Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ

ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΠΡΟ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ


Ὁ Ἱερεὺς φέρων Ἐπιτραχήλιον, ἐμφυσᾷ εἰς τὸ πρόσωπον τοῦ μέλλοντος φωτισθῆναι καὶ σφραγίζει μετὰ τῆς χειρὸς αὐτοῦ τὸ μέτωπον καὶ τὸ στῆθος ἐκ τρίτου λέγων:

Εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐπιτίθησι τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, λέγων τὴν παροῦσαν
Τοῦ Κυρίου δεηθῶμεν.
Ἐπὶ τῷ ὀνόματί σου, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ Ἁγίου σου Πνεύματος, ἐπιτίθημι τὴν χεῖρά μου ἐπὶ τὸν δοῦλον (τὴν δούλην) σου (τόνδε) (τήνδε) τὸν καταξιωθέντα (τὴν καταξιωθεῖσαν) καταφυγεῖν ἐπὶ τὸ ἅγιον ὄνομά σου, καὶ ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου διαφυλαχθῆναι. Ἀπόστησον ἀπ’ αὐτοῦ (αὐτήν) τὴν παλαιὰν ἐκείνην πλάνην, καὶ ἔμπλησον αὐτόν (αὐτήν) τῆς εἰς σὲ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης, ἵνα γνῶ ὅτι σὺ εἶ Θεὸς μόνος, Θεὸς ἀληθινός, καὶ ὁ μονογενής σου Υἱός, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ τὸ Ἅγιόν σου Πνεῦμα. Δὸς αὐτῷ (αὐτῇ) ἐν πάσαις ταῖς ἐντολαῖς σου πορευθῆναι, καὶ τὰ ἀρεστά σοι φυλάξαι· ὅτι ἐὰν ποιήσῃ αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. Γράψον αὐτόν (αὐτήν) ἐν βίβλῳ ζωῆς σου καὶ ἔνωσον αὐτόν (αὐτήν) τῇ ποίμνῃ τῆς κληρονομίας σου· δοξασθήτω τὸ ὄνομά σου τὸ ἅγιον ἐπ’ αὐτῷ (αὐτῇ) καὶ τοῦ ἀγαπητοῦ σου Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ζωοποιοῦ σου Πνεύματος. Ἔστωσαν οἱ ὀφθαλμοί σου ἀτενίζοντες εἰς αὐτόν (αὐτήν) ἐν ἐλέει διαπαντός, καὶ τὰ ὦτά σου τοῦ ἀκούειν τῆς φωνῆς τῆς δεήσεως αὐτοῦ (αὐτῆς). Εὔφρανον αὐτόν (αὐτήν) ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ (αὐτῆς), καὶ ἐν παντὶ τῷ γένει αὐτοῦ (αὐτῆς)· Ἵνα ἐξομολογήσηταί σοι, προσκυνῶν (προσκυνοῦσα) καὶ δοξάζων (δοξάζουσα) τὸ ὄνομά σου τὸ μέγα καὶ ὕψιστον, καὶ αἰνέσῃ σε διαπαντὸς πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτοῦ (αὐτῆς). Σὲ γὰρ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΦΟΡΚΙΣΜΟΣ Α'
Τοῦ Κυρίου δεηθῶμεν.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ παραγενόμενος εἰς τὸν κόσμον καὶ κατασκηνώσας ἐν ἀνθρώποις, ἵνα τὴν σὴν καθέλῃ τυραννίδα καὶ τοὺς ἀνθρώπους ἐξέληται· ὃς ἐπὶ ξύλου τάς ἀντικειμένας δυνάμεις ἐθριάμβευσεν, ἡλίου σκοτισθέντος καὶ γῆς σαλευομένης, καὶ μνημάτων ἀνοιγομένων, καὶ σωμάτων Ἁγίων ἀνισταμένων· ὃς ἔλυσε θανάτῳ τὸν θάνατον, καὶ κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι, σὲ τὸν Διάβολον. Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ, τοῦ δείξαντος τὸ ξύλον τῆς ζωῆς καὶ τάξαντος τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φρουρεῖν αὐτό. Ἐπιτιμήθητι καὶ ἀναχώρησον· κατ’ ἐκείνου γάρ σε ὁρκίζω τοῦ περιπατήσαντος, ὡς ἐπὶ ξηρᾶς, ἐπὶ νῶτα θαλάσσης, καὶ ἐπιτιμήσαντος τῇ λαίλαπι τῶν ἀνέμων· οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους καὶ ἡ ἀπειλὴ τήκει ὄρη. Αὐτὸς γὰρ καὶ νῦν ἐπιτάσσει σοι δι’ ἡμῶν· Φοβήθητι, ἔξελθε, καὶ ὑπαναχώρησον ἀπὸ τοῦ πλάσματος τούτου, καὶ μὴ ὑποστρέψῃς, μηδὲ ὑποκρυβῇς ἐν αὐτῷ, μηδὲ συναντήσῃς αὐτῷ ἢ ἐνεργήσῃς, μὴ ἐν νυκτί, μὴ ἐν ἡμέρᾳ ἢ ὤρᾳ ἢ ἐν μεσημβρίᾳ· ἀλλ’ ἄπελθε εἰς τὸν ἴδιον τάρταρον, ἕως τῆς ἡτοιμασμένης μεγάλης ἡμέρας τῆς κρίσεως. Φοβήθητι τὸν Θεὸν τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἐπιβλέποντα ἀβύσσους· ὃν τρέμουσιν Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, Ἀρχαί, Ἐξουσίαι, Δυνάμεις, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ· ὃν τρέμει ὁ οὐρανὸς καὶ ἡ γῆ, ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τοῦ σφραγισθέντος νεολέκτου στρατιώτου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· κατ’ ἐκείνου γάρ σε ὁρκίζω, τοῦ περιπατοῦντος ἐπὶ πτερύγων ἀνέμων, τοῦ ποιοῦντος τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τοῦ πλάσματος τούτου σὺν πάσῃ τῇ δυνάμει καὶ τοῖς ἀγγέλοις σου. Ὅτι δεδόξασται τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΦΟΡΚΙΣΜΟΣ Β'
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Θεός, ὁ ἅγιος, ὁ φοβερὸς καὶ ἔνδοξος, ὁ ἐπὶ πᾶσι τοῖς ἔργοις καὶ τῇ ἰσχύϊ αὐτοῦ ἀκατάληπτος καὶ ἀνεξιχνίαστος ὑπάρχων αὐτὸς ὁ προορίσας σοι, Διάβολε, τῆς αἰωνίου κολάσεως τὴν τιμωρίαν, δι’ ἡμῶν τῶν ἀχρείων αὐτοῦ δούλων κελεύει σοι, καὶ πάσῃ τῇ συνεργῷ σου δυνάμει, ἀποστῆναι ἀπὸ τοῦ νεωστὶ σφραγισθέντος ἐπ’ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. Ὁρκίζω σε οὖν, παμπόνηρον καὶ ἀκάθαρτον καὶ μιαρὸν καὶ ἐβδελυγμένον καὶ ἀλλότριον πνεῦμα, κατὰ τῆς δυνάμεως Ἰησοῦ Χριστοῦ, τοῦ πᾶσαν ἐξουσίαν ἔχοντος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, τοῦ εἰπόντος τῷ κωφῷ καὶ ἀλάλῳ δαίμονι· Ἔξελθε ἀπὸ τοῦ ἀνθρώπου καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Ἀναχώρησον, γνώρισον τὴν σὴν ματαίαν δύναμιν, τὴν μηδὲ χοίρων ἐξουσίαν ἔχουσαν. Ὑπομνήσθητι τοῦ ἐπιτάξαντός σοι, κατὰ τὴν σὴν αἴτησιν, εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν. Φοβήθητι τὸν Θεόν, οὗ τῷ προστάγματι ἡ γῆ καθ’ ὑδάτων ἐστήρικται· τὸν κτίσαντα τὸν οὐρανόν, καὶ στήσαντα τὰ ὅρη σταθμῷ, καὶ τάς νάπας ζυγῷ, καὶ θέντα ἄμμον θαλάσσῃ ὅριον, καὶ ἐν ὕδατι σφοδρῷ τρίβον ἀσφαλῆ· τὸν ἁπτόμενον τῶν ὀρέων καὶ καπνίζονται· τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον· τὸν ἐκτείνοντα τὸν οὐρανὸν ὡσεὶ δέρριν· τὸν στεγάζοντα ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ· τὸν θεμελιοῦντα τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸν προσκαλούμενον τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέοντα αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἔξελθε, καὶ ἀναχώρησον ἀπὸ τοῦ πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένου (εὐτρεπιζομένης). Ὁρκίζω σε κατὰ τοῦ σωτηριώδους πάθους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ τιμίου αὐτοῦ Σώματος καὶ Αἵματος, καὶ κατὰ τῆς ἐλεύσεως αὐτοῦ τῆς φοβερᾶς. Ἥξει γάρ, καὶ οὐ χρονιεῖ, κρίνων πᾶσαν τὴν γῆν, καὶ σὲ καὶ τὴν συνεργόν σου δύναμιν, κολάσει εἰς τὴν γέενναν τοῦ πυρός, παραδοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, καὶ τὸ πῦρ οὐ σβέννυται. Ὅτι τὸ κράτος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΦΟΡΚΙΣΜΟΣ Γ'
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε Σαβαώθ, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, ἐπίβλεψον ἐπὶ τὸν δοῦλον (δούλην) σου, ἐκζήτησον, ἐξερεύνησον, καὶ ἀπέλασον ἀπ’ αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐνεργήματα τοῦ Διαβόλου. Ἐπιτίμησον τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ δίωξον αὐτά, καὶ καθάρισον τὸ ἔργον τῶν χειρῶν σου, καί, τῇ ὀξείᾳ σου χρησάμενος ἐνεργείᾳ, σύντριψον τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ (αὐτῆς) ἐν τάχει, καὶ δὸς αὐτῷ (αὐτῇ) νίκας κατ’ αὐτοῦ καὶ τῶν ἀκαθάρτων αὐτοῦ πνευμάτων· ὅπως, τοῦ παρὰ σοῦ ἐλέους τυγχάνων (τυγχάνουσα), καταξιωθῇ τῶν ἀθανάτων καὶ ἐπουρανίων σου μυστηρίων, καὶ δόξαν σοι ἀναπέμψῃ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ὧν, Δέσποτα Κύριε, ὁ ποιήσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν, καὶ δοὺς αὐτῷ ἐξουσίαν ζωῆς αἰωνίου· εἶτα ἐκπεσόντα διὰ τῆς ἁμαρτίας μὴ παριδών· ἀλλ’ οἰκονομήσας διὰ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ σου τὴν σωτηρίαν τοῦ κόσμου· Αὐτὸς καὶ τὸ πλάσμα σου τοῦτο, λυτρωσάμενος ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, πρόσδεξαι εἰς τὴν βασιλείαν σου τὴν ἐπουράνιον. Διάνοιξον αὐτοῦ (αὐτῆς) τοὺς ὀφθαλμοὺς τῆς διανοίας, εἰς τὸ αὐγάσαι ἐν αὐτῷ (αὐτῇ) τὸν φωτισμὸν τοῦ Εὐαγγελίου σου. Σύζευξον τῇ ζωῇ αὐτοῦ (αὐτῆς) Ἄγγελον φωτεινόν, ῥυόμενον αὐτόν (αὐτήν) ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἀπὸ συναντήματος πονηροῦ, ἀπὸ δαιμονίου μεσημβρινοῦ, ἀπὸ φαντασμάτων πονηρῶν.
Καὶ ἐμφυσᾷ αὐτῷ (αὐτῇ, αὐτῆς) καὶ τὸ στόμα, καὶ τὸ στῆθος, λέγων·
Ἐξέλασον ἀπ’ αὐτοῦ (αὐτῆς) πᾶν πονηρὸν καὶ ἀκάθαρτον πνεῦμα, κεκρυμμένον καὶ ἐμφωλεῦον αὐτοῦ (αὐτῆς) τῇ καρδίᾳ (καὶ λέγει τοῦτο ἐκ γ'). Πνεῦμα πλάνης, πνεῦμα πονηρίας, πνεῦμα εἰδωλολατρίας καὶ πάσης πλεονεξίας· πνεῦμα ψεύδους καὶ πάσης ἀκαθαρσίας, τῆς ἐνεργούμενης κατὰ τὴν διδασκαλίαν τοῦ Διαβόλου. Καὶ ποίησον αὐτόν (αὐτήν) πρόβατον λογικὸν τῆς ἁγίας ποίμνης τοῦ Χριστοῦ σου, μέλος τίμιον τῆς Ἐκκλησίας σου, σκεῦος ἠγιασμένον, υἱόν (θυγατέρα) φωτὸς καὶ κληρονόμον τῆς βασιλείας σου· ἵνα, κατὰ τάς ἐντολάς σου πολιτευσάμενος (πολιτευσαμένη), καὶ φυλάξας (φυλάξασα) τὴν σφραγῖδα ἄθραυστον, καὶ διατηρήσας (διατηρήσασα) τὸν χιτῶνα ἀμόλυντον, τύχῃ τῆς μακαριότητας τῶν Ἁγίων ἐν τῇ βασιλείᾳ σου. Χάριτι, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀποδυομένου δὲ καὶ ὑπολυομένου τοῦ βαπτιζομένου, εἰ ἐν ἡλικίᾳ ἐστί, στρέφει αὐτόν ὁ Ἱερεὺς ἐπὶ δυσμάς, ἄνω τάς χεῖρας ἑνόντα, καὶ λέγει ἐκ γ'.
Ἀποτάσσῃ τῷ Σατανᾷ; Καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ; Καὶ πάσῃ τῇ λατρείᾳ αὐτοῦ; Καὶ πᾶσι τοῖς ἀγγέλοις αὐτοῦ; Καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ;
Καὶ ἀποκρίνεται πρὸς ἕκαστον ὁ Κατηχούμενος ἢ ὁ Ἀνάδοχος αὐτοῦ, εἴ ἐστιν ὁ βαπτιζόμενος (βαπτιζομένη) βάρβαρος ἢ παιδίον καὶ λέγει·
Ἀποτάσσομαι.
Καὶ ὅταν εἴπῃ τρίς, ἐρωτᾷ πάλιν ὁ Ἱερεὺς τὸν βαπτιζόμενον.
Ἀπετάξω τῷ Σατανᾷ;
Καὶ ἀποκρίνεται ὁ Κατηχούμενος ἢ ὁ Ἀνάδοχος αὐτοῦ.
Ἀπεταξάμην.
Καὶ ὅταν εἴπῃ τρίς, λέγει ὁ Ἱερεύς·
Καὶ ἐμφύσησον, καὶ ἔμπτυσον αὐτῷ.
Καὶ τοῦτο ποιήσαντος, στρέφει αὐτόν ὁ Ἱερεὺς κατὰ ἀνατολάς, κάτω τάς χεῖρας ἔχοντα καὶ λέγει αὐτῷ τρίς.
Συντάσσῃ τῷ Χριστῷ;
Καὶ ἀποκρίνεται ὁ Κατηχούμενος ἢ ὁ Ἀνάδοχος, λέγων·
Συντάσσομαι. (ἐκ τρίτου)
Εἶτα πάλιν λέγει αὐτῷ ὁ Ἱερεὺς ἐκ τρίτου.
Συνετάξω τῷ Χριστῷ;
Καὶ ἀποκρίνεται.
Συνεταξάμην.
Καὶ πάλιν λέγει·
Καὶ πιστεύεις αὐτῷ;
Καὶ ἀποκρίνεται.
Πιστεύω αὐτῷ, ὡς Βασιλεῖ καὶ Θεῶ.
Καὶ λέγει τὸ Σύμβολον τῆς πίστεως·
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὐ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τάς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.
Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἐν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Καὶ ὅταν πληρώσῃ τὸ ἅγιον Σύμβολον, λέγει πάλιν πρὸς αὐτόν ἐκ τρίτου·
Συνετάξω τῷ Χριστῷ;
Καὶ ἀποκρίνεται·
Συνεταξάμην.
Καὶ λέγει ὁ Ἱερεύς·
Καὶ προσκύνησον αὐτῷ.
Καὶ προσκυνεῖ λέγων·
Προσκυνῶ Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

Εὐλογητὸς ὁ Θεός, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ οὕτως ἐπεύχεται λέγων·
Τοῦ Κυρίου δεηθῶμεν.
Δέσποτα, Κύριε, ὁ Θεὸς ἡμῶν, προσκάλεσαι τὸν δοῦλον (τὴν δούλην) σου (τόνδε) (τήνδε) πρὸς τὸ ἅγιόν σου φώτισμα, καὶ καταξίωσον αὐτόν (αὐτήν) τῆς μεγάλης ταύτης χάριτος τοῦ ἁγίου σου Βαπτίσματος. Ἀπόδυσον αὐτοῦ (αὐτῆς) τὴν παλαιότητα, καὶ ἀνακαίνισον αὐτόν (αὐτήν) εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ πλήρωσον αὐτόν (αὐτήν) τῆς τοῦ Ἁγίου σου Πνεύματος δυνάμεως, εἰς ἕνωσιν τοῦ Χριστοῦ σου· ἵνα μηκέτι τέκνον σώματος ᾖ, ἀλλὰ τέκνον τῆς σῆς Βασιλείας. Εὐδοκίᾳ καὶ χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπόλυσις.
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπίς, ἡμῶν δόξα σοι, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

Εἰσέρχεται ὁ Ἱερεύς, καὶ ἀλλάσσει λευκὴν ἱερατικὴν στολήν, ἤτοι ἐπιτραχήλιον καὶ φελώνιον καὶ ἁπτομένων πάντων τῶν κηρῶν, λαβὼν θυμιατόν, ἀπέρχεται ἐν τῇ Κολυμβήθρᾳ, καὶ θυμιᾷ κύκλῳ καὶ ἀποδοὺς τὸ θυμιατόν, προσκυνεῖ.

Εὐλόγησον Δεσπότα.
Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ ἐπιφοιτήσει καὶ δυνάμει καὶ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἀναδειχθῆναι τὸ ὕδωρ τοῦτο ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἄξιον (ἀξίαν) γενέσθαι τῆς ἀφθάρτου βασιλείας τόν (τήν) ἐν αὐτῷ βαπτιζόμενον (βαπτιζομένην), τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ νῦν προσερχόμενου (τῆς νῦν προσερχομένης) τῷ ἁγίῳ Φωτίσματι καὶ τῆς σωτηρίας αὐτοῦ (αὐτῆς), τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἀναδειχθῆναι αὐτόν (αὐτήν) υἱόν (θυγατέρα) φωτὸς καὶ κληρονόμον τῶν αἰωνίων ἀγαθῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ γενέσθαι αὐτόν (αὐτήν) σύμφυτον (σύμφυτη)καὶ κοινωνόν (κοινωνοῦσα) τοῦ θανάτου καὶ τῆς ἀναστάσεως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ διαφυλαχθῆναι αὐτῷ (αὐτῇ) τὴν στολὴν τοῦ Βαπτίσματος, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, ἄσπιλον καὶ ἀμώμητον ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ γενέσθαι αὐτῷ (αὐτῇ) τὸ ὕδωρ τοῦτο λουτρὸν παλιγγενεσίας, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ ἔνδυμα ἀφθαρσίας, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτόν (αὐτήν) τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Καὶ τοῦ Διακόνου λέγοντος ταῦτα, ὁ Ἱερεὺς λέγει καθ’ ἑαυτὸν τήν Ε ὑ χ ὴ ν ταύτην μυστικώς.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ εὔσπλαγχνος καὶ ἐλεήμων Θεός, ὁ ἐτάζων καρδίας καὶ νεφρούς, καὶ τὰ κρύφια τῶν ἀνθρώπων ἐπιστάμενος μόνος· οὐ γάρ ἐστι πρᾶγμα ἀφανὲς ἐνώπιόν σου, ἄλλα πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου· ὁ γινώσκων τὰ κατ’ ἐμέ, μὴ βδελύξῃ με, μηδὲ τὸ πρόσωπόν σου ἀποστρέψῃς ἀπ’ ἐμοῦ, ἀλλὰ πάριδέ μου τὰ παραπτώματα ἐν τῇ ὥρᾳ ταύτῃ, ὁ παρορῶν ἀνθρώπων ἁμαρτήματα εἰς μετάνοιαν, καὶ ἀπόπλυνόν μου τὸν ῥύπον τοῦ σώματος, καὶ τὸν σπίλον τῆς ψυχῆς, καὶ ὅλον με ἁγίασον ὁλοτελῆ τῇ δυνάμει σου τῇ ἀοράτῳ καὶ πνευματικῇ δεξιᾷ· ἵνα μή, ἐλευθερίαν ἄλλοις ἐπαγγελλόμενος καὶ ταύτην παρέχων πίστει τῇ ἠρτημένῃ τῆς σῆς ἀφάτου φιλανθρωπίας, αὐτὸς ὡς δοῦλος ἁμαρτίας ἀδόκιμος γένωμαι. Μή, Δέσποτα, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, μὴ ἀποστραφείην τεταπεινωμένος καὶ κατῃσχυμένος· ἀλλ’ ἐξαπόστειλόν μοι δύναμιν ἐξ ὕψους, καὶ ἐνίσχυσόν με πρὸς τὴν διακονίαν τοῦ προκειμένου σου Μυστηρίου, τοῦ μεγάλου καὶ ἐπουρανίου. Καὶ μόρφωσόν σου τὸν Χριστὸν ἐν τῷ μέλλοντι (ἐν τῇ μελλούσῃ) ἀναγεννᾶσθαι διὰ τῆς ἐμῆς ἐλεεινότητος· καὶ οἰκοδόμησον αὐτόν (αὐτήν) ἐν τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ Προφητῶν σου· καὶ μὴ καθέλῃς, ἀλλὰ φύτευσον αὐτόν (αὐτήν) φύτευμα ἀληθείας ἐν τῇ ἁγίᾳ σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ, καὶ μὴ ἐκτίλῃς. Ὅπως προκόπτοντος αὐτοῦ (προκοπτούσης αὐτῆς) ἐν εὐσέβειᾳ, δοξάζηται καὶ δι’ αὐτοῦ (αὐτῆς) τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῖ δὲ εἰδέναι, ὅτι καθ’ ἑαυτὸν λέγει καὶ τὴν Ἐκφώνησιν καὶ τό, Ἀμήν.
Μετὰ δὲ τὸ συμπληρωθῆναι τὰ Εἰρηνικά, ἄνευ Ἐκφωνήσεως, λέγει ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην μεγαλοφώνως καὶ μετὰ φόβου Θεοῦ καὶ ἐξ ὅλης ψυχῆς καὶ συντετριμμένης καρδίας.

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου (3).
Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις· σὲ ὑμνεῖ ἥλιος· σὲ δοξάζει σελήνη· σοὶ ἐντυγχάνει τὰ ἄστρα· σοὶ ὑπακούει τὸ φῶς· σὲ φρίττουσιν ἄβυσσοι· σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας. Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν, οἱ τῶν Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, κύκλῳ ἑστῶτα, καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξῃς κατακαλύπτεται. Σὺ γάρ, Θεὸς ὢν ἀπερίγραπτος ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεᾶσθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ’ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν. Τὰς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα· Σὺ γάρ, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῆς γῆς ὤφθης καὶ τοῖς ἀνθρώποις συνανεστράφης· Σὺ καὶ τὰ Ἰορδάνεια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας αὐτοῖς τὸ Πανάγιόν σου Πνεῦμα, καὶ τὰς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (τρίς). Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, ἀγγελικῆς ἰσχύος πεπληρωμένον. Φυγέτωσαν ἀπ’ αὐτοῦ οἱ ἐπιβουλεύοντες τῷ πλάσματί σοι· ὅτι τὸ ὄνομά σου, Κύριε, ἐπεκαλεσάμην, τὸ θαυμαστὸν καὶ ἔνδοξον καὶ φοβερὸν τοῖς ὑπεναντίοις.
Καὶ ἐμφυσᾷ τὸ ὕδωρ τρίς· καὶ σφραγίζει τῇ δεξιᾷ τρίτον καὶ ἐπεύχεται, λέγων:
Συντριβήτωσαν ὑπὸ τὴν σημείωσιν τοῦ τύπου τοῦ τιμίου Σταυροῦ σου πᾶσαι αἱ ἐνάντιαι δυνάμεις (τρίς). Ὑποχωρησάτωσαν ἡμῖν πάντα τὰ ἐναέρια καὶ ἀφανῆ εἴδωλα, καὶ μὴ ὑποκρυβήτω τῷ ὕδατι τούτῳ δαιμόνιον σκοτεινόν, μηδὲ συγκαταβήτω τῷ βαπτιζομένω (τῇ βαπτιζομένῃ), δεόμεθά σου, Κύριε, πνεῦμα πονηρόν, σκότωσιν λογισμῶν καὶ ταραχὴν διανοίας ἐπάγον. Ἀλλὰ σύ, Δέσποτα τῶν ἁπάντων, ἀνάδειξον τὸ ὕδωρ τοῦτο, ὕδωρ ἀπολυτρώσεως, ὕδωρ ἁγιασμοῦ, καθαρισμὸν σαρκὸς καὶ πνεύματος, ἄνεσιν δεσμῶν, ἄφεσιν παραπτωμάτων, φωτισμὸν ψυχῆς, λουτρὸν παλλιγγενεσίας, ἀνακαινισμὸν πνεύματος, υἱοθεσίας χάρισμα, ἔνδυμα ἀφθαρσίας, πηγὴν ζωῆς· σὺ γὰρ εἶπας, Κύριε· Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· σὺ ἐχαρίσω ἡμῖν τὴν ἄνωθεν ἀναγέννησιν, δι’ ὕδατος καὶ Πνεύματος. Ἐπιφάνηθι, Κύριε, τούτῳ· καὶ δὸς μεταποιηθῆναι τὸν ἐν αὐτῷ βαπτιζόμενον (τὴν ἐν αὐτῷ βαπτιζομένην), εἰς τὸ ἀποθέσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἐνδύσασθαι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ἵνα, γενόμενος (γενομένη) σύμφυτος τῷ ὁμοιώματι τοῦ θανάτου σου διὰ τοῦ Βαπτίσματος, κοινωνὸς καὶ τῆς ἀναστάσεώς σου γένηται· καὶ φυλάξας (φυλάξασα) τὴν δωρεὰν τοῦ Ἁγίου σου Πνεύματος καὶ αὐξήσας (αὐξήσασα) τὴν παρακαταθήκην τῆς χάριτος, δέξηται τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ συγκαταριθμηθῇ τοῖς πρωτοτόκοις, τοῖς ἀπογεγραμμένοις ἐν οὐρανῷ, ἐν σοὶ τῷ Θεῷ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Ὅτι σοὶ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοὶ Κύριε.
Καὶ ἐμφυσᾷ ὁ Ἱερεὺς εἰς τὸ ἀγγεῖον τοῦ ἐλαίου, βασταζόμενον ὑπὸ τοῦ Διακόνου καὶ σφραγίζει διὰ τῆς χειρὸς τρὶς τοῦτο, ἤτοι τὸ ἔλαιον.
Τοῦ Κυρίου δεηθῶμεν.
Δέσποτα, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ τοῖς ἐν τῇ κιβωτῷ τοῦ Νῶε περιστερὰν ἀποστείλας, κάρφος ἐλαίας ἔχουσαν ἐπὶ τοῦ στόματος, καταλλαγῆς σύμβολον, σωτηρίας τε τῆς ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ τὸ τῆς χάριτος μυστήριον δι’ ἐκείνων προτυπώσας· ὁ καὶ τῆς ἐλαίας τὸν καρπὸν εἰς πλήρωσιν τῶν ἁγίων σου Μυστηρίων χορηγήσας, ὁ δι’ αὐτοῦ καὶ τοὺς ἐν νόμῳ Πνεύματος Ἁγίου πληρώσας καὶ τοὺς ἐν χάριτι τελειῶν· Αὐτὸς εὐλόγησον καὶ τοῦτο τὸ ἔλαιον, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου σου Πνεύματος, ὥστε γενέσθαι αὐτὸ χρίσμα ἀφθαρσίας, ὅπλον δικαιοσύνης, ἀνακαινισμὸς ψυχῆς καὶ σώματος, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον, εἰς ἀπαλλαγὴν κακῶν, πᾶσι τοῖς χριομένοις αὐτὸ ἐν πίστει, ἢ καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ. Εἰς δόξαν σήν, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ παναγίου καὶ ἀγαθοῦ καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρόσχωμεν.
Ὁ δὲ Ἱερεύς, λαβὼν τὸ ἀγγεῖον τοῦ ἐλαίου καταχέει ἐξ αὐτοῦ ἐν τῇ κολυμβήθρᾳ, ποιῶν σταυροὺς γ' καὶ ψάλλων ἐν ἑκάστῳ σταυρῷ τὸ Ἀλληλούϊα (γ').
Εἶτα ἐκφωνεῖ·

Εὐλογητὸς ὁ Θεός, ὁ φωτίζων καὶ ἁγιάζων πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ προσφέρεται ὁ βαπτιζόμενος. Ὁ δὲ Ἱερεὺς λαμβάνει ἐκ τοῦ ἁγίου ἐλαίου διὰ τῶν τριῶν δακτύλων τῆς δεξιᾶς καὶ ποιεῖ Σταυροῦ τύπον ἐπὶ τοῦ μετώπου, καὶ τοῦ στήθους, καὶ τῶν μεταφρένων τοῦ βαπτιζομένου, λέγων·
Χρίεται ὁ δοῦλος (ἡ δούλη) τοῦ Θεοῦ (ὁ ἢ ἡ δεῖνα), ἔλαιον ἀγαλλιάσεως, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Καὶ σφραγίζων αὐτοῦ (αὐτῆς) τὸ στῆθος καὶ τὰ μετάφρενα, λέγει·
Εἰς μὲν τὸ στῆθος·
Εἰς ἴασιν ψυχῆς καὶ σώματος.
Εἰς δὲ τὰς ἀκοάς·
Εἰς ἀκοὴν πίστεως.
Εἰς τοὺς πόδας·
Τοῦ πορεύεσθαι τὰ διαβήματά σου.
Εἰς τὰς χεῖρας·
Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με.
Καὶ ὅταν χρισθῇ ἐκ τοῦ ἐλαίου ὅλον τὸ σῶμα ὑπὸ τοῦ Ἀναδόχου, βαπτίζει αὐτόν ὁ Ἱερεύς, ὄρθιον αὐτόν κατέχων καὶ βλέποντα κατὰ ἀνατολὰς καὶ λέγων·
Βαπτίζεται ὁ δοῦλος (ἡ δούλη) τοῦ Θεοῦ (ὁ ἢ ἡ δεῖνα) εἰς τὸ ὄνομα τοῦ Πατρός, Ἀμήν· καὶ τοῦ Υἱοῦ, Ἀμήν· καὶ τοῦ Ἁγίου Πνεύματος, Ἀμήν. (ἑκάστῃ προσρήσει κατάγων αὐτόν καὶ ἀνάγων).
Καὶ λούει αὐτοῦ ὁ Ἱερεύς, ὅλον τὸ σῶμα καλῶς.
Εἶτα λαμβάνει αὐτόν ὁ Ἀνάδοχος ἐκ τῆς ἁγίας Κολυμβήθρας διὰ τῶν χειρῶν τοῦ Ἱερέως ὑπτίαις χερσί, σαβάνου (σινδονίου] λευκοῦ πρότερον ἐφαπλωθέντος ἐν ταῖς χερσίν.)


Ψαλμὸς λα' (31)
Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι (ἐκ γ'). Μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν. Ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ’ ἐμὲ ἡ χείρ σου, ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. Τὴν ἀνομίαν μου ἐγνώρισα καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος, ἐν καιρῷ εὐθέτῳ. Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν, πρὸς αὐτόν οὐκ ἐγγιοῦσι. σὺ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὔκ ἐστι σύνεσις· ἐν κημῷ καὶ χαλινῷ τάς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Καὶ μετὰ τοῦτο λέγει ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·
Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ ΤΟΥ ΜΥΡΟΥ
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς ὁ Παντοκράτωρ, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ ἥλιος τῆς δικαιοσύνης, ὁ λάμψας τοῖς ἐν σκότει φῶς σωτηρίας, διὰ τῆς ἐπιφανείας τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ χαρισάμενος ἡμῖν τοῖς ἀναξίοις τὴν μακαρίαν κάθαρσιν ἐν τῷ ἁγίῳ Βαπτίσματι, καὶ τὸν θεῖον ἁγιασμὸν ἐν τῷ ζωοποιῷ χρίσματι· ὁ καὶ νῦν εὐδοκήσας ἀναγεννῆσαι τὸν δοῦλόν σου τὸν (τὴν δούλην σου τὴν) νεοφώτιστον δι’ ὕδατος καὶ Πνεύματος, καὶ τὴν τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων ἄφεσιν αὐτῷ (αὐτῇ) δωρησάμενος· Αὐτὸς οὖν, Δέσποτα παμβασιλεῦ εὔσπλαγχνε, χάρισαι αὐτῷ καὶ τὴν σφραγῖδα τῆς δωρεᾶς τοῦ ἁγίου καὶ παντοδυνάμου, καὶ προσκυνητοῦ σου Πνεύματος, καὶ τὴν μετάληψιν τοῦ ἁγίου Σώματος, καὶ τοῦ τιμίου Αἵματος τοῦ Χριστοῦ σου. Φύλαξον αὐτόν (αὐτήν) ἐν τῷ σῷ ἁγιασμῷ· βεβαίωσον ἐν τῇ Ὀρθοδόξῳ πίστει ῥῦσαι ἀπὸ τοῦ πονηροῦ, καὶ πάντων τῶν ἐπιτηδευμάτων αὐτοῦ, καὶ τῷ σωτηρίῳ σου φόβῳ, ἐν ἁγνείᾳ καὶ δικαιοσύνῃ τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) διατήρησον ἵνα, ἐν παντὶ ἔργῳ καὶ λόγῳ εὐαρεστῶν (εὐαρεστοῦσά) σοι, υἱὸς (θυγατέρα) καὶ κληρονόμος τῆς ἐπουρανίου σου γὲνηται βασιλείας. Ὅτι σὺ εῖ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ μετὰ τὴν Εὐχήν, χρίει τὸν βαπτισθέντα ὁ Ἱερεὺς τῷ ἁγίῳ Μύρῳ, ποιῶν τοῦ Σταυροῦ τύπον ἐπὶ τοῦ μετώπου, τῶν ὀφθαλμῶν, τῶν μυκτήρων, τοῦ στόματος, τῶν δύο ὤτων, τοῦ στήθους, τῶν χειρῶν καὶ τῶν ποδῶν, λέγων·
Σφραγὶς δωρεᾶς Πνεύματος Ἁγίου. Ἀμήν.
Εἶτα ἐνδύων αὐτόν τὸν χιτῶνα λέγει.
Ἐνδύεται ὁ δοῦλος (δούλη) τοῦ Θεοῦ (ὁ ἢ ἡ δεῖνα) χιτῶνα δικαιοσύνης, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Καὶ ψάλλεται Τροπάριον εἰς ἦχον πλ. δ'.
Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Ὁ Ἱερεὺς νιψάμενος, θυμιᾷ τὴν Κολυμβήθραν, περιερχόμενος αὐτὴν γύρωθεν μετὰ τοῦ Ἀναδόχου, κατ’ ἐνώπιον ἱσταμένου καὶ βαστάζοντος τὸ νεοφώτιστον βρέφος καὶ ψάλλων εἰς ἦχον α'.
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούΐια (ἐκ τρίτου).
Δόξα. Καὶ νῦν. Χριστόν ἐνεδύσασθε. Ἀλληλούΐα.
Δύναμις.
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούΐα.

Πρόσχωμεν.
Προκείμενον. Ήχος γ'.
Κύριος φωτισμός μου καὶ σωτήρ μου.
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.
Σοφία.
Πρὸς Ῥωμαίους ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Πρόσχωμεν.
(Κεφ. στ΄ 3-11)
Ἀδελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς, τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστός, ἐγερθεὶς ἐκ νεκρών, οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ, ὁ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἲναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

+ Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.
Ἀλληλούΐα, ἀλληλούΐα, ἀλληλούΐα.

Σοφία ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
(Κεφ. κη΄ 16-20)
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα Μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὅρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτόν, προσεκύνησαν αὐτῷ· οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ἡμῖν καὶ ἰδού, ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τάς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.

ΕΥΧΑΙ ΤΗΣ ΑΠΟΛΥΣΕΩΣ
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λύτρωσιν ἁμαρτιῶν, διὰ τοῦ ἁγίου Βαπτίσματος, τῷ δούλῳ (τῇ δούλῃ) σου δωρησάμενος, καὶ ζωὴν ἀναγεννήσεως αὐτῷ (αὐτῇ) χαρισάμενος· Αὐτός, Δέσποτα Κύριε, τὸν φωτισμὸν τοῦ προσώπου σου ἐν τῇ καρδίᾳ αὐτοῦ (αὐτῆς) ἐναυγάζειν διὰ παντὸς εὐδόκησον· τὸν θυρεὸν τῆς πίστεως αὐτοῦ (αὐτῆς) ἀνεπιβούλευτον ἐχθροῖς διατήρησον· τὸ τῆς ἀφθαρσίας ἔνδυμα, ὁ περιεβάλετο, ἀρρύπωτον ἐν αὐτῷ (αὐτῇ) καὶ ἀμόλυντον διαφύλαξον· ἄθραυστον ἐν αὐτῷ (αὐτῇ) τὴν πνευματικὴν σφραγῖδα τῇ χάριτί σου διατηρῶν, καὶ ἵλεως αὐτῷ (αὐτῇ) τε καὶ ἡμῖν γενόμενος, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῆς κολυμβήθρας τὴν οὐράνιον ἔλλαμψιν τοῖς βαπτιζομένοις παρέχων· ὁ ἀναγεννήσας τὸν δοῦλον (τὴν δούλην) σου τὸν (τήν) νεοφώτιστον δ’ ὕδατος καὶ πνεύματος, καὶ τὴν τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων ἄφεσιν αὐτῷ (αὐτῇ) δωρησάμενος, ἐπίθες αὐτῷ (αὐτῇ) τὴν χεῖρά σου τὴν κραταιάν, καὶ φύλαξον αὐτόν (αὐτήν) ἐν τῇ δυνάμει τῆς σῆς ἀγαθότητος· ἄσυλον τὸν ἀρραβῶνα διαφύλαξον καὶ ἀξίωσον αὐτόν (αὐτήν) εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ εἰς τὴν σὴν εὐαρεστίαν. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

+ Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ ἐνδυσάμενος (ἡ ἐνδυσαμένη) σε, τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν, σοὶ ὑπέκλινε σὺν ἡμῖν τὴν ἑαυτοῦ (ἑαυτῆς) κεφαλὴν ὃν διαφύλαξον ἀήττητον ἀγωνιστὴν διαμεῖναι κατὰ τῶν μάτην ἔχθραν φερομένων κατ’ αὐτοῦ (αὐτῆς) τε καὶ ἡμῶν, τῷ δὲ σῷ ἀφθάρτῳ στεφάνῳ μέχρι τέλους νικητὰς πάντας ἀνάδειξον. Ὅτι σόν ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμάς, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἱερεὺς λύει τὸ ζωνάριον τοῦ παιδίου καὶ τὸ σάβανον (μυρόπανον) καί, ἐνώσας τάς ἄκρας αὐτῶν, βρέχει μετὰ ὕδατος καθαροῦ αὐτὰς καὶ ῥαίνει τὸ παιδίον, λέγων·
Ἐδικαιώθης, ἐφωτίσθης.
Καὶ λαβὼν σπόγγον καινὸν ἢ βάμβακα μεθ’ ὕδατος, ἀποσπογγίζει τὸ πρόσωπον αὐτοῦ, σὺν τῇ κεφαλῇ, καὶ τὸ στῆθος καὶ τὰ λοιπά, λέγων·
Ἐβαπτίσθης, ἐφωτίσθης, ἐμυρώθης, ἡγιάσθης, ἀπελούσθης εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

ΕΥΧΗ ΕΙΣ ΤΡΙΧΟΚΟΥΡΙΑΝ
Τοῦ Κυρίου δεηθῶμεν.
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τῇ εἰκόνι σου τιμήσας τὸν ἄνθρωπον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος εὐπρεποῦς κατασκευάσας αὐτόν, ὡς ἂν τὸ σῶμα ἐξυπηρετῆσαι τῇ λογικῇ ψυχῇ· κεφαλὴν μὲν ἐπὶ τῶν ὑψηλοτάτων θείς, καὶ ἐν αὐτῇ τάς πλείστας τῶν αἰσθήσεων καθιδρύσας, μὴ παρεμποδιζούσας ἀλλήλαις· ταῖς δὲ θριξὶ τὴν κεφαλὴν ὀροφώσας, πρὸς τὸ μὴ βλάπτεσθαι ταῖς μεταβολαῖς τῶν ἀέρων, καὶ πάντα τὰ μέλη αὐτῷ χρησίμως ἐμφυτεύσας, ἵνα διὰ πάντων εὐχαριστῇ σοι τῷ ἀριστοτέχνῃ. Αὐτός, Δεσπότα, ὁ διὰ τοῦ σκεύους τῆς ἐκλογῆς σου Παύλου τοῦ Ἀποστόλου ἐντειλάμενος ἡμῖν πάντα εἰς δόξαν σὴν ποιεῖν, τὸν προσελθόντα (τὴν προσελθοῦσαν) δοῦλον (δούλην) σου ἀπαρχὴν ποιήσασθαι κείρασθαι τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ (αὐτῆς), εὐλόγησον, ἅμα τῷ αὐτοῦ (αὐτῆς) ἀναδόχῳ· καὶ δὸς αὐτοῖς πάντα μελετᾶν ἐν τῷ νόμῳ σου καὶ τὰ εὐάρεστά σοι πράττειν. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἱερεὺς κρατῶν τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ βαπτισθέντος ἐπεύχεται·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τοῦ πληρώματος τῆς κολυμβήθρας διὰ τῆς σῆς ἀγαθότητος ἁγιάσας τοὺς εἰς σὲ πιστεύοντας, εὐλόγησον τὸ παρὸν νήπιον, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἡ εὐλογία σου καταβήτω. Καὶ ὡς εὐλόγησας διὰ τοῦ προφήτου Σαμουήλ, Δαυῒδ τὸν βασιλέα, εὐλόγησον καὶ τὴν κεφαλὴν τοῦ δούλου (τῆς δούλης) σου (τοῦδε ἢ τῆσδε), διὰ χειρὸς ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἐπιφοιτῶν αὐτῷ (αὐτῇ) τῷ Πνεύματί σου τῷ Ἁγίῳ, ὅπως προκόπτων (προκόπτουσα) ἐν ἡλικίᾳ καὶ πολιᾷ γήρως, δόξαν σοι ἀναπέμψῃ, καὶ ἴδῃ τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτοῦ (αὐτῆς). Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἱερεὺς κείρει τὴν κόμην τῆς κεφαλῆς τοῦ παιδίου σταυροειδῶς, λέγων·
Κείρεται ὁ δοῦλος (ἡ δούλη) τοῦ Θεοῦ (δεῖνα) τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ (αὐτῆς), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον, καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγιείας καὶ σωτηρίας τῶν δούλων σου, τοῦ (τῆς) νεοφώτιστου (τοῦ ἢ τῆς δεῖνος), τοῦ ἀναδόχου (τοῦ ἢ τῆς δεῖνος), καὶ παντὸς τοῦ περιεστῶτος λαοῦ.

Ὅτι ἐλεήμων, καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ’ οὕτως ἡ Ἀπόλυσις, τοῦ Βαπτίσματος ὡς ἀκολούθως·
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον Κύριε, ἐλέησον Κύριε, ἐλέησον. Πάτερ ἅγιε, εὐλόγησον.

Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τοῦ τιμίου, ἐνδόξου προφήτου, προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (τοῦ ἁγίου οὗ τὸ ὄνομα ἔλαβεν ὁ ἢ ἡ νεοφώτιστος), καὶ πάντων τῶν Ἁγίων, ἐλέησαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Δι’ εὐχῶν τῶν ἁγίων...

Δεῖ γιγνώσκειν ὅτι ἐν τῷ νίπτεσθαι τὸν Ἱερέα, μετά τὸ Βάπτισμα και το χρῖσμα τοῦ Παιδίου, ἔθος ἐστὶ παρά τισι ψάλλειν, ἐν μὲν τῇ Διακαινησίμῳ Ἑβδομάδι, καὶ μέχρι τῆς Ἀποδόσεως τοῦ Πάσχα, τὰς Καταβασίας τῆς Ἀναστάσεως, ἐν δὲ τῷ λοιπῷ τοῦ ἐνιαυτοῦ τὰς καταβασίας ταῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ.

Τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ
Ὠδὴ α΄. Ἦχος πλ. δ'.

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ΄.
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ΄.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Ὠδὴ ε΄.
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς΄.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ΄.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η΄.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ΄.
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.
Ἄλλη.
Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ - κατήργηται σήμερον· τῆς γὰρ προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος· ἣν πᾶσαι αἱ δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.

Τοῦ Ἁγίου Πάσχα
Ὠδὴ α΄.

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας
Ὠδὴ γ΄.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Ὠδὴ δ΄.
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ὠδὴ ε΄.
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Ὠδὴ ς΄.
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Ὠδὴ ζ΄.
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὠδὴ η΄.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ΄.
Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ἁγνὴ Παρθένε χαῖρε καὶ πάλιν ἐρῶ χαῖρε· ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.