Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης τῆς Προφήτιδος.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τῶν Ἁγίων
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Δίκαιος καὶ τέλειος, καὶ κατὰ πάντα ἀοίδιμος, χρηματίζων θεόπνευστε, Θεὸν μόνον τέλειον, εἰς τὸ δικαιῶσαι, τὸν κόσμον ἐλθόντα, καθυπεδέξω ταῖς χερσί, σωματωθέντα καὶ ἀπολέλυσαι, τοῦ σώματος βοῶν αὐτῷ· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ἐν εἰρήνῃ φιλάνθρωπε, ὅτι εἶδόν σε σήμερον.
Ἦχος δ'
Νεάζων τῷ πνεύματι, προβεβηκὼς δὲ τῷ σώματι, Συμεὼν κεχρημάτισαι, μὴ ὄψεσθαι θάνατον, ἕως ἴδῃς βρέφος, νέον τὸν προόντα, πρὸ τῶν αἰώνων Ποιητήν, Θεὸν τόν ὅλων σάρκα πτωχεύσαντα, ἰδὼν δὲ ἀνεσκίρτησας, καὶ τῆς σαρκὸς λύσιν ᾔτησας, πρὸς τὰ θεῖα σκηνώματα, μεταβὰς ἀγαλλόμενος.
Ἦχος δ'
Ἄννα ἡ θεόπνευστος, καὶ Συμεὼν ὁ πανόλβιος, προφητείᾳ λαμπόμενοι, ἐν νόμῳ τε ἄμεμπτοι, ἀποδεδειγμένοι, τὸν νόμου Δοτῆρα, βρέφος ὀφθέντα καθ' ἡμᾶς, ἰδόντες τοῦτον νῦν προσεκύνησαν, αὐτῶν τὴν Μνήμην σήμερον, περιχαρῶς ἑορτάσωμεν, κατὰ χρέος δοξάζοντες, Ἰησοῦν τὸν φιλάνθρωπον.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, νῦν τοῦ θείου φόβου, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄσβεστον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ εὕρω Δέσποινα, εὐφραινόμενος πάντοτε.
Σταυροθεοτοκίον
Ἦχος δ'

Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον Σταύρωσιν

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Δέχου τὸν ὕμνον Συμεὼν Θεοδόχε.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

Δικαίων σκηνώμασι, περιχαρῶς αὐλιζόμενος, τὸν δίκαιον Κύριον, Συμεὼν δίκαιε, τοὺς τὴν θείαν σου, τελοῦντας δικαιῶσαι, μετάστασιν αἴτησαι, μακαριώτατε.

Ἐν νόμῳ γενόμενος, Ἱερουργὸς Ἱερώτατε, ὃν νόμος ἐκήρυξε, βρέφος τεθέασαι, καὶ τῆς φύσεως, τῷ νόμῳ Θεοδόχε, θανὼν πρὸς ἀθάνατον, χαίρων μετέβης ζωήν.

Χειρὶ τὸν κατέχοντα, τῆς οἰκουμένης τὰ πέρατα, Παρθένου φερόμενον, χερσὶν ἑώρακας, καὶ τιμίαις σου, δεξάμενος ἀγκάλαις, Μωσέως ἀνώτερος, ὤφθης Πανόλβιε.
Θεοτοκίον
Ὁ πλήρης κεκένωται, ὁ προαιώνιος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Πλάστης πλάττεται, ὁ ἀχώρητος, χωρεῖται ἐν κοιλίᾳ, τῇ σῇ σωματούμενος, θεοχαρίτωτε.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε».

Ὑψωθεὶς ταῖς πράξεσι, ταῖς ἱεραῖς Θεηγόρε, φωτοειδὴς ὡς στῦλος ἐπερειδόμενος σαφῶς, τῷ Παναγίῳ Πνεύματι γεγένησαι· ὅθεν εὐφημοῦμέν σε.

Τὸν τοῦ νόμου Κύριον, καθυπανοίξαντα μήτραν, παρθενικὴν καὶ βρέφος σωματοφόρον Συμεών, γεγενημένον ἔβλεψας δωρούμενον, πᾶσιν ἀπολύτρωσιν.

Ὁ χειρὶ τὸν ἄνθρωπον, δημιουργήσας χερσί σου, σωματωθεὶς κρατεῖται, καθαγιάζων σε σαφῶς, καὶ πρὸς τὴν ζωὴν τὴν μέλλουσαν αἰτήσαντα, Μάκαρ ἀπολύει σε.
Θεοτοκίον
Νοητὴν λαβίδα σε, ἄνθρακα φέρουσαν θεῖον, τὸν ἐκ τῶν σῶν αἱμάτων σωματωθέντα ὑπὲρ νοῦν, ὁ Συμεὼν ὡς ἔβλεψε Πανάμωμε, χαίρων ἐμακάριζε.

Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.
Θεοτοκίον
Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν ὄντως μυστήριον! τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου, ὃν πάντοτε Ἁγνὴ ὡς Υἱόν σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνοῦσα ἀπεφθέγγετο· Τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».

Ὑπερήκμασας τῷ γήρᾳ, τῇ δὲ πίστει ἐνέαζες, νέον βρέφος θέλων, βλέψαι Συμεὼν τὸν παντέλειον, ἀνακαινίζοντα κόσμον τὸν γηράσαντα, ἐπιθέσει τοῦ παλαιοῦ πολεμήτορος.

Μακαρίσωμεν συμφώνως, Συμεὼν τὸν μακάριον, ὡς ἀξιωθέντα, βλέψαι τὸν Θεὸν τὸν μακάριον, σάρκα φορέσαντα, ὅπως ἀπεργάσηται, μακαρίους, τοὺς πρὶν ἀθλίους χρηματίζοντας.

Νομοδότην σε γινώσκω, καὶ νομίμων τῆς φύσεως, σαρκωθέντα δίχα, νόμον τε καινὸν εἰσοικίσαντα, ὁ Συμεὼν ἀνεβόα, μόνε Κύριε· Νῦν ἀπόλυσόν με, πρὸς ζωὴν τήν ἀκήρατον.
Θεοτοκίον
Ὁ χειρὶ τὰ πάντα φέρων, ἐν χερσὶ βασταζόμενος τῆς ἀειπαρθένου, ταύτην Χερουβὶμ ἀπειργάσατο, καὶ Σεραφὶμ ἀνωτέραν ὡς γεννήτριαν, ἣν ὑμνήσωμεν, καὶ εὐσεβῶς μακαρίσωμεν.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα».

Νοὸς καθαρότητι, Θεῷ τῷ παντοκράτορι, Ἄγγελος καθάπερ λειτουργήσας, Μάκαρ ἐναίμοις θυσίαις ἥγνισας, πάλαι τὸν λαὸν τοῦ, Ἰσραήλ, αἷμα τὸ σωτήριον, προδηλούσαις τρανότατα.

Σαυτὸν ἀπετέλεσας, ναὸν Θεοῦ πανάγιον, πράξεσιν ἐνθέοις θεηγόρε· ὅθεν ὡς βρέφος ἐν τῷ ἁγίῳ ναῷ, ἔβλεψας Θεὸν μετὰ σαρκός, σὲ μεταβιβάζοντα, πρὸς τὰ θεῖα σκηνώματα.

Ὑμνήσωμεν σήμερον, πνευματικῶς χορεύοντες, πάντες Συμεὼν τὸν Θεοδόχον, καὶ σὺν ἐκείνῳ, Ἄνναν τὴν σώφρονα, προφήτας ὑπάρχοντας Θεοῦ, τοῦτον κατιδόντας τε, δι' ἡμᾶς νηπιάσαντα.
Θεοτοκίον
Μὴ φλέξας τὴν μήτραν σου, ὁ φύσει ἀναλλοίωτος, μόνη Χερουβὶμ ἁγιωτέρα, ἄνθρωπος ὤφθη ἐκ σοῦ τικτόμενος, καὶ τοὺς ἀπωσθέντας τῇ φθορᾷ, πάντας ἀνεσώσατο, Θεομῆτορ πανάμωμε.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».

Ἐβόησας, ὁπηνίκα κατεῖδες τὸν Κύριον. Ὡς ὑπέσχου, νῦν τὸν δοῦλόν σου Σῶτερ ἀπόλυσον, τοῖς ἐν ᾍδῃ πᾶσι, σοῦ τὴν θείαν μηνύσοντα σάρκωσιν.

Ὡραιώθης, καὶ Μωσέως λαμπρότερος γέγονας, ἐν ἀγκάλαις, τὸν ἐν κάλλει ὡραῖον δεξάμενος, Συμεὼν Πρεσβύτα, δι' ἡμᾶς νηπιάσαντα Κύριον.

Ναμάτων σε, πεπλησμένον τῶν θείων ἀπάραντα, καὶ πρὸς ᾍδου, τοὺς κευθμῶνας χωρήσαντα βλέψαντες, οἱ ἐκεῖ δεσμῶται, Συμεὼν θείας δρόσου ἐπλήσθησαν.
Θεοτοκίον
Θηρεῦσαί με, καθ' ἑκάστην ζητεῖ ὁ παμπόνηρος, ἀλλ' αἰτοῦμαι, τῶν παγίδων ἐξάρπασον Δέσποινα, καὶ τῇ θείᾳ σκέπῃ, τῶν πτερύγων σου σῶον συντήρησον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Συμεὼν τοῦ Θεοδόχου καί, Ἄννης τῆς Προφήτιδος, ὧν ἡ Σύναξις τελεῖται ἐν τῷ σεπτῷ Ἀποστολείῳ τοῦ Ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου, τῷ ὄντι ἐν τῷ σεβασμίῳ ναῷ τῆς Ἁγίας Θεοτόκου, πλησίον τῆς ἁγιωτάτης Μεγάλης Ἐκκλησίας.
Στίχοι
Ἤγγειλε νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος,
Ἄνθρωπος ὀφθείς, μέχρι καὶ τούτων φθάσει.
Οὐ γὰρ ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
Ἕως ἐπ' αὐτῆς τὸν Θεὸν εἶδε βρέφος.
Τῇ τριτάτῃ δεσμοῖο βίαιο λύθη Συμεώνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μαρτύρων Ἀδριανοῦ καὶ Εὐβούλου.
Στίχοι
Ἀδριανόν, χαίροντα τμηθῆναι ξίφει,
Χείρ, ἡ φόνοις χαίρουσα τέμνει δημίου.
Ξίφει θανὼν Εὔβουλε, Κυρίου χάριν,
Βουλὴν ἐπέγνως ὡς ἀρεστὴν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βλασίου τοῦ Βουκόλου.
Στίχοι
Βοῶν ἐπαύλεις Βλάσιον εἶχον πάλαι,
Αὐλαὶ δὲ νῦν ἔχουσιν αὐτὸν Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ προφήτης Ἀζαρίας, υἱὸς Ἀδδώ, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Χρησμοὺς διδόντος πρὶν θανεῖν Ἀζαρίου,
Σιγᾷ προφητεύουσα λοξὰ Πυθία.

Τῇ αὐτῇ ἡμέρᾳ, Παῦλος καὶ Σίμων οἱ Μάρτυρες ξίφει τελειοῦνται.
Στίχοι
Καὶ Παῦλον ὧδε, καὶ Σίμωνα γραπτέον,
Μὴ καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κλαύδιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἔχαιρεν εὑρὼν Κλαύδιος βίου τέλος,
Ὡς εἴ τις εὕροι ψαλμικῶς πολλὰ σκῦλα.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Ἐννομώτατα Κυρίῳ παντοκράτορι, σὺ ἐλειτούργησας, δίκαιος ὡς ἀληθῶς, ἐν νόμῳ τε ἄμεμπτος Μάκαρ γενόμενος· ὅθεν ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.

Ἡ χαρὰ τῶν θλιβομένων ἐπεδήμησεν, ἡ ἀπολύτρωσις, τοῦ Ἰσραὴλ ἀληθῶς, ὡράθη ὡς νήπιον ἐν τῷ ναῷ αὐτοῦ, ἀπολύων με, πρὸς τὴν ζωὴν τὴν μέλλουσαν, Συμεὼν ἐβόα χαίρων.

Διὰ σπλάγχνα οἰκτιρμῶν σου κεκμηκότα με, νόμου τῷ γράμματι, κατακαμφθέντα τε, τῷ γήρᾳ ἀπόλυσον Σῶτερ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε, ὁ Συμεὼν ἐκραύγαζεν, ἐπὶ γῆς φοροῦντα σάρκα.
Θεοτοκίον
Ὁ κενώσας ὁ πληρέστατος τὸν ἄχραντον, κόλπον τοῦ φύντος Πατρός, σοῦ ἐν τοῖς κόλποις Ἁγνή, ὡς βρέφος καθέζεται ἑτοιμαζόμενος, οἷς ἠθέλησεν, ὁμοιωθῆναι Ἄχραντε, ἱερὰν σαφῶς καθέδραν.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Χηρεύσαντα κόσμον θείας δόξης, ἐλθόντα νυμφοστολῆσαι τὸν Ὑπέρθεον, χήρα χρηματίζουσα, Ἄννα ἡ πανεύφημος, καὶ Προφητείας χάριτι περιαστράπτουσα, ἐδόξασεν αὐτὸν καὶ τὸ μέλλον, πᾶσι τοὶς παροῦσιν, ἐδήλου θεῖον λύτρον.

Ἐναίμους θυσίας προσηγάγω, ἀμνοῦ τοῦ δι' οἶκτον ἀδιήγητον, αἷμα τὸ σωτήριον, χυθὲν τὸ ἱερώτατον, προμηνυούσας πόρρωθεν, ὃν σωματούμενον, κρατήσας Συμεών ἐδοξάσθης, ὑπὲρ Μωϋσέα, καὶ πάντας τοὺς Προφήτας.

Ἰδὼν τὸν ποθούμενον τὴν λύσιν, ὑπέστης τοῦ σώματος θεόπνευστε, καὶ καθάπερ ὥριμος, σῖτος μεταβέβηκας, πρὸς τοὺς πατέρας ἔνδοξε, τραφεὶς ἐν γήρᾳ καλῷ· διὸ σου τὴν πανέορτον μνήμην, ἐν ἀγαλλιάσει, ψυχῆς ἐπιτελοῦμεν.
Θεοτοκίον
Ὡς κρίνον, ὡς εὔοσμον σε ῥόδον, ὡς θεῖον ὀσφράδιον ἐδρέψατο, Λόγος ὁ ὑπέρθεος, πάναγνε Θεόνυμφε, καὶ σοῦ τὴν μήτραν ᾤκησεν εὐωδιάζων ἡμῶν, τὴν φύσιν δυσωδίας πλησθεῖσαν, τὴν ἐξ ἁμαρτίας, Μαρία Θεοτόκε.

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε, Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

Σεπταί σου αἱ χεῖρες ἀληθῶς προσψαύσασθαι, Θεοδόχε θείοις μέλεσι, τοῦ ἁπτομένου τῶν ὀρέων, ὡς Δαυῒδ μελῳδεῖ καὶ καπνίζονται, μακάριος τῷ ὄντι σὺ γέγονας· ὅθεν ἀξίως εὐφημοῦμέν σε.

Ἡ θήκη σου βλύζει τοῖς πιστοῖς ἰάματα, ἡ δὲ μνήμη μεμακάρισται, λάμπουσα, πλέον τοῦ ἡλίου, καὶ πάντων τὰς ψυχὰς σελαγίζουσα, πρὸς φῶς θεογνωσίας ἀνάγουσα, Ἱερομύστα πανσεβάσμιε.

Φωτίζουσι φέγγει νοητῷ ὡς ἥλιος, καὶ σελήνη τὴν ὑφήλιον, Ἄννα ἡ σώφρων καὶ προφῆτις, ὁ Πρέσβυς Συμεών τε ὁ ἔνδοξος· δι' ὧν ἡμᾶς φιλάνθρωπε Κύριε, ἁμαρτημάτων σκότους λύτρωσαι.
Θεοτοκίον
Φανεῖσαν Μητέρα σε Θεοῦ ὡς ἔβλεψε, Θεοτόκε ὁ πρεσβύτατος, ἔφησεν οἷά περ προφήτης· Ἰδοὺ ὁ σὸς Υἱὸς εἰς ἀνάστασιν, καὶ πτῶσιν τῶν πολλῶν κεῖται Δέσποινα, καὶ εἰς σημεῖον δυσερμήνευτον.