Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων, Θύρσου, Λευκίου, Καλλινίκου, Φιλήμονος, Ἀπολλωνίου, Ἀρριανοῦ καὶ τῶν σὺν αὐτῷ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τῶν Μαρτύρων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Θυρεῷ εὐσεβείας σε, θωρακίσας ὁ Κύριος, δυνατὸν εἰργάσατο πρὸς παράταξιν, τοῦ δυσμενοῦς ἐξερχόμενον, Θύρσε παναοίδιμε· ὃν τῇ λόγχῃ τῆς ἐν σοί, καρτερίας κατέαξας, καὶ ἠφάνισας, τὰς αὐτοῦ μυριάδας, καὶ τῆς νίκης, τοὺς στεφάνους ἀνεδήσω, Μεγαλομάρτυς πολύαθλε.
Ἦχος δ'
Τῆς ψυχῆς τὴν λευκότητα, τῷ ὡραίῳ τοῦ σώματος, τῆς ὁμολογίας τε καθαρότητι, Μάρτυς ὑπέφηνας Λεύκιε· διὸ φερωνύμως σε, κλήσει ἔνδοξε Χριστός, ἐπὶ γῆς κατελάμπρυνεν· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ'
Καλλινίκως διήνυσας, τοὺς ἀγῶνας Καλλίνικε, προκληθεὶς ὃ ἔμελλες ἔργοις ἔσεσθαι, καὶ ἐκμιμούμενος Λεύκιον, ψυχὴν κατελεύκανας, ταῖς τῶν ἄθλων καλλοναῖς, καὶ βασάνων λευκότητι, καὶ τὴν ἄθεον, ἐστηλίτευσας γνώμην τῶν ἀνόμων, καὶ τὸν ζόφον τῆς ἀπάτης, θείᾳ δυνάμει ἐμείωσας.
Ἕτερα Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Θύρσος ὁ θαυμάσιος, καὶ ὁ θεόφρων Καλλίνικος, καὶ ὁ ἔνδοξος Λεύκιος, Τριάδα τὴν ἄκτιστον, καθομολογοῦντες, πόνους βαρυτάτους, καὶ ἀνενδότους αἰκισμούς, ἀνδρειοτάτῃ γνώμῃ ὑπέμειναν, καὶ νίκης τὸ διάδημα, ὡς νικηφόροι ἀπέλαβον, συμπολῖται γενόμενοι, τῶν ἀΰλων δυνάμεων.
Ἦχος δ'
Φιλήμων ὁ μέγιστος, Ἀρριανὸς ὁ πανόλβιος, ὁ σοφὸς Ἀπολλώνιος, αἱμάτων τοῖς ῥεύμασι, τῆς πολυθεΐας, ἔσβεσαν τὴν φλόγα, πᾶσαν κατήρδευσαν τὴν γῆν, θεογνωσίας τοῖς θείοις ῥεύμασι, καὶ ὄμβροις τῶν ἰάσεων, τῶν παθημάτων ξηραίνουσι, ποταμοὺς θείᾳ χάριτι, οἱ Καλλίνικοι Μάρτυρες.
Ἦχος δ'
Ἄνθη ὡραιότατα, ἐν τῷ λειμῶνι ἐξήνθησαν, τῶν Μαρτύρων οἱ ἔνδοξοι, τοῦ Πνεύματος πέμποντες, θείαν εὐωδίαν, καὶ τὰς διανοίας, εὐωδιάζοντες πιστῶς, τῶν ἐτησίαις μνήμαις τιμώντων αὐτῶν, τοὺς ἄθλους, τὰ παλαίσματα, τὴν μακαρίαν τελείωσιν, δι' ἧς φῶς τὸ ἀνέσπερον, κατοικοῦσι γηθόμενοι.
Θεοτοκίον
Ἦχος δ'
Έδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε. Τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον· ὅπως τὴν δυναστείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Έδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀνταποδίδωσιν ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; καταπλήττομαι Εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οι Μάρτυρές σου, Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Θεοφάνους.
Κανών α', ᾨδὴ α'

Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν».

Μαρτυρικαῖς ἀγλαΐαις τῷ θεϊκῶ, θρόνῳ παριστάμενοι, καὶ ταῖς θείαις ἀστραπαῖς, Ἀθληταὶ λαμπόμενοι ἡμᾶς, τοὺς ὑμνοῦντας τὴν ὑμῶν μνήμην φωτίσατε.

Κάλλος τὸ θεῖον ποθοῦντες, βίου τερπνά, εἰς οὐδὲν ἡγήσασθε, Ἀθλοφόροι τοῦ Χριστοῦ, καὶ θανόντες σώματι ζωήν, ἀτελεύτητον εὑρεῖν κατηξιώθητε.

Τῆς ἀθεΐας τὴν πλάνην θεοπρεπῶς, ἀθλοφόροι Μάρτυρες, στηλιτεύσαντες πολλῶν, πόνων ὑπεμείνατε πυράν, καὶ τὴν ἄπονον ζωὴν νῦν ἀπειλήφατε.

Ταῖς ὑπερφώτοις ἀκτῖσι τοῦ παντουργοῦ, ἐλλαμφθεὶς σὺ Πνεύματος, ἀθεΐας τὸ βαθύ, σκότος ἐξηφάνισας Χριστοῦ, ἀθλοφόρε θαυμαστέ, Θύρσε μακάριε.
Θεοτοκίον
Τὸν ἀπερίγραπτον Λόγον περιγραπτόν, γεγονότα σώματι, ἀπεκύησας Ἁγνὴ ὃν δυσώπει ῥύσασθαι φθορᾶς, καὶ παθῶν ἐπαγωγῆς, τοὺς σὲ δοξάζοντας.

Κανών α', ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Τὸ σῶμα ξέοντες δεινῶς, οἱ τοῦ σκότους προστάται, λογισμοῦ σου τὸν τόκον, οὐκ ἐχαύνωσαν στοργῇ, τῇ θεϊκῇ δυνατῶς, ἐν ἀγάπῃ, Θύρσε κρατυνόμενον.

Ὑπῆρξε Μάρτυς θαυμαστή, ἡ ἀθρόα σου ὄντως, πρὸς τὸν Κύριον πίστις! δι' ἧς ᾔσχυνας ἐχθρῶν, κακοπιστίαν βοῶν ὦ Φιλῆμον· Δοῦλος Χριστοῦ πέφυκα.

Πρὸς πάλην Μάρτυς τοῦ ἐχθροῦ, θαρσαλέως ἐξῆλθες, οὐκ ἀσπίδα, οὐ δόρυ, ἀλλὰ πίστιν ἀρραγῆ, ἐνθέως θωρακισθείς, καὶ ἀνδρείως, τοῦτον κατηδάφισας.

Ἐφέσει θείᾳ κρατυνθείς, τὴν θεογενεσίαν, οὐρανόθεν κομίζῃ, δι' ὕδατος μυστικῶς, Φιλῆμον Μάρτυς Χριστοῦ, πρὸς ἀγῶνας, θείους δυναμοῦσάν σε.
Θεοτοκίον
Ἐν δύο φύσεσιν ὁ εἷς, τῆς Ἁγίας Τριάδος, ἐξ ἁγνῶν σου αἱμάτων, σαρκωθεὶς θεοπρεπῶς, προῆλθε τοὺς ἐξ Ἀδάμ, διασῴζων, Πάναγνε χρηστότητι.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Εὐσεβείας θυρεῷ, περισκεπόμενοι καλῶς, καὶ τὸ ὅπλον τοῦ Σταυροῦ, ἀναλαβόμενοι στερρῶς, τὰς παρατάξεις κατέβαλον τοῦ Τυράννου, Μάρτυρες Χριστοῦ οἱ ἀξιάγαστοι, καὶ στέφος παρ' αὐτοῦ ἀναδησάμενοι, νικητικῶς χορεύουσιν ἀπαύστως, μετὰ τῶν ἄνω Δυνάμεων, καὶ τὸν Σωτῆρα, ἐκδυσωποῦσι, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Ἱερῶς ἐναθλοῦντες οἱ ἱεροί, Ἀθλοφόροι Κυρίου τοὺς αἰκισμούς, τὰς ξέσεις τοῦ σώματος, καὶ τὸν βίαιον θάνατον, ἀδιστάκτῳ πίστει, ἀνδρείως ὑπέμειναν, καὶ τοῦ ἐχθροῦ τὸ θράσος, τελείως κατέβαλον· ὅθεν ἰαμάτων, δωρεὰν εἰληφότες, ἰῶνται τοὺς κάμνοντας, καὶ λυτροῦνται κακώσεως, τοὺς βοῶντας ἑκάστοτε· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τὶ πράξω, ἢ ποῦ καταφεύξομαι, ἀλλ' ουδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι· Φεῦ μοι ὁ ἀχρεῖος! διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα.
Ἢ Σταυροθεοτοκίον
Σὲ τὸν πάντων Δεσπότην καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἀδίκως κρεμάμενον, θρηνῳδοῦσα ἐβόα σοι· Οἴμοι Υἱέ! πῶς πάσχεις, καὶ φέρεις μακρόθυμε, παρὰ τῶν ἀγνωμόνων, ὀνείδη καὶ θάνατον, σῶσαι τῶν ἀνθρώπων, πεπτωκυῖαν τὴν φύσιν, καὶ ῥύσασθαι κακώσεως, καὶ πταισμάτων συμπτώσεως· διὰ τοῦτο κραυγάζω σοι· Ἀνάστηθι ταχὺ ἐκ νεκρῶν, ὡς ὑπέσχου Λόγε πρὸ τοῦ πάθους σου, καὶ περιστάσεως πάσης, τὴν ποίμνην σου λύτρωσαι.

Κανών α', ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Τὸν μόνον εὔσπλαγχνον, τὸν μόνον Κύριον, καὶ Θεὸν τῶν ἁπάντων ὁμολογεῖν, Μάρτυρες ποθήσαντες, διὰ βασάνων τὴν αὐτοῦ, Βασιλείαν ἀπειλήφατε.

Στρεβλώσεις σώματος, πυρὸς ὁρμήματα, καὶ θηρῶν καὶ θαλάσσης νεανικῶς, ἤνεγκας πανόλβιε, καὶ δυναστείαν τοῦ ἐχθροῦ, Μάρτυς Θύρσε καταβέβληκας.

Ἐχθρὸν ἀλάστορα, τῷ ἐκνευρίζεσθαι, ἐξενεύρισας μάκαρ καὶ τὴν ὁδόν, Μάρτυς Ἀπολλώνιε, τοῦ μαρτυρίου εὐσταλῶς, ἐπορεύθης θείῳ Πνεύματι.

Ἀγώνων στίγμασι, καλλωπιζόμενος, τὴν ψυχὴν φαιδροτέραν ἡλιακοῦ, φέγγους ἀπετέλεσας, ὡς ἀθλοφόρος τοῦ Χριστοῦ, στρατιῶτα Μάρτυς Λεύκιε.
Θεοτοκίον
Μητέρα ἄνανδρον, Παρθένον ἄμωμον, ἀδιάφθορον Κόρην ἐν γυναιξί, μόνην σε γινώσκομεν, εὐλογημένη Μαριάμ, τῶν ἀνθρώπων ἡ βοήθεια.

Κανών α', ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Ταῖς θειοτάταις θεολαμπῶς, Πνεύματος αὐγαῖς ὡς ἀληθῶς, πεπυρσευμένοι διήλθετε, τὸ τῆς ἀθεΐας ἄστατον πέλαγος, καὶ θείαν πρὸς γαλήνην διεβιβάσθητε.

Περισυρόμενοι ἐν τῇ γῇ, Μάρτυρες πανεύφημοι δεινῶς, καὶ ταῖς αἰκίαις βαλλόμενοι, τῶν ἐπουρανίων γερῶν ἐτύχετε, Ἀγγέλων συμπολῖται νῦν χρηματίζοντες.

Κατατεινόμενος καὶ πολλαῖς, Θύρσε προσβολαῖς τῶν δυσχερῶν, περικυκλούμενος ἔφερες, θείαις συμμαχίαις ἀναδεικνύμενος, ἀνώτερος παντοίου εἴδους κολάσεων.
Θεοτοκίον
Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως θεογεννήτριαν.

Κανών α', ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Ταῖς αὔραις κινούμενοι, θείου Πνεύματος σοφοί, τὰ τῆς ψυχῆς ἀγώγιμα, εἰς νοητοὺς λιμένας περιχαρῶς, ἐσώσατε Μάρτυρες, ἀπολαύοντες ἅμα τῆς θεώσεως.

Βαφαῖς ταῖς ἐξ αἵματος, σωτηρίου ἑαυτοῖς, περιποιεῖσθε ἔνδυμα, τῇ δὲ ἐκδύσει Μάρτυρες τῆς σαρκός, τὴν θείαν εὐπρέπειαν, ἐστολίζεσθε δόξῃ καλλυνόμενοι.

Φιλήμων καὶ Λεύκιος, Ἀπολλώνιος ὁμοῦ, καὶ Θύρσος ὁ ἀοίδιμος, ἡ τετρακτὺς ἡ θεία καὶ φωταυγής, Τριάδος τὴν ἔλλαμψιν, ἐν μεθέξει ἀΰλῳ κατεπλούτησαν.
Θεοτοκίον
Ὁ πάσης ἐπέκεινα, νοουμένης ὡς Θεός, καὶ ὁρωμένης κτίσεως, σωματωθεὶς προῆλθέ σου ἐκ γαστρός, τηρήσας δὲ ἄφθορον, ὥσπερ ἦς πρὸ τοῦ τόκου Μητροπάρθενε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς φωστῆρας ἅπαντες, τῆς Ἐκκλησίας, συνελθόντες σήμερον, ἐν ἐγκωμίοις ἱεροῖς, ἀνευφημοῦντες ὑμνήσωμεν, ὡς ἀθλοφόρους Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῶν Ἁγίων Μαρτύρων, Θύρσου, Λευκίου καὶ Καλλινίκου.
Στίχοι
Οὐ δένδρινόν σε, Θύρσε, θύρσον ὁ πρίων,
Πρὸ τῆς τελευτῆς εὗρεν, ὡς ῥᾷστα πρῖσαι.
Ὁ πνεῦμα λευκὸς Λεύκιος, τμηθεὶς ξίφει,
Τὸ σῶμα βάπτει φοινικοῦν ἐξ αἱμάτων.
Ὁ Καλλίνικος, ἐκκοπεὶς τὸν αὐχένα,
Ὑπῆρξε Καλλίνικος ἐκ τῶν πραγμάτων.
Πρῖσιν ἀλύξας, Θύρσε, θάνες δεκάτῃ γε τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Φιλήμονος, Ἀπολλωνίου, Ἀρριανοῦ καὶ τῶν σὺν αὐτοῖς .
Στίχοι
Ἔτερπεν αὐλοῖς πρὶν Φιλήμων τοὺς φίλους,
Τανῦν δὲ τμηθείς, τέρπεται τέρψιν ξένην.
Ἀπολλώνιον, υἱὸν Ὑψίστου θέσει,
Κτείνουσι υἱοὶ τῆς ἀπωλείας ξίφει.
Τὸν Ἀρριανὸν ἐργάται πονηρίας.
Ἔργον θαλάσσης δεικνύουσιν ἀφρόνως.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν τεσσάρων Προτικτόρων, τῶν συναθλησάντων τῷ Ἁγίῳ Ἀρριανῷ.
Στίχοι
Βάπτισμα πόντος τοῖς Προτίκτορσι ξένον,
Φοροῦσι σάκκους, ὡς στολὰς ἐμφωτίους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, ἧς παρ' ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς ὁ Φιλάνθρωπος Κύριος.
Στίχοι
Ἔσεισας, ἀλλ' ἔστησας αὖθις γῆν Λόγε.
Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἑπομβρήσεσιν ἐνθέοις κατεσβέσατε, πολυθεΐας κάμινον ἀναπτόμενοι, θεϊκῇ στοργῇ περιχαρῶς, καὶ νῦν μελῳδεῖτε ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὸν διώκοντα τῇ θείᾳ συλλαβόμενοι, σαγήνῃ ἀξιάγαστοι, ἀνειλκύσατε, ἐκ βυθοῦ τῆς πλάνης καὶ Χριστῷ, προσήξατε ψάλλοντα θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Συνεσείσατε τῆς πλάνης τὰ θεμέλια, ἀσάλευτον προαίρεσιν, ἐνδεικνύμενοι καὶ ἀνδρείαν, γνώμην Ἀθληταί, καὶ νῦν μελῳδεῖτε εὐσεβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὑπὲρ λόγον σου ἡ σύλληψις Θεόνυμφε· Θεὸν γὰρ Λόγον τέτοκας, τὸν ῥυόμενον ἀλογίας πάσης τοὺς βροτούς, καὶ λόγον παρέχοντα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Θυρεῷ εὐσεβείας περισκεπόμενοι, καὶ Σταυρὸν ὥσπερ δόρυ ἀναλαβόμενοι, φάλαγγας ἐχθρῶν, ἀοράτων ἐκόψατε, Μάρτυρες ἐνθέως, Χριστὸν ὑπερυψοῦντες.

Ἐκκαιόμενος φίλτρῳ τοῦ Παντοκράτορος, ὑπεισῆλθες ἀνδρείως, Μαρτύρων στάδιον, καὶ καρτερικῶς, ἐναθλήσας κατέρραξας, δράκοντα τὸν μέγαν, Φιλῆμον ἀθλοφόρε.

Ὑποβρύχιον δείξας ἐχθροῦ τὴν δύναμιν, τῷ βυθῷ τῆς ἀνδρείας καὶ καρτερίας σου, ὦ Ἀρριανέ, Βασιλείας ἠξίωσαι, ἀπαρασαλεύτου, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἀληθῆ Θεοτόκον ὁμολογοῦντές σε τοῦ Ἀγγέλου τὸ Χαῖρε πίστει βοῶμέν σοι· μόνη τὴν χαράν· ἐπὶ γῆς γὰρ ἐκύησας, Κεχαριτωμένη, ἀεὶ εὐλογημένη.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον· ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».

Χριστοῦ τὸ πάθος ἐξεικονίζοντες, πεῖραν πολλῶν ὑπέστητε βασάνων Μακάριοι, κεφαλὰς δὲ τμηθέντες συνήφθητε, τάξεσιν οὐρανίαις, δόξῃ λαμπόμενοι, καὶ ταῖς θεϊκαῖς μαρμαρυγαῖς ὡραϊζόμενοι.

Ἐκ σῶν αἱμάτων πορφύραν ἔβαψας, Θύρσε σοφὲ καὶ ταύτην εὐκλεῶς στολισάμενος, καὶ ὡς σκῆπτρον κατέχων τὸν θεῖον Σταυρόν, πᾶσι σὺν ἀθλοφόροις ἐπαγαλλόμενος, νῦν συμβασιλεύεις τῷ Χριστῷ θεομακάριστε.

Ὑμῶν Μακάριοι κατεπλάγησαν, ἀγγελικαὶ Δυνάμεις τοὺς ἀγῶνας, τὰ στίγματα, τὰς ἐνστάσεις, τὸν βίαιον θάνατον, οἷς συμπεριπολοῦντες, μνείαν ποιήσασθε, τῶν ἐπιτελούντων τὴν ὑμῶν μνήμην Πανεύφημοι.
Θεοτοκίον
Σαρκὸς ἀνθρώπων ἐν ὁμοιώματι, σοῦ ἐκ γαστρὸς ὁ Λόγος καθωράθη τικτόμενος, καὶ Μαρτύρων πληθὺν ἐπεσπάσατο, πάθη καθυπομείνας, ὁ ὑπεράγαθος, ἄχραντε Παρθένε, Μαριὰμ θεοχαρίτωτε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».