Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, ὧν ὁ ἀριθμὸς χιλιάδες ιδ'
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων Νηπίων.

Στιχηρὰ Προσόμοια τῶν Ἁγίων Νηπίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Θησαυρὸν τὸν κρυπτόμενον, ἐκζητῶν ὁ παράνομος, τοὺς ἀκάκους σήμερον, Παῖδας ἔθυσε, καὶ ἡ Ῥαχὴλ ἀπαράκλητος, ὑπῆρχε τὴν ἄδικον, κατοπτεύουσα σφαγήν, καὶ τὸν ἄωρον θάνατον, οὓς ἐθρήνησε, δονουμένη τὰ σπλάγχνα, ἀλλὰ τούτους, ἐπευφραίνεται ἐν κόλποις, τοῦ Ἀβραὰμ ἄρτι βλέπουσα.
Ἦχος δ'
Βασιλέα τὸν ἄχρονον, ὑπὸ χρόνον γενόμενον, βασιλεὺς παράνομος ἐπεζήτησε, καὶ μὴ εὑρὼν ἀνελεῖν αὐτόν, τῶν Παίδων ἐθέρισεν, ἀπειρόκακον πληθύν, οὓς εἰργάσατο· Μάρτυρας, ὡς οὐκ ᾤετο, καὶ πολίτας τῆς ἄνω βασιλείας, τὴν αὐτοῦ εἰς τοὺς αἰῶνας, παραφροσύνην ἐλέγχοντας.
Ἦχος δ'
Ἐκ Παρθένου τεχθέντι σοι, προαιώνιε Κύριε, καὶ δι' ἀγαθότητα νηπιάσαντι, χορὸς Νηπίων προσήνεκται· Μαρτύρων ἐν αἵματι, τὴν ἀθόλωτον ψυχήν λαμπρυνθείς δικαιότατα· ἃ κατῴκισας, εἰς Μονὰς ἀειζώους, τὴν Ἡρῴδου, στηλιτεύοντα κακίαν, καὶ ὠμοτάτην παράνοιαν.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐγκρατείας ὑπόδειγμα, ἀνεδείχθης Μονάζουσι, θεοφόρε Μάρκελλε καὶ ἀσκήσεως, ὑπογραμμὸς ταπεινώσεως, στῦλος ἐπαιρόμενος, ἀπὸ γῆς πρὸς οὐρανόν, καὶ ἁγνείας συνόμιλος, ἡσυχίας τε, ἀληθοῦς ὄντως φύλαξ, καὶ ἀνδρείας, στήλη ἔμψυχος κανών τε, πρὸς ἀρετὴν ἀκριβέστατος.
Ἦχος δ'
Θεωρίας τῆς κρείττονος, ἐπιβὰς Πάτερ Μάρκελλε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω δοξάζων Χριστόν· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ'
Τὴν ψυχὴν καὶ τὸ σῶμά σου, ταῖς ἐνθέοις ἐπτέρωσας, ἀρεταῖς ὦ Μάρκελλε, καὶ συνόμιλος, τῶν Ἀσωμάτων γεγένησαι, γηΐνων ἀμέτοχος, ἐνδεικνύμενος τερπνῶν, διὰ πόθον τοῦ Κτίστου σου· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δοξαστικὸν, Τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἀνδρέου Κρήτης
Ἡρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπαζεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην, πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ τέκνου. Ὄρος ἐδέξατο τὸν Πρόδρομον, φάτνη ἐφύλαττε τὸν θησαυρόν, ὃν ἀστὴρ ἐμήνυσε, Μάγοι προσεκύνουν, Κύριε δόξα σοι.
Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Παράδοξον μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.

Ἀπόστιχα Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ
ΤΟ ΑΚΟΥΤΕ
Μυστήριον φρικῶδες ὁρῶ· Θεὸς γὰρ ὁ κατέχων δρακί, πᾶσαν κτίσιν, περιέχεται σαρκί, ἐν φάτνῃ τῶν ἀλόγων, καὶ ῥάκει σπαργανοῦται, ὁ σπαργανῶν ὁμίχλῃ θάλασσαν.
Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ὁ ἄσαρκος σαρκοῦται Θεός, καὶ ἄρχεται ὁ ἄναρχος, καὶ ὁ πλήρης, νῦν κενοῦται ἐν σμικρῷ, Σπηλαίῳ ἐκ Παρθένου, καὶ βρέφος γαλουχεῖται, ὁ διατρέφων πνοὴν ἅπασαν.
Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Σκιρτῶσι τῇ γεννήσει Χριστοῦ, Ποιμένες καὶ δοξάζουσι, σὺν Ἀγγέλοις, καὶ ἀστὴρ δορυφορεῖ, καὶ Μάγοι προσκυνοῦσι, καὶ ἄνθρωποι σωθέντες, τὴν Θεοτόκον μεγαλύνουσι.
Δοξαστικὸν, Τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἀνδρέου Κρήτης
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, τῶν Ἰουδαίων τὸ κράτος κατήργηται. Σκιρτάτω τὰ Νήπια, ὑπὲρ Χριστοῦ σφαττόμενα, Ἰουδαία ὀδυρέσθω· φωνὴ γάρ ἠκούσθη ἐν Ῥαμᾷ, Ῥαχὴλ κλαίουσα, τὰ τέκνα αὐτῆς. Βρέφη γὰρ Ἡρῴδης ἀνελὼν ὁ παράνομος, ἀπεπλήρου τὴν Γραφήν, τὴν Ἰουδαίαν ἐμπιπλῶν ἀθώου αἵματος· καὶ ἡ γῆ μὲν ἠρυθραίνετο τοῖς τῶν Νηπίων αἵμασιν· ἡ ἐξ Ἐθνῶν δὲ ἐκκλησία, μυστικῶς ἁγνίζεται, καὶ στολὴν ἐνδύεται. Ἦλθεν ἡ ἀλήθεια, ὁ Θεὸς ἐπέφανε, τοῖς ἐν σκιᾷ καθημένοις, ἐκ Παρθένου γεννηθείς, εἰς τὸ σῶσαι ἡμᾶς.
Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν δόξα σοι.

Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.
Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῶ Χριστῷ καὶ πράττων ἐδίδασκες· ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς πράγματος ἀθανάτου. Διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Μάρκελλε τὸ πνεῦμά σου.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῶ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω, ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῶ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος, ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς, ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον, ὃν δοξάζει τὰ σύμπαντα.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Οὐρανὸς μοι ἐφάνης σήμερον γῆ· ἐπὶ σοὶ γὰρ γεννᾶται ὁ Ποιητής, καὶ φάτνη ἀνακλίνεται, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· σὺν Ἀγγέλοις ὑμνοῦσι, καὶ Ποιμένες ἀπαύστως· Ἐν ὑψίστοις δόξα, εἰρήνη τῷ Κόσμῳ τε· εἶδον γὰρ ἀστέρα, ὁδοιποροῦντα οἱ Μάγοι, ὀξέως τε προέτρεχον, τοῦ προσάξαι τὰ δῶρα αὐτῶν, χρυσὸν σμύρναν καὶ λίβανον, ὡς πάντων ὑπάρχοντι Θεῷ, καὶ Βασιλεῖ αἰωνίῳ, καὶ Κτίστῃ τοῦ παντός, ἐν σπηλαίῳ δι' οἶκτον, ἐπιφανέντι βροτοῖς.

Ὁ Κανὼν τῆς Ἑορτῆς. Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε..
Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.

ᾨδὴ α'

Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».

Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.

Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.

Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.

Ὁ Κανὼν τῶν Ἁγίων Νηπίων, συνηνωμένος μετὰ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Νεογνὰ Χριστοῦ θύματα στέφω λόγοις.
Ἐν δὲ τοῖς Θεοτοκίοις, Γεωργίου.

ᾨδὴ α'

Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

Νεοποιεῖται ἡ κτίσις καὶ ἡ βροτῶν, φύσις ἀναπλάττεται, ἐν σαρκὶ τοῦ Ποιητοῦ, πάντων ὑπὲρ ἔννοιαν Χριστοῦ, τικτομένου ἐξ ἁγνῆς, καὶ παναχράντου Μητρός.

Ἐκ στελεχῶν νεοφύτων ἡ τοῦ Χριστοῦ, Ἐκκλησία σήμερον, ὥσπερ ἄνθη εὐθαλῆ, δρεψαμένη αἵματα τερπνῶς, ἐφηδύνεται αὐτοῖς καὶ ὡραΐζεται.

Οἱ ποταμοὶ τῶν αἱμάτων τῶν εὐσεβῶν, Παίδων τὴν ἀπόνοιαν, καὶ μανίαν νοητῶς, τοῦ Ἡρῴδου ἔκλυσαν· διό, ὑποβρύχιον αὐτοῦ ὤφθη τὸ θέσπισμα.
Τοῦ Ὁσίου
Γνῶσιν δεξάμενος Πάτερ παρὰ Θεοῦ, ἀληθῆ καὶ ἄπταιστον, ἐπεζήτησας αὐτόν, διὰ βίου Μάρκελλε σεμνοῦ, καὶ ἐνθέοις ἀρεταῖς, ἐπεθεράπευσας.
Θεοτοκίον
Γῆ τῆς προτέρας κατάρας τῆς ἐν Ἐδέμ, λύτρωσιν ἐδέξατο, ἐν αὐτῇ τοῦ Λυτρωτοῦ, γεννηθέντος Ἄχραντε ἐκ σοῦ, καὶ καινίσαντος αὐτήν, καὶ ἁγιάσαντος.

Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».

Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.

Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.

Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».

Νεφέλαι στάξατε ἐν γῇ, γλυκασμὸν εὐφροσύνης· ἐκ νεφέλης φωτὸς γάρ, ἀνέτειλεν ὁ Χριστός, ἐν Σπηλαίῳ σαρκικῶς, ὑπὲρ πᾶσαν, ἔννοιαν τικτόμενος.

Ἀπημφιάσατο τὴν πρίν, τῶν ἀνθρώπων ἡ φύσις, ἀκοσμίαν καὶ κόσμον, περιέθετο τερπνόν, τοῦ κοσμήτορος αὐτῆς, ἐκ Παρθένου, σαρκὶ ἀνατείλαντος.

Χορὸς θεόλεκτος βρεφῶν, ἐν σαρκὶ γεννηθέντι, προσηνέχθη τῷ Κτίστῃ, ὡς θυσία μυστική, τυθεῖσα διὰ σφαγῆς, μαρτυρίου, καὶ θείας ἀθλήσεως.
Τοῦ Ὁσίου
Ῥωμαλεότητι ψυχῆς, κατ' ἐχθρῶν νοουμένων, ὁπλισθεὶς θεοφόρε, διέκοψας τὰς αὐτῶν, παρατάξεις κραταιῶς, καὶ νίκην, ἀνεδήσω Μάρκελλε.
Θεοτοκίον
Ἐκ τῶν ἀχράντων σου Ἁγνή, καὶ τιμίων αἱμάτων, σαρκωθεὶς ἀπορρήτως, ὁ Λόγος ὁ τοῦ Θεοῦ, ἀνέδειξεν ὡς Θεός, τῶν κτισμάτων, σὲ ἁπάντων Δέσποιναν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».

Κάθισμα τῶν Ἁγίων Νηπίων
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῷ τεχθέντι σήμερον, ἐκ τῆς Παρθένου, τῶν Νηπίων στράτευμα, ὡς Ποιητῇ καὶ Βασιλεῖ, δεκτὰ προσάγονται σφάγια, προτεθυμένα, Χριστῷ διὰ πίστεως.
Δόξα... Τοῦ Ὁσίου, ὁ αὐτὸς
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Ἁγνείας τοῖς ἄνθραξι, προκαθαρθεὶς τὴν ψυχήν, τὸ σῶμα ἐστόμωσας, πρὸς ἀπαθείας ἰσχύν, Πατὴρ ἡμῶν Μάρκελλε· ὅθεν καὶ ἀνεδείχθης, ἐνδιαίτημα θεῖον, νόσους ἀποδιώκων, καὶ φωτίζων τοὺς πίστει, ἀεὶ προσερχομένους σοι, καὶ εὐφημοῦντάς σε.
Καὶ νῦν... Τῆς Ἑορτῆς Ὅμοιον
Ἐνθέως εὐφραίνεται ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, Πατρὸς ἀνάρχου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς· ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων τε τὴν κατάραν, τῆς προμήτορος Εὔας. Διὸ εὐχαριστοῦντες αὐτῷ, ἐν ὕμνοις δοξάσωμεν.

Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε».

Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.

Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.

Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.

Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Ἰδοῦσαι Κύριε, τὴν ἐν Σπηλαίῳ σου, συγκατάβασιν τάξεις Ἀγγελικαί, φόβῳ ἐξεπλάγησαν, καὶ διανύμνησαν Χριστέ, τὸ ἀνείκαστόν σου ἔλεος.

Συνέσει Κύριε, ὁ τεκτηνάμενος, πᾶσαν κτίσιν βουλήσει σωματικῶς, σεαυτὸν ἠρίθμησας, ἐν τοῖς ποιήμασι τοῖς σοῖς, καὶ ἐν τούτοις ἀναπέπαυσαι.

Τὸ ξίφος ὤθησε, μανεὶς ὁ ἄνομος, καὶ παράφρων Ἡρῴδης καθ' ἑαυτοῦ, ἀνελεῖν πειρώμενος, τὸν Εὐεργέτην τοῦ παντός, καὶ ἀνώλεθρον Θεότητι.
Τοῦ Ὁσίου
Οἱ πόνοι Ὅσιε, καὶ οἱ ἱδρῶτές σου, τῶν αἱμάτων τοῖς ῥείθροις τοῖς τῶν Βρεφῶν, κεκραμένοι Μάρκελλε, τῷ γεννηθέντι ἐν σαρκί, δῶρα τίμια προσήχθησαν.
Θεοτοκίον
Ὡραίαν κάλλει σε, ὑπεραστράπτουσαν, τοῦ Υἱοῦ σου ἀκτῖσιν οἱ τῶν ἐθνῶν, δωροφόροι Ἄχραντε, ἰδόντες θέαμα καινόν, καὶ παράδοξον ἀνύμνησαν.

Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».

Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.

Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.

Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Ὑπερεκκέχυται ὁ κρατήρ, ὁ τῆς εὐσπλαγχνίας σου Χριστέ, εἰς τὰ ποιήματα ἅπαντα, καὶ ἀφθόνου ταῦτα, ἐλέους ἔπλησε, σαρκὶ ἐπιφανέντος, καὶ γεννηθέντος σου.

Θύματα ἄμωμα τῷ Χριστῷ, σήμερον προσήχθησαν ὁμοῦ, καὶ μυστικῶς ἀνηνέχθησαν, ὡς πυρὶ τῷ ξίφει ὁλοκαυτούμενα, τὰ Βρέφη, καὶ τῶν θείων βραβείων ἔτυχον.
Τοῦ Ὁσίου
Ὑλώδους Ὅσιε τὴν ψυχήν, σχέσεως καὶ πάσης γεηρᾶς, καὶ ἐπικήρου τερπνότητος, πόνοις ἐκκαθάρας τῆς σῆς ἀσκήσεως, ἰσάγγελος ἐδείχθης, ἐν κόσμῳ Μάρκελλε.
Θεοτοκίον
Ῥεῖθρα ἐπήγασε νοητά, τῆς ἀθανασίας ὁ ἐκ σοῦ, σαρκὶ τεχθείς, ἐν Σπηλαίῳ Ἁγνή, καὶ τὴν τῶν ἀνθρώπων φύσιν κατήρδευσεν, ἀφθαρσίᾳ πλουτίσας, αὐτὴν ὡς εὔσπλαγχνος.

Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».

Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.

Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.

Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Μύρα εὐωδέστατα, ἀναδέδωκεν ἡ γῆ, ἐν ταύτῃ ὑπὲρ ἔννοιαν, τοῦ ἀκενώτου μύρου ἐκ τῆς Ἁγνῆς, σαρκὶ ἀναβλύσαντος, καὶ βροτούς, εὐωδίας θείας πλήσαντος.

Αἵμασιν ἐφοίνιξεν, ὁ Ἡρῴδης τῶν Βρεφῶν, τὴν Βηθλεὲμ ὁ δείλαιος, ἀλλὰ ταῦτα βοήσαντα πρὸς Θεόν, ἔνδικον εἰργάσαντο, τὴν αὐτοῦ καταδίκην, καὶ τὸν ὄλεθρον.
Τοῦ Ὁσίου
Τοῦ βίου τὸ πρόσκαιρον, καὶ τὸ ἄστατον σαφῶς, κατανοήσας Μάρκελλε, πρὸς τὰ ἀεὶ ἑστῶτα τὴν τῆς ψυχῆς, ἀνύψωσας ἔφεσιν, ὧν ἐπέτυχες, πόνοις τῆς ἀσκήσεως.
Θεοτοκίον
Γεννᾶται ὁ ἄχραντος, Θεὸς Λόγος ἐν γαστρί, ἐκ σοῦ ἐν χρόνῳ Ἄχραντε, ἵνα ζωὴν τὴν ἄχρονον τοῖς ἐν γῇ, καὶ λῆξιν αἰώνιον, χορηγήσῃ, καὶ δόξαν τὴν ἀκήρατον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἀστὴρ Μάγους ἔπεμψε, πρὸς τὸν τεχθέντα, καὶ Ἡρῴδης ἄδικον, στρατὸν ἀπέστειλε κενῶς, φονοκτονῆσαι οἰόμενος, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.
Ὁ Οἶκος
Τῶν ἄνω καὶ τῶν κάτω νῦν ὁμοῦ εὐφραινομένων, ἐν τῇ ἐπιφανείᾳ τοῦ πάντων Βασιλέως, Ἡρῴδης μόνος συναλγεῖ, σὺν τοῖς προφητοκτόνοις Ἰουδαίοις· εἰκὸς γὰρ μόνους αὐτοὺς ὀδύρεσθαι· οὐ γὰρ ἀπὸ τοῦ νῦν βασιλεύσουσιν, ἀλλ' ἡ βασιλεία τοῦ Κυρίου, καὶ ἔτι κρατήσει, τὰ θράση τῶν ἐχθρῶν ἀποκρουομένη, καὶ τὰ πλήθη τῶν πιστῶν συγκαλουμένη, μετὰ τῶν σεπτῶν Νηπίων τοῦ κατοπτεύειν, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.
Στίχοι
Διὰ ξίφους ἄωρα μητέρων Βρέφη,
Ἀνεῖλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους.
Νήπια ἀμφ' ἐνάτην τάμον εἰκάδι παππάζοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἐν λιμῷ καὶ δίψει καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων.

Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.
Στίχοι
Ἀϋπνίᾳ δοὺς πάντα τὸν ζωῆς χρόνον
Μάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Καὶ Θαδδαῖος ἴσχυσε κατὰ τῆς πλάνης,
Ὁμολογητὴς ἀναφανεὶς ὡς μέγας.

Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐγκαίνια τοῦ ναοῦ τῶν ἁγίων 40 Μαρτύρων πλησίον τοῦ Χαλκοῦ τετραπύλου.
Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Γεώργιος ὁ ἐπίσκοπος Νικομηδείας, ὁ ποιητὴς ᾀσματικῶν τινων κανόνων καὶ ἑτέρων γλαφυρῶν ὕμνων, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ Ὅσιοι πατέρες Βενιαμὶν καὶ Ἀθηνόδωρος ἐν εἰρήνῃ τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».

Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἀπεμείωσε τὴν νύκτα ὁ τεχθεὶς σαρκί, Ἥλιος ἐκ Παρθένου Μητρός, καὶ ἐπηύξησε τὴν διττὴν ἡμέραν τοῖς πιστοῖς, βοῶσιν αὐτῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σαλευθεῖσαν ἀθεότητι τὴν ἅπασαν, κτίσιν ὁ ἐν Σπηλαίῳ τεχθείς, ἐπεστήριξεν ἐπιγνώσει πάλιν τῇ αὐτοῦ, ἀπαύστως κραυγάζουσαν αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὰ ἀνεύθυνα μὲν βρέφη ἀπεθέρισεν, Ἡρῴδης μιαιφόνῳ χειρί, τῶν ἐλπίδων δέ, τῶν ματαίων ὅλως ἐκπεσών, τὴν ἔνδικον δίκην ἑαυτῷ, θεοκτονίαν μελετῶν ἐναπεγράψατο.
Τοῦ Ὁσίου
Ἐν πυρὶ μὲν τῆς ἀσκήσεως κατέφλεξας, Μάρκελλε τὰς τῆς σαρκὸς ἡδονάς, ἀπαθείας δὲ τῇ δρόσῳ ἤρδευσας ψυχάς, βοῶν τῷ Χριστῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἴδεν ἅπασα ἡ κτίσις Θεονύμφευτε, τὰ θεῖα μεγαλεῖά σου, ἐν σαρκὶ ἐκ σοῦ, τοῦ Δεσπότου πάντων καὶ Θεοῦ, τεχθέντος ἐν πόλει Βηθλεέμ, καὶ σὺν τοῖς Μάγοις καὶ Ποιμέσι σὲ ἀνύμνησεν.

Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».

Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Φωτοφόρον ἡ κτίσις, στολὴν ἐνδέδυται, καὶ κατήφειαν πᾶσαν, ὅλως ἀπέθετο, τοῦ καινοποιοῦ καὶ Δεσπότου τεχθέντος ἐν γῇ· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς χρυσίον καὶ σμύρναν, Χριστὲ καὶ λίβανον, τὰς ἡμῶν ἱκεσίας, δέξαι φιλάνθρωπε, καὶ ὡς τῶν Βρεφῶν τῶν ἁγίων τὰ αἵματα, πρόσδεξαι οἰκτίρμον, διδοὺς ἡμῖν ἐλέη.

Λελυμένα τοῦ βίου, καὶ τῆς παρούσης ζωῆς, δι' ἐνθέου θανάτου, βρέφη ἀνεύθυνα, πρὸς τὸν ἀθλοθέτην Θεὸν ἐχωρήσατε, τὸν τὴν αἰώνιον, ζωὴν ἡμῖν διδοῦντα.
Τοῦ Ὁσίου
Ὁσιότητος ὅπλοις, Ὅσιε Μάρκελλε, παρατάξεις Δαιμόνων κατεπολέμησας, καὶ ὡς νικητής, κατ' αὐτῶν ἦρας τρόπαια, καὶ θαυμάτων χάριν, ἐκ τοῦ Θεοῦ ἐδέξω.
Θεοτοκίον
Ὁ ἐκ σοῦ ἐν Σπηλαίῳ, τεχθεὶς Πανάχραντε, αἰωνίους ἀνθρώποις, σκηνὰς ηὐτρέπισε, τοῖς εἰλικρινῶς, Θεοτόκον ὑμνοῦσί σε, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.

Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».

Γνωστὸν ἐδείχθη Χριστὲ τὸ ἔλεος, τὸ ὑπὲρ νοῦν τῆς σῆς φιλανθρωπίας τοῖς Ἔθνεσιν· ἐν σαρκὶ γὰρ Δέσποτα ἐπτώχευσας, ἵνα πλούτου μετόχους, κρείττονος Κύριε, ποιήσῃς ἡμᾶς ὡς ἀγαθός, καὶ πολυέλεος.

Ὁ σὸς Παρθένε τόκος ὁ ἄρρητος, ξένην βροτοῖς καὶ θείαν παρασχὼν ἀναγέννησιν, καὶ τὴν κτίσιν πᾶσαν ἐκαινούργησε, καὶ τοὺς ἐν γῇ, Ἀγγέλοις ἥνωσεν ᾄδοντας, καὶ δοξολογοῦντάς σε ἀεὶ καὶ μεγαλύνοντας.

Ἰσχὺς Ἡρῴδου τοῦ πολεμήτορος, τῇ τῶν βρεφῶν μανέντος ἀναιρέσει ἠσθένησε· τὴν ἀήττητον γὰρ ταῦτα δύναμιν, ἐκ Θεοῦ ἐζωσμένα, χάριτι πίστεως, πρὸς τὸν ἀθλοθέτην καὶ Θεόν, φαιδρῶς ἀνέδραμε.
Τοῦ Ὁσίου
Σταυρὸν ἐπ' ὤμων ἄρας Μακάριε, τὸν τοῦ Χριστοῦ, καὶ πάθη τὰ αὐτοῦ ἐκμιμούμενος, ἐσταυρώθης τῷ κόσμῳ καὶ μέτοχος, δόξης τῆς ἀνεκφράστου, γέγονας Ὅσιε, ἐν ᾗ καὶ ἡμῶν σῶν ὑμνῳδῶν, μέμνησο πάντοτε.
Θεοτοκίον
Υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, ὁ γεννηθεὶς σαρκὶ Θεὸς ἐκ σοῦ Παναμώμητε, καὶ τὸ πρῶτον δέδωκεν ἀξίωμα, τοῖς αὐτὸν δεξαμένοις, καὶ Θεομήτορα, σὲ δοξολογοῦσιν ἐκτενῶς, καὶ μεγαλύνουσιν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».

Ἐξαποστειλάριον τῶν Νηπίων
Ἦχος β'
Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Ἡ Βηθλεὲμ μὴ στύγναζε, ἀλλ' εὐθύμει, τῶν ἱερῶν Νηπίων τῇ ἀναιρέσει· θύματα γὰρ τέλεια τῷ Δεσπότῃ, Χριστῷ προσανηνέχθησαν· ὑπὲρ αὐτοῦ γὰρ σφαγέντα, συμβασιλεύουσι τούτῳ.
Ἐξαποστειλάριον τοῦ ὁσίου
Ἦχος β'
Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Τὰ τῆς σαρκὸς σκιρτήματα θεοφόρε, δι' ἐγκρατείας πάσης κατακοιμίσας, ἄγρυπνον ἐθέσπισας καὶ πάννυχον, ἐν τῇ Μονῇ σου Μάρκελλε, δοξολογίαν τελεῖσθαι, Χριστοῦ εἰς αἴνεσιν Πάτερ.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος β'
Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ τῆς γῆς εἰρήνη καὶ ἐν ἀνθρώποις, Θεοκυῆτορ γέγονεν εὐδοκία. Ἄγγελοι χορεύοντες ἐκραύγαζον· Ἐν τοῖς ὑψίστοις δόξα σοι, τῷ γεννηθέντι ἀφράστως, ἐν Βηθλεέμ ἐκ Παρθένου.

Εἰς τοὺς Αἴνους, Στιχ. Προσόμια τῶν Νηπίων.
Στιχηρὰ Προσόμια τῶν Νηπίων
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τῆς Ἡρῴδου πορώσεως! κατὰ Θεοῦ ἐμμανείς, τοῦ σαρκὶ νηπιάσαντος, Βηθλεὲμ τοῖς βρέφεσι, τὸν θυμὸν ἐπαφίησι, καὶ ξίφει πάντα, δημίων δίδωσι, ζωῆς στερῆσαι, τὸν ζωῆς αἴτιον, τούτων οἰόμενος, τῆς σφαγῆς τῷ αἵματι, ὁ λυμεών, τοῦ καρποῦ τῆς φύσεως, ὁ ἀπηνέστατος.
Ἦχος πλ. δ'
Μάγοι ἐκ Περσίδος φθάσαντες, εἰς τὴν Ἱερουσαλήμ, τὸν Ἡρῴδην ἐτάραξαν, καὶ μανεὶς ὁ δείλαιος, τὰ Νήπια κατέσφαττεν· ὡς βότρυες δέ, Χριστῷ προσήχθησαν, εἰ καὶ μητρῴων μαζῶν ἐσπάσθησαν, οἱ Νεομάρτυρες, τὸν Ἡρῴδην πλήξαντες· διὸ Χριστόν, πίστει ἱκετεύουσιν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἦχος πλ. δ'
Κλαίει ἡ Ῥαχὴλ τὰ Νήπια, ἐν τῇ Ῥαμᾷ δὲ φωνή, νῦν μεγάλη ἀκούεται, ὁ Ἡρῴδης μαίνεται, καὶ ἀθέως φρυάττεται, ὁ Ἰωάννης φεύγει ἐν ὄρεσι, λίθος Μητέρα σὺν τέκνῳ δέχεται, ὁ Ζαχαρίας δέ, ἐν Ναῷ φονεύεται, ὁ δὲ Χριστός, φεύγει ἀφεὶς ἔρημον, Ἑβραίων οἴκημα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἡρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπασεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην, πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ τέκνου. Ὄρος ἐδέξατο τὸν Πρόδρομον· φάτνη ἐφύλαττε τὸν θησαυρόν, ὃν ἀστὴρ ἐμήνυσε· Μάγοι προσεκύνουν, Κύριε δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι.

Ἀπόστιχα Στιχηρὰ Ἰδιόμελα τῶν Νηπίων.
Ἦχος α' Κυπριανοῦ

Τῷ ἀχράντῳ σου τόκῳ, Χριστὲ ὁ Θεός, πρώτη θυσία γέγονε τὰ Νήπια· Ἡρῴδης, γὰρ χειρώσασθαι, σὲ τὸν ἀχείρωτον βουληθείς, ἠγνόησε μαρτύρων προσάγων σοι χορόν. Διὸ σε ἱκετεύομεν τὸν ἐνανθρωπήσαντα, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Ἦχος β' Τοῦ αὐτοῦ
Εἰς τὰ ὦτα τοῦ Κυρίου Σαβαώθ, εἰσεληλύθει ἡ σφαγὴ ὑμῶν, Βρέφη τίμια· δι' αὐτὸν γὰρ τὸ αἷμα ἐξεχέατε, καὶ ἐν κόλποις Ἀβραὰμ ἐπαναπαύεσθε, καὶ τὴν Ἡρῴδου εἰς αἰῶνας, μισητὴν κακίαν καταγγέλλετε, δυνάμει τοῦ τεχθέντος Χριστοῦ.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ἦχος γ'
Μισητὴ τοῦ Ἡρῴδου ἡ παιδοκτονία, διὰ τὴν αὐτοῦ μιαιφονίαν· καὶ σεπτὴ ἡ τῶν Παίδων θυσία, ὡς ἡλικιῶτις Χριστοῦ, τῆς ἡμῶν σωτηρίας, τοῦ καινοῦ σφαγίου προθυομένη καὶ προπεπονθυῖα. Μὴ κλαῖε Ῥαχιὴλ τὰ τέκνα, μιμνῃσκομένη τῶν κόλπων Ἀβραάμ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.
Δοξαστικὸν, Τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, ὁ φθογγος τῶν κατορθωμάτων σου, δι’ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν Δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστον τὸν Θεόν, εἰρήνην αἴτησαι ταὶς ψυχαῖς ἡμῶν.
Τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον, σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα Κύριον, ὅτι πᾶσα πλάνη τῶν Εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

Ἀντίφωνον Α', Ἦχος β'
Στίχ.
Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.
Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.
Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ἀντίφωνον Β', Ἦχος β'
Στίχ.
Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.
Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.

Ἀντίφωνον Γ', Ἦχος δ'
Στίχ.
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ἀπολυτίκιον, Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.
Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.

Εἰς τό, Ἐξαιρέτως
Κανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'

Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».

Κοινωνικὸν
Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.