Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Προεόρτια τῆς Συλλήψεως τῆς Ἁγίας Ἄννης
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.

Στιχηρὰ Προσόμοια Προεόρτια
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Πνευματικὴν νῦν χορείαν, δεῦτε κροτήσωμεν, καὶ τὸν Χριστὸν ὑμνοῦντες, Προεόρτια δῶρα, προσάξωμεν ἐκ πόθου, αἶνον δεκτόν, τῷ τοῦ γένους καυχήματι, τῇ Θεοτόκῳ γεραίροντες τὴν αὐτῆς, παρ' ἐλπίδα θείαν Σύλληψιν.
Ἦχος α'
Ἐν παραδείσῳ ἡ Ἄννα, τὰ εὐαγγέλια, τοῦ παρ' ἐλπίδα πᾶσαν, ὑποδέχεται τόκου, τῆς μόνης Θεονύμφου, δηλοῦσα τρανῶς, ὡς τρυφήσεως κρείττονος, καὶ ἀπολαύσεως τύχοιμεν οἱ πιστῶς, τὸν καρπὸν αὐτῆς γεραίροντες.
Στιχηρὸν Προσόμοιον τοῦ Ὁσίου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων χαρίτων, Πάτερ γευσάμενος, τῶν ἐπιγείων πάντων, ἀπεστράφης ἡδέων, τὴν μέθεξιν ἐνθέως· ὅθεν ἀεί, τῆς γλυκείας Πατάπιε, τῶν ἀγαθῶν τῶν ἐκεῖθεν κατατρυφῶν, ἀπολαύσεως, ἀνύμνεις Χριστόν.
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Πάτερ Πατάπιε σαρκός, τὰς ὁρμὰς ἀσκήσεως, καταμαράνας πυρσεύμασιν, ἔρημον ᾤκησας, ὡς Ἠλίας πάλαι, τὸν νοῦν καθηράμενος, ἀπαύστοις πρὸς τὸ θεῖον ταῖς νεύσεσι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Πάτερ Πατάπιε χοροῖς, Ἀσκητῶν ἠρίθμησαι, τῇ ἀπαθείᾳ κοσμούμενος, καὶ κατεσκήνωσας, ἐν μοναῖς ὁσίαις, ἔνθα φῶς τὸ ἄδυτον, τὸ ξύλον τῆς ζωῆς ἔνθα πέφυκε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Πάτερ Πατάπιε φωστήρ, ἐξ Αἰγύπτου ἔλαμψας, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, ψυχοφθόρων νόσων, ἀπελαύνων ζόφωσιν, δαιμόνων ἐκμειῶν ἀμαυρότητα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Πανύμνητε Δέσποινα ἐλπίς, τῶν πιστῶν καὶ στήριγμα, καταφυγὴ καὶ βοήθεια, σὲ ἱκετεύομεν. Ἐκ παντὸς κινδύνου, τοὺς δούλους σου φύλαττε, τοὺς πίστει προσκυνοῦντας τὸν τόκον σου, αὐτῷ πρεσβεύουσα, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἴδιον ἄρνα ἡ Ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος. Οἴμοι! θρηνῳδοῦσα ἔλεγε· ποῦ σου τὸ κάλλος ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;

Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γὰρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Πατάπιε τὸ πνεῦμά σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν Προεότιος, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν.
Χαρᾶς ἀνοίγει Χριστὸς ἡμῖν τὰς πύλας.
Ἐν δὲ τοῖς Θεοτόκοις
Γεωργίου.

ᾨδὴ α'

Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».

Χαρᾶς ἡμῖν, σήμερον προκαταγγέλλονται, ταμεῖα διανοίγεσθαι, καὶ ἀποκλείεσθαι, τῆς κατάρας αἱ λύπαι, ἐν τῇ θείᾳ Συλλήψει, τῆς Θεομήτορος.

Ἄνθη τερπνά, σήμερον πιστοὶ δρεψάμενοι, ἐνθέων λόγων πλέξωμεν, τὸν προεόρτιον, στέφανον ἐγκωμίων, τὴν Παρθένον αἰνοῦντες, ἐν τῇ Συλλήψει αὐτῆς.

Κανών β', ᾨδὴ α', τοῦ Ἁγίου
Ἦχος β'
Δεῦτε λαοί ΤΟ ΑΚΟΥΤΕ
Ῥώμην σοφέ, καὶ θείαν δύναμιν ἄνωθεν, ἐκ βρέφους ἐνδυσάμενος, πρὸς τῆς ἀσκήσεως, τοὺς ἀγῶνας προθύμως, καὶ πόνους ἀπεδύσω, Πάτερ Πατάπιε.

Ἀποβαλών, ἅπασαν τὴν τῶν προσκαίρων ζωήν, καὶ κόσμον ἀρνησάμενος, τὴν ὑπερκόσμιον, νῦν ἀπείληφας δόξαν, ἧς ἔτυχες ἀσκήσει, σοφὲ Πατάπιε.
Θεοτοκίον
Γένος βροτῶν, σήμερον τῆς ἀναπλάσεως, μηνύματα εἰσδέχεται, καὶ εὐαγγέλια, τὰ τῆς υἱοθεσίας, ἐν τῇ σῇ παρ' ἐλπίδα, Συλλήψει ἄχραντε.

Ἕτερος Κανὼν τοῦ Ἁγίου Ποίημα Θεοφάνους
ᾨδὴ α'

Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε ΤΟ ΑΚΟΥΤΕ
Τοῦ φαιδροῦ σου βίου τὰ φαιδρά, μέλλων κατορθώματα, ἀνευφημεῖν, ἐκδυσωπῶ σε Ὅσιε, αἴγλην φωτοδότιδα, οὐρανόθεν μοι δωρηθῆναι ἱκέτευε, νέφος ἐκμειοῦσαν, τὸ τῆς ἀγνωσίας μου Πατάπιε.

Αἰγυπτίους πρὶν ὁ τῷ βυθῷ, κρύψας θείῳ νεύματι, ὡς ἐκ βυθοῦ, τῆς κοσμικῆς συγχύσεως, σὲ ἀναλαβόμενος, κατεφώτισε θεϊκαῖς ἐπιγνώσεσι, καὶ ὁλοφαῆ σε ἔδειξεν, ἀστέρα Πάτερ Ὅσιε.

Τῆς σαρκὸς τὰ πάθη χαλινῷ, μάκαρ τῆς ἀσκήσεως, δουλαγωγῶν τῆς ἀπαθείας ἔρωτι, ὤφθης καθαρώτατον, οἰκητήριον τοῦ Θεοῦ διὰ πίστεως, καὶ χειμαζομένων, εὔδιος λιμὴν Πάτερ Πατάπιε.
Θεοτοκίον
Τῆς ἀρχαίας λύτρωσιν ἀρᾶς, κόσμῳ παρεχόμενος, ὁ Λυτρωτής, ἐκ σοῦ Παρθένε τίκτεται, ἄνθρωπος γενόμενος, ὁ τὸν Ὅσιον, ἀναδείξας Πατάπιον, κρήνην ἰαμάτων, πᾶσι τοῖς πιστῶς αὐτῷ προστρέχουσι.

Κανών α', ᾨδὴ γ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Σαλπίσωμεν φαιδρῶς εὐσήμως σήμερον, ἐνθέως καλοῦντες τὴν κτίσιν πᾶσαν, προεόρτιον εἰς αἴνεσιν, τῆς πανάγνου Μητρὸς θείας Συλλήψεως.

Αἱ θεῖαι δωρεαὶ καὶ τὰ χαρίσματα, προτείνονται σήμερον τοῖς ἀνθρώποις, δηλουμένης τῆς Συλλήψεως, τῆς αἰτίας τῶν ξένων χαρισμάτων Χριστοῦ.

Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος β'
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε ΤΟ ΑΚΟΥΤΕ
Νεάζων τῆς ψυχῆς τῷ τόνῳ Ὅσιε, ἀρχαῖον πολέμιον διὰ πόνων, τῆς τὰ τοῦ ἀσκήσεως κατέβαλες, καὶ τὰ τούτου διήλεγξας βουλεύματα.

Οἱ πόνοι σου σοφὲ τῶν ἀντιδόσεων, τῶν θείων ἐνέχυρον ἀσφαλείας, τῶν θαυμάτων τὴν ἐπίλαμψιν, ἐν τῷ βίῳ παρέσχον σοι Πατάπιε.
Θεοτοκίον
Ἐλύθη τῶν βροτῶν ἡ πρώην στείρωσις, τῶν ἔργων λαμψάντων νῦν τῶν ἐνθέων, παρ' ἐλπίδα προελθούσης σου, ἐκ τῆς ἀγόνου καὶ στείρας Πανύμνητε.

Κανών γ', ᾨδὴ γ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ
Δακρύων ἀναβλύσεσι, καταρδεύσας ἄριστα, τὴν ψυχικήν σου αὔλακα, σῖτον θείων ἤνεγκας πράξεων, ἀποθήκαις ταῖς ἄνω συντηρούμενον.

Ἀγάπην ὁπλισάμενος, ὥσπερ ξίφος Ὅσιε, καὶ θυρεῷ σκεπόμενος, τῆς ἐνθέου σου ταπεινώσεως, τῶν δαιμόνων τὰ στίφη ἐξηφάνισας.

Λειμῶσι τῆς ἀσκήσεως, καθάπερ κρίνον ἤνθισας, εὐωδιάζων Ὅσιε, τὰς καρδίας τῶν ἀνυμνούντων σε, καὶ τελούντων σου, πίστει τὸ μνημόσυνον.
Θεοτοκίον
Ἀγκάλαις ἐποχούμενος, τῆς Τεκούσης Κύριε, τὰ τῆς Αἰγύπτου εἴδωλα, δυναστείᾳ τῇ σῇ συνέτριψας, ἐξ ἧς πλῆθος Ὁσίων ἀνεβλάστησεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».

Κάθισμα τοῦ Ὅσίου
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Πάθη τοῦ σώματος, Θεομακάριστε, Πάτερ ἐξήρανας, δακρύων ῥεύμασι, καὶ ἰαμάτων ποταμούς, Πατάπιε ἀνέβλυσας· ὅθεν προσερχόμενοι, τῷ τιμίῳ λειψάνῳ σου, χάριν τε καὶ ἔλεος, προφανῶς ἀρυόμεθα, τιμῶντές σου τὴν μνήμην ἀξίως, πίστει θερμῇ θεομακάριστε.
Δόξα... Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Τὴν πτωχείαν τοῦ Λόγου τοῦ δι' ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω τὰ πρόσκαιρα, ὡσεὶ χόρτον Μακάριε· τοῦ γνωστικοῦ γὰρ ξύλου, γευσάμενος Ὅσιε, τῶν Μοναστῶν ἐδείχθης, διδάσκαλος ἔνθεος· ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας, διήγειρας ἅπαντας, τοῖς ἐνθέοις λογίοις σου, θεοφόρε Πατάπιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Προεόρτιον
Ἦχος δ' Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Ἡ πύλη ἡ ἄβατος, νῦν ἀποτίκτεται, ἡ πόλις ἡ πάμφωτος, λάμψαι προέρχεται, ἡ μόνη Πανάχραντος, σήμερον δι' Ἀγγέλου, τοῖς Δικαίοις δηλοῦται· ὅθεν ἐν εὐφροσύνῃ, ἀνεβόων τῷ Κτίστῃ. Καρπὸν ἡμῖν δώρησαι, τὴν ἀφθαρσίας πηγήν.

Κανών α', ᾨδὴ δ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε Φιλάνθρωπε».

Ἱλαρώτατα σήμερον, περιχαρῶς, ἡ κτίσις Θεοτόκε, προεόρτιόν σοι, ᾄδει τὴν αἴνεσιν.

Γαληνὴν αἰθριάζεται, ὁ οὐρανός, Παρθένε εὐφροσύνην, τὴν σὴν προκηρύττων, ἀνθρώποις Σύλληψιν.

Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος β'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς ὅπλοις Πατάπιε, τοῖς τοῦ φωτός, ἐχθροὺς τοὺς ἀοράτους, ἐκπλήξας καθεῖλες, καὶ ἀπενέκρωσας.

Ἱδρυθεὶς ἐπὶ ἄσειστον, πέτραν Σοφέ, ἀσκήσεως καὶ πόνον, ἐχθρῶν τρικυμίαις οὐ καταβέβλησαι.
Θεοτοκίον
Ὡς ἀρχὴν εὐφορίας νῦν, τῆς πρὸς Θεόν, τὴν Σύλληψίν σου Κόρη, ἡ ἀνθρώπων φύσις σήμερον δέχεται.

Κανών γ', ᾨδὴ δ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἄβυσσος, τῶν θερμῶν σου δακρύων κατέκλυσε, δαιμόνων στρατεύματα, καὶ ἁμαρτίας οἰδήματα, πέλαγος θαυμάτων δέ, τοῖς ἐν βυθῷ παθημάτων ἀναδέδεικται.

Ταπείνωσιν, ἀγρυπνίαν καὶ σύντονον δέησιν, ἀγάπην ἀθόλωτον, πίστιν, ἐλπίδα κτησάμενος, γέγονας συνόμιλος, ἐπουρανίων Ἀγγέλων, Πάτερ Ὅσιε.

Ἐκοίμισας, ἡδονῶν πολυμόρφων τὰ κύματα, θείαις ἀναβάσεσι, καὶ ἀνενδότοις καθάρσεσιν· ὅθεν πρὸς ἀνέσπερον, μετὰ τὴν κοίμησιν, φέγγος ἐξεδήμησας.
Θεοτοκίον
Ἐξέλαμψας, ἐκ Παρθένου νεφέλης ὁ Ἥλιος, ἀστέρας αὐγάζοντας, ἀποδεικνὺς τοὺς Ὁσίους σου, κόσμῳ καὶ τοῖς πάθεσιν, ἐσταυρωμένους, Οἰκτίρμον τῇ δυνάμει σου.

Κανών α', ᾨδὴ ε', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».

Χαρᾶς πληροῦται ἡ γῆ, καὶ εὐφροσύνην νοητὴν δέχονται, οἱ γηγενεῖς, ἐν τῇ σῇ Συλλήψει, Θεόνυμφε Ἁγνή, ἣν προεορτάζοντες, πόθῳ ὑμνοῦμέν σε.

Ῥώμην ἡ φύσις ἡμῶν, ἡ ἀσθενήσασα τὸ πρὶν δέχεται, καὶ ἀρετῶν, θείας εὐφορίας, λαμβάνει ἀπαρχήν, ἐν τῇ παρ' ἐλπίδα, Συλλήψει σου Ἄχραντε.

Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ τοῦ φωτὸς χορηγός ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν τὴν δόξαν Θεοῦ, τοῖς διανοίας ὀφθαλμοῖς Ὅσιε, ἐπιποθῶν, τὰ τερπνὰ τοῦ κόσμου, παρεῖδες ὡς φθαρτά, καὶ τῶν ποθουμένων, ἀφθάρτων ἐπέτυχες.

Σταυρὸν ἐπ' ὤμων λαβών, καὶ τῷ Χριστῷ ἀκολουθῶν Ὅσιε, εἰς τὰ τῆς γῆς, πέρατα διῆλθες, ἐλαύνων ἐξ αὐτῆς, τὰ τῶν πολεμίων, δαιμόνων συστήματα.
Θεοτοκίον
Ῥεῖθρα πηγάζει ἡμῖν, τὰ προεόρτια Ἁγνὴ σήμερον, τῶν νοητῶν, χαρίτων σου ἅπερ, ἀντλοῦντες δαψιλῶς, σὲ ὑμνολογοῦμεν, καὶ πόθῳ δοξάζομεν.

Κανών γ', ᾨδὴ ε', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων λάμψον μοι αἴγλην, θείαις τοῦ Ὁσίου σου ἱκεσίαις· λῦσον τὰ νέφη τῆς ἀθλίας ψυχῆς μου· ὄμβρισόν μοι ῥεῖθρα ἀφέσεως· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.

Λήμης παθῶν, ἐκκαθάρας τὸ ὄμμα τῆς διανοίας, Πάτερ θεοφόρε, δι' ἐγκρατείας, θείᾳ ἐντεύξει σὺ διήνοιξας, κόρας πηρωθείσας καὶ διεσκέδασας, φέγγει ἰαμάτων, δεινὴν ἀμαυρότητα.

Ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος πᾶσαν, ἄφθονον χάριν, δεῦτε ἔξαντλήσωμεν ὡς ἐκ κρήνης, τῆς θείας θήκης τοῦ σοφοῦ Παταπίου· θαύματα γὰρ βρύει ὡς νάματα, πίστει τοῖς αὐτῷ, ἀδιστάκτως προστρέχουσιν.
Θεοτοκίον
Τὸν χορηγόν, τῆς ζωῆς τῶν ἁπάντων τὸν συνοχέα, τέτοκας ἀρρήτῳ κυοφορίᾳ, τὸν ἐν Ἁγίοις δοξαζόμενον Κόρη, καὶ Ὁσίοις ἀναπαυόμενον, ὃν ὑπὲρ ἡμῶν, ἐκδυσώπει Θεόνυμφε.

Κανών α', ᾨδὴ ς', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Τῆς βροτῶν σωτηρίας προοίμια, σήμερον μηνύονται, καὶ καταβάλλονται, ἐν τοῖς προεορτάζουσι, τῆς Ἁγνῆς καὶ Παρθένου τὴν Σύλληψιν.

Ὀ τῇ Ἄννῃ κηρύξας τὴν Σύλληψιν, τῆς ὑπεραμώμου Παρθένου μηνύματα, κοινῆς χαρᾶς παρέσχετο, καὶ καλῶν εὐφορίαν τῷ γένει ἡμῶν.

Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος β'
Ἐν ἀβύσσῳ ΤΟ ΑΚΟΥΤΕ
Συνετρίβη τὰ βέλη Πατάπιε, τὰ κατὰ τῆς σῆς πεμπόμενα στερρότητος, καὶ νικητὴς πανάριστος, τοῦ ἀεὶ πολεμήτορος ἔμεινας.

Θαυμασίοις Θεὸς σε ἐδόξασεν, ὡς ὑπερδοξάσαντα, τοῦτον τοῖς ἔργοις σου, τοῖς θαυμαστοῖς Πατάπιε· διὰ τοῦτό σε πάντες γεραίρομεν.
Θεοτοκίον
Γηγενεῖς προεόρτιον αἴνεσιν, σήμερον σοὶ πλέκουσι, θεοχαρίτωτε, καὶ τὴν σεπτήν σου Σύλληψιν, ὡς χαρᾶς εὐαγγέλια δέχονται.

Κανών γ', ᾨδὴ ς', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Ἐν ἀβύσσῳ ΤΟ ΑΚΟΥΤΕ
Φανοτάταις τὸν νοῦν ἐλλαμπόμενος, Πάτερ ἀναβάσεσι, καθάπερ ἄσαρκος, μετὰ σαρκὸς ἐβίωσας, μὴ βραχεὶς ἁμαρτίαις Πατάπιε.

Ἠλιοὺ τὸν Θεσβίτην μιμούμενος, καὶ ἰχνηλατῶν Ἰωάννην τὸν Πρόδρομον, ἔρημον πρὶν κατῴκησας, ᾑσυχίᾳ τὸν νοῦν καθαιρόμενος.

Ἐξ Αἰγύπτου φωστὴρ διαυγέστατος, τὴν Κωνσταντινούπολιν, φέγγει ἰάσεων, καταφωτίζων ἤστραψας, φαεινότατε Πάτερ Πατάπιε.
Θεοτοκίον
Ἐπὶ κούφης νεφέλης καθήμενος, πάλαι Αἰγυπτίοις, Χριστὸς ἐπεδήμησε, καὶ καθελὼν τὰ εἴδωλα, τῶν Ὁσίων χοροὺς ἐπεσπάσατο.
Ὁ Εἱρμὸς
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Κοντάκιον τοῦ Ὁσίου
Ἦχος γ'
Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὸν ναόν σου Ἅγιε, πνευματικόν ἰατρεῖον, οἱ λαοὶ εὑράμενοι, μετὰ σπουδῆς προσιόντες, ἴασιν τῶν νοσημάτων λαβεῖν αἰτοῦνται, λύσιν τε τῶν ἐν τῷ βίῳ πλημμελημάτων· σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης, Πατάπιε Ὅσιε.
Ὁ Οἶκος
Ἡ σορός σου Σοφὲ πᾶσι βρύει ἰάματα, ἐξ ὧν πάντες πιστοὶ ἀρυόμενοι, σῴζονται ἐκ νόσων πολλῶν, ψυχῶν καὶ σωμάτων, ὧνπερ ὁ τάλας ἐγὼ πεπείραμαι ῥυσθεὶς τῶν θλιβόντων με· καὶ διὰ τοῦτο τὴν σὴν ἀντίληψιν νῦν ἀνευφημῶ, καὶ διηγοῦμαι τρανῶς, πῶς ἐπιφθάνεις τοὺς ἐν ἀνάγκαις, καὶ ἐκλυτροῦσαι πειρασμῶν τοὺς προσιόντας σοι θερμῶς. Διὸ δίδου ἰσχὺν μοι ἀνυμνεῖν σε· σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης, Πατάπιε Ὅσιε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου.
Στίχοι
Φθαρτὸν λελοιπὼς Πατάπιε γῆς πὰτον,
Πατεῖς, ὅπου πατοῦσι πραέων πόδες.
Ὀγδοάτῃ Πατάπιε χλόης πέδον ἀμφεπάτησας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σωσθένους, Ἀπολλώ, Κηφᾶ, Τυχικοῦ, Ἐπαφροδίτου, Καίσαρος, καὶ Ὀνησιφόρου.
Στίχοι
Ἀποστόλους σήμερον ἑπτὰ γεραίρω,
Ὡς γενναίους κήρυκας τοῦ Θεοῦ Λόγου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἐπισκόπου Κύπρου.
Στίχοι
Πᾶν Σωφρόνιος σαρκικὸν σβέσας πάθος,
Καὶ σαρκὸς αὐτῆς ἐξαπέπτη πηλίνης.

Ταῖς αὐτῶν Ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἡ χάρις Θεοῦ, τὰ προοίμια αὐτῆς ἐν τῇ Συλλήψει, τῆς Παναχράντου καταβάλλεται, τῇ ἀνθρωπότητι σήμερον, ἣν προεορτάζοντες πόθῳ, ἀναβοῶμεν καὶ λέγομεν· Εὐλογητος εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μυρίπνοον νοῦν, εὐωδίαν νοητὴν ἡ τῆς Πανάγνου, προδιαπνέει θεία Σύλληψις, εὐωδιάζουσα χάριτι, τοὺς προεορτάζοντας ταύτην, καὶ βοῶντας καὶ λέγοντας· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Ἰλύος παθῶν, τῆς ψυχῆς τὸ διαυγὲς ἀποκαθάρας, ἔσοπτρον θείων ἐπιλάμψεων, ταύτην ἐποίησας Ὅσιε· ὅθεν μυστικῆς θεωρίας, ἐπαπολαύων ἐκραύγαζες· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νοσούντων πολλῶν, συνεργείᾳ θεϊκῇ Θεομακάριστε, πάθη ποικίλα ἐθεράπευσας, καὶ θεϊκαῖς ἐπικλήσεσι, στίφη πονηρὰ τῶν δαιμόνων, ἀναμέλπων ἀπήλασας· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἱδρύεται νῦν, ἐπὶ πέτραν νοητὴν βροτῶν ἡ φύσις, τῆς τοῦ Δεσπότου ἐπιγνώσεως, καὶ θείας φύσεως Ἄχραντε, τῇ σῇ παρ' ἐλπίδα Συλλήψει, καὶ προκηρύττουσα μέλπει νῦν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών γ', ᾨδὴ ζ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Πυρὶ νοητῷ, ἀναφλέξας τῆς ψυχῆς τὰ αἰσθητήρια, πῦρ ἁμαρτίας ἀπετέφρωσας, τῇ συνεργείᾳ τοῦ Πνεύματος, καὶ φωτοειδὴς καθωράθης, ἀναμέλπων Πατάπιε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θαυμάτων βυθός, ἰαμάτων ποταμός, κρήνη ἀέναος, ῥεῖθρον μηδόλως δαπανώμενον, σοῦ ἡ σορὸς ἀναδέδεικται, Πάτερ τοῖς πιστῶς προσιοῦσι, καὶ θερμῶς ἀνακράζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Θεοὶ με ἐκ σοῦ, ὁ ὑπέρθεος Ἁγνὴ δούλου μορφὴν ὑποδύς, καινοτομεῖ δὲ τρίβους γνώσεως, ὥσπερ τοὺς νόμους τῆς φύσεως, πλήθη Μοναστῶν καὶ Ὁσίων, ἐπαγόμενος ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Τῆς ἀκαρπίας ὁ βλαστός, εὐθηνίαν ἀγαθῶν προκαταγγέλλει, τῶν ἀνθρώπων τῷ γένει, ἐν τῇ βλαστήσει αὐτοῦ, καὶ πάντας εἰς τὴν προεόρτιον, αὐτοῦ συγκαλεῖται, ἀνθρώπους εὐφροσύνην.

Αἱ ἐκφυεῖσαι τοῖς βροτοῖς, τῆς κατάρας ἐν Ἐδὲμ τῇ παραβάσει, ἀνελκύεσθαι ῥίζαι, σαφῶς μηνύονται νῦν, τῆς ῥάβδου δηλουμένης ἅπασι, θείας εὐλογίας, φύεσθαι ἐν τῷ κόσμῳ.

Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρός ΤΟ ΑΚΟΥΤΕ
Σὺ τῶν παθῶν τὰς προσβολάς, ὡς νικήσας τῆς σαρκὸς καὶ τοὺς πολέμους, ἐκ Θεοῦ θείαν χάριν, εἰσδέδεξαι ὡς εἰκός, ἰᾶσθαι πάθη τὰ ἀνίατα· ὅθεν σε τιμῶμεν, Πατάπιε τρισμάκαρ.

Πάντα ποιῶν σεμνοπρεπῶς, ὦ Πατάπιε σοφὲ εἰς Θεοῦ δόξαν, πάντα πόνον κουφίζεις, πάντων πασχόντων σαφῶς· διὸ σε πάντες πιστοὶ Ὅσιε, ὕμνοις εὐφημοῦμεν, ὡς τοῦ Δεσπότου φίλον.
Θεοτοκίον
Οἱ πεποιθότες ἐπὶ σοί, καὶ καυχώμενοι ἀεὶ Θεοκυῆτορ, τὴν σὴν πόθῳ τιμῶμεν, Σύλληψιν θείαν πιστῶς, ὑμνοῦντες ἀπαύστως τὸν Κύριον, καὶ ὑπερυψοῦντες, αὐτόν εἰς τοὺς αἰῶνας.

Κανών γ', ᾨδὴ η', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρός ΤΟ ΑΚΟΥΤΕ
Ἀποκαθάρας σεαυτόν, τῆς ἰλύος τῶν παθῶν δι' ἐμμελείας, τηλαυγέστατον, ὤφθης, Πάτερ δοχεῖον Θεοῦ, κραυγάζων· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἷς πάντας τοὺς αἰῶνας.

Ταῖς πρὸς τὸν Κύριον εὐχαῖς, ἀποκάθαρον ἡμᾶς πάσης κηλῖδος· τῇ θερμῇ σου πρεσβείᾳ, καὶ τρικυμίας παθῶν, καὶ νόσων καὶ θλίψεων λύτρωσαι, τοὺς σὲ κατ' ἀξίαν, Πατάπιε τιμῶντας.

Οἰκονομήσας σεαυτοῦ, τὴν ζωὴν θεοπρεπῶς, Ὅσιε Πάτερ οἰκονόμος ἐδείχθης, διακονήσας καλῶς, ταῖς χρείαις τῶν ἁγίων Ὅσιε, μεθ' ὧν ἠξιώθης, τῆς ἄνω κληρουχίας.
Θεοτοκίον
Ἡ οὐρανώσασα ἡμῶν, τὴν γεώδη καὶ φθαρτὴν Ἁγνὴ οὐσίαν, τῶν Ἀγγέλων ἡ δόξα, καὶ τῶν Ὁσίων χαρά, ἡ μόνη τῶν κτισμάτων Δέσποινα, ὡς Θεὸν τεκοῦσα, ὑμνείσθω εἰς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

Ὑπερφυεῖς ὡς ἀκτῖνας, προανίσχει τῷ κόσμῳ, ἡ Σύλληψίς σου πάνσεμνε Ἁγνή, τὰς νοουμένας τῆς χάριτος, καὶ λαμπρύνει τοὺς πόθῳ, ἐν ταύτῃ προεόρτιον ᾠδήν, τῷ Δεσπότῃ τῶν ὅλων, ἐν πίστει ἀναμέλποντας.

Λύσιν στειρώσεως Ἄννα, δεχομένη μηνύει, βροτοῖς τὴν εὐφορίαν τῶν καλῶν, καὶ εὐκαρπίαν τῆς φύσεως, καὶ καλεῖ πᾶσαν κτίσιν, ἐν σῇ Συλλήψει ἄχραντε Ἁγνή, προεόρτια δῶρα, προσάξαι σοι τὴν αἴνεσιν.

Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἀπαρυσάμενος Πάτερ, ἐκ πηγῆς ἀενάου, τοῦ Πνεύματος τὴν χάριν δαψιλῶς, τῶν ἰαμάτων Πατάπιε, ταύτην πᾶσιν ἀφθόνως, παρέχεις τοῖς τὴν μνήμην σου πιστῶς, ἐκτελοῦσι καὶ πόθῳ, τὸν Κτίστην μεγαλύνουσι.

Σὺν Ἀποστόλοις χορεύων, σὺν Μαρτύρων τοῖς δήμοις, Ὅσίων τε τοῖς πλήθεσι σοφέ, ἐν οὐρανίαις Πατάπιε, νῦν σκηναῖς ὑπὲρ πάντων, ἱκέτευε τὸν Κτίστην καὶ Θεόν, τῶν πιστῶς ἐκτελούντων, τὴν σεβασμίαν μνήμην σου.
Θεοτοκίον
Ὑπερχυθεῖσα ἡ χάρις, τῆς Χριστοῦ εὐσπλαγχνίας, εἰς πάντας τοὺς ἀνθρώπους δαψιλῶς, σὲ μεσιτείαν παρέσχετο, τῶν αὐτοῦ δωρημάτων, τὴν πρόξενον ἁπάντων τῶν καλῶν· διὰ τοῦτό σε πίστει, καὶ πόθῳ μακαρίζομεν.

Κανών γ', ᾨδὴ θ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Ἡμέρα σωτήριος, ἡ μνήμη σου ἐπέλαμψε, τὰς ἐν σκότει καρδίας καταφωτίζουσα, λύουσα παθῶν τὴν ὁμίχλην, υἱοὺς φωτός, δεικνύουσα Πάτερ, τοὺς σὲ νῦν γεραίροντας, τοῦ Κυρίου τὸν θεράποντα.

Θηβαίων τὸ καύχημα, τὸ τῆς ἐρήμου βλάστημα, Μοναζόντων τὸ κλέος καὶ τὴν εὐπρέπειαν, τὸν τῆς Βυζαντίδος φωστῆρα, τὸν ἐπὶ γῆς, Ἄγγελον φανέντα, Πατάπιον ἅπαντες, ἐπαξίως μακαρίσωμεν.

Ἀγγέλων ἐφάμιλλος, Ὁσίων ἰσοστάσιος, Προφητῶν Ἀποστόλων, Μαρτύρων Ἱεραρχῶν, Ὁσίων συμμέτοχος πέλων, καὶ τῇ σεπτῇ, Τριάδι λατρεύων, νοὸς καθαρότητι, ὑπέρ πάντων ἡμῶν πρέσβευε.
Θεοτοκίον
Τὸ μέγα Μυστήριον, τῆς ὑπὲρ νοῦν λοχείας σου, καταπλήττει Ἀγγέλους θεοχαρίτωτε, θέλγει τῶν Ὁσίων τὸν δῆμον, τοὺς Ἱερούς, εὐφραίνει Πατέρας, ἐνθέως ὑμνοῦντάς σε, Θεοτόκε ἀπειρόγαμε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Πατάξας τὸν Αἰγύπτιον, καὶ Ἀσσύριον ἄρδην, νοῦν τῶν παθῶν Πατάπιε, τῷ Χριστῷ θεοφόρε, κατηκολούθησας χαίρων, τὸν σταυρόν σου βαστάζων, τὸν Ἠλιοὺ δὲ Κάρμηλον, εἰκονίζων σὺ Πάτερ, ἀσκητικῶς, τὰς ἐρήμους ᾤκησας, καὶ πρὸς ὕψος, τῆς ἀπαθείας ἔφθασας, συγκραθεὶς τῇ Τριάδι.
Θεοτοκίον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Λόγου Θεοῦ μητέρα σε, ἀνυμνοῦμεν σὺν πόθῳ, ἐν θεοπνεύστοις ᾄσμασι, Παναγία Παρθένε, οἱ διὰ σοῦ σεσωσμένοι, νέμοις οὖν Θεοτόκε, τοῖς ἀναξίοις δούλοις σου, ἱλασμὸν καὶ εἰρήνην, καὶ φωτισμόν· ὅσα γὰρ θέλεις δύνασαι καὶ ἰσχύεις, ὡς πάντων οὖσα Δέσποινα, ὑπερένδοξε Κόρη.