὶ πρόσφυγας, λάμπρυνον σαῖς πρεσβείαις.
Θεοτοκίον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ζήσας αἰσχρῶς ἀπώλεσα, τῆς ψυχῆς τὸ ὡραῖον, καὶ ὡμοιώθην κτήνεσιν, ἀνοήτοις ὁ τάλας, ἃ οὐκ ἐξὸν ποιεῖν πράττων, Δέσποινα Θεοτόκε, λαμπρύνασά με κάθαρον τοῦ φωτός σου ταῖς θείαις, μαρμαρυγαῖς, καὶ ὑσσώπῳ Κόρη τῆς μετανοίας, καὶ δείξόν με τὸν δοῦλόν σου, σκεῦος εὔχρηστον θεῖον.