Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αὐξεντίου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Αὔξησιν ἀσκήσεως, ἐπιδεικνύων Αὐξέντιε, χαρισμάτων τὴν αὔξησιν, θεόθεν ἀπείληφας, θεραπεύειν νόσους, δαίμονας ἐλαύνειν, τῇ ἐπικλήσει τοῦ Χριστοῦ, πεπιστευμένος καὶ τῆς τοῦ Πνεύματος, Παμμάκαρ θείας χάριτος, ἐμφορηθεὶς καὶ δυνάμεως, ᾧ σαφῶς κυβερνώμενος, πρὸς γαλήνην προσώρμισας.
Ἦχος δ'
Χάριν τῶν ἰάσεων, καὶ τῶν θαυμάτων ἐπλούτησας, καθαρθεὶς τὴν διάνοιαν· παθῶν γὰρ νοσήματα, καὶ σαρκὸς τὸν ζόφον, καὶ τὴν τρικυμίαν, ἀπετινάξω καὶ φαιδράν, τὴν τῆς ψυχῆς εἰργάσω κατάστασιν, ἐντεῦθεν καὶ διέλαμψας, ἐν Μοναστῶν ὁμηγύρεσι, δυσωπῶν τὸν Φιλάνθρωπον, ὑπὲρ τῶν εὐφημούντων σε.
Ἦχος δ'
Αὐξήσας τὸ τάλαντον, τὸ πιστευθὲν σοι μακάριε, δαψιλῶς ἐργασάμενος, καὶ σπείρας ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει, Πάτερ νῦν θερίζεις, πολλαπλασίονα χαράν, καὶ θυμηδίαν ὄντως δρεπόμενος, ὡς ἔχων παρρησίαν οὖν, πρὸς τὸν Δεσπότην δυσώπησον, ὑπὲρ τῶν ἀνυμνούντων σε, θεοφόρε Αὐξέντιε.

Θεοτοκίον ἐν τῇ τεσσαρακοστῇ ἐκτὸς τοῦ Σαββάτου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸ χαῦνον καὶ ἔκλυτον Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, νῦν τοῦ θείου φόβου, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄσβεστον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ εὕρω Δέσποινα, εὐφραινόμενος πάντοτε.
Σταυροθεοτοκίον ἐν τῇ τεσσαρακοστῇ
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς, καὶ σπεύδεις με ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι, εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.

Δοξαστικὸν. Ἐὰν δὲ τύχῃ ἐκτὸς τῆς τεσσαρακοστῆς
Ἦχος πλ. δ'
Ἀνατολίου
Ἡ καθαρὰ τοῦ Πνεύματος τοῦ Ἁγίου σοφία, σκηνώσασα ἐν τῇ καθαρᾷ καρδίᾳ σου, παμμακάριστε Αὐξέντιε, Ὅσιε Πάτερ, κατὰ τῶν πνευμάτων τῆς πονηρίας φοβερὸν σε διώκτην ἀνέδειξε, καὶ οὐ μόνον φοβερόν, ἀλλὰ καὶ κρυπτῶν νοσημάτων ἰατρόν. Διὸ παρρησίαν κεκτημένος πρὸς τὸν φιλάνθρωπον Θεόν, τῇ ἀπαύστῳ πρεσβείᾳ σου, τῶν ψυχικῶν ἡμᾶς παθῶν, καὶ σωματικῶν ἐλευθέρωσον.
Θεοτοκίον. Ἐὰν δὲ τύχῃ ἐκτὸς τῆς τεσσαρακοστῆς
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε Ἀγγέλων ἐγκώμιον. Χαῖρε βροτῶν καλλονή. Χαῖρε δόξα τοῦ γένους ἡμῶν. Χαῖρε θεία εἴσοδος, πρὸς βασιλείαν Θεοῦ. Χαῖρε μεσίτρια, πρὸς τὸν πλάσαντα. Χαῖρε λυτήριον, τὸ τῆς ἀρχαίας ἀρᾶς, σοὶ πάντες ᾄδομεν, αἶνον χαριστήριον χρεωστικῶς, οἱ καταπολαύοντες, ἀεὶ τῶν σῶν ἀγαθῶν.
Σταυροθεοτοκίον. Ἐὰν δὲ τύχῃ ἐκτὸς τῆς τεσσαρακοστῆς
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ἥλιος ἰδὼν σε ἔφριξεν, ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡπλωμένον θελήματι, καὶ ἡ γῆ ἐσείετο, καὶ αἱ πέτραι ἐρρήγνυντο, καὶ τὰ μνημεῖα φόβῳ ἠνοίγοντο, καὶ αἱ δυνάμεις πᾶσαι ἐξίσταντο, σὲ δ' ὡς ἑώρακεν, ἡ Παρθένος Δέσποινα ὁλολυγμῷ, οἴμοι! ἀνεκραύγαζε, τὶ τὸ ὁρώμενον.

Ἀπολυτίκιον
Ἦχος α΄ ΤΟ ΑΚΟΥΤΕ
Τής ερήμου πολίτης, καί εν σώματι Άγγελος, καί θαυματουργός ανεδείχθης, θεοφόρε Πατήρ ημών Αυξέντιε, νηστεία, αγρυπνία, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, καί τάς ψυχάς τών πίστει προστρεχόντων σοι, Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ στεφανώσαντι, δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Αὐξέντιον τὸν θεῖον ὑμνῶν προφρόνως.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Αὐξήσας, τὴν πρὸς Θεὸν ἀγάπησιν, Πάτερ Αὐξέντιε, καὶ κοσμικὴν στοργὴν καταλιπών, θεοφόρε κειμήλιον, χωρητικὸν τοῦ Πνεύματος, τῶν χαρισμάτων ἀναδέδειξαι.

Ὑπῆλθες, ἐθελουσίοις νεύμασι, Πάτερ Αὐξέντιε, σὺ τὸν ζυγὸν Κυρίου τὸν χρηστόν, καὶ τὴν γῆν ἐκαινούργησας, τῶν ἀρετῶν τοῖς δάκρυσι, καταπιαίνων ταύτην ἔνδοξε.

Ξενώσας, βιοτικῆς συγχύσεως τὴν σὴν ψυχὴν καὶ τὸν νοῦν, καὶ πρὸς Θεὸν συνάψας ἐμμελῶς, ἐν συντόνοις ἀσκήσεσιν, ἐπὶ τῆς γῆς ὡς ἄσαρκος, ἐπολιτεύσω Παμμακάριστε.
Θεοτοκίον
Ἐν σοὶ νῦν, ἐθεωρήθη Δέσποινα, ἡ ἀκατάληπτος, θεανδρικὴ πορεία τοῦ Χριστοῦ, ὃς Θεός τε καὶ ἄνθρωπος, ἐκ σοῦ Ἁγνὴ γεγέννηται, ἀνακαινίζων τὴν οὐσίαν μου.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Θεοῦ· οὐ γὰρ ἔστιν Ἅγιος, πλήν σου φιλάνθρωπε».

Νενευρωμένος, τοῦ Σταυροῦ τῇ δυνάμει κατήργησας, τῶν δαιμόνων τὰς ὁρμάς, καὶ μεθοδείας διέλυσας, ἀσκήσει τρεπόμενος, τὴν τούτων ἔφοδον.

Τὴν τῶν Ἀγγέλων, ἐπὶ γῆς πολιτείαν μιμούμενος, τὸ καθαρὸν ἐν προσευχαῖς, ἐν ἀγρυπνίαις τὸ εὔτονον, προθύμως διήνυσας, Πάτερ Αὐξέντιε.

Ἰὸν θανάτου, ταῖς ψυχαῖς προξενοῦσαν Αὐξέντιε, ἐπιγνοὺς τὴν ἡδονήν, δι' ἐγκρατείας ἐνέκρωσας, αὐτῆς τὰ κινήματα, θεόφρον Ὅσιε.
Θεοτοκίον
Ὁ διαπλάσας, κατ' ἀρχάς ἐκ χοὸς με τὸν ἄνθρωπον, πλαστουργεῖται δι' ἐμέ, ἐν τῇ γαστρί σου Πανάμωμε, τὴν πάλαι κατάπτωσιν, ἐπανορθούμενος.

Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου ΤΟ ΑΚΟΥΤΕ
Εἰς ὄρος ἀνελθών, θεωρίας Παμμάκαρ, καὶ πράξεως σαφῶς, ἀστραπαῖς τῶν θαυμάτων, ὡς ἥλιος ἔλαμψας, καταυγάζων τὰ πέρατα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ὑμνολογοῦντές σε πίστει, καὶ πόθῳ γεραίρομεν.
Δόξα... Ἦχος πλ. δ'
Τὴν Σοφίαν
ΤΟ ΑΚΟΥΤΕ
Ἀνελθὼν ἐν τῷ ὄρει τῶν ἀρετῶν, βραχυτάτῳ κελλίῳ μάκαρ σαυτόν, συγκλείσας στενούμενος, ἐπὶ γῆς δι' ἀσκήσεως, καὶ πρὸς πλάτος θεῖον, πανσόφως πτερούμενος, λογισμῷ τελείῳ ἀνῆλθες μακάριε· ὅθεν τοὺς εἰς βάθη πειρασμῶν ἐκπεσόντας, ἀνείλκυσας Ὅσιε, ἐνεργῶν τὰ τεράστια, θεοφόρε Αὐξέντιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως Τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζουσι γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Δέσποινα.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Νικητὴς κατὰ πνευμάτων τῆς πονηρίας, τῇ τοῦ Ἁγίου Πνεύματος, Πάτερ συνεργείᾳ, ὤφθης καὶ τῇ χάριτι, κραυγάζων Αὐξέντιε· Δόξα τῇ δυνάμει σου Κύριε.

Τῶν χειμάρρων θεοφόρε τῆς ἀνομίας, τῇ προσευχῇ παμμάκαρ, σεαυτὸν ὀχυρώσας, ἔφυγες τὸν τάραχον· τρυφῆς τὸν χειμάρρουν δέ, πέπωκας ἀξίως πανόλβιε.

Ὁ θεοφόρος τὴν πίστιν καὶ τὴν ἀγάπην, τὴν πρὸς Θεὸν αὐξήσας, πρὸς μετάρσιον ὕψος, θείας οἰκειώσεως, ὑψώθη κραυγάζων σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Νουνεχῶς Πάτερ προκρίνας, τῆς τῶν προσκαίρων χαμαιπετοῦς κυβείας, τὴν μὴ σαλευομένην, θείαν ὡραιότητα, προθύμως, ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Θεὸν Λόγον σε τεκοῦσαν σαφῶς εἰδότες σωματικῶς κυρίως, οἱ πιστοὶ Θεοτόκον πάντες ὀνομάζομεν, τὴν κλῆσιν κατάλληλον, φύσει τῶν πραγμάτων προσάγοντες.

Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Ἐχόμενα τῆς σῆς, ὁδοῦ Πάτερ τὰ σκάνδαλα, ὀξύτητι διανοίας, ἀλωβήτως διῆλθες, καὶ ψυχῆς καθαρότητι.

Ἰσότητι φρενῶν, τὴν ζωὴν διελήλυθας, τὰ πρόσκαιρα παρατρέχων, αἰωνίοις δὲ Πάτερ, εἰς ἀεὶ προστιθέμενος.

Ὁ βίος σου λαμπρός, καὶ ἡ πίστις ὀρθόδοξος, ἡ ἄσκησις θαυμασία, ἠρτυμένος ὁ λόγος, τῇ χάριτι Αὐξέντιε.
Θεοτοκίον
Νοῦν ἔχοντες ὀρθόν, διδαγμάτων ἀνάπλεων, σὲ πάναγνε Θεοτόκον, ὀνομάζομεν πάντες, καὶ πόθῳ μακαρίζομεν.

Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Υἱὸν σε, καὶ φωτὸς καὶ ἡμέρας ἀνέδειξεν, ἡ πολιτεία σου μάκαρ, εὐσχημόνως Πάτερ περιπατοῦντα, καὶ φωστῆρα, ζωῆς ἐν κόσμῳ λόγον ἐπέχοντα.

Μελέτην, τοῦ θανάτου τὸν βίον σου θέμενος, διαφερόντως τὸν ὅρον, τῆς σοφίας Πάτερ κατανοήσας, μετετέθης, πρὸς τὴν Σοφίαν τὴν ἐνυπόστατον.
Θεοτοκίον
Ναὸν σε, τοῦ Θεοῦ καὶ παστάδα γινώσκομεν, στάμνον λυχνίαν καὶ πλάκα, κεκτημένην ἔνδον ἐγγεγραμμένον, τὸν δι' οἶκτον, σωματωθέντα Λόγον πανάμωμε.

Κοντάκιον
Ἦχος πλ. β´
Τὴν ἐν πρεσβείαις ΤΟ ΑΚΟΥΤΕ
Κατατρυφήσας θεόφρον τῆς ἐγκρατείας, καὶ τὰς ὀρέξεις τῆς σαρκὸς χαλινώσας, ὤφθης τῇ πίστει σου αὐξανόμενος, καὶ ὡς φυτὸν ἐν μέσῳ τοῦ Παραδείσου ἐξήνθησας, Αὐξεντιε Πάτερ ἱερώτατε.
Ὁ Οἶκος
Τὶς τοὺς ἀγῶνάς σου νῦν ἐπαξίως ἐξείπῃ, ἢ τοὺς πόνους σου Πάτερ, οὓς ὑπέστης ἐν γῇ, διὰ τὴν θείαν ἀπόλαυσιν; ἀπὸ βρέφους γὰρ νόμοις Κυρίου ἀκολουθήσας, καὶ προστάγμασι τούτου ὑπηρετήσας, νέος ἡμῖν ἀνεδείχθης Ἰὼβ τοῖς παλαίσμασι, τοῦ κόσμου πάροικος ὤφθης, καὶ τῆς γῆς ἀπάσης ἀλλότριος, νηστείαν πίστει ἐξήσκησας, ἀγρυπνίαν, ἁγνείαν ἠγάπησας, Αὐξέντιε Πάτερ ἱερώτατε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αὐξεντίου τοῦ ἐν τῷ Βουνῷ.
Στίχοι
Ὁ Βουνός, ὡς Κάρμηλος, ἦν Αὐξεντίω,
Φανέντι τἄλλα πλὴν τελευτῆς Ἠλία.
Λεῖψε βίον δεκάτῃ Αὐξέντιος ἠδέ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρωνος.
Στίχοι
Φύσει μαρανθεὶς σαρκίου, θάλλει Μάρων,
Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραάμ.
Στίχοι
Πράξεις τὸ ταὐτὸν εὗρε κλήσεως πλέον,
Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ὡς τετρωμένος, τῇ τοῦ Δεσπότου Πάτερ θείᾳ στοργῇ, πᾶσαν πρὸς αὐτὸν ἀνένδοτον τὴν ῥοπήν, τῆς καρδίας σου ἐκέκτησο· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Πεφωτισμένος, τῇ τοῦ Σωτῆρος αἴγλῃ Πάνσοφε, σκότους τὸν προστάτην ἤλεγξας κραταιῶς, κοσμοκράτορας καθεῖλες δέ· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Θεοτοκίον
Ῥεύσασαν πάλαι, τῆς πρὸς τὸ κρεῖττον ἀνανεύσεως, φύσιν τῶν ἀνθρώπων πάναγνε βουληθείς, ἀναπλάσαι κατεσκήνωσεν, ὁ πλαστουργὸς Θεός, ἐν τῇ γαστρί σου μόνη Πανύμνητε.

Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Ὁλικῶς πρὸς Θεὸν μεταθέμενος, ἀπεσείσω σαρκὸς τὴν εὐπάθειαν, καὶ τῶν θαυμάτων εἴληφας, τὴν ἐνέργειαν μέλπων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Φοβερὸς ἀπεφάνθης τοῖς δαίμοσι, τὸν Χριστὸν κεκτημένος συλλήπτορα, οὗ τὸν Σταυρὸν ἀράμενος, ἠκολούθησας μέλπων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ῥητορεύει φανεὶς ὁ Ἀρχάγγελος, καὶ μηνύει τοῦ Λόγου σοι Πάναγνε, τὴν ὑπὲρ λόγον σύλληψιν, καὶ σωτήριον κόσμῳ· Πάντα τὰ ἔργα, εὐλογεῖτε κραυγάζων τὸν Κύριον.

Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ὅλῃ τῇ Θεότητι Πάτερ, τῷ βαπτισμῷ σου συνετάξω, καὶ διατηρήσας ἀκραιφνῶς, τὸ τῆς εἰκόνος Μάκαρ ἀξίωμα, τρισσοφεγγεῖ λαμπρότητι, μετ' εὐφροσύνης προσεχώρησας.

Νῦν οὐκ ἐν αἰνίγματι Πάτερ, οὐδὲν ἐσόπτρῳ κατοπτεύεις, τόν της θεαρχίας φωτισμόν, πρὸς πρόσωπον δὲ πάνσοφε πρόσωπον, τῆς ὑπὲρ νοῦν λαμπρότητος, καὶ θεοπτίας ἀξιούμενος.

Ὡς ἔχων πολλὴν παρρησίαν, πρὸς τὸν ἁπάντων Βασιλέα, Πάτερ λυτρωθῆναι δυσώπει, τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας πιστῶς, ἐκ πάσης περιστάσεως, ἵνα σε πάντες μακαρίζωμεν.
Θεοτοκίον
Σειρὰς τῶν ἐμῶν νῦν πταισμάτων, λῦσον Παρθένε Θεοτόκε, ἡ τῆς εὐσπλαγχνίας τὴν πηγήν, τεκοῦσα μόνη Θεομακάριστε, καὶ θυμηδίας ἔμπλησον, ὅπως ἀξίως μεγαλύνω σε.

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Αὐξήσει τῶν ἀγώνων σου, ἐπηύξησας τὰ τάλαντα, ἃ ἐπιστεύθης καὶ ταῦτα, τῷ σῷ προσῆξας Δεσπότῃ, καὶ τὸ Εὖ δοῦλε ἤκουσας, καὶ τὰ τούτου ἀκόλουθα, πρὸς ὃν ἀεὶ μνημόνευε, τῶν σὲ τιμώντων ἐκ πόθου, Αὐξέντιε θεοφόρε.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Καὶ σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ πόθῳ, τῇ παναχράντῳ καὶ θείᾳ, εἰκόνι σου Πανάμωμε, ἀφ' ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, σὲ Θεοτόκον κυρίως.