Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Προσόμοια τῆς Ἁγίας
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἄφθορον ἐτήρησας, σῶμα Χριστῷ τῷ Νυμφίῳ σου, παρθενίας ἐν κάλλεσιν, Ἀγάθη Θεόνυμφε, καθωραϊσμένη, καὶ λελαμπρυσμένη, μαρτυρικαῖς μαρμαρυγαῖς, καὶ πρός νυμφῶνα θεῖον ἐχώρησας· διό σου τὴν παγκόσμιον, ἐπιτελοῦμεν πανήγυριν, τὸν Σωτῆρα δοξάζοντες, τὸν ἀεὶ σε δοξάσαντα.
Ἦχος δ'
Μαστοῦ τὴν ἀφαίρεσιν, καὶ τοῦ πυρὸς τὴν κατάφλεξιν, καὶ ξεσμοὺς τοὺς τοῦ σώματος, ὑπήνεγκας, Ἔνδοξε, τὰς αἰωνιζούσας, ὄμμασι καρδίας, ἀποσκοποῦσα ἀμοιβάς, καὶ τὴν ἐκεῖθεν μακαριότητα, καὶ στέφος τὸ ἀμάραντον, ὃ σοι Χριστὸς νῦν δεδώρηται, δι' αὐτὸν παναοίδιμε, ἀθλησάσῃ λαμπρότατα.
Ἦχος δ'
Ὅρμημα ἀκάθεκτον, πυρὸς αἰτναίου ἀνέστειλας, σαῖς εὐχαῖς Ἀγαθώνυμε, καὶ πόλιν διέσωσας, τὸ σεπτόν σου Μάρτυς, λείψανον τιμῶσαν, ἐξ οὗ τρυφᾷ τοὺς ποταμούς, τῶν ἰαμάτων ἐν θείῳ Πνεύματι· ἐν ταύτῃ γὰρ ἀθλήσασα, τὸν δυσμενῆ ἐταπείνωσας, καὶ τῆς νίκης τὸν στέφανον, ἐκομίσω πανεύφημε.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, νῦν τοῦ θείου φόβου, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄσβεστον καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ εὕρω Δέσποινα, εὐφραινόμενος πάντοτε.
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον Σταύρωσιν.

Ἀπολυτίκιον τῆς Ἁγίας
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Η αμνάς σου Ιησού, κράζει μεγάλη τή φωνή Σέ νυμφίε μου ποθώ, καί σέ ζητούσα αθλώ, καί συσταυρούμαι, καί συνθάπτομαι τώ βαπτισμώ σου, καί πάσχω διά σέ, ως βασιλεύσω συν σοί, καί θνήσκω υπέρ σού, ίνα καί ζήσω εν σοί αλλ' ως θυσίαν άμωμον, προσδέχου τήν μετά πόθου τυθείσάν σοι, Αυτής πρεσβείαις, ως ελεήμων σώσον τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς.
Τὴν θείαν Ἀγάθην ἀγαθοῖς μέλψωμεν ἐν ὕμνοις.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».

Τῶν ἀγαθῶν, πρώτην αἰτίαν ποθήσασα, ἀγαθωνύμου κλήσεως, Μάρτυς ἠξίωσαι, τῆς ἀφράστου προνοίας, τῶν τρόπων σου προγνούσης τὴν ἀγαθότητα.

Ἤρθης Ἁγνή, πρὸς πολιτείαν ὑπέρλαμπρον, τοῦ τῆς σαρκὸς φρονήματος καταφρονήσασα, καὶ τῷ ποθεινοτάτῳ, Νυμφίῳ σου συντόνως ἐνατενίζουσα.

Νύμφη Θεοῦ, θεία Ἀγάθη κεκόσμησαι, καὶ παρθενίας κάλλεσι, καὶ θείοις αἵμασι, τοῦ σεπτοῦ μαρτυρίου, διπλοῖς στεφανουμένη στέμμασιν ἔνδοξε.
Θεοτοκίον
Θεοπρεπές, σκήνωμα Ἁγνὴ σὺ πέφηνας, τῶν οὐρανῶν πλατύτερον καὶ καθαρώτερον, Θεοτόκε Παρθένε, καὶ νῦν ἐπὶ σοὶ χαίρει ὁ τῶν Παρθένων χορός.

Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Ἀγάθη τὸ φαιδρὸν καὶ τὸ τερπνότατον, τῶν θείων Μαρτύρων ἄνθος, καὶ κλέος, τῆς ψυχῆς μου σὺ τὴν κάκωσιν, θεραπεύουσα Μάρτυς κατακάλλυνον.

Γονίμοις ἀρεταῖς αὐτὴν ἐφαίδρυνας, Ἀγάθη καὶ Μάρτυς ἀνηγορεύθης, τῶν προσκαίρων ἀλογήσασα, καὶ Θεοῦ βασιλείαν ἀγαπήσασα.

Ἁπάντων τῶν τερπνῶν Χριστὸν προέκρινας, Ἀγάθη θελχθεῖσα τῷ θείῳ πόθῳ, καὶ τυράννων τὰ φρυάγματα, εὐφθαρσῶς καὶ ἀνδρείως κατεπάτησας.
Θεοτοκίον
Θεόνυμφε σεμνὴ Θεὸν ὃν ἔτεκες, δυσώπει ῥυσθῆναι τοὺς σὲ ὑμνοῦντας, πειρασμῶν καὶ περιστάσεων, καὶ παθῶν καὶ κινδύνων παμμακάριστε.

Κάθισμα τῆς Ἁγίας
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Κλέος πίστεως καὶ εὐσεβείας, ὁσιότητος καὶ παρθενίας, προθυμίᾳ κοσμουμένη ἀθλήσεως, ἀνηγορεύθη, Ἀγάθη Νοῦς ὅσιος, αὐτοπροαίρετος, ὄντως τιμὴ εἰς Θεόν, πατρίδος λύτρωσις, Χριστῷ νυμφικῶς πρεσβεύουσα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥυσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

Κανών α', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· Διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε».

ᾘσχύνθη, τοῦ δολίου δράκοντος, ἡ ἀπόνοια καὶ ἠλέγχθη· παρθένοι γὰρ τούτου νῦν , τὸ φρύαγμα καταπατοῦσι, Χριστοῦ ἐκ Παρθένου ἀνατείλαντος, ἐπὶ τῆς γῆς καὶ πάντας καταυγάσαντος.

Νομίμως, σωφροσύνην ἄσπιλον, ἐξασκήσασα Ἀθλοφόρε, τὰ πνεύματα χαίρουσα, κατέλαβες τῆς πονηρίας, Χριστοῦ ὁπλισαμένη τῇ χάριτι, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων τούτου ἄρασα.

Γενοῦ μοι προστασία πάνσοφε, τῶν δεινῶν με ἐξαιρουμένη, καὶ πειρασμῶν ζάλης τε, καὶ θλίψεως καὶ δυναστείας ἐχθροῦ, λυτρωθεὶς ὅπως ὑμνήσω σε, ἀγαθὴν προστάτιν Ἀγαθώνυμε.
Θεοτοκίον
Ἀπείρως τῶν Ἀγγέλων Πάναγνε, τὰς λαμπρότητας ὑπερέβης, τὸν νοητὸν Ἥλιον, κυήσασα ἀνερμηνεύτως, Χριστὸν τὸν ἀκτῖσι τῆς Θεότητος, τὰς τῶν πιστῶν ἐννοίας καταυγάσαντα.

Κανών α', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριε, ἐν τῷ φωτί, τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν».

Θείοις προστάγμασι, ῥυθμιζομένη τοῦ Χριστοῦ ἔνδοξε, συμβολικῶς, σαρκὸς προσπαθείας ἐλύθης τῶν δεσμῶν, Ἀγάθη ἐλαία φανεῖσα κατάκαρπος.

Ὅλῳ τῷ πόθῳ Χριστοῦ, τὰς φανοτάτας ἀστραπὰς βλέπουσα, τὰς ἐπὶ γῆς, χαμαὶ συρομένας παρεῖδες ἡδονάς, ἐκείνου καὶ μόνου ποθοῦσα τερπνότητα.

Ἴνα τὴν ἄφραστον, ἀξιωθῇς διαγωγὴν ἔνδοξε, τῶν ἐκλεκτῶν, ἰδεῖν τὰς βασάνους ὑπέμεινας στερρῶς, ἀγαλλιωμένη Ἀγάθη πανεύφημε.
Θεοτοκίον
Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα Θεὸν τὸν ἀχώρητον.

Κανών α', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Ματαιόφρων ὑπάρχων ὁ τύραννος, σὲ τὴν καλλιπάρθενον συλῆσαι ἤλπισεν, ἀλλ' ἀναιδῶς ἐλήλεγκται, προσβαλὼν τῷ στερρῷ σου φρονήματι.

Ἐξεχύθη σου χάρις ἐν χείλεσι, Μάρτυς ἀγαθώνυμε· τρανῶς γὰρ ἤλεγξας τὸν προφανῶς ἀναίσχυντον, θεοδίδακτον λόγον πλουτήσασα.

Λίθος ὤφθης πανέντιμος ἔνδοξε, νοῦν αὐτοπροαίρετον ὅσιον ἔχουσα, καὶ τῆς πατρίδος λύτρωσις, ἀσφαλὴς γενομένη Ἀγάθη σεμνή.
Θεοτοκίον
Ψαλμικῶς εὐφημοῦντες βοῶμέν σοι· Χαῖρε τὸ πιότατον ὄρος Χριστοῦ τοῦ Θεοῦ, ὃ κατοικεῖν εὐδόκησε, δι' ἡμῶν σωτηρίαν Θεόνυμφε.

Κοντάκιον τῆς Ἁγίας
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Στολιζέσθω σήμερον, ἡ Ἐκκλησία, πορφυρίδα ἔνδοξον, καταβαφεῖσαν ἐξ ἁγνῶν, λύθρων Ἀγάθης τῆς Μάρτυρος· Χαῖρε, βοῶσα, Κατάνης τὸ καύχημα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Εˊ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.
Στίχοι
Χαίρει, σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη,
Μισοῦσα καὶ φῶς, εἰ πλάνων ὄψεις βλέπει.
Πέμπτῃ ἐν φυλακῇ Ἀγάθη θάνεν εἶδος ἀρίστη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ ἐν τῷ Σκοπέλῳ.
Στίχοι
Στενὴν ὁδεύσας Θεοδόσιος τρίβον,
Τὴν εὐρύχωρον τῆς Ἐδὲμ πατεῖ τρίβον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πολυεύκτου, Πατριάρχου Κωνσταντινουπόλεως.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προσταγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ὡς λίαν φαιδρῶς φθεγγομένη καὶ σαφῶς τυράννους ἔπληξας, λόγῳ σοφίας καὶ τῆς χάριτος, ὑπομονῇ τε κολάσεων· ἄνθρακας πυρὸς γὰρ ἀπόνως, καρτεροῦσα ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μανίᾳ δεινῇ, συσχεθεὶς ὁ δυσμενὴς ἐξηπορεῖτο δεινῶς, τὴν σὴν θεώμενος ἀνανέωσιν, καὶ τοῦ μαστοῦ σου τὴν βλάστησιν· χαίρουσα γὰρ Μάρτυς ἐβόας, τῷ σῷ Νυμφίῳ κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐπέστη φαιδρῶς, τοῦ Χριστοῦ ὁ μαθητὴς σοὶ φρουρουμένη, τὰς σὰς ἰώμενος δεινὰς μάστιγας, ἃς περ ὑπέστης ἀήττητε, Μάρτυς τοῦ Σωτῆρος παρθένε, ἀγαλλομένη καὶ λέγουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νεκροῦται Ἀδάμ, παραβὰς τὴν ἐντολὴν τοῦ Παντοκράτορος, σὺ δὲ τεκοῦσα τὴν αἰώνιον, ζωὴν Παρθένε Πανάμωμε, τοῦτον ἐλυτρώσω θανάτου, εὐχαρίστως σοι κράζοντα· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.

Κανών α', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐν εὐφροσύνῃ καὶ χαρᾷ, δι' αἰῶνος κατοικεῖν ἀξιωθεῖσα, τῇ ἀφράστῳ σου δόξῃ, καταυγασθῆναι τοὺς σέ, τιμῶντας Ἀγάθη δυσώπησον, καὶ τῆς ἀκηράτου ζωῆς κατατρυφῆσαι.

Νῷ καὶ καρδίᾳ καὶ ψυχῇ, ἀγαπήσασα Χριστοῦ τὴν ὑπὲρ λόγον, πολυέραστον θέαν, ἀνεπτερώθης αὐτῷ, βοῶσα· Δραμοῦμαι ὀπίσω σου, καὶ κατασκηνώσω σὺν σοὶ εἰς τούς αἰῶνας.

Ὑπερφυέσι κροσσωτοῖς, καὶ ὡραία τῇ στολῇ ἠγλαϊσμένη, βασιλέως θυγάτηρ, ἐν τῇ τιμῇ τοῦ Χριστοῦ, παρέστης Ἀγάθη κραυγάζουσα· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τούς αἰῶνας.
Θεοτοκίον
Μύρον γενόμενον ἡμῖν, Θεοτόκε τὸν Χριστὸν κυοφοροῦσα, εὐωδίασας κόσμον, ἐν θεοπνεύστοις ὀσμαῖς· διὸ σοι Παρθένε κραυγάζομεν, Χαῖρε μυροθήκη τοῦ πυριπνόου μύρου.

Κανών α', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν».

Νικητικοῖς ἐν στεφάνοις, κοσμηθεῖσα θεόφρον, Ἀγάθη δεξιᾷ ζωαρχικῇ, νῦν λυτρωθῆναι δυσώπησον, τὴν πατρίδα σου ζάλης, ὡς πρὶν πυρὸς ἀνέστειλας ὁρμήν· ἵνα ὕμνοις σε πάντες, ἀπαύστως μεγαλύνωμεν.

Ὁ θεϊκῇ προμηθείᾳ, περιέπων τὰ πάντα, Χριστὸς νῦν ἀμειβόμενος τὴν σήν, Μάρτυς ἀνδρείαν κατῴκισεν, ἐν σκηναῖς οὐρανίαις, νύμφην παναμώμητον αὐτοῦ, καὶ συγχαίρειν Ἀγγέλοις, καὶ Μάρτυσιν ἠξίωσεν.

Ἵλεων ὦ Ἀθληφόρε, τὸν Κριτὴν τῶν ἁπάντων, Χριστὸν μοι παρασκεύασον σεμνή, ταῖς ἱκεσίαις σου πάνσεμνε, καὶ πταισμάτων τὰ πλήθη, καθᾶραί μου, τὸν εὔσπλαγχνον ἀεί, δυσωποῦσα μὴ παύσῃ, Μαρτύρων ἐγκαλλώπισμα.
Θεοτοκίον
Σωματωθεὶς ἀπορρήτως, ἐξ ἁγνῶν σου αἱμάτων, ὡς ἥλιος ἐπέφανεν ἡμῖν, πάναγνε Μήτηρ ἀνύμφευτε, πρὸ αἰώνων ἁπάντων, ὁ τῷ Πατρὶ συνάναρχος Υἱός, καὶ τὸ σκότος διώξας, ἐφώτισε τὰ σύμπαντα.

Ἐξαποστειλάριον τῆς Ἁγίας
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀγάθη μεγαλώνυμε, Χριστοῦ νύμφη ἀκήρατε, κάλλος ἀπόθετον θεῖον, καὶ Μάρτυς ἠγλαϊσμένη, μνείαν ποιοῦ τῶν πίστει σε, τιμώντων καλλιπάρθενε, καὶ τὴν ἁγίαν σου μνήμην, χαρμονικῶς ἐκτελούντων, πταισμάτων λύσιν εὑρέσθαι.