Τῌ ΟΓΔΟῌ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ στρατηλάτου
Μνήμη τοῦ Ἁγίου Προφήτου Ζαχαρίου.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ τῶν Ἁγίων.

Στιχηρὰ Προσόμοια τοῦ Μάρτυρος
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλαῖς βασάνοις ὠνησάμενος, Θεοῦ τήν οὐράνιον, βασιλείαν Θεόδωρε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, καθαραῖς διαδόσεσι, μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, καὶ προσκυνούντων ἐν πίστει, τὴν τῶν λειψάνων σου λάρνακα, ἀφ' ἧς ἀναβλύζει, τοῖς αἰτοῦσιν εὐρωστία, καὶ μέγα ἔλεος.
Ἦχος πλ. α'
Χαίροις ἡ ἱερὰ κεφαλή, τῶν Ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, δωρεῶν ἐνθέων ὁ ἐπώνυμος, λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασι, στῦλος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων, λόγχῃ τῆς καρτερίας σου, ὁ κτείνας τὸν δράκοντα, ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταὶς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Ὅπλῳ τοῦ ζωηφόρου Σταυροῦ, τὴν τῶν εἰδώλων συντριβὴν ἐργασάμενος, μαστίγων ὑπέστης πεῖραν, καὶ ἐπὶ ξύλου ταθείς, σπαραγμοὺς παμμάκαρ ἐκαρτέρησας, ὑφ' ὧν συντριβόμενος, καὶ λαμπάσι φλεγόμενος, σταυρῷ ὑψώθης, τιτρωσκόμενος βέλεσι, καὶ τὰ ὄμματα, ὑπ' αὐτῶν ἐκτυφλούμενος· ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, καὶ οὐρανίων στεφάνων, ἐπιτυχόντα Θεόδωρε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στιχηρὰ Προσόμοια τοῦ Προφήτου
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι ΤΟ ΑΚΟΥΤΕ
Ἔχων πολιτείαν ἰσάγγελον, τοῖς Ἀγγέλοις θεοφάντορ, συνωμίλεις προφανῶς, δι' αὐτῶν τὰ ὑπὲρ νοῦν καταλαμπόμενος τὸν νοῦν, συμβόλων, θαυμασίων ἀνακάθαρσιν, μεγάλων, Μυστηρίων ἀποκάλυψιν, προφητικὴν προαγόρευσιν, πνευματικὴν ἀνακαίνισιν. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Ἄγγελος ἐφάνης ἐπίγειος, ἐπὶ γῆς τοὺς οὐρανίους, συλλαλοῦντας ἐσχηκώς, θεωρὸς ὑπερκοσμίων, θεαμάτων γεγονώς. Λυχνία, νοητὸν φῶς ἀπαστράπτουσα. Ἐλαία, ψαλμικῶς εἰπεῖν κατάκαρπος, θεουργικὴν ἀποστάζουσα, τοῖς εὐσεβέσι πιότητα· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Τῆς ἐλπιζομένης θεώσεως, ἀπολαύων ὡς Προφήτης, ἀληθέστατος Θεοῦ, καὶ τρανῶς τῆς ἀϊδίου, ἐμπιπλάμενος τρυφῆς, καὶ δόξαν ἀνεκλάλητον θεώμενος, καὶ κάλλους διαδήματι κοσμούμενος, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, δυσώπησον ἐκτενέστερον, θεόληπτε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν, Τοῦ Μάρτυρος
Ἦχος πλ. α'
Σήμερον ἀνέτειλεν ὑπὲρ τὸν Ἑωσφόρον, ἡ σεβάσμιος μνήμη τοῦ ἀθλοφόρου Χριστοῦ, τῶν πιστῶν τὰς καρδίας ἀνενδότως φωτίζουσα, καὶ τὰ νέφη τῶν ψυχῶν ἀποδιώκουσα, τῇ ἐνεργείᾳ καὶ χάριτι τοῦ Πνεύματος, πρὸς ὃν φιλομάρτυρες ἀνακράξωμεν. Χαίροις, ὁ τοῖς πιστοῖς ἀναδειχθεὶς θεοδώρητος χάρις, καὶ τῶν θαυμάτων τὰ πλήθη ἐφαπλῶν, τοῖς εἰς σὲ προστρέχουσι, Θεόδωρε μακάριε. Χριστὸν ἀπαύστως πρεσβεύων μὴ ἐλλίπῃς, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, τοὺς ἐν πίστει ἐκτελοῦντας, τήν πάνσεπτον μνήμην σου.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος πλ. α'
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου Κύριε.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ
ΤΟ ΑΚΟΥΤΕ
Ὑπόδεξαι φησὶ Συμεών, τὸν Κτίστην τῶν ἁπάντων χερσίν, ὧ Πρεσβύτα, ἀγκαλίζου τὸν Χριστόν, ὃν ἡ Παρθένος Κόρη, ἐγέννησεν ἀσπόρως, εἰς ἀγαλλίασιν τοῦ γένους ἡμῶν.
Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,
Τοῦ νόμου Ποιητὴν καὶ Θεόν, ὃν φρίττουσιν Ἀγγέλων πληθύς, συνελθόντες, ἀνυμνήσωμεν λαοί, τὸν μόνον εὐεργέτην, καὶ νόμου Νομοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Νῦν ἀπολύεις Δέσποτα, τὸν δοῦλόν σου ὡς εἴρηκας, ἐν εἰρήνῃ, ὅτι εἶδόν σε Χριστέ, τὸ φῶς τὸ πρὸ αἰώνων, δεσμοῦ με τοῦ σαρκίου, εἰς ἀπολύτρωσιν ἐθνῶν Ἰσραήλ.
Δοξαστικὸν, Τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Τῶν τοῦ Θεοῦ δωρεῶν ὡς ἐπώνυμον, καὶ τῆς αὐτοῦ κληρονόμον μακαριότητος, πάντες εὐφημήσωμεν πιστοί, καὶ μακαρίσωμεν ἐπαξίως, Θεόδωρον τὸν γενναῖον μεγαλομάρτυρα, τῆς οἰκουμένης τὸν ὑπέρμαχον· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ ἱερῷ, κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα, τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ᾽ αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

Ἀπολυτίκον τοῦ Μάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Στρατολογίᾳ ἀληθεῖ Ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει ἀεὶ μακαρίζομεν.
Ἀπολυτίκον τοῦ Προφήτου
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Προφήτου σου τὴν μνήμην Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Καθισμα τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὁ μεγαλώνυμος Χριστοῦ ἀθλοφόρος, ὁ ἐπιπόθητος Θεῷ καὶ Ἀγγέλοις, ὁ θαυμαστὸς καὶ ἔνδοξος Θεόδωρος, πάσας τὰς ὑφήλιον, ἱερὰς Ἐκκλησίας, σήμερον τῷ Πνεύματι, τῷ ἁγίῳ εὐφραίνει, καὶ ἑορτάζειν πάντας ἐν χαρᾷ, παρασκευάζει αὐτοῦ τὸ μνημόσυνον.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Κατεπλάγη Ἰωσὴφ
ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι' ἡμᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἐπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Θησαυρὲ τῶν αἰώνων, ἡ ζωὴ τῶν ἁπάντων, δι' ἐμὲ νηπιάσας ὑπὸ νόμον ἐγένου, ὁ πάλαι χαράξας ἐν πλαξί, τόν νόμον ἐν τῷ ὄρει τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς.
Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.
Ποίημα Κοσμᾶ Μοναχοῦ.

ᾨδὴ α'

Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».

Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Φερώνυμον δῶρόν σε τοῦ Θεοῦ σέβω. Νικολάου.
Ἐν δὲ τοῖς Θεοτοκίοις Νικολάου.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Φερωνυμίᾳ θεολήπτου κλήσεως καλλωπιζόμενος, καὶ δωρεῶν θείων, θησαυρὸς δεικνύμενος, καὶ μαρτυρίου χάριτι, Μάκαρ κεκοσμημένος, τοὺς ὑμνητάς σου χαρίτωσον, ὕμνοις σε τιμῶντας Θεόδωρε.

Ἔργῳ καὶ λόγῳ σοῦ τὴν θεοδώρητον, κλῆσιν πιστούμενος, τὰς δωρεὰς νέμεις, δωρεὰν τοῖς χρῄζουσι· δώρημα γὰρ πᾶν τέλειον, ἄνωθεν καταβαῖνον, ἐκ τοῦ Πατρός προσδεχόμενος, ἅπαντας πλουτίζεις τιμῶντάς σε,

Ῥώμην θεόθεν νηπιόθεν πάνσοφε, λαβὼν καὶ σύνεσιν, πάθη σαρκός, πάντα, πρότερον καὶ δαίμονας, ἀνδρείως καταβέβληκας, ὕστερον δὲ καθεῖλες, ἐχθρῶν τυράννων τὸ φρύαγμα, Μάκαρ συμμαχίᾳ τοῦ Πνεύματος.

Ὡς ἐντρεχὴς καὶ νουνεχὴς καὶ φρόνιμος, κατεσοφίσω σοφῶς, τὸν σοφιστὴν Μάκαρ, τῆς κακίας ῥήμασι, καὶ πράγμασι Λικίνιον, ἐδελέασας δείξας, νεκροῖς ξοάνοις λατρεύοντα, καὶ κεναῖς ἐλπίσι τρεφόμενον.
Θεοτοκίον
Νῖκὸς μοι δίδου Παναγία ἄχραντε, τῷ καταφεύγοντι, ὑπὸ τὴν σὴν σκέπην, τῶν δεινῶν ἐξαίρουσα, ἀεὶ με ταῖς πρεσβείαις σου· καὶ γὰρ τέτοκας Λόγον, τὸν τῷ Πατρὶ συναΐδιον, ὁμοῦ τε τῷ Πνεύματι σύνθρονον.

Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.
Ἐκπλήττομαί σου τοὺς λόγους Ζαχαρία.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται».

Ἔχων τὸν φωτοδότην, ταῖς σαῖς ὑπακούοντα δεήσεσι, φωτισμὸν μοι παράσχου, Ζαχαρία Προφῆτα θεσπέσιε.

Κατακεκοσμημένος, κάλλεσι τῆς θείας ὡραιότητος, τῶν Ἀγγέλων τὸ κάλλος, ἐθεώρεις ψυχῆς ὡραιότητι.

Πλήρης ἁγιωσύνης, ἀγγελομιμήτου καὶ φαιδρότητος, συλλαλοῦντας Ἀγγέλους, καὶ φωτίζοντας ἔσχες θεόληπτε.
Θεοτοκίον
Λέλυται ἡ κατάρα, Εὔας τῆς Προμήτορος Πανάμωμε· τὸν Χριστὸν γὰρ τεκοῦσα, εὐλογίαις τὸν κόσμον ἐπλούτισας.

Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».

Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.

Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.

Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Κανών β', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Νεανίας ὡραῖος, πανευπρεπὴς δέδειξαι, κάλλει καταλλήλως ἐμπρέπων, ψυχῆς καὶ σώματος, ὡραϊζόμενος, τῶν ἀρετῶν εὐμορφίᾳ καὶ μαρτύρων στίγμασι, καλλωπιζόμενος.

Ὑπὸ θείας προνοίας, ὁδηγηθεὶς ὥδευσας, τρίβον μαρτυρίου Δεσπότου, τοῦ τὴν καρδίαν σου, Μάκαρ πλατύναντος, ταῖς δωρεαῖς τῶν χαρίτων, καὶ πρὸς τὴν οὐράνιον κλίσιν ἰθύναντος.

Μεγαλόφρονι γνώμῃ, περιφρονῶν Πάνσοφε, τῶν ἡδέων τοῦ κόσμου, καὶ τῶν τοῦ βίου τερπνῶν, οὐδὲν προέκρινας, τῆς τοῦ Σωτῆρος ἀγάπης, ἀλλ' αὐτὸν ἐπόθησας, ψυχῆς εὐθύτητι.
Θεοτοκίον
Ἱκετεύω σε μόνην, τὴν τὸν Θεὸν τέξασαν, τὸν εἰς εὐλογίαν κατάραν, τὴν πρὶν ἀμείψαντα, καὶ χρηματίσαντα, ὑπὲρ ἀνθρώπων κατάρα, Κόρη παντευλόγητε, καὶ κόσμον σώσαντα.

Κανών γ', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις· οὐκ ἔστι δίκαιος πλήν σου Κύριε».

Ἡ ἄνωθεν χάρις σοι ἐπεσκίασε τῆς προνοίας τὴν ἄφραστον, θείαν κυβέρνησιν, δι' Ἁγίων Ἀγγέλων διδάσκουσα Πάνσοφε, Μάκαρ καὶ φωτίζουσα.

Τὴν θείαν χρηστότητα παιδευόμενος, ἐμυήθης Πανόλβιε, ὡς καθαρώτατος κατακάρπως οἰκεῖσθαι, τὸ θεῖον ἁγίασμα, τὴν πόλιν τὴν πανίερον.

Τὸ τεῖχος τὸ ἄρρηκτον, ἡ ἀσφάλεια τοῦ λαοῦ τοῦ θεόφρονος, γέγονας Κύριε, καὶ ψυχῶν σωτηρία, ὡς πάλαι προήγγειλε, Προφήτης ὁ θεσπέσιος.
Θεοτοκίον
Ὁ τόκος ὁ ἄφθορος, καὶ ἡ ἄχραντος Θεοτόκε σου κύησις, τὸν κόσμον ἐρρύσατο, ἐκ φθορᾶς καὶ θανάτου· Σωτῆρα γὰρ ἔτεκες, Λόγον τὸν ἀΐδιον.

Κάθισμα τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταλαβών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου· τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, γενναίως κατετόλμησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἀθλοφόρε Θεόδωρε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Τοῦ Προφήτου
Ἦχος γ' Τὴν ὡραιότητα
ΤΟ ΑΚΟΥΤΕ
Διϊππευόμενα ἅρματα ἔβλεψας, ἡνιοχούμενα χειρὶ τοῦ πάντων Θεοῦ, τοὺς ἀσωμάτους λειτουργούς, Ζαχαρία θεσπέσιε, οἷς συναγαλλόμενος, ὡς προφήτης ἀοίδιμε, αἴτησαι ἰθύνεσθαι, πρὸς ὁδὸν θείας γνώσεως, τοὺς πίστει ἀδιστάκτῳ τελοῦντάς σου, μνήμην Προφῆτα τὴν πανίερον.
Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον
Ἐκ τῆς Παρθένου σε σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο ὁ Ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου ὦ Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι. Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.

Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».

Γηθόμενος Συμεών, τῶν ἀπορρήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ lσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Κανών β', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε».

Ὁ πρὸς Θεόν, πόθος σου πᾶσαν ἠμαύρωσε, προσπαθείας, ϋλην Παμμακάριστε, δόξαν τερπνήν, πλοῦτον καὶ τρυφήν, καὶ περιφανείας τὸ περιβόητον ὕψωμα· ἐντεῦθεν ἀνυψώθης, πρὸς περίβλεπον ὕψος, μαρτυρίου πρὸς δόξαν ἀμάραντον.

Νόμῳ καινῷ, ζωοποιοῦντι τῷ Πνεύματι, πεφραγμένος, νόμον ἀνομώτατον, παρανομούντων νεανικῶς, ἀνέτρεψας μάκαρ· διὸ νομίμως ἐνήθλησας, καὶ στέφος ἀνεδήσω, τὸ τῆς δικαιοσύνης, ἐκ χειρὸς τοῦ Δεσπότου Θεόδωρε.

Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμον, δῶρον θεῖον, δῶρον ἀξιέραστον, δῶρον πλουτίζον πάντα πιστόν, δῶρον δεχομένοις, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, τὸ πᾶσι καταπέμπον, καταλλήλως τὰς δόσεις, καὶ πληροῦν τὰς αἰτήσεις τῶν δούλων σου.

Ὡς μιμητής, τοῦ προσπαγέντος ἐν ξύλῳ Χριστοῦ, μετὰ πᾶσαν, αἰκίαν τοῦ σώματος, μετὰ πολλὰς στρέβλας πονηράς, τὰς τῶν μιαιφόνων, χριστομιμήτως ἐτάθης σταυρῷ, καὶ βέλεσιν ἐτρώθης, καὶ δεινῶς συνεκόπης, ἀλλ' ἐρρύσθης ἐκ τούτων δυνάμει Χριστοῦ.
Θεοτοκίον
Καλλοποιόν, καὶ γῆς Δεσπότην κυήσασαν, ἀπορρήτῳ τόκῳ κατὰ χρέος σε, πάντες πιστοί, γλώσσῃ καὶ ψυχῇ, κόσμου Βασιλίδα, καὶ Δέσποιναν ὀνομάζομεν· διὸ τῆς τυραννούσης, πονηρᾶς συνηθείας, ἐλευθέρωσον τοὺς σὲ γεραίροντας.

Κανών γ', ᾨδὴ δ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν».

Μίαν μὲν φωτιστικήν, οὐσίαν σέβειν, ἐν Ἡλίοις δέ, τρισὶν ὁριζομένην, ταῖς εἰς τὰ ὄντα προόδοις πληθυνομένην, σαφῶς διδάσκεις Παμμακάριστε.

Ἅρμα τοῦ Θεοῦ, γενόμενος Προφῆτα, ἅρματα ὁρᾶν, ποικίλα τῶν Ἀγγέλων, περιοδεῦσαι τὰ πάντα κατηξιώθης, μετὰ εὐταξίας πορευόμενα.

Ἱεροπρεπῆ πολύφωτον λυχνίαν, σύμβολον ὁρᾷς, τῆς θείας φωταυγείας, ἐπισκοπῆς τε Παμμάκαρ τῆς παντεπόπτου, δι' ἧς τὰ πάντα περισώζεται.
Θεοτοκίον
Σύμβολα τῆς σῆς, Ἁγνή, κυοφορίας, οἱ θεοειδεῖς, Προφῆται προτυποῦσι, πολυειδῶς προχαράττοντες, καὶ ποικίλως, δι' αἰνιγμάτων οἱ θεόφρονες.

Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».

Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Κανών β', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Ῥητορεύεις τὴν δόξαν, ἔνδοξε Θεόδωρε σὺν παρρησίᾳ πολλῇ, τοῦ σαρκὶ παθόντος, καὶ θανάτῳ τὸν θάνατον λύσαντος, καὶ μαστίγων πεῖραν, πολλῶν λαβὼν λύσσῃ τυράννου, σταυρικὴν καταδίκην ὑπήνεγκας.

Ὁλοτρόπῳ προθέσει, σταύρωσιν ἑκούσιον Χριστοῦ μιμούμενος, τὴν αὐτὴν ὑπέστης, τιμωρίαν σταυρῷ προσηλούμενος, ἀντὶ δὲ τῆς λόγχης, βελῶν πολλῶν πληγὰς ἐδέξω, ὀφθαλμῶν κόρας τε ἐξορυττόμενος.

Νικηφόρος ὡράθης, ἄρτιος ὁλόκληρος μετὰ τὴν σταύρωσιν, καὶ τὴν ἄλλην πᾶσαν, τῶν μελῶν συγκοπήν τε καὶ νέκρωσιν, ὁ νικήσας κόσμον· σὲ γὰρ Χριστὸς χειρὶ Ἀγγέλου, ὡς ζωῆς ἀρχηγὸς ἀνεζώωσεν.

Συνιδόντα τὰ πλήθη, τὸ ἐν σοὶ γενόμενον θαῦμα Θεόδωρε, τὴν φωνὴν ἐπῆραν, μεγαλύνοντα Χριστοῦ τὴν δύναμιν, τοῦ δὲ λυμεῶνος, καὶ ἀλαζόνος Λικινίου, στηλιτεύοντα λύσσαν τὴν ἄλογον.
Θεοτοκίον
Ὅλον τέτοκας Κόρη, τὸ φῶς τὸ αἰώνιον τοῖς ἀνυμνοῦσί σε, τὸν Χριστὸν ἀσπόρως, σωματώσασα, ὃν ἐξιλέωσαι, τοῦ σωθῆναι πάντας, ἐκ πειρασμῶν τοῦ ἀλλοτρίου, Παναγία Παρθένε Θεόνυμφε.

Κανών γ', ᾨδὴ ε', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἐκ νυκτὸς ἀγνοίας, θεογνωσία φαιδρύνας τὰ πέρατα, φώτισόν με τῷ ὄρθρῳ, τῆς φιλανθρωπίας σου Κύριε».

Ὁ καθαρὸς καρδίᾳ, καὶ διανοίας προβλέπων ὀξύτητι, πάθος τὸ τοῦ Σωτῆρος, ἀξιοπρεπῶς μακαρίζεται.

Ὑπερφυῶς ἁγία, χαῖρε Σιών, ὁ Προφήτης προτρέπεται, ἥξει ὁ Βασιλεύς σου δίκαιος καὶ σῴζων πρᾳότητι.

Τῶν Προφητῶν ἡ δόξα, τῶν θεηγόρων ἀνδρῶν ἡ εὐπρέπεια, κόσμον περιαυγάζει, τῇ τῆς προφητείας λαμπρότητι.
Θεοτοκίον
Ὁ τῆς Παρθένου τόκος, ἀναγεννήσας ἡμᾶς ἠλευθέρωσε, τῶν πρὶν ἁμαρτημάτων, δι' ἡμᾶς ἁμαρτίᾳ γενόμενος.

Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».

Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀρραγὴς πιστῶν σωτηρία.

Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.

Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

Κανών β', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Ἐξέλαμψας ἀρεταῖς, καὶ διδαχαῖς διὰ βίου σου, ἐξήστραψας δὲ λαμπροῖς, ἀγῶσι Θεόδωρε, καὶ νῦν περιβόητος, ἐν θαυματουργίαις, καὶ θερμὸς προστάτης πέφηνας.

Τοῖς κάμνουσιν ἰατρός, τοῖς αἰχμαλώτοις ἀνάρρυσις, μεσίτης ἁμαρτωλοῖς, ὑπευθύνων ἄφεσις, πενθοῦσι παράκλησις, πρὸς Θεοῦ ἐδόθης συμπαθέστατε Θεόδωρε.

Οὐκ ἔστι κόρος τῶν σῶν, καλῶν ἀπείρων Θεόδωρε, οὐδὲ τῆς σῆς καλλονῆς, σταθμὸς ἰσοστάσιος· διὸ τὸν διάπυρον, πόθον μου προσδέχου, χορηγῶν μοι χάριν ἄφθονον.
Θεοτοκίον
Λαμψάτω νῦν ἐπ ἐμέ, ἡ ἄφατος εὐσπλαγχνία σου, βυθοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως, Κόρη ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας, τοὺς λιμένας ἐμβιβάζουσα.

Κανών γ', ᾨδὴ ς', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Ὑπάρχων προφητικῆς ἀνάπλεως, ἐπιπνοίας ἐσομένων τὴν γνῶσιν, ὑπερφυῶς, μυηθεὶς ἀπεστάλης, ἀνακηρύττειν τὴν χάριν τὴν μέλλουσαν, ἡμέραν τε τὴν τοῦ σταυροῦ, τὴν γνωστὴν τῷ Κυρίῳ θεόληπτε.

Συνέσει πνευματικῇ κοσμούμενος, δωρεῶν τῶν ὑπὲρ νοῦν ἠξιώθης, ἀγγελικάς, ἐμφανείας καὶ τάξεις, καὶ ὁμιλίας καὶ δόξαν θεώμενος, Πανόλβιε τὰ θαυμαστά, διδασκούσας καὶ θεῖα Μυστήρια.

Λαμπάδιον ἀρετῶν κτησάμενος, φωτισμὸν θεογνωσίας πυρσεύεις, τὴν μυστικήν, προμηνύων λαμπάδα, τῆς ὑπὲρ λόγον τοῦ Λόγου σαρκώσεως, φανήσεσθαι θεοπρεπῶς, ἐκ Σιὼν Ζαχαρία θεόληπτε.
Θεοτοκίον
Ὁ στήσας τὸν οὐρανὸν ἀνέδειξεν, οὐρανὸν σε λογικὸν Θεοτόκε, τὴν καλλονήν, Ἰακὼβ ἀγαπήσας, καὶ ἐκ γαστρός σου Θεότητος Ἥλιος, ἀνέτειλε σωματικῶς, καὶ τόν κόσμον ἐφαίδρυνε χάριτι.

Κοντάκιον τοῦ Μάρτυρος
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ἀνδρείᾳ ψυχῆς, τὴν πίστιν ὁπλισάμενος, καὶ ῥῆμα Θεοῦ, ὡς λόγχην χειρισάμενος, τὸν ἐχθρὸν κατέτρωσας τῶν Μαρτύρων κλέος Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τῶν ἀθλητῶν τὸ ἔκλαμπρον κάλλος δεῦτε πάντες, τοῖς ὕμνοις τῶν στεφάνων, πιστοὶ Θεόδωρον καταστέψωμεν· δῶρον Θεοῦ γὰρ μέγα τῷ κόσμῳ ἀναδέδεικται, λάμψεσι ταῖς τῶν θαυμάτων· τὸν γὰρ ἐχθρὸν ἐκνικήσας Βελίαρ ἄθλοις σεπτοῖς, ὀμβρίζει ἀντὶ αἱμάτων, κρουνηδὸν ἰαμάτων τὰ ῥεύματα. Ἐν τούτοις οὖν πᾶσι χαίρει Χριστῷ, καὶ δίδωσιν εἰρήνην ἀνέκλειπτον· διὸ βοῶμεν αὐτῷ· Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου.
Στίχοι
Ὢν Θεόδωρος ἀξίαν Στρατηλάτης,
Ὑπῆρξε τμηθεὶς τοῦ Θεοῦ Στρατηλάτης.
Ὄμβριμον ὀγδοάτῃ Θεοδώρου αὐχένα κόψαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ζαχαρίου.
Στίχοι
Ἵππους ἑώρας τοὺς νόας Ζαχαρία,
Δι' ὧν πρὸς ὕψος οὐρανῶν ἀφιππάσω.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Νικηφόρος καὶ Στέφανος, ξίφει τελειοῦνται.
Στίχοι
Ξεσθεῖσι Νικηφόρῳ καὶ τῷ Στεφάνῳ,
Νικηφόρου στέφανος ἐπλάκη τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρθα καὶ Μαρία αἱ ἀδελφαί, καὶ ὁ Ὅσιος Λυκαρίων ὁ Μάρτυς, ξίφει τελειοῦνται.
Στίχοι
Ἅς περ παρῆξεν εἰς τὸ φῶς γαστὴρ μία,
Μάρθαν Μαρίαν, ἓν στερεῖ φωτὸς ξίφος.
Ἄφωνος ἥκει πρὸς ξίφος Λυκαρίων,
Ἔναντι τοῦ κείροντος οἷον ἀρνίον.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών β', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ὑψούμενον Κύριον, ἐπὶ τοῦ ξύλου καὶ καταράξαντα, τὸν μεγάλαυχον ὄφιν, κατανοήσας συνανυψώθης αὐτῷ, χριστομιμήτως ἐν σταυρῷ καὶ θάνατον, ὑπενεγκὼν Ἀθλητά, συνεξανέστης αὐτῷ.

Θεοῦ σε Θεόδωρε, τῆς ἀκηράτου δόξης θερμὸν ἐραστήν, ἐγνωκὼς τῷ σῷ πόθῳ, ὁλοκαρδίως ψυχὴν προσέδησα, τὴν προσδοκίαν πᾶσαν τῆς ἐλπίδος μου, ἀνατεθεὶς ἐπὶ σοί, μὴ ὑπερίδῃς με.

Ἐδόξασας Κύριον, τοῖς μέλεσί σου ἐνδοξαζόμενον, ἐν βουλαῖς τῶν Ἁγίων, τὸν σὲ μεγάλως ἀντιδοξάσαντα, τερατουργίαις καὶ ποικίλοις θαύμασι, καὶ περιόντα τῇ γῇ, καὶ μετὰ τέλος Σοφέ.
Θεοτοκίον
Ἁγίων τὸν ἅγιον, τέτοκας μόνη θεοχαρίτωτε, ἀπορρήτῳ κυήσει· καὶ γὰρ Παρθένος ἔμεινας ἄχραντε, ὡς πρὸ τοῦ τόκου· διὸ σοι κραυγάζομεν τὴν τοῦ Ἀγγέλου φωνήν· Εὐλογημένη Ἁγνή.

Κανών γ', ᾨδὴ ζ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

Γὴν ἐπὶ πᾶσαν σοῦ Προφῆτα, διελήλυθεν ὁ φθόγγος ὁ θεόπνους, καὶ ῥημάτων τῶν σῶν, ἡ δύναμις βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὅλος ταῖς ἄνω λαμπηδόσι, φωτιζόμενος τὰ μέλλοντα ἑώρας, ὡς παρόντα· διό, Πανόλβιε ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὕμνοις γεραίρω σε Παρθένε, τὴν τιμήσασαν τὴν φύσιν τῶν ἀνθρώπων, ἀτιμίᾳ δεινῇ, τὸ πρὶν κατακριθεῖσαν· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών. Τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ὁ λυμεὼν Λικίνιος, ὁ λυσσώδης καὶ βέβηλος, ὅλον ἑαυτὸν ὁλοτελῶς τοῖς δαίμοσιν, ἐκδοὺς ὑποβάλλει σε, τιμωριῶν ποικίλων ποιναῖς, νῶτον καὶ τὸ στῆθος, τοῖς βουνεύροις συγκόπτων, ἐν σφαίραις μολυβδίναις, τὸν αὐχένα συντρίβων, πλευρὰς ὄνυξι ξαίνων, καὶ φλέγων ταῖς λαμπάσιν.

Ὑπομονὴν ἀνένδοτον, καρτερίαν ἀνάλωτον, καὶ ὑπερφυῆ ἀνδρείαν ἐνδειξάμενος, ποικίλαις κολάσεσι, καὶ χαλεπαῖς στρεβλώσεσι, πάντων τῶν Μαρτύρων, ὑπερέβης τούς ἄθλους, παθῶν Δεσποτικῶν δέ, τῷ σταυρῷ κοινωνήσας, καὶ πλέον ὑπομείνας, μειζόνως ἐδοξάσθης.

Σταυρῷ ταθεὶς Θεόδωρε, τὰ Χριστοῦ ὑστερήματα, ἐν σαρκὶ οἰκείᾳ ἐκπληροῖς τῶν θλίψεων· οὐ χεῖρας καὶ πόδας γάρ, μόνον προσηλωθεὶς καρτερεῖς, ἀλλὰ καὶ περόνῃ, σιδηρᾶ διεπάρης, τὸ κρύφιόν σου μέλος, ἐκτμηθεὶς τοὺς διδύμους, καὶ βέλεσιν ὀμμάτων, ἐξορυχθεὶς τὰς κόρας.
Θεοτοκίον
Οὐρανομήκη κλίμακα, νοητὴν σε γινώσκομεν, δι' ἧς καταβάς, μετὰ σαρκὸς ὁ Ὕψιστος, ἀνθρώποις ὡμίλησε, καὶ ταπεινοὺς ἀνύψωσε, πρὸς τὴν ὑψηλήν, τῶν οὐρανῶν πολιτείαν· ἐντεῦθεν ἀνωτέραν, οὐρανῶν καὶ Ἀγγέλων, καὶ πάντων ποιημάτων, τιμῶμέν σε Παρθένε.

Κανών γ', ᾨδὴ η', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν ὄρει ἁγίω δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ Μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Σιὼν ὄρος ἡ πόλις ἡ ἁγία, χαῖρε σφόδρα ὁ θεῖος Ζαχαρίας, Ἀγγέλων ὁ συνόμιλος προτρέπεται, καὶ σὺ δὲ ἀγάλλου, Ἱερουσαλήμ, εἰς πάντας τοὺς αἰῶνας.

Ζαχαρία Προφῆτα κατατέρπου, πληρωθέντας θεώμενος τοὺς λόγους, οὓς προηγόρευσας τῷ Πνεύματι λαμπόμενος· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.

Ἀναμέσον ὀρέων κατασκίων, ἐθεώρεις ἑστῶτας τοὺς Ἀγγέλους, τὴν ἐπὶ πάντων πρόνοιαν μυοῦντάς σε, ἔνδοξε Προφῆτα, καὶ ὑμνολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε πύλη ἀΰλου φρυκτωρίας, χαῖρε νεφέλη κούφη ἡ τὸν Ἥλιον, τῆς δικαιοσύνης, λάμψασα τῷ κόσμῳ ἁγνὴ Θεοκυῆτορ.

Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος γ'
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ

Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.

Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.

Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.

Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.

Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.

Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;

Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.

Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.

Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.

Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.

Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.

Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;

Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.

Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Δόξα...
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Καὶ νῦν...
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».

Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.

Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.

Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

Κανών β', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Ἐξέστη τῶν Ἀγγέλων δῆμος τὴν σήν, Στρατηλάτα τηρῶν γενναιότητα, πᾶς ὁ παρών, ὄχλος κατεπλάγη τότε τὰς σάς, ἀνδραγαθίας ἔνδοξε, ἔφριξε δαιμόνων ἡ στρατιά, τὰ σὰ τρόπαια, νῦν δέ, κροτεῖ κόσμος τὰ γέρα, καὶ πᾶς πιστὸς ὑμνεῖ τὰ θαύματα.

Βοᾶται παρὰ πάσης σχεδὸν πνοῆς, τὰ πολλά σου καὶ μέγιστα τρόπαια, τὰ ἐπὶ σοί, τέρατα δειχθέντα καὶ διὰ σοῦ, ἡ ἐκ νεκρῶν ἀνέγερσις, ἡ ὁλοκληρία ἐκ συντριβῆς, ἡ ῥῶσις τῶν νοσούντων, ἡ λύσις τῶν δεσμίων, καὶ τῶν ἐν θλίψει ἡ παράκλησις.

Ὡς ἔχων παρρησίαν πρὸς Χριστόν, ὑπὲρ οὗ πάσας ὑπήνεγκας, μέχρι τομῆς, καύσεως θανάτου τε καὶ σταυροῦ, ἐγκαρτερῶν Θεόδωρε, αἴτησαι συγγνώμην ἡμῖν κακῶν, τῷ κόσμῳ τὴν εἰρήνην, νίκας τοῖς Βασιλεῦσι, καὶ σωτηρίαν τοῖς τιμῶσί σε.
Θεοτοκίον
Ὑψώθη ἐδοξάσθη γένος βροτῶν, καὶ τιμῆς ἠξιώθη τῆς κρείττονος, διὰ τῆς σῆς, Κόρη συγγενείας καὶ θεϊκῆς, υἱοθεσίας ἔτυχε, τῇ σῇ μεσιτείᾳ· καὶ γὰρ Θεός, ὡράθη σαρκοφόρος, ἐκ σοῦ ἀρρήτῳ τρόπῳ, ἄτρεπτος μείνας τῇ Θεότητι.

Κανών γ', ᾨδὴ θ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν ἀπειρόγαμον Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν».

Ἄπασαν τὴν αἴσθησιν, καταλιπὼν νοῒ τῷ θείῳ, καὶ καθαρωτάτῳ πάνσοφε, φωτοφόρος παρίστασαι, τὰς ὑπὲρ τοῦ κόσμου ἱκεσίας ποιούμενος· ὅθεν πάντες σε Ζαχαρία μεγαλύνομεν.

Ῥήσεσιν ἑπόμενοι, τῶν σῶν χειλέων θεοφάντορ, Κύριον ἐπικαλούμεθα, δι' αὐτοῦ τε σω ζόμενοι, ὡς τῆς ἀληθείας σε Προφήτην καὶ κήρυκα, Ζαχαρία τῆς εὐσεβείας μακαρίζομεν.

Ἵλεων ἀπέργασαι, ταῖς σαῖς πρεσβείαις τὸν Δεσπότην, τοῖς τὴν Ἱερὰν καὶ εὔσημον, ἑορτήν σου θεόπνευστε, πίστει ἐκτελοῦσι, καὶ σὲ πόθω γεραίρουσιν, ὡς Προφήτην καὶ θεηγόρον ἀληθέστατον.
Θεοτοκίον
Ἄβυσσον θαυμάτων σε, καὶ χαρισμάτων Θεοτόκε, πέλαγος Ἁγνὴ γινώσκοντες, καὶ σαφῶς ἐπιστάμενοι, τῇ σῇ προστασίᾳ πεπειθότες προστρέχομεν, καὶ συντόνως πρός τὴν σὴν σκέπην καταφεύγομεν.

Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Μεγαλομάρτυς ἔνδοξε, τοῦ Χριστοῦ Στρατηλάτα, καὶ θεῖον ἐγκαλλώπισμα, τῶν σεπτῶν ἀθλοφόρων, Θεόδωρε γενναιόφρον, μὴ ἐλλίπῃς αἰτεῖσθαι, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ εἰρήνην τῷ κόσμω, καὶ ἱλασμόν, τῶν ἁμαρτημάτων καὶ σωτηρίαν, τοῖς ἐκτελοῦσι πάνσοφε, τὴν φωσφόρον σου μνήμην.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ἐν πνεύματι τῷ Ἱερῷ, παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἀθλητὴς γενναιότατος, στρατιώτης ἀήττητος, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, καταβαλὼν τὸν πολέμιον, σοφίᾳ τῶν λόγων σου, καὶ τῶν ἔργων σου σοφέ, καρτεραῖς ἐπιδείξεσιν· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, καὶ ταῖς ἄνω, ὁμηγύρεσι συνήφθης, κλέος Μαρτύρων Θεόδωρε.
Ἦχος δ'
Καὶ σταυρῷ ἀναρτώμενος, καὶ τὰς σάρκας τυπτόμενος, ὀξυτάτοις βέλεσι τιτρωσκόμενος, καὶ ἐπὶ ξύλου τεινόμενος, καὶ πλευρὰς ξεόμενος, καὶ παντοίαις χαλεπαῖς, ἀλγηδόσι κυκλούμενος, ἀπαράτρωτος, καὶ ἀήττητος ὤφθης τῇ δυνάμει, τοῦ Σταυρῷ προσηλωθέντος, κλέος Μαρτύρων Θεόδωρε.
Ἦχος δ'
Θεῖον ἄγαλμα γέγονας, εὐσεβείας πανόλβιε, δυσσεβῶν ἀγάλματα βδελυξάμενος, καὶ Ἱερεῖον ὁλόκληρον, καὶ θῦμα εὐπρόσδεκτον τῷ τυθέντι διὰ σέ, καθαρῶς, προσαγόμενος, τῷ δοξάσαντι, τὴν ἁγίαν σου μνήμην καὶ θαυμάτων, θησαυρὸν σε τοῖς ἐν κόσμῳ, δωρησαμένῳ Θεόδωρε.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἀθλητικὴν ἀνδρείαν, καὶ λογικὴν λατρείαν εὐσεβῶς καθοπλισθείς, Ἀθλοφόρε Χριστοῦ, καὶ στερρῶς παραταχθεὶς τῇ δυνάμει αὐτοῦ, τῶν εἰδώλων τὸ ἀσεβές, καὶ τῶν Τυράννων τὸ ἀπηνές, ἀσθενὲς ἀπέδειξας, καταφρονῶν τῶν βασάνων, καὶ τοῦ προσκαίρου πυρός. Ἀλλ' ὦ θείων δωρεῶν καὶ πρᾶγμα καὶ ὄνομα, ἀπὸ πάσης περιστάσεως, τῇ πρεσβείᾳ σου σῷζε, τοὺς τελοῦντας τὴν μνήμην σου.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ ἁγίου Συμεὼν τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τόν Σωτῆρά μου.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάντα τῇ χειρί, περιέχων ὡς Κτίστης, καὶ δεσπόζων ἁπάντων, ὑπὸ χειρῶν Πρεσβύτου, ἐν τῷ ναῷ προσάγεται.
Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,
Ἀγάλλου Συμεών, καὶ ἡ Ἄννα εὐφραίνου· ἰδοὺ γὰρ ἐπεφάνη, ὁ Λυτρωτὴς τοῦ κόσμου, ὡς βρέφος προσαγόμενος.
Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Λέλυσαι τῆς φθορᾶς, Συμεὼν θεοφόρε, ἐν χερσὶ τὸν πάντα, κατέχοντα βαστάζων· εἶδες γὰρ τὸ σωτήριον.
Δοξαστικὸν, Τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἀθλητικὸν συστησάμενος στάδιον κατὰ τῆς πλάνης, ἠνδραγάθησας Θεόδωρε, τῇ πυριφθόγγῳ γλώττῃ σου, καταισχύνας Λικινίου τὸ ἀπάνθρωπον· διὸ καὶ σὺν Ἀγγέλοις χορεύων μακάριε, αἴτησαι Χριστῷ τῷ Θεῷ, ὅπως ἵλεως γενήσεται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Τῆς Ἑορτῆς
Ἦχος βαρὺς
Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν ἦλθες ἐξ οὐρανοῦ Σωτὴρ ἡμῶν, καὶ προελθὼν ἐκ τῆς Παρθένου, ἐπανεπαύσω ἐν ἀγκάλαις τοῦ δικαίου Συμεών· ἔδει γὰρ σε Ζωοδότα τῶν ἁπάντων, ὑπὸ τοῦ Πρεσβύτου γνωρισθῆναι, ὅτι παρεγένου ἀπολῦσαι αὐτόν, κατὰ τὸ ῥῆμά σου, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἀντίφωνον Α'
Στίχ.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Στίχ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου.
Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.

Ἀντίφωνον Β'
Στίχ.
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ Δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε.
Στίχ. Τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται.
Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

Ἀντίφωνον Γ', Ἦχος α'
Στίχ.
Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εἰσοδικόν
Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...

Μεγαλυνάριον
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν

Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.