Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ Προσόμοια τοῦ Ἱεράρχου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῆς Ἑλλησπόντου τὸ κλέος, ὁ τῆς Λαμψάκου φωστήρ, τῶν θαυματουργημάτων, ὁ λαμπρὸς ἑωσφόρος, Παρθένιος ὁ μέγας, πάντας ἡμᾶς, συγκαλεῖται τῇ μνήμῃ αὐτοῦ, ἑορτασμόν ἐκτελέσαι πνευματικόν, ἀνυμνοῦντας τὸν Σωτῆρα Χριστόν.
Ἦχος α'
Ἐκ νεαρᾶς ἡλικίας θεοφορούμενος, τὰ τῶν δαιμόνων στίφη, πυρὶ τῶν προσευχῶν σου, κατέφλεξας Παμμάκαρ, ἰθύνας σοφῶς, τῆς Λαμψάκου τὸ ποίμνιον· τοὺς γὰρ βωμούς τῶν εἰδώλων καταβαλών, ἐνεούργησας Θεῷ σεαυτόν.
Ἦχος α'
Ἀνακηρύττει σου θαῦμα ὁ ἀνανήξας ἰχθύς, ὁ ἀναζήσας ἄπνους, ὁ καρπὸς τῆς ἀκάρπου, ἀρούρας καὶ ἀμπέλου, βροχὴ ἱκανή, τῶν βαφῶν ἡ ἐπίτευξις. Ὡς θαυμαστὰ σου τὰ ἔργα Ἱερουργέ! ἀλλὰ πρέσβευε σωθῆναι ἡμᾶς.
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὅλως ἐκ νεότητος, ἀκολουθήσας Κυρίῳ, γονικὴν κατέλιπες, ἔνδοξε προσπάθειαν, καὶ στοργὴν κοσμικήν, καὶ ἐρήμους ᾤκησας, ἀσκητῶν τὸν βίον, ἐξασκῶν ἐν ταπεινότητι, ὃν καὶ ἐτέλεσας, ζέοντι τῷ πνεύματι Ὅσιε, καλῶς ἐμπορευσάμενος, νείμας τε τὰ ὄντα τοῖς πένησι, καὶ τὸν μαργαρίτην, τὸν τίμιον ὠνούμενος Χριστόν· οὗ καὶ τυχὼν τῆς ἐφέσεως, ἔστης ἀξιάγαστε.
Ἦχος πλ. β'
Ἔφερες τυπτόμενος, ὀνειδιζόμενος Πάτερ, διαπληκτιζόμενος, παρὰ τοῦ τεκόντος σε διὰ Κύριον, ὃν ἐπόθεις ἔνδοξε, οὗ τρωθεὶς τῷ πόθῳ, τὰ τερπνὰ οὐδὲν λελόγισαι, μητρὸς δὲ στέρησιν, καὶ τὴν ξενιτείαν ἠγάπησας, καὶ σχῆμα ἐνεδέδυσο, τὸ τῶν μοναχῶν ἱερώτατε, ἀλλὰ φανεροῖ σε, Θεὸς καὶ μὴ βουλόμενον εὐχαῖς, ταῖς μητρικαῖς Λουκᾶ Ὅσιε, καμφθεὶς ὁ φιλάνθρωπος.
Ἦχος πλ. β'
Βίον ἐκτελέσας σου, τὸν ἱερὸν πανιέρως, θαύματα ἐτέλεσας, ἱερὰ ἐξαίσια καὶ παράδοξα, τοῦ Θεοῦ σοι νείμαντος, ἀρραβῶνα ἔνθεον, καὶ πρὸς τῆς ἀνταποδόσεως, τῶν θείων πόνων σου, νέμει δὲ καὶ στέφος σοι ἄφθαρτον, καὶ δόξαν αἰωνίζουσαν, ὅταν ὡς Κριτὴς παραγένηται. Αὐτὸν οὖν δυσώπει, ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε ἀεί, ἀπὸ παντοίας κακώσεως, Λουκᾶ ὁσιώτατε.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ' ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· Χριστὸς γάρ, ἐν τῷ ναῷ ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται.
Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,
Ἄνθραξ ὁ προοφθείς, τῷ θείῳ Ἡσαΐᾳ, Χριστὸς ὡς ἐν λαβίδι, χερσὶ τῆς Θεοτόκου, νῦν τῷ πρεσβύτῃ δίδοται.
Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Φόβῳ τε καὶ χαρᾷ, ἀγκάλαις τὸν Δεσπότην, ὁ Συμεὼν κατέχων, ζωῆς ᾐτεῖτο λύσιν, ὑμνῶν τὴν Θεομήτορα.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.

Ἀπολυτίκιον τοῦ Ἱεράρχου
Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ΄ ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ΄ ἡμῶν. Ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος α'
Τῆς Ἑλλάδος τὸ κλέος καὶ τῶν Ὸσίων τὸ καύχημα, καὶ τὸν τοῦ Στειρίου φωστῆρα, καὶ οἰκήτορα ὅσιον, τιμήσωμεν ᾀσμάτων ἐν ᾠδαῖς, Λουκᾶν τὸν θεοφόρον εὐσεβῶς. Τᾠ Χριστᾠ γὰρ οἰκειοῦται διὰ παντός, τοὺς πίστει ἀνακράζοντας - δόξα τᾠ δεδωκότι σοι ἰσχύν, δόξα τᾠ σὲ στεφανώσαντι, δόξα τᾠ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Νηπιάζει δι' ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου, καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν καὶ ἄνθρωπον· καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς.
Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.
Ποίημα Κοσμᾶ Μοναχοῦ.

ᾨδὴ α'

Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».

Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς.
Τῶν θαυμάτων σου τὴν χάριν μέλπω, Μάκαρ.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

Τῷ φωτὶ τῷ θείῳ συγκραθείς, Πάτερ ἱερώτατε, δι' ἀρετῶν φῶς καθωράθης δεύτερον· διὸ τὴν φωτοφόρον σου, καὶ πανέορτον τοὺς τελοῦντας πανήγυριν, σκότους ἁμαρτίας, ταῖς σαῖς ἱκεσίαις ἐλευθέρωσον.

Ὡς φαιδρὸς ἀνέτειλας ἀστήρ, ἐν τῷ στερεώματι, τῆς τοῦ Θεοῦ Ἐκκλησίας Παρθένιε, ἰαμάτων λάμψεσιν, ἱερώτατε τῶν παθῶν τὴν σκοτόμαιναν, χάριτι διώκων, καὶ φωταγωγῶν τοὺς προσιόντας σοι.

Νοσημάτων σκότος πονηρόν, ἔλυσας Παρθένιε, τῷ φωτισμῷ σου τῶν σεπτῶν ἐντεύξεων· ὅθεν δυσωποῦμέν σε, τῶν ψυχῶν ἡμῶν τὰς ὀδύνας θεράπευσον, καὶ τὰς τῶν σωμάτων, πάσας μαλακίας ἀποδίωξον.
Θεοτοκίον
Ἀγαθὸν κυήσασα Θεόν, ἄχραντε ἀγάθυνον, τὴν ἐν πολλοῖς κεκακωμένην πάθεσι, ταπεινὴν καρδίαν μου, καὶ τὸ θέλημα ἐκτελεῖν ἐνδυνάμωσον, τοῦ σωθῆναι πάντας, θέλοντος ἀνθρώπους Λυτρωτοῦ ἡμῶν.

Ὁ Κανὼν τοῦ Ὁσίου Λουκᾶ, ἔχων ἀκροστιχίδα.
Λουκᾶν ἐπαινῶ τὸ κλέος τῆς Ἑλλάδος. Ἀμήν.

ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν».

Λόγον μοι δίδου θεόπτα παρεστηκώς, θρόνῳ τοῦ Δεσπότου σου, ἀνυμνῆσαι τὴν φαιδράν, καὶ φωσφόρον μνήμην σου Λουκᾶ, διαλύσας τὴν ἀχλὺν τῆς διανοίας μου.

Ὁλοσχερῶς σε ποθήσας ὁ Ἱερός, Σῶτερ πρὸς τὴν ἄσκησιν, ἀπεδύσατο στερρῶς, θλίψεις μόχθους πόνους καρτερῶν, ἀνθ' ὧν εὕρατο τρυφὴν τὴν ἀτελεύτητον.

Ὑπωπιάζων τὸ σῶμα Πάτερ Λουκᾶ, ἐγκρατείᾳ πάντοτε, ἀγρυπνίᾳ συνεχεῖ, κακουχίᾳ πάσῃ τε σοφῶς, τὰς ὁρμὰς τῶν ἐμπαθῶν ἡδονῶν ἔστησας.
Θεοτοκίον
Κυριοτόκε Παρθένε ἡ τὸν Θεόν, ἐν σαρκὶ γεννήσασα, τὸν ἀχώρητον παντί, σαρκωθέντα οἴκτῳ τῶν βροτῶν, τυραννίδος με παθῶν δεῖξον ὑπέρτερον.

Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».

Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.

Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.

Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Κανών β', ᾨδὴ γ', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πέτρᾳ με τῆς Πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν·οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε».

Ὑπῆρξας καθαιρέτης τῆς τυραννίδος, παμμάκαρ τῶν Δαιμόνων τοῦ ὀλεθρίου, εἰδώλων τε κατέστρεψας τὰ τεμένη, καὶ θείους ἤγειρας, ναοὺς εἰς αἴνεσιν, τοῦ Χριστοῦ Παρθένιε ἱερώτατε.

Μεγίσταις διαπρέπων θαυματουργίαις, καρκίνου χαλεπώτατον παύεις πάθος, καὶ ὄμματα διήνοιξας πηρωθέντα, καὶ ἐφυγάδευσας Πάτερ Παρθένιε, πονηρίας πνεύματα θείᾳ χάριτι.

Ἀνέστησας κακίστως θανατωθέντα, τὸν πάλαι ὑπουργοῦντα τῷ θείω ἔργῳ· Θεὸς γὰρ ὁ τὸν θάνατον καταργήσας, χάριν σοι δέδωκε μάκαρ Παρθένιε, ἀνιστᾶν τεθνήξαντας δι' ἐντεύξεως.
Θεοτοκίον
Ὡμίλησεν ἀνθρώποις ἐκ σοῦ τὴν σάρκα, ὁ Κύριος φορέσας ἀνερμηνεύτως· αὐτὸν οὖν ἐκδυσώπησον Παναγία, τοῦ οἰκτειρῆσαί με καταπονούμενον, προσβολαῖς τοῦ ὄφεως καὶ δονούμενον.

Κανών γ', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Ἀνεπτερώθης τῷ θερμῷ, ἔρωτι τοῦ Σωτῆρος, καὶ γονέων τὸ φίλτρον, ὑπερεῖδες δι' αὐτόν, καὶ γέγονας ὦ Λουκᾶ, ξένος πάντων τῶν τερπνῶν μακάριε.

Ναὸν Κυρίου σεαυτόν, ἀπεργάσασθαι θέλων, ἐρημίας κατῴκεις ὡς ὁ πάλαι Ἠλιού, πρὸς δαίμονας πολεμῶν· ὅθεν εὗρες τέλος τὸ μακάριον.

Ἐν πάσῃ θείᾳ ἐντολῇ, εὐπειθὴς ὡς οἰκέτης, ἀνεδείχθης παμμάκαρ, καλῶς αὐτὰς ἐκτελῶν, καὶ ταπεινῶν σεαυτόν· ὅθεν ὕψος ἔλαβες οὐράνιον.
Θεοτοκίον
Παρθένε Μήτηρ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν Λόγον, ὑπὲρ λόγον ὀφθέντα, δι' ἡμᾶς ὅπερ ἡμεῖς, ἱκέτευε ἐκτενῶς, ἀλογίας πάσης με λυτρώσασθαι.

Κάθισμα τοῦ αὐτοῦ
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῆς Λαμψάκου ὁ μέγας θαυματουργός, ἀναβὰς ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἀστράπτεις τοῖς πέρασι, τῷ φωτὶ τῶν ἰάσεων, τοὺς ζοφώδεις Δαίμονας, σκορπίζων φαιδρότατα, καὶ ἐλαύνων νόσους, χρησταῖς ἐπικλήσεσιν· ὅθεν καὶ τῆς πλάνης, τῶν εἰδώλων καθάρας, πᾶσαν τὴν Ἑλλήσποντον, καταλάμπεις τοῖς θαύμασι, Θεοφόρε Παρθένιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Τοῦ Ὁσίου Λουκᾶ, ὅμοιον
Ἀπὸ βρέφους ποθήσας τὴν ἀρετήν, τῶν ἡδέων ἀπέσχου πάντων Σοφέ, νηστείαν καὶ ἄσκησιν, ἀκριβῆ ἐνδεικνύμενος, καὶ μητρὸς τὸν πόθον, οὐδὲν ἡγησάμενος, ἐν Σεμνείῳ φέρων, σαυτὸν λάθρα δέδωκας· πάλιν δὲ μηνύει, σὲ Θεὸς τῇ μητρί σου, θρηνούσῃ τὴν στέρησιν, σοῦ δικαίως πανάριστε, ᾗ καὶ νῦν συνηδόμενος· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν
ΤΟ ΑΚΟΥΤΕ
Ἐτέχθης ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ὁ ἀκατάληπτος φύσει· χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».

Γηθόμενος Συμεών, τῶν ἀπορρήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ lσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Κανών β', ᾨδὴ δ', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον, διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».

Νοσήματα, προσευχῇ ἐθεράπευσας ἄμετρα, συσφίγγων Παρθένιε, τοὺς παρεθέντας ἐν χάριτι, ὥσπερ ὁ Δεσπότης σου, οὗ τὴν πολλὴν ἐμιμήσω ἀγαθότητα.

Σὺ δέδωκας, ἐνεργεῖν τοῖς βαφεῦσι τὰ πρόσφορα, τὸν εἴργοντα δαίμονα, ἀποσοβήσας Παρθένιε, ταῖς πρὸς τὸν φιλάνθρωπον, ἱερωτάταις σου Πάτερ παρακλήσεσι.

Ὁ Κύριος, τὰς ἐντεύξεις σου Πάτερ δεξάμενος, τὴν ἄγραν παρέδωκε, πλουσιωτάτως τοῖς χρῄζουσι, τῇ τοῦ ἀνανήξαντος, θαυματουργίᾳ ἰχθύος μεγαλύνων σε.
Θεοτοκίον
Τὰ τραύματα, τῆς ψυχῆς μου Παρθένε θεράπευσον, τὸν νοῦν μου εἰρήνευσον, ὑπὸ παθῶν ταραττόμενον, καὶ ταῖς παραβάσεσι, τῶν ἐντολῶν τοῦ Σωτῆρος σκοτιζόμενον,

Κανών γ', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Ἄκακος Ὅσιος, εὐθὺς καὶ ἥμερος, καὶ ἀκέραιος ὤφθης Πάτερ Λουκᾶ· ὅθεν μεμακάρισαι, παρὰ τοῦ πάντων Ποιητοῦ, καὶ Δεσπότου παμμακάριστε.

Ἰδὼν ὁ φθόνος σε, καλῶς διάγοντα, τὴν ζωὴν ἐξεκαύθη καὶ πειρασμῶν, πλῆθός σοι ἐξήγειρεν, ἀλλ' ἐξηλέγχετο κενὸς λύκος, μάτην τὸ τοῦ λόγου χανών.

Νοὸς εὐθύτητι, τὸν βίον ἴθυνας, πρὸς τὰ κρείττω παμμάκαρ τῶν ἐφετῶν, πάντων τὸ ἀκρότατον, ἐπιποθῶν Πάτερ ἰδεῖν, οὗ εὐστόχως καὶ τετύχηκας.
Θεοτοκίον
Ὡραίαν κάλλει σε, πασῶν εὑράμενος, γυναικῶν ὁ ὡραῖος Κόρη σεμνή, σοῦ τὴν Μήτραν ᾤκησε, καὶ δυσμορφίας με παθῶν, καὶ τοῦ σκότους ἐλυτρώσατο.

Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».

Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Κανών β', ᾨδὴ ε', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι».

Ἡ φωταυγής, ἐνσκηνώσασα χάρις τῆς ἀπαθείας, ἐν τῇ σῇ καρδίᾳ θεόφρον Πάτερ, φιλαργυρίας τὸ βαθύτατον σκότος, τοῦ προέδρου διώκει ἄνοσον, τοῦτον συντηροῦσα ταῖς σαῖς παραινέσεσι.

Νόσῳ πολλῇ, τὸν κρατούμενον Πάτερ καὶ γεγονότα, Ὅσιε ἡμίξηρον προσευχαῖς σου, ὅλον εἰργάσω ὑγιῆ εὐχαρίστως, τὸν Δεσπότην Θεὸν δοξάζοντα, τὸν θαυματουργίαις πολλαῖς σε δοξάσαντα.

Χρῖσμα σεπτόν, περικείμενος Πάτερ ἱερωσύνης, ταύτην κατελάμπρυνας ἐπιδείξει, πολλῶν θαυμάτων, ὧν ἐτέλεσας ζῶν τε, θεοφόρε καὶ μετὰ θάνατον, Ἄγγελος καθάπερ βιώσας Παρθένιε.
Θεοτοκίον
Ἀπὸ παθῶν, ἀμαυρώσεως Κόρη ἀπὸ σκανδάλων, τῶν προσγινομένων ταῖς ἐπηρείαις, τοῦ ἀλλοτρίου μελλουσῶν τε βασάνων, αἰωνίων πρὸς τὸν φιλάνθρωπον, ῥῦσαί με ταῖς σαῖς δυσωπῶ παρακλήσεσι.

Κανών γ', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Τὴν τῶν καμάτων σου ἀμοιβήν, παρὰ τοῦ πλουσίου Δοτῆρος, ἀπολαβὼν Πάτερ Ὅσιε, πέλαγος θαυμάτων πᾶσιν ἐδείκνυσο, τὰς νόσους ἀφανίζων τῶν προσιόντων σοι.

Οὐ κατενάρκησας τοῦ ἐχθροῦ, Πάτερ ταῖς μυρίαις προσβολαῖς, οὐ κατεπλάγης τὴν ἔπαρσιν, ἔστης δὲ ὡς πύργος στερρὸς ἀκλόνητος, ταπείνωσιν ὡς θώρακα ἐνδυσάμενος.

Καλῶς τελέσας τὸν ἱερόν, βίον σου Παμμάκαρ, καὶ λαβὼν ἀπὸ Θεοῦ τὴν ἀνταπόδοσιν, χάριν ἰαμάτων, τυφλοὺς ἐφώτισας, χωλοὺς καὶ παραλύτους ἀποτελῶν ὑγιεῖς.
Θεοτοκίον
Λαοὶ ὑμνεῖτε τὴν ἀληθῶς, τέξασαν τὸν Λόγον τοῦ Θεοῦ, ἀνερμηνεύτως καὶ μείνασαν, πάλιν μετὰ τόκον Παρθένον ἄφθορον, ὡς πάντων προστασίαν καὶ σωτηρίαν βροτῶν.

Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».

Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀρραγὴς πιστῶν σωτηρία.

Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.

Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

Κανών β', ᾨδὴ ς', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς Κύριον, ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾍδου δέομαι, ἵνα ὡς Λυτρωτῇ ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι».

Ῥημάτων σου, εὐχῶν τε δυναστείᾳ Παρθένιε, ναοὶ ἐρράγησαν τῶν εἰδώλων θείᾳ χάριτι, καὶ ἄπιστος λαὸς πίστιν προσελάβετο, μεγαλύνων συμφώνως τὸν Κύριον.

Ἱκέτευσας, τὸν φιλάνθρωπον Λόγον σὺν δάκρυσι, καὶ τοῖς αἰτήσασιν ὄμβρους ἄνωθεν κατήγαγες, οἰκτείρων συμπαθῶς λαὸν κινδυνεύοντα, Ἱεράρχα Κυρίου Παρθένιε.

Ναμάτων σου, μυστικῶν ἑπομβρίαις κατήρδευσας, καρδίαν πᾶσαν προσφοιτῶσάν σοι Παρθένιε, καὶ ἡ γῆ ἡ τῷ αὐχμῷ ξηρανθεῖσα δέχεται, ὑετοὺς θαυμαστοὺς εὐφορήσασα.
Θεοτοκίον
Μὴ στήσῃς με, ἐν ἡμέρᾳ τῆς δίκης κατάκριτον, μὴ στηλιτεύσῃς με ἐπὶ πάντων τὸν ἀναίσθητον, Θεέ μου Ποιητά μου, ἔχων ἱκετεύουσαν, τὴν τεκοῦσαν ἀσπόρως σε Δέσποιναν.

Κανών γ', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Ἐλύθη ἡ πάλαι σοι, δολιόφρον καθ' ἡμῶν, ἰσχὺς καὶ φροῦδα γέγονε, τὰ πολλά σου σοφίσματα πονηρέ· ἰδοὺ γὰρ ἁπλούστατος, καὶ ἀπόνηρος νέος σε κατέβαλε.

Οὐκ ἔδωκας Ὅσιε, σοῖς βλεφάροις νυσταγμόν, οὐδὲ κροτάφοις ἄνεσιν, ἕως πᾶσαν κατέβαλες μηχανήν, τοῦ πλάνου ποικίλους σοι, πειρασμοὺς καθ' ἑκάστην ἐξεγείροντος.

Σωφρόνως διήνυσας, σοῦ τὸν βίον καὶ καλῶς, φιλοξενῶν ἑκάστοτε, ἐλεῶν τε πλουσίως καὶ δαψιλῶς· διὸ καὶ τετύχηκας, ἀφθαρσίας καὶ δόξης ἀκηράτου Λουκᾶ.
Θεοτοκίον
Τριάδος γεγέννηκας, σὺ τὸν ἕνα σαρκικῶς, Θεοκυῆτορ Πάναγνε, ὑπὲρ νοῦν τε καὶ λόγον· διὸ βοῶ, Τριάδος τῆς θείας με, ταῖς πρεσβείαις σοι δεῖξον οἰκητήριον.

Κοντάκιον τοῦ Ὁσίου Λουκᾶ
Ἦχος πλ. δ'
Τῇ Ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκλεξάμενος Θεὸς πρὸ τοῦ πλασθῆναί σε, εἰς εὐαρέστησιν αὐτοῦ, οἷς οἶδε κρίμασι, προσλαβόμενος ἐκ μήτρας καθαγιάζει, καὶ οἰκεῖον ἑαυτοῦ δοῦλον δεικνύει σε, κατευθύνων σου Λουκᾶ τὰ διαβήματα, ὁ φιλάνθρωπος, ᾧ νῦν χαίρων παρίστασαι.
Ὁ Οἶκος
Ὦ Πατέρων ἀρίστη καλλονὴ καὶ σεμνότης, ὦ πάντων ἀσκητῶν κοσμιότης· Χριστοῦ τὰς ἐντολὰς γὰρ πληρώσαντος, πῶς ὑμνήσω τὴν σὴν βιοτὴν ἔνδοξε, μὴ ἔχων λόγων δύναμιν; ἀλλ' ὅμως σοι θαρρῶν βοήσω.
Χαῖρε, λαμπρὸν Μοναζόντων κλέος, χαῖρε, πιστῶν ὁδηγὲ καὶ λύχνε.
Χαῖρε, τῆς ἐρήμου τερπνότατον βλάστημα, χαῖρε, οἰκουμένης λαμπτὴρ φαεινότατε.
Χαῖρε, ὅτι κατεφρόνησας τῶν ῥεόντων καὶ φθαρτῶν, χαῖρε, ὅτι τὰ οὐράνια σὺν Ἀγγέλοις κατοικεῖς.
Χαῖρε, τῶν ἀθυμούντων ταχινὲ παρακλῆτορ, χαῖρε, τῶν ἐν κινδύνοις ποθεινὲ παραστάτα.
Χαῖρε, σεπτὸν δοχεῖον τοῦ Πνεύματος, χαῖρε, κλεινὸν Χριστοῦ οἰκητήριον.
Χαῖρε, δι' οὗ δόσις πᾶσα ηὐγάσθη, χαῖρε, δι' οὗ ὁ Θεὸς ἐδοξάσθη.
ᾯ νῦν χαίρων παρίστασαι.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων.
Στίχοι
Ἀφῆκε τὸν χοῦν Παρθένιος Λαμψάκῳ,
Λαμπτῆρα πυρσεύοντα φῶς αὐτοῦ μέγα.
Παρθένιος κατέδαρθε, λαχὼν μακρὸν ἑβδόμῃ ὕπνον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν Ἑλλάδι.
Στίχοι
Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα,
Ὃς οὐδὲ νεκρὸς παύεται τῶν θαυμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων χιλίων Μαρτύρων καὶ τριῶν, οἰκετῶν τῶν τεσσάρων Προτικτόρων, τῶν ἐν Νικομηδείᾳ μαρτυρησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐκ Φρυγίας, πυρὶ τελειοῦνται.
Στίχοι
Μὴ τὴν πυρὸς φρίξαντες ἰσχὺν ἓξ Φρύγες,
Τῇ τῶν Φρυγῶν γῇ πύργος εἰσὶν ἰσχύος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Μονοβάτοις ἀγωνισαμένου, καὶ τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου, καὶ τῆς συνοδίας αὐτοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών β', ᾨδὴ ζ', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

Ἐν σοὶ ἐνσκηνώσασα ἡ θεία χάρις, Προφήτην σε δείκνυσι, τὰ μέλλοντα φθεγγόμενον, ἐντεῦθεν προήγγειλας τῷ διαδέχεσθαι, μέλλοντι τὸν Πρόεδρον Σοφέ, ὡραϊσμένον θείαις λαμπρότησι.

Λαμψάκου τὸν Πρόεδρον τῆς Ἑλλησπόντου, λαμπτῆρα τὸν ἄδυτον, θαυματουργίαις ἅπασαν, τὴν γῆν τὸν φαιδρύναντα, καὶ ἀπελάσαντα νύκτα, πολυώδυνον παθῶν, ὑμνολογοῦμεν πάντες Παρθένιον.

Πολύχουν ἀπέδωκε τὸν ταύτης σπόρον, ἡ γῆ τῇ ἐντεύξει σου, πανθαύμαστε Παρθένιε, καὶ βότρυας ἤνεγκεν ἄμπελος ἄνικμος, οὕτω σε δοξάσαντος Θεοῦ, τοῦ δοξασθέντος τῇ πολιτείᾳ σου.
Θεοτοκίον
Ὡράθης πανάμωμε ἁγιωτέρα τῶν ἄνω Δυνάμεων· Θεὸν γὰρ ἐσωμάτωσας, ὃν Τάξεις ἀσώματοι φόβῳ δοξάζουσι· τοῦτον οὖν ἱκέτευε ἀεί, τοῦ οἰκτειρῆσαι τοὺς σὲ δοξάζοντας.

Κανών γ', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ἡ θήκη τῶν σῶν λειψάνων, Λουκᾶ πηγὴ ἀναδέδεικται, ἰαμάτων ἐν ᾗ πᾶς προστρέχων, ἐκλυτροῦται παντοίων παθῶν, σὲ μακαρίζων Ὅσιε, καὶ ἡμῶν τὸν Δεσπότην Χριστόν.

Σημείοις μεγίστοις Πάτερ, ἐδόξασέ σε ὁ Κύριος ὃν ἐδόξασας σύ, διὰ πόνων τῆς ἀσκήσεως πρότερον· Εὐλογητὸς γὰρ ἔκραζες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ἐν βίῳ περιφανής τε, καὶ ἐν τοῖς θαύμασι μέγιστος, καὶ ἐν πᾶσι καλοῖς ἀνεδείχθης, ἀπαράμιλλος Ὅσιε, διὸ τῶν πόνων εὕρηκας, ἀμοιβὴν βασιλείαν Θεοῦ.
Θεοτοκίον
Λαὸν καὶ πόλιν σου σῷζε, Θεοκυῆτορ πανάμωμε, προστασία ἡμῶν τῶν ἐν πίστει, ἀδιστάκτῳ βοώντων σοι· Εὐλογημενος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινος ποτὲ πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ Πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».

Μέγισται τοὺς σοὺς καμάτους ἀντιδόσεις, ἐν τοῖς ὑψίστοις διεδέξαντο, μέγιστε Παρθένιε· φῶς οἰκεῖς γὰρ τὸ ἀνέσπερον, καὶ δόξαν ἀδιάδοχον εἴληφας, ἀενάου Πάτερ χαρᾶς ἀξιούμενος.

Ἄδυτος ἀστὴρ γενόμενος ἐν βίῳ, ἀνατολαῖς τῶν θείων ἔργων σου, ἔδυς νόμῳ φύσεως, καὶ πρὸς φέγγος μετεχώρησας ἀνέσπερον, λιπὼν ἡμῖν Ὅσιε τὰς ἀκτῖνας, τῶν ἀπορρήτων θαυμάτων σου.
Τριαδικὸν
Ἄναρχος Πατήρ, Υἱὸς καὶ θεῖον Πνεῦμα, ὁμοβασίλειος ὁμόθρονος, γνωρίζεται ἔλλαμψις, ὀρθοδόξως τοῖς λατρεύουσι, καὶ μέλπουσι σὺν τάξεσι πάντοτε τῶν Ἀγγέλων, Ἅγιος, Ἅγιος, Ἅγιος.
Θεοτοκίον
Ῥύπου με παθῶν ἁγνὴ προσγινομένου, τῇ μεσιτείᾳ σου καθάρισον, καὶ λάμπρυνον δέομαι, σκοτισθεῖσαν τὴν καρδίαν μου, δαιμόνων ἀμαυρότησιν, ὅπως σε μακαρίζω, Παρθένε Θεομακάριστε.

Κανών γ', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Λύμην παντοίου πάθους ἔνδοξε, ἀποδιώκεις Πάτερ Λουκᾶ μακάριε, τοὺς λεπρῶντας ἐξιώμενος, ῥωννύων ἀσθενοῦντας, καὶ παρειμένους λύων τοῦ κατέχοντος δεσμοῦ, καὶ κυλλοὺς καὶ χωλοὺς ὁμοῦ, καὶ τυφλοὺς θεραπεύων. Τὸν Κύριον ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἄπονον εὗρες δόξαν Ὅσιε, πόνους πολλοὺς ὑποίσας καὶ ἀγωνίσματα, ἀγρυπνίαν τῆξιν σώματος, νηστείαν κακουχίαν, χαμαικοιτίαν, πᾶσαν ἄλλην πίεσιν σαρκός, δι' ἀγάπην τοῦ κτίσαντος, ᾧ συνὼν συνευφραίνῃ· αὐτὸν οὖν ἐκδυσώπει σωθῆναι, πάντας τοὺς ἐν πίστει, καὶ πόθῳ σε ὑμνοῦντας,

Διὰ ποικίλων πόνων Ὅσιε, τῶν ἀρετῶν εἰσήχθης εἰς τὴν οὐράνιον, βασιλείαν εὐφραινόμενος, τανῦν εἰς τοὺς αἰῶνας, καὶ τοῦ Δεσπότου πάντοτε τρυφῶν ταῖς καλλοναῖς, σὺν Ἀγγέλοις μελῴδημα τὸν Τρισάγιον ᾄδεις· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Οὐκ ἀποστάντα τὸν ἀχώριστον, ἐκ τοῦ πατρῴου κόλπου Ἁγνὴ γεγέννηκας, ἀπειράνδρως ἀνεκφράστως τε, βροτὸν τέλειον ὄντα, ὃν ἐκδυσώπει, δοῦναί μοι ἰσχύν, τῶν πονηρῶν λογισμῶν, προσβολὴν πᾶσαν καταβαλεῖν εἰς τέλος, καὶ θέλημα τὸ θεῖον ἐκείνου, πράττειν καθ' ἑκάστην, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος γ'
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ

Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.

Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.

Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.

Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.

Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.

Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;

Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.

Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.

Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.

Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.

Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.

Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;

Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.

Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Δόξα...
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Καὶ νῦν...
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».

Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.

Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.

Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

Κανών β', ᾨδὴ θ', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Ἰδεῖν κατηξίωσαι, ἀπολυθεὶς τοῦ σώματος, τὰ ἀθέατα κάλλη Πάτερ Παρθένιε, ὅλος ἀρετῶν εὐμορφίᾳ, ὡς ἀληθῶς καθωραϊσμένος· διὸ σε γεραίρομεν, καὶ γνησίως μακαρίζομεν.

Ὡς κρίνον ὡς ῥόδον σε, εὐῶδες ὡς ὀσφράδιον, ἀρετῶν ποικιλίᾳ ὡραϊζόμενον, Πάτερ ὁ Χριστὸς εἰς τὰς ἄνω, περιφανῶς ἐσκήνωσε μάνδρας, ὁσίως ποιμάναντα, τόν λαὸν αὐτοῦ Παρθένιε.

Σκιρτήσωμεν ἄνθρωποι, χορεύσωμεν γηθόμενοι, ἑορτήν τε ἁγίαν νῦν συστησώμεθα, ψάλλοντες Θεῷ ἐν αἰνέσει, τὸν θαυμαστὸν καὶ μέγαν ποιμένα, Παρθένιον σήμερον, κατὰ χρέος μακαρίζοντες.

Ἡ μνήμη σου σήμερον, ἡμῶν περιαυγάζουσα, τὰς καρδίας ὡς μέγας ἥλιος ἔλαμψεν· ἣν ἐπιτελοῦντες ἐν πίστει, ῥῦσαι παθῶν σκότους Ἱεράρχα, καὶ νόσων καὶ θλίψεων, καὶ παντοίων περιστάσεων.
Θεοτοκίον
Φωτὶ με καταύγασον, τὸν ἐν τῷ σκότει κείμενον, τῆς δεινῆς ῥαθυμίας Θεοχαρίτωτε, καὶ μὴ προαιρούμενον ὅλως, τοὺς τοῦ Θεοῦ νόμους συντηρῆσαι, ὅπως ὡς προστάτην μου, κατὰ χρέος μακαρίζω σε.

Κανών γ', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν».

Σοὺς πόνους Πάτερ καὶ ἀγωνίσματα, τὶς ἐξειπεῖν δυνήσεται βροτῶν ὧν ἀντάξιον, τὸν μισθὸν ἐκομίσω παρὰ Θεοῦ; γέγονας γὰρ δοχεῖον, τοῦ θείου Πνεύματος· Ὅσιος, εὐθύς, ἀληθινός, δίκαιος, ἄμεμπτος.

Ἁπλοῦν τὸ ἦθος καὶ ἀπονήρευτον, καὶ ταπεινόν, ἐλέους τε μεστὸν πρὸς τοὺς πένητας, καὶ φιλόξενόν τε καὶ φιλέρημον, ἥσυχον πρᾶον ὄντως, Πάτερ ἐνέδειξας· ὅθεν συνετάγης Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Δαυΐδ.

Μοναῖς ἐκείναις ὡς αὐλιζόμενος, ταῖς ὀρεκταῖς καὶ κάλλους θεϊκοῦ ἐμπιπλάμενος, Παραδείσου τε θείου τοῖς ἄνθεσι, νῦν ἐντρυφῶν εἰς κόρον, καὶ ἀγαλλόμενος, μνείαν πρὸς Θεὸν ὑπὲρ ἡμῶν ποιοῦ Πανόλβιε.
Τριαδικὸν
Ἡ μία φύσις ἡ τρισυπόστατος, ἡ τριλαμπὴς οὐσία καὶ ἀχώριστος δύναμις, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, μία Θεότης, σῷζε τοὺς πίστει σε, ἕνα μεγαλύνοντας Θεόν, ἐν χαρακτῆρσι τρισί.
Θεοτοκίον
Νοεῖν οὐ σθένει σου τὸ μυστήριον, βρότειος νοῦς Παρθένε Θεοτόκε πανύμνητε· πρὸ γὰρ τόκου ἀνάνδρως συνέλαβες, ἔμεινάς τε Παρθένος, καὶ μετὰ κύησιν, τέτοκας δὲ Λόγον τῷ Πατρὶ τὸν συναΐδιον.

Ἐξαποστειλάριον του Ἱεράρχου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Λαμψάκου ὁ παμμέγιστος, Ποιμὴν καὶ περιβόητος, θαυματουργὸς Ἱεράρχης, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τὸ Ἑλλησπόντου καύχημα, καὶ τῶν πιστῶν ἑδραίωμα, τιμάσθω νῦν Παρθένιος· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτος, ἐξιλεοῦται τὸ θεῖον.
Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Μονάσας ἐκ νεότητος, καὶ τὸν σταυρὸν ἀράμενος, ἐμάκρυνας ἐν ἐρήμῳ, Λουκᾶ φωστὴρ Μοναζόντων, ἐγκρατείᾳ δὲ πάσῃ, τὸ χεῖρον δουλωσάμενος, τῶ κρείττονι θεόληπτε, ὡς ἐφικτὸν συνεκράθης, τῇ ἀπροσίτῳ Τριάδι.
Ἐξαποστειλάριον, τῆς Ἑορτῆς
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Πληρῶν σου τὴν ἀπόρρητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ μητρὸς ἀπειράνδρου, ἰδὼν δὲ σε ἐκραύγαζεν, ὁ Πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ Πατρικὸν φῶς Χριστέ μου.

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.
Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,
Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος Ἁγίου· ἰδοὺ γὰρ παραγέγονε.
Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Νῦν εἶδον ἀγαθέ, Θεὲ οἱ ὀφθαλμοί μου, τὴν σὴν ἐπαγγελίαν, ἀπόλυσόν με τάχος, τὸν δοῦλόν σου φιλάνθρωπε.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα τὴν λύπην, Παρθένε τῆς Προμήτορος.

Ἀντίφωνον Α'
Στίχ.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Στίχ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου.
Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.

Ἀντίφωνον Β'
Στίχ.
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ Δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε.
Στίχ. Τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται.
Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

Ἀντίφωνον Γ', Ἦχος α'
Στίχ.
Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εἰσοδικόν
Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...

Μεγαλυνάριον
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν

Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.