Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μελετίου, Ἀρχιεπισκόπου Ἀντιοχείας τῆς μεγάλης.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Μελετήσας μακάριε, Ἱεράρχα Μελέτιε, νόμον τὸν σωτήριον, καθὼς γέγραπται, ξύλον ἐδείχθης ἐν ὕδατι, ἀσκήσεως κείμενον, καὶ καρποὺς τῶν ἀρετῶν, προβαλλόμενον χάριτι, τοῦ φωτίσαντος, τὴν ἁγίαν ψυχήν σου καὶ παντοίων, δεκτικὴν ἐργασαμένου, πνευματικῶν ἐπιλάμψεων.
Ἦχος δ'
Ὡραιώθησαν Πάνσοφε, γραφικῶς σιαγόνες σου, ὡς τρυγόνες στέργουσαι τὴν ἐγκράτειαν, καὶ τὴν τρυφὴν διαπτύουσαι, ἐφέσει Μελέτιε, τῆς τρυφῆς τῆς νοητῆς, ἥν Χριστὸς σοι χαρίζεται, προσδεξάμενος, τοὺς πολλούς σου ἀγῶνας καὶ τὸν ζῆλον, τὸν διάπυρον ὃν ἔσχες, προκινδυνεύων τῆς πίστεως.
Ἦχος δ'
Ἐγκρατείᾳ ἐμάρανας, τῆς σαρκὸς τὰ σκιρτήματα, καὶ παθῶν Μελέτιε, κατεκράτησας, καὶ ἀπαθείας λαμπρότητι, σεαυτὸν ἐφαίδρυνας, καὶ ἁγνῶς καὶ καθαρῶς, τῷ Χριστῷ ἱερούργησας, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ'
Τῇ σαρκὶ καθ' ὑπόστασιν, ἑνωθέντα τὸν ἄσαρκον, καὶ Πατρὶ συνάναρχον, Λόγον Πάνσοφε, δίχα τροπῆς καὶ συγχύσεως, σοφῶς ἐδογμάτισας, ἐνεργοῦντα δὲ διττῶς, καταλλήλως ταῖς φύσεσιν, ἐξ ὧν σύγκειται, καὶ ἐν αἷς θεωρεῖται, εἷς ὑπάρχων, ἀδιαίρετος τῷ ὄντι, τοῦτο κἀκεῖνο νοούμενος.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντᾳ, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα χαρίτωσον, τὸν νοῦν μου Πανάμωμε, καὶ εὐόδωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ, τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης Μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων, καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα.

Ἀπολυτίκιον τοῦ Ἀρχιεπισκόπου
Ἦχος δ'
Κανόνα πίστεως ΤΟ ΑΚΟΥΤΕ
Κανόνα πίστεως καί εικόνα πραότητος, εγκρατείας Διδάσκαλον, ανέδειξέ σε τή ποίμνη σου, η τών πραγμάτων αλήθεια, διά τούτο εκτήσω τή ταπεινώσει τά υψηλά, τή πτωχεία τά πλούσια, Πάτερ Ιεράρχα Μελέτιε, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἀρχιεπισκόπου, οὗ ἡ Ἀκροστιχίς.
Τοὺς σοὺς ἐπαίνους ἐξυφαίνω παμμάκαρ.
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Τῷ φωτοδότῃ παρεστὼς ὁλόφωτος, φωτὶ τῆς γνώσεως, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, καὶ τὴν ἀχλὺν ἀπέλασον, τῶν παθῶν σαῖς πρεσβείαις· ὡς Ἱεράρχης γὰρ ὅσιε, ἔχεις παρρησίαν Μελέτιε.

Ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς καθήμενος, ὁ συναΐδιος, καὶ συμφυὴς Λόγος, τῷ τεκόντι κήρυκα, τῆς ἑαυτοῦ γεννήσεως, προχειρίζεται μόνος, ὡς Ἀποστόλων ὁμότροπον, σὲ νῦν θεοφόρε Μελέτιε.

Ὑπὸ τῆς θείας φωτισθεὶς ἐλλάμψεως, τὸν ἐξ ἀνάρχου Πατρός, μονογενῆ Λόγον, ἄκτιστον αἰώνιον, θεολογήσας, Ὅσιε, τοὺς Ἀρείου συμμάχους, ὁμόφρονάς τε συνέχεας, θείᾳ παντευχίᾳ φραξάμενος.
Θεοτοκίον
Σεσαρκωμένον Παναγία τέτοκας, τὸν πρὶν ἀσώματον, θεαρχικὸν Λόγον· μόνη ἐξ αἰῶνος γάρ, ἀκτῖσι καθαρότητος, Παρθενίας τε κάλλει, καὶ παναμώμοις χαρίσμασι, πέφηνας ἀξία πανάμωμε.

Κανών α', ᾨδὴ γ', τοῦ Ἀρχιεπισκόπου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε Φιλάνθρωπε».

Στερεωτέραν τὴν ψυχήν, ἀδάμαντος κεκτημένος, τὸ σαθρὸν σὺ τῆς αἱρέσεως δόγμα, εὐσεβείᾳ πυρσωθείς, Πανόλβιε κατέπαυσας· διὸ πιστοὶ σε πάντες, ὕμνοις θεόφρον δοξάζομεν.

Ὁμοιωθεὶς δι' ἀρετῶν, τοῖς τοῦ Χριστοῦ Ἀποστόλοις, τὴν ἐκείνων αὐθεντίαν καὶ θρόνον, ἐκληρώσω προφανῶς, Μελέτιε πανένδοξε, ὀρθοδοξίας στῦλος, καὶ εὐσεβείας γενόμενος.

Υἱοθετούμενος Θεῷ, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, οὐ κατήγαγες εἰς κτίσιν ἀφρόνως, ἀλλ' ἐδόξασας Πατρί, συνάναρχον καὶ σύνθρονον, Δημιουργὸν καὶ Κτίστην, τῶν γεγονότων Θεόληπτε.
Θεοτοκίον
Σοῦ τὴν ἁγίαν ὁ Θεὸς γαστέρα κατασκηνώσας, ἐσαρκώθη Θεομῆτορ ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοῖς ζωηφόροις πάθεσιν· ὅθεν σε σωτηρίας, πύλην Παρθένε γινώσκομεν.

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Μελετήσας ἡμέρας τε καὶ νυκτός, ἐν τῷ νόμῳ Κυρίου Πάτερ σοφέ, ὡς ξύλον κατάκαρπον, ἐφ' ὑδάτων τοῦ Πνεύματος, φυτευθὲν ὡράθης· διὸ ἱεράτευσας, τῷ Θεῷ ἀμέμπτως, Ἀρείου τὸ ἄθεον, καὶ τοῦ Σαβελλίου, τὸν κακόδοξον τρόπον, σαφῶς βδελυξάμενος, ὀρθοδόξῳ φρονὴματι, Ἱεράρχα Μελέτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... ὅμοιον
Τὴν σοφίαν τοῦ Λόγου καταμαθών, καὶ τὸ γράμμα τοῦ νόμου ἀποβαλών, πᾶσιν ἀνεκήρυξας, τὸν τῆς χάριτος λόγον, καὶ τῶν ψυχῶν τὰς πλάκας, λαξεύσας τῇ γλώττῃ σου, ἐν αὐταῖς ἐχάραξας, τὰ θεῖα διδάγματα· ὅθεν καὶ τοῦ γνόφου, διαβὰς τὴν νεφέλην, καλυπτόμενος σώματι, ἀναλάμπεις τῷ Πνεύματι, Ἱεράρχα Μελέτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν ... Θεοτοκίον
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες, πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως, τῆς ἐκεῖσε δεόμεθα, καὶ ἐν πίστει βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς εὐσεβῶς προσιοῦσι, τῇ σκέπῃ τῇ θείᾳ σου.
Ἢ Σταυροθεοτοκίον
Ὁ σταυρὸν ὑπομείνας ὡς ἀγαθός, τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβών, μόνε ἀναμάρτητε, ὑπεράγαθε Κύριε, τοῦ θανάτου εὔσπλαγχνε, τὸ κράτος κατέλυσας, καὶ τῷ πάθει σου Δέσποτα, τὸν κόσμον διέσωσας. Ὅθεν Ζωοδότα, τὴν πεσοῦσαν ψυχήν μου, οἰκτείρησον δέομαι, ὅταν κρίνῃς τὰ ἔργα μου, δικαιοκρῖτα φιλάνθρωπε· καὶ δὸς μοι πανοικτίρμον Θεέ, τῶν πταισμάτων ἄφεσιν ὡς εὔσπλαγχνος, ὅτι μόνος ὑπάρχεις, φύσει ἀναμάρτητος.

Κανών α', ᾨδὴ δ', τοῦ Ἀρχιεπισκόπου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε».

Ἐπιφανῶς, Ἱερομύστα διέπρεψας, τὸν τοῦ Πέτρου, θρόνον κληρωσάμενος, τοῦ παρ' αὐτοῦ Πάτερ τοῦ Χριστοῦ, χειροτονηθέντος, οὗ καὶ τὸν τρόπον ἐζήλωσας, Υἱόν Θεοῦ τοῦ ζῶντος, τὸν Σωτῆρα δοξάζων, διδαχαῖς ταῖς ἐκείνου ἑπόμενος.

Παντοδαποῖς, κεκοσμημένος χαρίσμασι, Μοναρχίας, κήρυξ ἐχρημάτισας, τῆς ἐν Πατρὶ καὶ μονογενεῖ, Λόγῳ νοουμένης καὶ θείῳ Πνεύματι Πάνσοφε· Μονάδα γὰρ οὐσίας, ἐν Τριάδι προσώπων, ὑφεστώτων ἐδίδαξας Ὅσιε.

Ἀνακραθείς, κάλλει τῷ πρώτῳ θεσπέσιε, καὶ τῇ αἴγλῃ, τούτου συμμορφούμενος, καὶ πυρσωθεὶς θείαις ἀστραπαῖς, κατὰ μετουσίαν, τῇ Ἐκκλησίᾳ φῶς δεύτερον, ἐγένου θεοφάντορ, φωτισμὸν εὐσεβείας, ἀναφαίνων τοῖς πίστει προστρέχουσιν.
Θεοτοκίον
Ἵνα μορφήν, τὴν κεχωσμένην τοῖς πάθεσιν, ἐκζητήσῃς, πλούτου ἀγαθότητι, Παρθενικὴν ᾤκησας νηδύν, ἐξ ἧς ἡ Σοφία, Θεοῦ ναὸν ᾠκοδόμησας, δι' οὗ συνανεστράφης, τοῖς ἀνθρώποις οἰκτίρμον, καὶ διέσωσας κόσμου τὰ πέρατα.

Κανών α', ᾨδὴ ε', τοῦ Ἀρχιεπισκόπου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Νεμομένης ἀτόπως, πάντας τῆς αἱρέσεως τῆς κακοδαίμονος, ὑπερῆρας Πάτερ, εὐγενείᾳ ψυχῆς καὶ φαιδρότητι, καὶ πανάγνῳ γνώμῃ, καὶ σταθηρᾷ θεοσεβείᾳ, θεοφάντορ παμμάκαρ Μελέτιε.

Ὁλικαῖς προθυμίαις, τοὺς Ἀρειανόφρονας καταστρεψάμενος, ὀρθοδόξῳ πίστει, θεοφόρε τὸ κράτος ἐκύρωσας, ἐν Τριάδι ἕνα, Θεὸν ἡμῖν ἀνακηρύττων, παμμακάριστε Πάτερ Μελέτιε.

Ὑπερθέου Τριάδος, μύστης ἐχρημάτισας παναληθέστατος, τῷ Πατρὶ τὸν Λόγον, ὁμοούσιον σέβων καὶ σύνθρονον, καὶ τὸ θεῖον Πνεῦμα, ὁμοφυὲς Πατρὶ καὶ Λόγῳ, πανσεβάσμιε Πάτερ Μελέτιε.
Θεοτοκίον
Στρατηγίαι τῶν ἄνω, Πάναγνε Δυνάμεων σὲ μακαρίζουσι, γενεαὶ δὲ πᾶσαι, τῶν ἀνθρώπων ἀξίως δοξάζουσι· διὰ σοῦ γὰρ μόνης, οἱ ἐπὶ γῆς τοῖς οὐρανίοις, συναφθέντες ὑμνοῦμεν τὸν τόκον σου.

Κανών α', ᾨδὴ ς', τοῦ Ἀρχιεπισκόπου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου· Ὁ Θεὸς τῆς σωτηρίας μου».

Ἐξήρανας ποταμούς, θεόφρον τοὺς τῆς αἱρέσεως, ἠνέῳξας δὲ πηγάς, δογμάτων ὀρθότητος, ἀήττητος πρόμαχος, τῆς ὀρθοδοξίας, γεγονὼς ὦ παμμακάριστε.

Ξηράνας τὸ θολερόν, Ἀρείου ῥεῖθρον καὶ ἄθεον, κατήρδευσας δαψιλῶς, τῆς χάριτος νάμασι, πιστῶν τὰ συστὴματα, καὶ τῆς Ἐκκλησίας, τὴν εὐπρέπειαν ἐκόσμησας.

Ὑπάρχων διαπρεπής, ἐνθέοις ἐπιτηδεύμασιν, ἐγένου περιφανής, Πάτερ πρακτικώτατος, ἀκλόνητος σύμμαχος τῆς θεοσεβείας, καὶ Ποιμένων προηγουμενος.
Θεοτοκίον
Φωτίζουσι τὰς ψυχάς, τῶν ὀρθοδόξως ὑμνούντων σε, αἱ ῥήσεις τῶν προφητῶν, τὴν σὴν προμηνύουσαι, πανάχραντον σύλληψιν, καὶ τὴν ὑπὲρ λόγον, θεονύμφευτὸν σου γέννησιν.

Κοντάκιον
Ἦχος β'
Τοῖς τῶν αἱμάτων σου ῥείθροις ΤΟ ΑΚΟΥΤΕ
Ὀρθοδοξίας τοῖς τρόποις κοσμούμενος, τῆς Ἐκκλησίας προστάτης καὶ πρόβολος, ἐδείχθης παμμάκαρ Μελέτιε, καταπυρσεύων τὰ πέρατα δόγμασι, λαμπτὴρ Ἐκκλησίας φαεινότατε.
Ὁ Οἶκος
Τῶν Ἀποστόλων ὁμότροπόν σε, καὶ ὁμόδοξον πάντες ἐγνωκότες πιστοί, καὶ σύνθρονον Πάτερ Ὅσιε, καὶ τῆς Τριάδος μύστην καὶ λάτριν, καὶ Διδάσκαλον μέγαν τῆς Ἐκκλησίας, ὑπὲρ αὐτῆς τὴν ψυχήν σου τρισμάκαρ προθέμενον, τῷ ζήλῳ τῆς εὐσεβείας πυρσούμενον, θεόφρον Μελέτιε, συιμφώνως πάντες ἀνυμνοῦμέν σε, τὴν σεπτήν σου καὶ ἔνθεον γεραίροντες κοίμησιν, λαμπτὴρ Ἐκκλησίας φαεινότατε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μελετίου, ἀρχιεπισκόπου Ἀντιοχείας τῆς μεγάλης.
Στίχοι
Τὰς χεῖρας αἴρων Μελέτιος Κυρίῳ,
Ταῖς χερσί σου τίθημι τὴν ψυχήν, λέγει.
Δωδεκάτῃ Μελέτιος ἔδυ χθόνα πουλυβότειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μαρίας, τῆς μετονομασθείσης Μαρῖνος.
Στίχοι
Στολὴ Μαρῖνον μαρτυρεῖ τὴν Μαρίαν,
Ταφὴ Μαρίαν δεικνύει τὸν Μαρῖνον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Ἀντωνίου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
Οὐδὲν τι προσχὼν Ἀντώνιος τοῖς κάτω,
Καλῶν δικαίως ἠξιώθη τῶν ἄνω.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Σατορνῖνος καὶ Πλουτῖνος ξίφει τελειοῦνται.
Στίχοι
Τὰ θνησιμαῖα ταῦτα τῶν τετμημένων,
Σατορνίνου πέφυκε καὶ τοῦ Πλουτίνου.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἀρχιεπισκόπου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἁγία σε Σύνοδος, πρωτοστατοῦντα ἔσχε Θεόληπτε, ἣν τὸ Ἅγιον Πνεῦμα, ἐκ τῶν περάτων εἰς ἓν συνήθροισεν, ὑμνολογοῦσαν αὐτοῦ τὴν Θεότητα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἰσότιμον ἔλαχες, τὴν προεδρείαν τοῖς Ἀποστόλοις Χριστοῦ, καὶ τὴν ἔνθεον τούτων, διδασκαλίαν ἐκληρονόμησας, καὶ πολιτείαν μιμούμενος ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νοῦν ἔχων ὀξύτατον, πρὸς θεοπτίαν ἀνατεινόμενον, τὴν τῶν αἱρετιζόντων, ἀμβλυωπίαν ἐξεμυκτήρισας, τοὺς εὐσεβεῖς δὲ διδάσκων ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὡς ἔσοπτρον ἄχραντε, σὺ τῆς ἁγίας στίλβουσα χάριτος, φωτοτόκος Παρθένε, καὶ Θεοτόκος πάναγνε γέγονας· διὸ συμφώνως τῷ τόκῳ σου ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', τοῦ Ἀρχιεπισκόπου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Περιφανῶς ἐδίδαξας, μίαν σέβειν Θεότητα, τὴν ἐν τῷ Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι, καὶ δύναμιν ἄπειρον, καὶ βασιλείαν μίαν σαφῶς, τῶν ἰδιωμάτων, ἀσφαλῶς τηρουμένων, ἑκάστῃ ὑποστάσει, ᾗ καὶ ψάλλων ἐβόας· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἁγιωσύνης τέμενος, Ἱεράρχα γενόμενος, πάντας ἁγιάζεις, τοὺς τῷ σῷ ὀνόματι, καλεῖσθαι σπουδάζοντας, καὶ τὴν εἰκόνα Πάτερ τὴν σήν, σχέσει τῇ πρὸς σέ, διαχαράττοντας πόθῳ, καὶ πίστει μελῳδοῦντας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Μυσταγωγίαις ἄριστα, τὴν σὴν ποίμνην ἐφώτισας, νῦν δὲ πρωτοτόκων, Ἐκκλησίαν ηὔξησας, προσθήκη γενόμενος, τοῖς ἀπ' αἰῶνος λάμψασιν, ἱεραρχικαῖς καὶ μυστικαῖς λειτουργίαις, μεθ' ὧν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Μεμυημένοι Πάναγνε, τὸ ἐπὶ σοὶ Μυστήριον, καὶ τὴν γενομένην, διὰ σοῦ δρεπόμενοι, ψυχῶν ἀπολύτρωσιν, καὶ σωτηρίαν κράζομεν, σὺν τῷ Γαβριήλ, τῷ Ἀρχαγγέλῳ τὸ Χαῖρε, βοῶντες Θεοτόκε, καὶ πιστῶς μελῳδοῦντες· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τοῦ Ἀρχιεπισκόπου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».

Ἀΰλως τῷ ἀΰλῳ παρεστηκώς, ὃν καὶ Κτίστην τῶν ὅλων καὶ Κύριον, καὶ τοῦ Πατρός, Λόγον καὶ σοφίαν οὐσιωδῶς, καὶ συμφυῶς ὑπάρχοντα, σὺ ἐθεολόγεις εἰλικρινῶς, αἰτούμενος μὴ παύσῃ, σωθῆναι τοὺς ἐν πίστει, σὲ θεηγόρε μακαρίζουσιν.

Καμάτοις ἐνιδροῦντα πνευματικοῖς, καὶ προθύμως εἰσέτι μαχόμενον, ὑπὲρ αὐτοῦ, τοῖς Πνευματομάχοις σὲ καθορῶν, τὸ καθαρὸν καὶ Ἅγιον, Πνεῦμα στεφανῶσαν ὡς νικητήν, προσέλαβεν ἀξίως, καὶ ταῖς ἄνω Παμμάκαρ, χοροστασίαις συνηρίθμησεν.

Ἀγῶνας διανύσας τοὺς εὐαγεῖς, καὶ τὸν δρόμον τελέσας τὸν κάλλιστον, καὶ τὴν ὀρθήν, πίστιν ἐκδιδάξας πανευσεβῶς, δικαιοσύνης στέφανον, παρὰ τοῦ τῶν πάντων Δημιουργοῦ, ἐδέξω θεηγόρε, συνόδῳ διδασκάλων, ὕμνοις ἐξ ὕμνων προπεμπόμενος.
Θεοτοκίον
Ῥαδίως Θεοτόκε διαπερᾶν, τὸν τοῦ βίου παράσχου μοι κλύδωνα, τῶν πειρασμῶν, τὰς ἐπαναστάσεις καὶ τῶν παθῶν, ὡς ἀγαθὴ πραΰνουσα, καὶ καθοδηγοῦσα πρὸς ἀρετῆς, οὐράνιον πορείαν, ὅπως ὡς εὐεργέτην, ἀκαταπαύστως μεγαλύνω σε.

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἡ παμφαὴς ἐπέστη, τοῦ Ἱεράρχου ἑορτή, δεῦτε προθύμως ἐν ταύτῃ, ἀνευφημήσωμεν Χριστόν, τὸν θαυμαστὸν ἐν Ἁγίοις, καὶ μόνον Κύριον ὄντα.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἐλπὶς τῶν ἀπηλπισμένων, καταφυγὴ Χριστιανῶν, σὺν Ἀποστόλοις Προφήταις, καὶ Μάρτυσι τὸν σὸν Υἱόν, ἱκέτευε ὑπὲρ πάντων, τῶν σὲ πιστῶς προσκυνούντων.