Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου, καὶ Ὀρέστου
Μνήμη τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.

Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Λάμπει τὸ μνημόσυνον, τοῦ Ἀθλοφόρου σου Κύριε, Εὐστρατίου ὡς ἥλιος, λαμπρότητι κρύψαντος, ἀηττήτων λόγων, τὴν πολυθεΐαν, ὥσπερ ἀφώτιστον σκηνήν, καταργουμένην ὑπὸ τῆς πίστεως, καὶ τέσσαρας συμμάρτυρας, καὶ συμμετόχους ποιήσαντος, δι' αὐτῶν ἡμῖν δώρησαι, ἱλασμὸν ὡς Φιλάνθρωπος.
Ἦχος δ'
Λόγοις καὶ παθήμασι, καὶ πολυτρόποις στερήσεσι, τῆς ζωῆς ἐπεδείξαντο, ἀγάπην οἱ Ἅγιοι, τὴν πρὸς σὲ τελείαν, μὴ σαλευομένην, σὺν Εὐστρατίῳ τῷ σοφῷ, καὶ Αὐξεντίῳ ἀγωνισάμενοι, Ὀρέστης καὶ Μαρδάριος, μετ' Εὐγενίου οἱ ἔνδοξοι, ταῖς αὐτῶν σῶσον Κύριε, προσευχαῖς τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Λύσσῃ τοῦ παράφρονος, ὁ εὐκλεὴς μὲν Αὐξέντιος, κεφαλὴν ἀποτέμνεται, Μαρδάριος πάλιν δέ, ἐκ τῶν ἀστραγάλων, κρεμασθεὶς ἐστέφθη, ὁ δὲ Εὐγένιος τομῇ, χειρῶν καὶ γλώττης καθωραΐζεται, Ὀρέστης ἐν κραβάτῳ δέ, τῷ πυριστρώτῳ κομίζεται, ἐν καμίνῳ Εὐστράτιος, ὡς ἀμνὸς Χριστοῦ τίθεται.
Ἔτερα Στιχηρὰ
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς καλῶς στρατευσάμενος, Βασιλεῖ τῶν δυνάμεων, σεαυτὸν Εὐστράτιε παραδέδωκας, ἐθελουσίως εἰς βάσανα, καὶ βίαιον θάνατον, ἐπαγόμενος χορόν, συμμαρτύρων μακάριον, μεθ' ὧν ἤθλησας, καὶ τῆς νίκης ἐδέξω τοὺς στεφάνους, σὺν αὐτοῖς καθικετεύων, ὑπὲρ ἡμῶν παναοίδιμε.
Ἦχος δ'
Ὁ θεόφρων Εὐστράτιος, ὁ γενναῖος Αὐξέντιος, ὁ κλεινὸς Εὐγένιος καὶ Μαρδάριος, σὺν τῷ Ὀρέστῃ ἠρίστευσαν, ἐχθροὺς τροπωσάμενοι, καὶ ἐκλάμψαντες σαφῶς, ὡς ἀστέρες πολύφωτοι, κατεφαίδρυναν, τῶν πιστῶν τὰς καρδίας καὶ τῆς πλάνης, ἀπεδίωξαν τὸ σκότος, τῇ φωταυγείᾳ τοῦ Πνεύματος.
Τῆς Ἁγίας Λουκίας
Ἦχος δ'
Παρθενίαν ἀκήρατον, ἐμμελῶς ἐξασκήσασα, προσηνέχθης χαίρουσα τῷ Ποιήσαντι· ἀρνησαμένη γὰρ πρόσκαιρον, νυμφίον πανεύφημε, ἐνυμφεύθης τῷ Χριστῷ, καὶ τὸν δρόμον τελέσασα, διὰ πίστεως, καὶ φαιδροῦ μαρτυρίου νῦν παρέχεις, τοῖς τιμῶσί σε Λουκία, τῶν ἰαμάτων χαρίσματα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Δεῦτε φιλομάρτυρες, τοὺς τοῦ Χριστοῦ Ἀθλοφόρους, ἐν ὕμνοις τιμήσωμεν Εὐστράτιον τὸν ἀήττητον Μάρτυρα, Αὐξέντιον καὶ Εὐγένιον, καὶ Μαρδάριον καὶ Ὀρέστην, τὴν πενταυγῆ τῶν Μαρτύρων χορείαν· οἳ καλῶς ἀγωνισάμενοι κατὰ τοῦ ἀοράτου ἐχθροῦ, καὶ βραβεῖα τῆς νίκης ἀναδησάμενοι, πρεσβεύουσι Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων τὴν μνήμην αὐτῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, Ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ἐν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ Πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πίστει ἀνυμνοῦντάς σε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Τῶν οὐρανίων Ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Ὁ θαυμαστὸς ἀθλοφόρος, ἡμᾶς Εὐστράτιος, σήμερον συγκαλεῖται, τὴν σεπτὴν αὐτοῦ μνήμην, τελέσαι ἐτησίως· διὸ καὶ ἡμεῖς, συνελθόντες τιμήσωμεν, ὡς ἐραστήν τοῦ Κυρίου, καὶ καρτερῶς, ὑπὲρ τῆς πίστεως ἀθλήσαντα.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Δαυϊτικῶς τὴν ἀνδρείαν, καθοπλισάμενος, τὸν δεύτερον καὶ πλάνον, Γολιὰθ ἀποκτείνεις, τῇ πίστει τῆς Τριάδος· ὅθεν ἀεί, συνευφραίνῃ Εὐστράτιε, ἐν οὐρανοῖς μέτ' Ἀγγέλων ἐκδυσωπῶν, τὸν Σωτῆρα τοῦ σωθῆναι ἡμᾶς.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὡς ὁ Θεσβίτης Ἠλίας, ζηλῶν ἐζήλωσας, προφητικῶς Κυρίῳ , Παντοκράτορι Μάρτυς, Εὐστράτιε θεόφρον, καὶ θράσος κενόν, τῶν ἀνόμων διήλεγξας, καταβαλὼν τῶν εἰδώλων ὡς δυνατός, τὰ βδελύγματα μακάριε.
Δοξαστικὸν
Ἦχος πλ. α'
Τῶν τυραννούντων τὰ θράση μὴ δειλιάσαντες, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν πίστιν, τρανῶς κηρύξαντες, ξεσμοὺς πολλοὺς καὶ βασάνους ὑπεμείνατε, Εὐστράτιε καὶ Αὐξέντιε, Εὐγένιε καὶ Ὀρέστα, καὶ ἔνδοξε Μαρδάριε. Διὸ πρεσβεύσατε τῷ Βασιλεῖ καὶ Θεῷ, ὑπὲρ ἡμῶν τῶν πίστει, τελούντων τὴν μνήμην ὑμῶν.
Θεοτοκίον
Ἦχος πλ. α'
Χαῖρε ἡ Πύλη τοῦ Θεοῦ, χαῖρε Πανάχραντε Παρθένε Ἁγνή, χαῖρε Δέσποινα καὶ προστασία τοῦ κόσμου, χαῖρε τεῖχος καὶ καταφυγή, καὶ σκέπη τοῦ γένους ἡμῶν
Σταυροθεοτοκίον
Ἦχος πλ. α'
Καθορῶσα πάλαι τὸν Ἀμνὸν ἑαυτῆς, ἡ Παρθένος Μήτηρ καὶ πανάμωμος Κόρη, Σταυρῷ ἀνυψούμενον, ἐβόα δακρύουσα· Οἴμοι Υἱέ μου! πῶς θνῄσκεις, Θεὸς φύσει ὢν ἀθάνατος;

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἁγίας
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἰωάννου Μοναχοῦ
Κανών α', ᾨδὴ α', τῶν Μαρτύρων

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Βραβεύων, ἐν οὐρανοῖς τὰ ἔπαθλα, τοῖς ἐπὶ γῆς ἀθληταῖς, ἀγωνοθέτης κάθηται Χριστός, δεξιᾷ Παντοκράτορι, τοῖς ἀμφὶ τὸν Εὐστράτιον, θείους στεφάνους προτεινόμενος.

Χορείαν μαρτυρικὴν πεντάριθμον, δεῦτε κατίδωμεν, ὑπερφυεῖ ἀστράπτουσαν φωτί, κεκτημένην ταξίαρχον, τὸν ποθητὸν Εὐστράτιον, χάριτι θείᾳ στεφανούμενον.

Τὴν ζωήν, τοῦ ἐπὶ γῆς στρατεύματος, ἀπεκδυσάμενος, τῷ ἀληθεῖ προσάγῃ Βασιλεῖ, τῆς ἀθλήσεως σύμβολον, παρὰ Χριστοῦ Εὐστράτιε, δι' Αὐξεντίου κομισάμενος.

Ἀστέρες, ἐν οὐρανῷ τῆς πίστεως, ἀεὶ κινούμενοι, τὰς τῶν πιστῶν λαμπρύνουσι ψυχάς, φωτισμὸν ἀποστίλβοντες, οἱ περὶ τὸν Εὐστράτιον, οὓς ἐπαξίως εὐφημήσωμεν.
Τῆς Ἁγίας
Πορφύραν, σῶν ἐξ αἱμάτων βάψασα, καὶ στολισθεῖσα φαιδρῶς, περιφανῶς τὰ ἄνω κατοικεῖς, ὡς Παρθένος βασίλεια, καὶ θεϊκαῖς λαμπρότησι, Μάρτυς Λουκία κατηγλάϊσαι.
Θεοτοκίον
Χωρίον, χωρητικὸν γεγένησαι, τῆς θείας φύσεως, θεογεννῆτορ Ἄχραντε· διό, σὲ Λουκία ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἱῷ προσαπενήνεκται.

Κανών α', ᾨδὴ γ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Ἐλπίδι τῶν αἰκισμῶν, ὥσπερ ἀΰλου θησαυροῦ γέγονας, ὑπερφυῶς ἔμπλεως, πάσης θυμηδίας Εὐστράτιε.

Σοφίᾳ Πνευματικῇ, ὑπομονῇ τε πειρασμῶν ἤλεγξας, Μάρτυς Χριστοῦ Αὐξέντιε, τὴν τυραννικὴν ἀθεότητα.

Ὡς κόσμος θεολαμπής, τῆς Ἐκκλησίας τῶν πιστῶν Μάρτυρες, τὰ Χριστοῦ στίγματα, περιηνθισμένοι γεγόνατε.

Τὰ μέλη καρτερικῶς, ἀθλητικῆς καταφλεχθεὶς ἄνθραξιν, εἰδωλικῆς ἔσβεσας, πλάνης τὴν μανίαν Εὐστράτιε.
Τῆς Ἁγίας
Ὡς νύμφη περικαλής, τοῦ βασιλέως καὶ Θεοῦ ἔνδοξε, Μάρτυς Λουκία εἴληφας, νῦν τῶν οὐρανῶν τὰ βασίλεια.
Θεοτοκίον
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα Πανάμωμε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Της Τριάδος τῇ πίστει ὀχυρωθείς, ἀληθείας σφενδόνῃ καθοπλισθείς, τῆς πλάνης κατέβαλες, τὸ ἀλλόφυλον θράσος, καὶ τοῦ ἐχθροῦ ἁρπάσας, τῶν λόγων τὴν μάχαιραν, ἐν αὐτῇ ἀπέτεμες, τοῦ ψεύδους τὴν ἔνστασιν· ὅθεν τοῖς τροπαίοις, θριαμβεύων τῆς νίκης, τῷ σώματι τέθνηκας, τῷ δὲ πνεύματι ἔζησας, Ἀθλοφόρε Εὐστράτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἄγίαν μνήμην σου.
Δόξα... ἕτερον Ἦχος δ'
Ἐπεφάνης σήμερον
ΤΟ ΑΚΟΥΤΕ
Τῶν Μαρτύρων αἵμασιν, ἡ Ἐκκλησία, ἀρδευθεῖσα ἤνθησεν, ὀρθοδοξίαν τοῖς πιστοῖς, ἐγκαυχωμένη καὶ λέγουσα· Κλέος Μαρτύρων ἐδείχθητε Ἅγιοι.
Καὶ νῦν... Θεοτοκίον
Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, τὴν πρὸς Θεὸν καταλλαγήν, δι' ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον πιστοὶ μακαρίσωμεν.
Ἢ Σταυροθεοτοκίον
Ἡ Ἁγνὴ καὶ ἄσπιλος, Μήτηρ σου Λόγε, μητρικῶς ἠλάλαζεν, ὀδυρομένη ἐν κλαυθμῷ, ἐν τῷ Σταυρῷ ὡς ἑώρακε, προσηλωθέντα σε μόνε μακρόθυμε.

Κανών α', ᾨδὴ δ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δι' ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη Σταυρῷ· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις».

Συναπεβάλου τοῖς μώλωψι τῆς σαρκός σου, τὰς ψυχικὰς κηλῖδας, τὰς βολίδας συντρίψας, τοῦ δολίου δράκοντος, τῇ πίστει Εὐστράτιε.

Ἐδοξάσθη σου τοῖς μέλεσιν Ἀθλοφόρε, ὁ βασιλεὺς τῆς δόξης, καὶ ἀρρήτου σε δόξης, ἐν δυνάμει ἔπλησε, τεράτων Εὐστράτιε.

Τῶν ἁλιέων ζηλώσας τὴν παρρησίαν, μαρτυρικῇ σαγήνῃ, τῷ Δεσπότῃ προσάγεις, τὸν σοφὸν Εὐγένιον, ζωγρήσας Εὐστράτιε.

Ὄντως ὡραῖοι οἱ πόδες τῶν Ἀθλοφόρων, τὸν δυσμενῆ πατοῦντες, καὶ Χριστῷ μελῳδοῦντες, ὁδὸν μαρτυρίου σου, δραμούμεθα Δέσποτα.
Τῆς Ἁγίας
Παρρησίαν εὑραμένη ἐν τοῖς ὑψίστοις, παρὰ Θεῷ Λουκία, τοῖς τιμῶσί σε πόθῳ, τῶν πταισμάτων αἴτησαι, δοθῆναι τὴν ἄφεσιν.
Θεοτοκίον
Παρθενίᾳ καὶ ἀθλήσει λελαμπρυσμένη, τῷ ἐκ Παρθένου Κόρης, ἀνατείλαντι Λόγῳ, ἄφθορος μεμνήστευσαι, Λουκία πανεύφημε.

Κανών α', ᾨδὴ ε', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Σὺ οἷὰ περ ἀστήρ, ἑωσφόρος ἀνέτειλας, ἐν φάλαγγι τῶν Μαρτύρων, τηλαυγῶς διαπρέπων, ἀοίδιμε Εὐστράτιε.

Σὲ φέγγει κατιδών, νοητῷ διαλάμποντα, Μαρδάριος ὁ θεόφρων, ὡς ποιμένι ἀρνίον, προστρέχει σοι Εὐστράτιε.

Σὺ πάντα τὰ τερπνά, ἐλογίσω ὡς σκύβαλα, Εὐγένιε ἐκνικήσας, τοὺς τῆς φύσεως νόμους, τῷ φίλτρῳ τῆς ἀθλήσεως.
Τῆς Ἁγίας
Σοῦ μόνου καλλοναῖς, ὡς παρθένος ἐνήδομαι· σὲ Κύριε ἀγαπῶσα, σφαγιάζομαι ξίφει, Λουκία ἀνεκραύγαζεν.

Ὢ κλῆρος ἀγαθός! ὢ μερὶς ἡ θεόσδοτος! ὢ γύναιον τῇ καλλίστῃ, συμβουλῇ ἐκνικῆσαν, τὴν πλάνην τῆς Προμήτορος.
Θεοτοκίον
Νοῦς βρότειος τὴν σήν, ὑπὲρ ἔννοιαν σύλληψιν, οὐ δύναται ἐννοῆσαι, Μητροπάρθενε Κόρη· Θεὸν γὰρ ἀπεκύησας.

Κανών α', ᾨδὴ ς', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Χριστὸς μοι, ἀντὶ πάντων ἐστὶν ὁ Μαρδάριος, διαπρυσίως ἐβόα, καὶ πατρὶς καὶ σέβας καὶ ὄνομα· ὑπὸ σοῦ γάρ, τοῦτο ἐξεπαιδεύθη Εὐστράτιε.

Τοὺς πόδας, τρυπηθεὶς ἀνηρτήθης τῆς ἄντυγος· πεπυρωμένος ἐφλέχθης, ὀβελίσκοις δὲ τὰ μετάφρενα, τὸ δὲ πνεῦμα, τῷ Δεσπότῃ παρέθου Μαρδάριε.

Ἡ γλῶσσα, ἐκκοπεῖσα τῶν ὕμνων οὐ παύεται, αἱ δὲ τμηθεῖσαί σου χεῖρες, πρὸς Θεὸν Εὐγένιε αἴρονται, σωτηρίαν, τοῖς ὑμνοῦσιν αἰτοῦσαι τὴν μνήμην σου.
Τῆς Ἁγίας
Τίμιος, ἐναντίον Κυρίου ὁ θάνατος, ὁ σὸς γεγένηται Μάρτυς· τοῦ γὰρ ζῆν προέκρινας τὸ τεθνάναι, ἵνα ζῶντα, τὸν Χριστὸν ἐν σοὶ ἕξεις Λουκία σεμνή.
Θεοτοκίον
Ἰσχὺν σε, εὑραμένη Παρθένε καὶ στήριγμα, ἡ Ἀθληφόρος αἰκίσεις, καρτερώτατα φέρει καὶ χαίρουσα, σοῦ ὀπίσω, τῷ τῶν ὅλων Δεσπότῃ προσάγεται.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον
Ἦχος πλ. β´
Τὴν ἐν πρεσβείαις ΤΟ ΑΚΟΥΤΕ
Φωστὴρ ἐφάνης λαμπρότατος τοῖς ἐν σκότει, τῆς ἀγνωσίας καθημένοις, Ἀθλοφόρε, πίστιν ὡς δόρυ δὲ περιθέμενος, τῶν δυσμενῶν τὰ θράση, οὐκ ἐπτοήθης Εὐστράτιε, Ῥητόρων ὑπάρχων εὐγλωττότερος.
Ὁ Οἶκος
Τὸ ζοφερὸν Χριστὲ τῆς ψυχῆς μου διασκέδασον, ὅπως ἀνυμνήσω λαμπρῶς χορὸν Μαρτύρων πεντάριθμον, Αὐξέντιον, τὸν ἐν αὐξήσει θεϊκῆς πολιτείας ἀνατραφέντα, καὶ τὸν σοφὸν καὶ γενναῖον ἐν τοῖς ἄθλοις Εὐγένιον, σὺν τούτοις καὶ τὸν Ὀρέστην, τὸν τοῖς θείοις διαιτώμενον ὄρεσι, Μαρδάριον τὸν ἁπλούστατον, οὗ ὑπῆρξεν Εὐστράτιος καθηγητής, Ῥητόρων ὑπάρχων εὐγλωττότερος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων, Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου καὶ Ὀρέστου.
Στίχοι
Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω,
Ἅπαξ δύω κτείνουσι πῦρ τε καὶ ξίφος.
Τούς γε σὺν Εὐστρατίῳ δεκάτῃ τρίτῃ ἔκτανεν ἄορ.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.
Στίχοι
Ὡς Παρθένος μέν, ἓν στέφος ἡ Λουκία.
Ὡς δ' ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ ἐν τῷ Λάτρῳ.
Ὁ Ὅσιος Ἄρης ἐν εἰρήνῃ τελειοῦται,
Μνήμη τοῦ Ἁγίου νέου ἱερομάρτυρος Γαβριὴλ ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ἀμετάθετον, τὸ τῆς ὁμολογίας φρόνημα, ἔχων ἐν Τριάδι, σέβειν ἕνα Θεόν, τῶν βασάνων κατεφρόνησας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Ὡς μακάριος, ἐν τῇ ἀμώμῳ ὤφθης ὁδῷ, γόνυ εὐγνωμόνως κλίνας τῷ Λυτρωτῇ, τὴν ψυχήν σου παραθέμενος, Δεσποτικαῖς χερσίν, εὐωδέστατον θῦμα Αὐξέντιε.

Συστρατιώτης, συνοδοιπόρος καὶ συνδέσμιος, σύμφρων, Εὐστρατίῳ τε καὶ συναθλητής, ὁ Ὀρέστης ἀναδέδεικται, συγκληρονόμος τε, τῆς Χριστοῦ Βασιλείας ἐπάξιος.

Ὁ δι' ὀρνέου, τῷ Ἠλιοὺ τροφὴν προσνέμων Θεός, οὗτος τὴν σεπτήν σου κάραν θαυματουργῶν, τοῖς ποθοῦσιν ἀπεκάλυψεν, ὡς πολυπόθητον πανδαισίαν τῷ κόσμῳ Αὐξέντιε.
Τῆς Ἁγίας
Πυρὶ τῷ θείῳ φλεγομένη πυρὸς οὐκ ἐφρόντισας· ὅθεν ἑπομβρίζεις πάντοτε τοῖς πιστοῖς, ἰαμάτων θεῖα νάματα, παθῶν ἐπήρειαν, Ἀθληφόρε Λουκία ξηραίνουσα.
Θεοτοκίον
Παρθενομῆτορ, ὡς καθαράν σε καὶ ἀδιάφθορον, Λόγος καθαρὸς ἠγάπησε καὶ ἐκ σοῦ, ἀνεπλάσατο σαρκούμενος, ὅλον τὸν ἄνθρωπον, ὁ Λουκίαν δοξάσας τοῖς θαύμασιν.

Κανών α', ᾨδὴ η', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Χείλη ἐκπετάσας καθαρά, τὸ θεῖον εἵλκυσας, Πνεῦμα Εὐστράτιε, καὶ ψυχοφθόρων μὲν ἤλεγξας, σεβασμάτων τὴν ἀσθένειαν, τὸν ἐν Τριάδι δὲ Θεόν, σέβειν ἐβόησας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τὴν σὴν καρτερίαν οὐκ εἰδώς, τῇ τῆς φλογώσεως, θέᾳ ὁ Τύραννος, πτοεῖν Εὐστράτιε ᾤετο, τὸ ἀήττητόν σου φρόνημα, ἧς καταπτύσας, τοῖς λαοῖς χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Σοφαῖς ὑποθήκαις νευρωθείς, ταῖς σαῖς τὸ φρόνημα, Μάρτυς Εὐστράτιε, ἐπὶ τὸν κράβατον ἥλατο, ὁ ἀήττητος Ὀρέστης βοῶν, τοὺς καθαιρέτας τῆς φλογὸς Παῖδας μιμούμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἥπλωσας τὸ σῶμα καρτερῶς, Ὀρέστα ἔνδοξε, σὺ ἐπὶ κλίνης πυρός, συγκατελέχθης δὲ Μάρτυσιν, ἐν Χριστῷ ἀγαλλιώμενος· ἐπανεπαύσω δὲ σκηναῖς, ταῖς οὐρανίαις βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τῆς Ἁγίας
Ἠμαύρωσας κόρας δυσσεβῶν, καὶ νοῦν ἀλάστορα, καὶ ὑπερήφανον, Λουκία πάνσεμνε πόνοις σου, εὐκλεέσιν ἐταπείνωσας, καὶ ἀνυψώθης πρὸς Θεόν, ἐν πίστει ψάλλουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ὤφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον, ἀποκυήσασα, τὸν οὐρανώσαντα Πάναγνε, γηγενῶν ὅλον τὸ φύραμα, καὶ τῆς Λουκίας τὴν σεπτήν, μνήμην φαιδρύναντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτοκε μεγαλύνομεν».

Θείων μετασχεῖν μυστηρίων, ἐπιποθήσας Ἀθλοφόρε, καὶ θεοφανείας τηλαυγοῦς, κατηξιώθης μάκαρ Εὐστράτιε, πρὸς οὐρανοὺς καλούσης σε, τῷ ποθουμένῳ ὁμιλῆσαι Χριστῷ.

Τῷ θείῳ βαλλόμενος πόθῳ, πρὸς τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὰς τῶν τυράννων θωπείας, σφοδρῶς ἐλέγξας, Μάκαρ Εὐστράτιε, πρὸς τὸ βραβεῖον ἔσπευσας, ἀθλητικῶς τῆς ἄνω κλήσεως.

Σφόδρα γεγηθὼς ἀθλοφόρε, τῇ χαρμοσύνῳ ἀποφάσει, τῆς τυραννικῆς παροινίας, τὸν ἀθλοθέτην σου ἐμεγάλυνες, ὑμνολογῶν Εὐστράτιε, τὸν τοῦ θανάτου, καταλύτην Χριστόν.

Δεῦτε φιλομάρτυρες πάντες, τοὺς τῆς ἀπάτης καθαιρέτας, ἱεροῖς Εὐγένιον ὕμνοις, σοφὸν Ὀρέστην τε καὶ Μαρδάριον, καὶ σὺν αὐτοῖς Αὐξέντιον, σὺν Εὐστρατίῳ μακαρίσωμεν.
Τῆς Ἁγίας
Ὡς περικαλὴς καὶ ὡραία, καὶ περιδέξιος παρθένος, τῷ περικαλεῖ καὶ ὡραίῳ, καὶ ἐκ Παρθένου σεσαρκωμένῳ Χριστῷ, στεφανηφόρος ἔνδοξε, Μάρτυς Λουκία νῦν παρίστασαι.
Θεοτοκίον
Φῶς ἡμῖν ἀνέτειλας μήτρας, ἐξ ἀπειράνδρου σου Παρθένε, οὗ ταῖς φρυκτωρίαις ἐνθέως, καταυγασθεῖσα φῶς ἐχρημάτισεν, ἡ τῆς χαρᾶς ἐπώνυμος, Θεοκυῆτορ Μητροπάρθενε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτοκε μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τὸν ῥήτορα Εὐστράτιον, ἐν ὕμνοις εὐφημήσωμεν, Αὐξέντιόν τε σὺν τούτῳ, Μαρδάριον καὶ Ὀρέστην, καὶ τὸν σοφὸν Εὐγένιον, ὑπὲρ Χριστοῦ ἀθλήσαντας, καὶ ἐκτενῶς πρεσβεύοντας, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν ἱερὰν αὐτῶν Μνήμην.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Σοφίαν ἐνυπόστατον, καὶ Λόγον ὑπερούσιον, καὶ ἰατρὸν τῶν ἁπάντων, Χριστὸν τεκοῦσα Παρθένε, τα ἕλκη καὶ τὰ τραύματα, τῆς ψυχῆς μου θεράπευσον, τὰ χαλεπὰ καὶ χρόνια, καὶ τῆς καρδίας μου παῦσον, τὰς ἀπρεπεῖς ἐνθυμήσεις.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. δ' καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα.
Στιχηρὰ ἰδιόμελα
Ἦχος α'
Βύζαντος
Τὴν πεντάριθμον χορείαν, τῶν Ἁγίων εὐφημήσωμεν λαοί, τὸν Σωτῆρα ἀνυμνοῦντες Χριστόν, Εὐστράτιον τὸν καρτερόψυχον καὶ στερρὸν Ἀθλοφόρον, σὺν αὐτῷ Αὐξέντιον, Εὐγένιον, Μαρδάριον καὶ Ὀρέστην· οὗτοι γὰρ ὑπὲρ τῆς πίστεως ἀθλοῦντες, τὰς τρικυμίας κατεπάτησαν ἐχθρῶν, καὶ τῷ Σωτῆρι πρεσβεύουσιν, ἱλασμὸν καὶ ἄφεσιν ἁμαρτιῶν, δωρηθῆναι τοῖς ἐν πίστει ἐκτελοῦσι, τὴν μνήμην αὐτῶν.
Ἦχος γ'
Γερμανοῦ
Ῥητορικοῖς ἔπεσιν ὁ Χριστοῦ στρατιώτης, τοὺς ἀνόμους κατέπληξεν, ἀθλητικοῖς στίγμασι, τοῦ ἐχθροῦ τὰς δυνάμεις ἀνδρικῶς ἐτροπώσατο, Εὐστράτιος ὁ ἔνδοξος, καὶ στερρὸς Ἀθλοφόρος, ὁ τὴν στενὴν καὶ τεθλιμμένην βαδίσας ὁδόν, καὶ εἰς γῆν καταντήσας τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ δυσωπεῖ τῷ Χριστῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ'
Γερμανοῦ
Τὸν ἐν τῇ θείᾳ σοφίᾳ ἀναφανέντα φιλόσοφον, καὶ ἐν τῷ κάλλει τῶν λόγων ἀποδειχθέντα ῥήτορα, τὸν ἐν Μάρτυσιν μέγαν Εὐστράτιον, ἀθλητικοῖς ἐγκωμίοις εὐφημήσωμεν· συνασπισμὸν γὰρ οὗτος ὁ Χριστοῦ στρατιώτης εὐσεβῆ συστησάμενος, ἐν καιρῷ τῶν πολέμων, τὰ τῶν ἀγώνων ἆθλα διαταττόμενος, τοῦ ἐχθροῦ ἀφαρπάσας τὴν μάχαιραν, ἐν αὐτῇ τοῦτον κατέτρωσε, πρὸς ὃν βοήσωμεν· Μαρτύρων ἄριστε, σὺν τοῖς συνάθλοις σου, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην σου.
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Στεφανούσθωσαν παρ' ἡμῶν ἐγκωμίοις, οἱ καλλίνικοι τῆς ἀληθείας μάρτυρες, Εὐστράτιος, ὁ τῆς Ἑλλήνων μυθοπλασίας στηλιτευτής, καὶ τῆς Χριστιανῶν θεοσοφίας κήρυξ, Αὐξέντιος, ὁ σοφίᾳ λόγων, καὶ ὑπομονῇ ἔργων, τυραννικὴν ἐλέγξας ἀθεότητα. Πρὸς τούτοις, Εὐγένιος ὁ Θεῷ εὔχρηστος, καὶ τυράννοις ἄχρηστος, διὰ τὴν σωτήριον ὁμολογίαν, καὶ Ὀρέστης, ὁ ἀθλητὴς καὶ θαυμαστός, τοῦ Βασιλέως τῶν ὅλων στρατιώτης, μεθ' ὧν καὶ Μαρδάριος, ὁ περιστερᾶς ἀκεραιότερος, τόν φρόνιμον αἰσχύνας ὄφιν, διὰ τῆς χάριτος Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν
Ἦχος δ'
Ἰκασίας
Τὴν πεντάχορδον λύραν, καὶ πεντάφωτον λυχνίαν, τῆς τοῦ Θεοῦ Ἐκκλησίας, τοὺς θεοφόρους Μάρτυρας, φερωνύμως ὑμνήσωμεν, καὶ εὐσεβῶς ἐγκωμιάσωμεν· Χαίροις, ὁ καλῶς ὑπὸ Θεοῦ στρατευθείς, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ὁ ἐν ῥήτορσι ῥήτωρ, Εὐστράτιε θεόσοφε. Χαίροις, ὁ τὸ τάλαντον, τὸ ἐκ Θεοῦ σοι πιστευθέν, ἐπαυξήσας εἰς πλῆθος, Αὐξέντιε Μακάριε. Χαίροις, ὁ τερπνότατος ὄρπηξ, τῆς θεϊκῆς εὐγενείας, Εὐγένιε θεόφρον· Χαίροις, ὁ ὡραῖος τῇ μορφῇ, τῇ δὲ γνώμῃ ὑπέρκαλος, καὶ ἀμφοτεροδέξιος, ὁ ἐν τοῖς ὄρεσιν ἐνδιαιτώμενος ὅλος, πανόλβιε Ὀρέστα. Χαίροις, ὁ στίλβων καὶ διαυγὴς μαργαρίτης, ὁ τάς βασάνους τὰς πικράς, χαρμονικῶς ὑπομείνας, Μαρδάριε ἀήττητε. Χαίροις, ὁ ἰσάριθμος χορὸς τῶν φρονίμων Παρθένων, οὓς καθικετεύομεν, πάσης ὀργῆς καὶ θλίψεως λυτρώσασθαι, καὶ τῆς ἀφράστου ὑμῶν δόξης, συμμετόχους ποιῆσαι, τοὺς τὴν ἐτήσιον ὑμῶν, μνήμην γεραίροντας.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Κριτὴν δικαιότατον, ἐπεγνωκώς σε κυήσασαν, τὸν ἀσώτως βιώσαντα, δυσωπῶ Πανάχραντε, κατακεκριμένον, καὶ ἠπορημένον, ἐν τῇ μελλούσῃ φοβερᾷ, κρίσει Παρθένε, μὴ κατακρῖναί με· συντάξαι δὲ τοῖς μέλλουσιν, ἐκ δεξιῶν τούτου ἵστασθαι, ἐκλεκτοῖς διὰ ἔλεος, καὶ πολλὴν ἀγαθότητα.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Μεγάλη Δοξολογία


Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος δ'
Ἰκασίας
Ὑπὲρ τὴν τῶν Ἑλλήνων παιδείαν, τὴν τῶν Ἀποστόλων σοφίαν προέκριναν οἱ ἅγιοι Μάρτυρες, τὰς βίβλους τῶν ῥητόρων καταλείψαντες, καὶ ταῖς τῶν ἁλιέων ἐνδιαπρέψαντες· ἐκεῖ μὲν γὰρ εὐγλωττία ῥημάτων, ἐν δὲ ταῖς τῶν ἀγραμμάτων θεηγορίαις, τὴν τῆς Τριάδος ἐδιδάσκοντο θεολογίαν, ἐν ᾗ πρεσβεύουσιν ἐν εἰρήνῃ, φυλαχθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Καὶ ψυχὴν σὺν τῷ σώματι, καὶ καρδίαν καὶ ἔννοιαν, σοὶ τῇ Θεομήτορι προσανέθηκα, τῇ μὲν τὰ πρόσφορα αἴτησαι, τοῦ δὲ τὰ σκιρτήματα, ἀπονέκρωσον· τὴν δέ, φωταγώγησον Δέσποινα, τῆς ἐννοίας δέ, τὰς ἀτάκτους κινήσεις ἀοράτως, καταπράϋνον καὶ στῆσον, τῶν ἐγκλημάτων τὸν τάραχον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σταυρῷ σε ὡς ἔβλεψε, τανυσθέντα ἡ Πάνσεμνος, ἀπειράνδρως Κύριε ὃν γεγέννηκεν, αἱματοφύρτοις ἐκπλύνασα, δακρύοις τὸ πρόσωπον, κέκραγεν ὀδυνηρῶς. Τὶ τὸ ξένον μυστήριον; ὁ κοσμήσας πρίν, Οὐρανὸν τοῖς φωστῆρσι, πῶς ἀκόσμως, νῦν ἐμπέπαρσαι τῷ ξύλω, ἄμορφος ἄπνους μακρόθυμε;