Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Μεγαλομάρτυρος
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Δῶρον ὁ Χριστὸς πλουτοποιόν, σὲ τῇ οἰκουμένῃ παρέσχεν, ὡς εὐεργέτης Θεός, δῶρόν σου τὸ τίμιον αἷμα Θεόδωρε, δι' αὐτὸν ἐκχεόμενον, καὶ θεοσεβείας, ζήλῳ προσφερόμενον, αὐτῷ δεξάμενος, ᾧ νῦν εὐσεβεῖ παρρησίᾳ, Μάρτυς παριστάμενος πάντας, τοὺς εἰς σὲ προστρέχοντας διάσωσον.
Ἦχος β'
Πύργος χρηματίζεις ἀσφαλής, τὰς τῶν ἐναντίων ἐφόδους ἀποκρουόμενος, πρόμαχος ἀήττητος, τῶν εὐφημούντων σε, ὀξυτάτη ἀντίληψις, θερμὴ προστασία, σύντομός τε λύτρωσις, κοινὴ βοήθεια, πρέσβυς δυνατώτατος μάκαρ, ῥύστης ἑτοιμότατος πάντων, τῶν πιστῶς αἰτούντων σε Θεόδωρε.
Ἦχος β'
Ἔχων τὸν χειμάρρουν τῆς τρυφῆς, καὶ τὸ τῆς ἀφέσεως ὕδωρ, Χριστὸν εὐΐλατον, Μάρτυς ἀληθέστατος, αὐτοῦ γενόμενος, τῶν χειμάρρων με λύτρωσαι, τῶν τῆς ἀνομίας ὕδωρ μοι κατεύνασον, τὸ ἀνυπόστατον, παῦσον, πειρασμῶν καταιγίδας· σῶσον πρὸς τὴν ἄνω γαλήνην, ἀξιομακάριστε Θεόδωρε.
Δοξαστικὸν
Ἦχος β'
Θείων δωρεῶν ἐπώνυμόν σε γεραίρομεν, τρισμάκαρ Θεόδωρε· τοῦ φωτὸς γὰρ τοῦ θείου, ἄδυτος φωστὴρ ἀναδειχθείς, κατέλαμψας ἄθλοις σου, τὴν σύμπασαν κτίσιν, τοῦ πυρὸς ἀκμαιότερος φανείς, τὴν φλόγα κατέσβεσας, καὶ τοῦ δολίου δράκοντος, τὴν κάραν συνέτριψας· διὸ ἐν τοῖς ἄθλοις σου, Χριστὸς ἐπικαμφθείς, ἐστεφάνωσε τὴν θείαν κάραν σου, Μεγαλομάρτυς ἀθλητά. Ὡς ἔχων παρρησίαν πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Δέξαι τὴν ἰκέσιον ᾠδήν, τῶν σῶν οἰκετῶν Θεοτόκε, ἣν σοι προσάγομεν. Δέσποινα διάσωσον, ἀπορουμένους ἡμᾶς, καὶ κινδύνων ἐξάγαγε, τὴν ποίμνην σου ταύτην, πίστει σοι προσπίπτουσαν, ἐν τῷ σεπτῷ σου ναῷ· σὺ γὰρ τὸν Σωτῆρα τεκοῦσα, ἔχεις παρρησίαν ὡς Μήτηρ, ἐκτενῶς πρεσβεύειν τοῦ σωθῆναι ἡμᾶς.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὅτε ἡ ἀμίαντος ἀμνάς, ἔβλεψε τὸν ἴδιον ἄρνα, ἐπὶ σφαγὴν ὡς κριόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν· Ἀτεκνῶσαι νῦν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν, τὶ τοῦτο πεποίηκας, ὁ Λυτρωτὴς τοῦ παντός; ὅμως, ἀνυμνῶ καὶ δοξάζω, σοῦ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν συγκατάβασιν Φιλάνθρωπε.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος β'
Τὴν θεοδώρητον χάριν τῶν θαυμάτων σου Μάρτυς Θεόδωρε, πᾶσιν ἐφαπλοῖς τοῖς πίστει σοι προστρέχουσι, δι' ἧς εὐφημοῦμέν σε λέγοντες· Αἰχμαλώτους λυτροῦσαι, θεραπεύεις νοσοῦντας, πενομένους πλουτίζεις, καὶ διασῴζεις πλέοντας, μάταιον δρασμὸν ἐπέχεις οἰκετῶν, καὶ ζημίας φανέρωσιν ποιεῖς, τοῖς συληθεῖσιν Ἀθλητά, καὶ στρατιώτας παιδεύεις, τῆς ἁρπαγῆς ἀπέχεσθαι· νηπίοις χαρίζῃ συμπαθῶς τὰ αἰτήματα, θερμὸς εὑρίσκῃ προστάτης τοῖς ἐπιτελοῦσί σου τὸ ἱερὸν μνημόσυνον, μεθ' ὧν καὶ ἡμῖν, Ἀθλητὰ ἱερώτατε, τοῖς ἀνυμνοῦσί σου τὸ μαρτύριον, αἴτησαι παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Νέον, οὐρανὸν καινοφανῆ, οἱ τοῦ οὐρανίου αὐτόπται, σὲ καθορῶντες Θεοῦ, δόξαν διηγοῦντί σοι, οὐρανομήκη πρὸς γῆν, καὶ χειρῶν αὐτοῦ ποίησιν, ἀγγέλλουσι κόσμῳ, ἔχοντες στερέωμα, τοῦ σαρκωθέντος ἐκ σοῦ· φθόγγος γὰρ ὁ τούτων ἐξῆλθε, μέχρι γῆς περάτων Παρθένε, τόκον κηρυττόντων σὸν τοῖς ἔθνεσι.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε ἐν Σταυρῷ σε ἡ Ἀμνάς, Ἄρνα τὸν οἰκεῖον ἑώρα, κατακεντούμενον, ἥλοις ὠλοφύρετο, ἐκπληττομένη σφοδρῶς, καὶ δακρύουσα ἔλεγε· Πῶς θνῄσκεις Υἱέ μου, θέλων τὸ χειρόγραφον, τοῦ πρωτοπλάστου Ἀδάμ, ῥῆξαι καὶ θανάτου λυτρῶσαι, ἄπαν τὸ ἀνθρώπινον; Δόξα τῇ οἰκονομίᾳ σου μακρόθυμε.

Ἀπολυτίκιον
Ἦχος β'
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Μεγαλομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Τοὺς προσκαλουμένους σε σῷζε Παμμάκαρ.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Τὸν θεῖον ἀγῶνα Μάρτυς Χριστοῦ, διηγωνισμένος, καὶ τὸν δρόμον τετελεκώς, τὴν πίστιν τηρήσας τῆς ἐνθέου, δικαιοσύνης εὗρες στέφανον.

Οὐράνιος ἔνδοξε χορευτής, σὺν τοῖς Ἀσωμάτοις, χρηματίζων τοὺς ἐπὶ γῆς, σὲ προσκαλουμένους ἐκ κινδύνων, καὶ περιστάσεων ἐκλύτρωσαι,

Ὑπερφυῆ δόξαν παρὰ Χριστοῦ, λαβών, Ἀθλοφόρε, τὴν γῆν πᾶσαν περιπολεῖς, ῥυόμενος πάντας τοὺς ἐν πίστει, μέτ' εὐλαβείας ἀνυμνοῦντὰς σε.
ωΘεοτοκίον
Σοφίαν καὶ Λόγον ἡ τοῦ Πατρός, ἀφράστως τεκοῦσα, τῆς ψυχῆς μου τὸ χαλεπόν, θεράπευσον τραῦμα καὶ καρδίας, τὴν ἀλγηδόνα καταπράϋνον.

Κανών α', ᾨδὴ γ', τοῦ Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεύμά μου».

Πῦρ τὸ τῶν βασάνων σε, οὐ κατεπτόησεν· ὅθεν πῦρ, τῶν πειρασμῶν, τῶν σοὶ προσφευγόντων, καταπαύεις Θεόδωρε.

Ῥῦσαι ταῖς πρεσβείαις σου, τῆς κατεχούσης με θλίψεως, Μάρτυς Χριστοῦ, πᾶσαν ὁμαλίζων, τὴν τοῦ βίου τραχύτητα.

Ὅλην τὴν καρδίαν μου, καὶ τὴν διάνοιαν τείνω σοι, καὶ τὴν ψυχήν, τῆς σῆς Ἀθλοφόρε, βοηθείας δεόμενος.
Θεοτοκίον
Στῆσόν μου τὸν ἄστατον, τῶν λογισμῶν Ἁγνὴ τάραχον, Μήτηρ Θεοῦ, τὴν πρὸς τὸν Υἱόν σου, κατευθύνασα κίνησιν.

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου, τῷ γὰρ θείῳ πόθῳ τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, γενναίως κατετόλμησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα, ἀθλοφόρε Θεόδωρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα τήν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος, οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε, Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος καὶ πηγὴ ἀνεξάντλητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δοῦλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

Κανών α', ᾨδὴ δ', τοῦ Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

Κυβερνήτην προβάλλομαι, σὲ Θεοῦ θεράπον, σὺ μὲ κυβέρνησον, τῷ ἱστίῳ τῷ τοῦ Πνεύματος, καὶ ταῖς θείαις αὔραις παναοίδιμε.

Ἀπὸ πάσης δεόμεθα, ῥῦσαι ἀπειλῆς Παμμάκαρ Θεόδωρε, τοὺς ἐν πίστει μακαρίζοντας, καὶ τὴν θείαν μνήμην σου γεραίροντας.

Λιτανεύων Θεόδωρε, τὸν ἀγαθοδότην καὶ μεγαλόδωρον, τοὺς ἐν τόπῳ τῆς κακώσεως, τεταπεινωμένους ἐπανόρθωσον.
Θεοτοκίον
Ὑπὸ χρόνον γενόμενον, τὸν ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκλάμψαντα, Θεομῆτορ ἡμῖν τέτοκας, ὃν δυσώπει σῶσαι τοὺς ὑμνοῦντάς σε.

Κανών α', ᾨδὴ ε', τοῦ Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν».

Μαρτύρων πεφηνὼς ἐγκαλλώπισμα, Μάρτυς Χριστοῦ, τῶν πιστῶν βοήθεια, γενοῦ καὶ τεῖχος ἀκράδαντον.

Ἑνώσει ἀπολαύων τῇ κρείττονι, τῶν ὑπὲρ νοῦν, ἀγαθῶν Θεόδωρε τοὺς σὲ τιμῶντας διάσωσον.

Νυπτόμενος τοῦ κτίσαντος, τῷ φίλτρῳ τὴν τῶν κτιστῶν, ἀπώσω προσπάθειαν, καὶ τῷ Θεῷ εὐηρέστησας.
Θεοτοκίον
Ὂν ἔτεκες Παρθένε πανάμωμε, Θεὸν Λόγον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει ὑμνούντων σε.

Κανών α', ᾨδὴ ς', τοῦ Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Ὑπέρμαχος πεφυκώς, τῆς εὐσεβείας θερμότατος, καὶ πλάνης στηλιτευτής, εἰδώλων γενόμενος, δαιμόνων φαντάσματα, καὶ παθῶν εἰκόνας, τῆς ψυχῆς μου ἐξαφάνισον.

Στερέωμά μου γενοῦ, καὶ τεῖχος Μάρτυς ἀσάλευτον, τὸ ἀσθενὲς καὶ σαθρόν, τὸ τῆς διανοίας μου, στηρίζων Θεόδωρε, ταῖς σαῖς προστασίαις, καὶ φυλάττων ἀδιάπτωτον.

Στρατείας φθοροποιοῦ, καὶ φθειρομένης ἠλόγησας, στρατείαν δὲ τῆς ζωῆς, παμμάκαρ Θεόδωρε, τελείως ἠγάπησας, ἐν ᾗ νικηφόρος, ἀνεδείχθης ἀξιάγαστε.
Θεοτοκίον
Ἐξέλαμψεν ἐκ Σιών, ἡ τοῦ Ὑψίστου εὐπρέπεια, τὸ πρόσλημμα τῆς σαρκός, καθ' ἕνωσιν ἄφραστον, ἐκ σοῦ Ἀειπάρθενε, περιβεβλημένη, καὶ τὸν κόσμον κατεφώτισεν.

Κοντάκιον
Ἦχος πλ. δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης, αἰωνίως ὡς ἀήττητος.
Ὁ Οἶκος
Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, καὶ λαμπρὸν στεφανίτην σου Χριστὲ ὁ Θεός, ὑπὲρ οὗ μέχρι τέλους ἀντέσχεν, ἀθλῶν ὡς ἀήττητος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος.
Στίχοι
Τήρων, ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην,
Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης.
Ἑβδομάτῃ δεκάτῃ πυρὶ Τήρωνα πυρὶ φλεγέθουσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου.
Στίχοι
Ἀφεῖσα τὴν γῆν Μαριάμνη παρθένος,
Τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Αὐξιβίου.
Στίχοι
Τὸν Αὐξίβιον οὐ παρόψεται λόγος,
Φανέντα ληξίβιον ἐξ ἐναντίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου, καὶ Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου.
Στίχοι
Τὴν γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ
Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν εὐσεβεῖ τῇ Μνήμῃ γενομένων Βασιλέων Μαρκιανοῦ καὶ Πουλχερίας.

Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».

Σὲ ζωῆς μου προστάτην, καὶ συλλήπτορα φέρω τῆς σωτηρίας μου, καὶ φύλακα θεόφρον, ἀσφάλειαν διδόντα, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Ὡς τερπνότατον θῦμα, σεαυτὸν τῷ Κυρίῳ καὶ ἱερώτατον, προσήνεγκας Παμμάκαρ, καὶ πυρὶ τῶν βασάνων, ὡλοκαύτωσας ἔνδοξε· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητός εἶ.

Ζωτικῆς ἐπιπνοίας, ἐμφορούμενος Μάκαρ τοῦ θείου Πνεύματος, τὰ πνεύματα διώκεις, τὰς νόσους θεραπεύεις, καὶ κραυγάζεις γηθόμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἐκ γαστρός σου προῆλθε, σαρκωθεὶς ὁ τῶν ὅλων Παρθένε Κύριος· διὸ σε Θεοτόκον, φρονοῦντες ὀρθοδόξως, τῷ Υἱῷ σου κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Κανών α', ᾨδὴ η', τοῦ Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Παντοδαπαῖς Πανεύφημε, τρικυμίαις κυκλούμενοι, καὶ ταῖς συμφοραῖς τοῦ βίου συνεχόμενοι, προστάτην ὀξύτατον, καὶ συνεργὸν γινώσκοντες, πάντες οἱ πιστοὶ σε, πρεσβευτὴν τῷ Δεσπότῃ, προσάγομεν βοῶντες· Μὴ ἐλλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν ἀνυμνούντων, τὴν πάνσεπτόν σου μνήμην.

Ἁμαρτιῶν ἁλύσεσι, δεδεμένος Πανόλβιε, καὶ ταῖς τῶν πταισμάτων μου σειραῖς πεδούμενος, προσφεύγω τῇ σκέπῃ σου, στεφανηφόρε λύσιν αἰτῶν, ἀλλ' ὡς θαυμαστήν, πρὸς τὸν τῶν ὅλων Δεσπότην, θεόφρον παρρησίαν, κεκτημένος δυσώπει, σωθῆναι τοὺς ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Μαρτυρικαῖς λαμπόμενος, ἀγλαΐαις πανεύφημε, ταῖς Ἀγγελικαῖς συνηριθμήθης τάξεσι, μεθ' ὧν ἀγαλλόμενος, καὶ συγχορεύων Μάρτυς ἀεί, θαυματοποιίαις, ἰαμάτων φαιδρύνεις, τοὺς πόθῳ σε τιμῶντας, καὶ πιστῶς, μελῳδοῦντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Μετὰ σαρκὸς ὡμίλησε, τοῖς ἀνθρώποις ὡς εὔσπλαγχνος, ὁ Δημιουργὸς καὶ Λυτρωτὴς τῆς κτίσεως, ἐκ σοῦ ἀπειρόγαμε, Θεογεννῆτορ ταύτην λαβών· ὅθεν Θεοτόκον, οἱ Πιστοὶ σε κυρίως, δοξάζομεν, βοῶντες, καὶ πιστῶς μελῳδοῦντες· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τοῦ Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν».

Ἄγρυπνὸν σε φύλακα, Μεγαλομάρτυς κεκτημένοι, τῶν δυσμενῶν κακόνοιαν εὐχερῶς ἀπελαύνοντα, καὶ ταῖς Ἐκκλησίαις τὴν εἰρήνην βραβεύοντα, ἀθλοφόρε, ἀκαταπαύστως μεγαλύνομεν.

Κράτος σοι δεδώρηται, καὶ δαιμόνων ὁ Δεσπότης, πάθη δὲ ψυχῆς καὶ σώματος, θεραπεύεις Μακάριε, πανευσεβεστάτῃ παρρησίᾳ, δεόμενος τοῦ Σωτῆρος· ὅθεν σε πάντες μεγαλύνομεν.

Αἴγλην τὴν τρισήλιον, καὶ ἑνιαίαν ἐποπτεύων, μίαν ἐν τρισὶ Θεότητα, καὶ ἀρχὴν ὑπεράρχιον, τὴν ἀγαθοδότιν πηγὴν ἀγαθότητος, Ἀθλοφόρε, τοὺς σὲ ὑμνοῦντας περιφρούρησον.
Θεοτοκίον
Ῥῦσαί με πανάμωμε, τῆς νοητῆς αἰχμαλωσίας, λύτρον ἀντιδοῦσα Δέσποινα, καὶ Υἱοῦ σου τὴν σταύρωσιν, τὴν ὑπὲρ τῆς πάντων γενομένην λυτρώσεως, καὶ εἰρήνης καὶ σωτηρίας τῶν ὑμνούντων σε.

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τοῖς πᾶσι τὰ χαρίσματα, τῶν ἰαμάτων Ἅγιε, σὺ δαψιλῶς, παροχεύεις, Θεόδωρε ἀθλοφόρε, ὡς ἔχων δὲ πρὸς Κύριον, τὴν παρρησίαν πάντοτε, τοὺς ἐκ θερμῆς σε πίστεως, προσκαλουμένους προφθάνεις καὶ διασῴζεις Παμμάκαρ.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ταῖς σαῖς ἀγκάλαις Ἄχραντε, βαστάσασα τὸν Κύριον, τὸν τῇ ἀχράντῳ παλάμῃ, διακρατοῦντα τὰ πάντα, αὐτὸν θεομακάριστε, ἱκέτευε ῥυσθῆναί με, χειρὸς δολίου δράκοντος, τοῦ ἀναιδῶς σπαράττοντος, τὴν ταπεινήν μου καρδίαν εἰς ἡδονὰς ψυχοφθόρους.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ τρία ταῦτα Προσόμοια Στιχηρὰ δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ τοῦ Μεγαλομάρτυρος
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῇ παμφαεῖ πανηγύρει, τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτα τιμῶντες, φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τόν, Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ.
Ἦχος α'
Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας Πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν πολιτείας, συμφώνως συνελθόντες, ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες· Ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, ὑπερεύχου τῶν ὑμνούντων σε.
Ἦχος α'
Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα, ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πάσῃ σου ἰσχύϊ, δῶρον δεκτόν, τῷ Χριστῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ἔργοις μετὰ σπουδῆς, τὴν θεοδώρητόν σου πρόσκλησιν.
Δοξαστικὸν, Ἦχος πλ. β'
Ἁγιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ κόσμῳ Θεόδωρε· Χριστὸς γάρ σου σοφέ, τὴν μνήμην ἐδόξασεν, ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν ἄθλων σου.
Θεοτοκίον, Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Τετραυματισμένον με, ταῖς λῃστρικαῖς τῶν Δαιμόνων, ἐφόδοις καὶ κείμενον, ὅλον ἀνενέργητον Παναμώμητε, ἐν ὁδῷ πάντοτε, τοῦ ἀστάτου βίου, σοῦ ἐλέους προσδεόμενον, τάχος ἐπίσκεψαι, ἡ τῶν πεπτωκότων ἀνόρθωσις, καὶ δώρησαι τὴν ἴασιν, καὶ τὴν σωτηρίαν μοι Δέσποινα, ἵνα, σὲ δοξάζω, καὶ πόθῳ κατὰ χρέος ἀνυμνῶ, τὰ μεγαλεῖά σου ἄχραντε, μόνη Μητροπάρθενε.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἄρνα τὸν ἴδιον, ἀμνὰς ἡ ἄσπιλος πάλαι, καὶ ἄμωμος Δέσποινα, ἐν Σταυρῷ ὑψούμενον ὡς ἑώρακε, μητρικῶς ὠλόλυζε, καὶ ἐκπληττομένη, ἀνεβόα· Τὶ τὸ ὅραμα, τέκνον γλυκύτατον, τοῦτο τὸ καινὸν καὶ παράδοξον, πῶς δῆμος ὁ ἀχάριστος, βήματι Πιλάτου παρέδωκε, καὶ κατακρινοῦσι, θανάτῳ τὴν ἁπάντων σε ζωήν, ἀλλ ἀνυμνῶ σου τὴν ἄφατον, Λόγε συγκατάβασιν.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἀθλητικὴν ἀνδρείαν εὐσεβῶς καθοπλισθείς, Ἀθλοφόρε Χριστοῦ, καὶ λογικῆς λατρείας, μυστικῶς ὑπερμαχῶν, τῇ δυνάμει αὐτοῦ, τῶν εἰδώλων τὸ δυσσεβές, καὶ τῶν τυράννων τὸ ἀπηνές, ἀσθενὲς ἀπέδειξας, καταφρονῶν τῶν βασάνων, καὶ τοῦ προσκαίρου πυρός, ἀλλ' ὡς θείων δωρεῶν, καὶ πρᾶγμα καὶ ὄνομα, ἀπὸ πάσης περιστάσεως, τῇ πρεσβείᾳ σου σῷζε, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὅλος ὁ βίος μου ἄσωτος, ἡ δὲ ψυχὴ ἀσελγής, καὶ τὸ σῶμα παμμίαρον, καὶ ὁ νοῦς ἀκάθαρτος, καὶ τὰ ἔργα παμβέβηλα, καὶ ὅλος ὄντως, εἰμὶ ὑπεύθυνος, τῆς καταδίκης καὶ κατακρίσεως. Ποῦ νῦν πορεύσομαι; καὶ πρὸς τίνα φεύξομαι, εἰμὴ πρὸς σὲ; Δέσποινα σπλαγχνίσθητι, καὶ δεῦρο σῷσόν με.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν· ἐν Σταυρῷ ὡς ἑώρακεν, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησε, κλαίουσα ἔλεγεν· Οἴμοι! τέκνον φίλτατον, πῶς ὁ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσε.