Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παμφίλου, καὶ τῶν σὺν αὐτῷ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια Στιχηρά.

Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἀποστόλων ἰσάριθμοι, Ἀθλοφόροι γενόμενοι, λογισμὸν ὁμόζηλον ἀνελάβετε, μὴ πτοηθέντες τὴν ἄθεον, τυράννων ὠμότητα, ἀλλ' ἀνδρείως καὶ στερρῶς, τὸν Σωτῆρα κηρύξαντες, ὑπεμείνατε, τῶν μελῶν τὰς στρεβλώσεις, τῇ ἐλπίδι τὰς μελλούσας ἀπολαύσεις, ἤδη καρπούμενοι Πάνσοφοι.
Ἦχος δ'
Καρτερίᾳ νικήσαντες, τῶν ἀθέων τὴν ἔνστασιν, καὶ ποικίλοις εἴδεσι προσπαλαίσαντες, κολαστηρίων τὸν στέφανον, ἀξίως ἐδέξασθε, ἐκ χειρὸς ζωαρχικῆς, κληρουχίαν ἀνώλεθρον, νῦν πλουτήσαντες, ἐν σκηναῖς αἰωνίοις τῷ Σωτῆρι, καὶ Δεσπότῃ τῶν ἁπάντων, συμβασιλεύοντες Ἔνδοξοι.
Ἦχος δ'
Σὺν Παμφίλῳ θεόφρονι, καὶ Οὐάλεντι Σέλευκος, Δανιήλ, Θεόδουλος, Ἡσαΐας τε, Ἱερεμίας Ἠλίας τε, καὶ θεῖος Πορφύριος, Παῦλος, Ἰουλιανός, Σαμουὴλ ὁ θαυμάσιος, νῦν τιμάσθωσαν, ὑμνωδίαις ᾀσμάτων καὶ ποικίλοις, ἐγκωμίοις οἱ γενναῖοι, καὶ ἀεισέβαστοι Μάρτυρες.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἑπομβρίαις πανάχραντε, τῆς τοῦ Πνεύματος χάριτος, τὴν ἐμὴν διάνοιαν καταδρόσισον, ἡ τὴν σταγόνα κυήσασα, Χριστὸν τὸν τὴν ἄμετρον, ἀνομίαν τῶν βροτῶν, οἰκτιρμοῖς ἀποσμήχοντα, καὶ κατάκλυσον, τὴν πηγὴν τῶν παθῶν μου, καὶ χειμάρρου, καταξίωσον τρυφῆς με, τῇ ἀειζώῳ πρεσβείᾳ σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἀμνὰς ἡ κυήσασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

Ἀπολυτίκιον τῶν Μαρτύρων
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οι Μάρτυρές σου, Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Δῆμον δωδεκάριθμον Ἀθλοφόρων ἀναμέλπω.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Δυνάμει, τοῦ Παναγίου Πνεύματος, ἡ δωδεκάριθμος, συγκροτηθεῖσα φάλαγξ καρτερῶς, δυσσεβούντων τὴν ἄθεον, καὶ πονηρὰν παράταξιν, ὡς νικηφόρος ἐτροπώσατο.

ᾘσχύνθη, τοῖς ἀθλοφόροις Μάρτυσιν, ὁ δυσμενὴς προσβαλών· τὴν γὰρ αὐτοῦ φαρέτραν ὁ δεινός, ἐκκενώσας πικρότατα, καταβαλεῖν οὐκ ἴσχυσε, τῶν ἀριστέων τήν στερρότητα.

Μανίας, ἑλληνικῆς τὸ φρύαγμα, κατεπατήσατε, θείᾳ συνέσει Μάρτυρες Χριστοῦ, καὶ σοφίᾳ κοσμούμενοι, ᾗ ἀντιπεῖν οὐκ, ἴσχυσαν, οἱ εὐσεβέσιν ἀντικείμενοι.

Ὁ θεῖος, καὶ θεηγόρος Πάμφιλος, ἐπαληθεύουσαν, πεπλουτηκὼς τὴν κλῆσιν ἀληθῶς, τῆς φιλίας τὸν σύνδεσμον, πρὸς τὸν Χριστὸν ἐτήρησε, μέχρι θανάτου ἀδιάρρηκτον.
Θεοτοκίον
Νεφέλην, δικαιοσύνης Ἥλιον, ἡμῖν ἐκλάμψασαν τὸν τοῦ Πατρὸς Υἱὸν μονογενῆ, Θεοτόκε πανύμνητε, πανευσεβῶς δοξάζοντες, διαπαντὸς σε μακαρίζομεν.

Κανών α', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Διέπρεψας εὐσεβῶς, ἔργῳ καὶ λόγῳ καὶ σεπτῷ χρίσματι, Μάρτυς Χριστοῦ Πάμφιλε, τῆς ἱερωσύνης θεόσοφε.

Ὡς λύρα πανευπρεπής, ὁμολογίας ἐμμελῶς ᾄδουσα, φθόγγους Χριστοῦ Μάρτυρες, συγκεκροτημένοι γεγόνατε.

Δραμόντες πρὸς τὸν σκοπόν, τῆς οὐρανίου καὶ σεπτῆς κλήσεως, ὡς νικηταὶ στέφανον, παρὰ τοῦ Δεσπότου εἰλήφατε.
Θεοτοκίον
Ἐσκήνωσεν ἐν ἡμῖν, ὁ ἐν ὑψίστοις κατοικῶν Πάναγνε· ὑπερφυῶς σάρκα γάρ, ἐκ σοῦ προσλαβὼν ἠμφιάσατο.

Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Κολαστηρίων φοβερῶν προκειμένων, οἱ τοῦ Κυρίου Ἀθληταὶ οἱ γενναῖοι, ἐν ἀπτοήτῳ χαίροντες φρονήματι, τούτοις προσωμίλησαν, τῆς σαρκὸς ἀλογοῦντες· ὅθεν ἐκληρώσαντο, αἰωνίζουσαν δόξαν, ὑπὲρ ἡμῶν πρεσβεύοντες ἀεί, τῶν εὐφημούντων αὐτῶν τὰ παλαίσματα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες, Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ ἐσχάτων σὲ σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

Κανών α', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σὲ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον, τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Κεκοσμημένη τοῖς θείοις τῶν Ἀποστόλων, καὶ Προφητῶν χαρίσμασιν ἡ χοροστασία, ὤφθη τῶν Μαρτύρων σου, ἡ τούτων ἰσάριθμος, Δέσποτα φανεῖσα προνοίᾳ σου.

Ἀπὸ ποικίλων ἀχθέντες πολιτευμάτων, ὡς ἐν βραχεῖ ὁλόκληρον τύπον ἐκκλησίας, σῴζειν ἠξιώθητε, συμφώνως κραυγάζοντες· Δόξα τῇ δυνάμει σου Κύριε.

Ῥαδιουργίαι τυράννων καὶ μεθοδεῖαι, τοὺς Ἀθλητὰς οὐκ ἔκαμψαν οὐδὲ τῶν βασάνων, πόνοι ἐμαλάκισαν, προθύμως κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰθυνόμενος παλάμῃ τῇ τοῦ Δεσπότου, τὸν δι' αὐτὸν ἑκούσιον θάνατον ὑπέστη, δῆμος ὁ πανεύφημος, Μαρτύρων κραυγάζοντες· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Θεηγορίαις ἐνηχούμενοι Θεοτόκε, ταῖς περὶ σοῦ καὶ βλέποντες, τούτων τὰς ἐκβάσεις· Χαῖρέ σοι κραυγάζομεν, Παρθένε Πανάμωμε, οἱ λελυτρωμένοι τῷ τόκῳ σου.

Κανών α', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς Ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Μὴ φέρων τοῖς ἐν γῇ, προσανέχειν ὦ Πάμφιλε, τὴν ἔνθεον πολιτείαν, ἣν ἐκ βρέφους μετῆλθες, ἀθλήσει κατελάμπρυνας.

Ὁ θείᾳ πολιᾷ, καὶ συνέσει κοσμούμενος, τῆς πόλεως τῆς Ἁγίας, ὡρμημένος Οὐάλης, ὡς Μάρτυς ἐστεφάνωται.

Νοῦν ἔχων τοῦ Χριστοῦ, ὡς τοῦ Παύλου ὁμώνυμος, πανεύφημε τῶν Μαρτύρων, τῷ στεφάνω νομίμως, ἀθλήσας κατηγλάϊσαι.
Θεοτοκίον
Ἀνώρθωσας Ἁγνή, τὸ τῆς Εὔας ὀλίσθημα, κυήσασα Θεὸν Λόγον, τὸν τῶν κατερραγμένων, τὴν πτῶσιν ἀνορθώσαντα.

Κανών α', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Ἐλπίσιν, αἰωνίου ζωῆς στηριζόμενοι, τὰς τῶν σωμάτων στρεβλώσεις, γεγηθότες ἔφερον οἱ γενναῖοι, οἱ τῶν θείων, ὑποφητῶν σου Σῶτερ ὁμώνυμοι.

Θανάτῳ, τὴν ζωὴν τὴν ἀμείνω ὠνήσαντο, ὁ Σαμουὴλ καὶ Ἠλίας, Δανιὴλ καὶ θεῖος Ἱερεμίας, καὶ πρὸς τούτοις, ὁ Ἡσαϊας ὁ μεγαλώνυμος.

Λαμπτῆρας, τῷ Θεῷ φαεινούς, νῦν ἡ Αἴγυπτος, ἐξανατέλλει ἡ πάλαι, βαθυτάτῳ σκότει καλυπτομένη, τῆς ἀγνοίας, θεογνωσίας φέγγος πλουτήσασα.
Θεοτοκίον
Ὄρος σε, Δανιὴλ ἐθεώρει Πανάμωμε, ἐξ οὗ ἐτμήθη ὁ λίθος, ὁ συντρίψας πᾶσαν πλάνης εἰκόνα, καὶ πληρώσας, θεογνωσίας πάντα τὰ πέρατα.

Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Φιλήσας Χριστοῦ, τὰ θεῖα θελήματα, ἐδείχθης Πιστῶν, ἀκέστωρ φιλόχριστος, γενναιόφρον Πάμφιλε, διὰ τοῦτο καὶ μακαρίζομεν, τὴν σεπτήν σου πανήγυριν. Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Ἰδοὺ ἐξέλαμψεν ἡ φωσφόρος, καὶ φωταυγὴς θεία μνήμη τοῦ στερροῦ ἀθλητοῦ, Παμφίλου τοῦ θεοκήρυκος, πάντων τὰς ὄψεις καὶ τὰς καρδίας καταυγάζουσα φέγγει τῷ ἀνεσπέρῳ. Περιχαρῶς, ὦ φιλέορτοι, δεῦτε συνδράμωμεν, καὶ τὴν τούτου θείαν ἡμέραν, ὡς καλὴν ἑορτὴν ἐνιαύσιον, τοῖς ᾄσμασι καταστέψωμεν, εὐλογοῦντες ὑμνοῦντες τὸν Κύριον, τὸν τοῦτον ἀξίως στεφανώσαντα· Πρεσβεύει γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Παμφίλου, Οὐάλεντος, Παύλου, Σελεύκου, Πορφυρίου, Ἰουλιανοῦ, Θεοδούλου, Ἠλία, Ἱερεμίου, Ἡσαϊου, Σαμουήλ καὶ Δανιήλ.
Στίχοι
Ὑπὲρ τὸ πᾶν σε Πάμφιλος φιλῶν Λόγε,
Καὶ τὴν τομὴν ἡγεῖτο τῆς κάρας φίλην.
Παῦλον Σέλευκος, καὶ Σέλευκον Οὐάλης,
Βλέπων τομῇ χαίροντα, τὴν τομὴν φέρει.
Ἥλαντο πρὸς πῦρ Μάρτυρες θεῖοι δύο,
Θείου πόθου πῦρ ἓν τρέφοντες οἱ δύο.
Σταυροῦσι δοῦλοι τῆς πλάνης ἐπὶ ξύλου,
Καὶ Θεόδουλον, δοῦλοι Ἐσταυρωμένου.
Κλῆσεις Προφητῶν καὶ τελευτὰς Μαρτύρων,
Αὐχοῦσι πέντε μάρτυρες τετμημένοι.
Ἕκτῃ καὶ δεκάταῃ ξίφους τάμε Πάμφιλον ἀκμή.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Μαρτυροπόλει, καὶ τοῦ Ὁσίου Μαρουθᾶ, τοῦ ἀνεγείραντος τὴν πόλιν ἐπ' ὀνόματι τῶν Μαρτύρων.
Στίχοι
Ἡ κλῆσις ἔργον μαρτυρωνύμῳ πόλει,
Πολλῶν ἐν αὐτῇ μαρτυρησάντων ξίφει.
Στέρξας Μαρουθᾶς τὸν Θεὸν σφόδρα σφόδρα,
Θεῷ παραστάς, τέρπεται σφόδρα σφόδρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φλαβιανοῦ.
Στίχοι
Ζωῆς ματαίας ἐκπεραιώσας χρόνον,
Ζῇ Φλαβιανὸς εἰς τὸν αἰῶνα χρόνον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Φλαβιανοῦ, Πατριάρχου Κωνσταντινουπόλεως.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Φαιδρῷ προσώπῳ, καὶ διανοίας καθαρότητι, μάρτυς προορῶν τὴν μένουσάν σε χαράν, τῶν βασάνων κατεφρόνησας, καταξεόμενος ἀνηλεῶς, Παμμάκαρ Πορφύριε.

Ὁ Νεανίας, τρεῖς ἐν καμίνῳ σώσας Θεός, οὗτος ἀθλοφόρε Μάκαρ σε δι' αὐτόν, ἐν πυρὶ ὁλοκαυτούμενον, σαφῶς προσδέχεται, ὡς εὐωδέστατον θῦμα Πορφύριε.

Ῥώμῃ ψυχῆς τε, κεκοσμημένος καὶ τοῦ σώματος, πᾶσαν τοῦ τυράννου Σέλευκε τὴν ἰσχύν, καταβέβληκας πανεύφημε· Εὐλογημένος εἶ, ὁ Θεός, μου κραυγάζων καὶ Κύριος.
Θεοτοκίον
Ὡς Θεοτόκος, ὡραιοτέρα πάσης κτίσεως ἔφυς· τοῦ Θεοῦ γὰρ γέγονας ἀληθῶς, ἐνδιαίτημα πανάγιον. Εὐλογημένη σύ, ἐν γυναιξὶ Πανάμωμε Δέσποινα.

Κανών α', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Νόμοις σὺ πειθόμενος Χριστοῦ, ἀπέθου ἅπαντα Πάνσοφε Σέλευκε, ὡς στρατιώτης δὲ γέγονας, εὐσεβείας καὶ διδάσκαλος, καὶ τῶν χηρῶν καὶ ὀρφανῶν ἐπιμελούμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Αἴγλῃ ἀναλάμπων νοητῇ, Πρεσβύτα ἔνδοξε, Μάρτυς Θεόδουλε, καὶ δοῦλος γνήσιος γέγονας, τὸν Δεσπότην ἐκμιμούμενος, οὗ τὸν σταυρὸν ἐπιποθῶν, σταυρὸν ὑπέμεινας· Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.

Ναὸς φανείς, Ἰουλιανέ, τοῦ θείου Πνεύματος, τρόπων χρηστότητι, κατακεκόσμησαι, πλήρης μέν, εὐσεβείας καὶ πραότητος, πλήρης δὲ πίστεως ὀφθείς, ὁλοκαυτούμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.
Θεοτοκίον
Ἀμήτωρ ὁ Λόγος ἐκ Πατρὸς ὑπάρχων πρότερον, ἀπάτωρ γέγονεν, ἐκ σοῦ τὸ δεύτερον Πάναγνε, σαρκωθεὶς ὁ πρὶν ἀσώματος, δι' εὐσπλαγχνίαν βουληθείς, σῶσαι τούς ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών α', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Μόνην τὴν οὐράνιον ἔχειν ζωὴν ποθοῦντες, Ἀθλοφόροι, τῶν τῆς ἐπικήρου καὶ φθαρτῆς, μεγαλοφρόνως κατεφρονήσατε, καὶ νῦν τροφῆς τῆς κρείττονος, καὶ τῆς μακαρίας ἀπολαύετε.

Ἔνδον νῦν τοῦ θείου λειμῶνος, περιχορεύετε προθύμως, τῶν ἀπαυγασμάτων τῇ πηγῇ, παρεστηκότες Μάρτυρες ἔνδοξοι, ἀφ' ἧς ἀπαρυόμενοι, τὰς λαμπηδόνας καταλάμπεσθε.

Λόγῳ καθηράμενοι θείῳ, τὰς τῶν ψυχῶν ὑμῶν κηλῖδας, καὶ τοὺς δερματίνους χιτῶνας, διὰ βασάνων ἀποδυσάμενοι, πανευπρεπὲς ἱμάτιον, τοῦ σωτηρίου ἠμφιάσασθε.

Πάντων τῶν ἐν πίστει τελούντων, τὴν παναοίδιμόν σου μνήμην, τῆς δωδεκαρίθμου χορείας, νῦν μεμνημένη, πρὸς τὸν Δεσπότην Χριστόν, τῆς μετὰ σοῦ σκηνώσεως ἀξιωθῆναι καθικέτευσον.
Θεοτοκίον
Ὡς Μήτηρ τοῦ μόνου Δεσπότου, πάντων κτισμάτων ὑπερτέρα, πέφηνας Παρθένε Μαρία· διὸ πιστοὶ σε, πάντες Πανάμωμε, ἀεὶ ἐπαγαλλόμενοι, ἐν ὑμνῳδίαις μεγαλύνομεν.