Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀρχίππου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ἀποστόλου
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Φωτὶ τῶν λόγων Ἄρχιππος, λαοὺς ἐφώτισε, καὶ ἀγνωσίας, σκότους ἐρρύσατο· καὶ ἐναθλήσας, καὶ συμπατήσας τὸν ἐχθρόν, φέγγος πρὸς ἀνέσπερον ἀνέδραμε, καὶ σύν τοῖς Ἀγγέλοις νῦν εὐφραίνεται· Αὐτοῦ ταὶς ἱκεσίαις, Δέσποτα δίδου πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Συρόμενος Μακάριε, καὶ ἐκκεντούμενος, καὶ πάσαις ἄλλαις, περικυκλούμενος δεινῶν ἰδέαις, οὐκ ἐξηρνήσω τὸν Χριστόν, οὐδὲ τοῖς γλυπτοῖς σέβας ἀπένειμας· Ὅθεν στεφανίτης ἐχρημάτισας, ἀεὶ καθικετεύων, ἅπασι δωρηθῆναι τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Αἱμάτων θείοις ῥεύμασι, Μάρτυς ἡγίασας, τὴν γῆν θεόφρον, καὶ ἐτραυμάτισας τοῖς τραύμασί σου, πληθὺν δαιμόνων πονηράν· βλύζων δὲ ἀπαύστως τὰ ἰάματα, πάθη ἰατρεύεις χαλεπώτατα· Διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι Μάκαρ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Οἱ λογισμοὶ ἀκάθαρτοι, τὰ χείλη δόλια, τὰ ἔργα δέ μου, εἰσὶ παμμίαρα· καὶ τὶ ποιήσω; πῶς ὑπαντήσω τῷ Κριτῇ; Δέσποινα Παρθένε καθικέτευσον, τὸν Υἱὸν καὶ Πλάστην σου καὶ Κύριον, ὅπως ἐν μετανοίᾳ, δέξηταί μου τὸ πνεῦμα, ὡς μόνος εὔσπλαγχνος.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἡ δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαναρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα ποθεινότατον, Τέκνον, τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι, ἐκ σοῦ παμφίλτατε;

Ἀπολυτίκιον τοῦ Ἀποστόλου
Ἦχος γ'
Απόστολε Άγιε Άρχιππε, πρέσβευε τώ ελεήμονι Θεώ ίνα πταισμάτων άφεσιν, παράσχη ταίς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.
Ἄρχιππον ὑμνῶ τὸν σοφὸν θεηγόρον.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Ἀστράψας τῷ φωτισμῷ τῆς χάριτος, Παῦλος ὁ πάνσοφος, ὥσπερ ἀκτῖνα Μάκαρ σε φαιδράν, ἐπαφῆκεν ἐλαύνουσαν, πολυθεΐας Ἄρχιππε, σκότος βαθύτατον ἐν Πνεύματι.

Ῥημάτων θείαις πλοκαῖς ἡλίευσαι, Παύλου τοῦ κήρυκος, καὶ ἐκ βυθοῦ κακίας τοὺς λαούς, παραδόξως ἐζώγρησας, καὶ λογικὸν ὀψώνιον, θείᾳ τραπέζῃ προσενήνοχας.

Χιτῶνα ἐνδεδυμένος Ἄρχιππε, ἐνθέου χάριτος, τοὺς γυμνωθέντας δόξης θεϊκῆς, ἀφθαρσίας ἱμάτιον, καὶ σωτηρίου ἔνδοξε, καταστολὴν θείαν ἐνέδυσας.
Θεοτοκίον
Ἰδόντες προφητικοῖς ἐν ὄμμασι, πόρρωθεν Πάναγνε, τοῦ ὑπὲρ νοῦν σου θείου τοκετοῦ, τὸ φρικῶδες Μυστήριον, οἱ θεηγόροι Ἄχραντε, ποικιλοτρόπως κατετράνωσαν.

Κανών α', ᾨδὴ γ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Πυρούμενος νοητῶς, τοῦ Παρακλήτου τῷ πυρὶ ἔφλεξας, ὕλην πικράν, Ἄρχιππε, εἰδωλομανίας πανεύφηιμε.

Πιστὸν σε δοῦλον Χριστοῦ, Παῦλος ὁ θεῖος μαρτυρεῖ Ἄρχιππε, καὶ ἱερὸν Κήρυκα, καὶ συστρατιώτην μακάριε.

Ὁ βίος σου φωταυγής, ταῖς ἐναρέτοις ἀστραπαῖς ἔλαμψε, φωταγωγῶν· Ἄρχιππε, τοὺς εἰλικρινῶς σε γεραίροντας.
Θεοτοκίον
Ναὸς ἐδείχθης Θεοῦ, χωρητικὸς περιφανῶς Πάναγνε, καὶ καθαρὸν σκήνωμα, καὶ θεοπρεπὲς ἐνδιαίτημα.

Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Παύλου μαθητής, γεγονὼς θεοφόρε, ἐφώτισας λαούς, ἀνυμνεῖν τὴν Τριάδα, ναοὺς δὲ κατέστρεψας, ἀπωλείας ἐν χάριτι· ἐναθλήσας δέ, καρτερικῶς τοὺς στεφάνους, χαίρων εἴληφας, ὑπὲρ ἡμῶν ἱκετεύων, Χριστὸν Μάρτυς, Ἄρχιππε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὁλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

Κανών α', ᾨδὴ δ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ὑφηγούμενον τὰ θεῖα καὶ τοὺς ἀθέους, περιφανῶς ἐλέγχοντα, ἄνομος διώκτης, ποιναῖς καθυπέβαλε, καὶ μάστιξιν Ἄρχιππε, καὶ ποικιλοτρόποις κολάσεσι.

Μακαρίως διανύων τὸν βίον Μάκαρ, τέλος εὑρεῖν μακάριον, ὄντως ἠξιώθης· Μάρτυς γὰρ γεγένησαι, Χριστοῦ γενναιότατος, πόνους καρτερήσας τοῦ σώματος.

Νεμομένην ἀθεΐας τὴν σηπεδόνα· τῶν εὐσεβῶν τὸ πλήρωμα, ἔστησας νοστίμῳ, ἅλατι τῶν λόγων σου, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Ὡς κατάσκιον προβλέπει σε πάλαι ὄρος, ὁ Ἀββακοὺμ Πανάμωμε· φέρουσαν τὸν Λόγον, πάντας συσκιάζοντα, φλογμοῦ παραπτώσεων, καὶ ἁμαρτιῶν Κόρη καύσωνος.

Κανών α', ᾨδὴ ε', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Ταῖς θείαις ἀστραπαῖς, τοῦ πανσόφου κηρύγματος, ἐφώτισας ἀγνωσίας, τοὺς νυκτὶ συσχεθέντας, θεόφρον παμμακάριστε.

Ὁ θεῖος ποταμός, προελθὼν ἐκ καρδίας σου, κατέκλυσε τοὺς χειμάρρους, τῆς ἀπάτης καὶ φρένας, Πιστῶν Παμμάκαρ ἤρδευσε.

Νευρούμενος χρησταῖς, ταῖς ἐλπίσιν ὑπέμεινας, συρόμενος ἐκ τεσσάρων, καὶ τὴν γῆν ἁγιάζων, τοῖς αἵμασι θεόληπτε.
Θεοτοκίον
Σὲ μόνην ἐκ πασῶν, γενεῶν ἐξελέξατο, ὁ Κύριος Θεοτόκε, καὶ ἐκ σοῦ ἐσαρκώθη, θεώσας τὸ ἀνθρώπινον.

Κανών α', ᾨδὴ ς', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Οὐδόλως, ἀπειλαῖς χαυνωθέντα ὁ δόλιος, ἀνηλεῶς σε συγκόπτει, ταῖς πληγαῖς θεόφρον ἀποσκοποῦντα, πρὸς τὴν δόξαν, ἣν Χριστὸς σοι παρέχει δοξάζων σε.

Φάλαγγας, δυσμενῶν ἀοράτων τοῖς τραύμασι, κατετραυμάτισας μάκαρ, τῆς σαρκός σου Ἄρχιππε, καὶ ἐλέγχων, τὴν καρδίαν, σπαραγμοῖς τοῦ τυράννου κατέξανας.

Οἱ λίθοις, ἀναισθήτῳ καρδίᾳ θρησκεύοντες, λιθολευστοῦσί σε μάκαρ, τῆς ζωῆς τὴν πέτραν ὁμολογοῦντα, καὶ τῆς πλάνης, τὸ ὀχύρωμα Μάρτυς συντρίβοντα.
Θεοτοκίον
Νέκρωσιν, τὴν ζωὴν ἐκδυθεὶς ἐνεδύσατο, ἐν Παραδείσῳ Παρθένε, ὁ, Ἀδάμ· τῷ σῷ δὲ ἠθανατίσθη, ζωηφόρῳ τοκετῷ Παναγία Θεόνυμφε.

Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀστέρα μέγαν σε, ἡ Ἐκκλησία, κεκτημένη Ἄρχιππε, ταῖς τῶν θαυμάτων σου βολαῖς, φωτιζομένη κραυγάζει σοι· Σῶσον τοὺς πίστει, τιμῶντας τὴν μνήμην σου.
Ὁ Οἶκος
Πιστὸν σε δοῦλον τοῦ Χριστοῦ ὁ κορυφαῖος Παῦλος, Ἄρχιππε, ἐκθειάζων, συγγράφει τοῖς ἐπαίνοις, καὶ μαρτυρεῖ περιφανῶς πληρωτὴν τοῦ λόγου, καὶ ἱερὸν ὑφηγητήν, καὶ κήρυκα σοφώτατον· Ἡμεῖς δὲ λύχνον σήμερον ἄσβεστον βλέπομέν σε πάντες, καταλάμποντα τῷ κόσμῳ Ἀπόστολε· ὃν καὶ ἡ Ἀπφία ἐγνώρισε καλῶς, ἐκ τοῦ φωτὸς τοῦ πρώτου τηλαυγέστατον πυρσόν, φαεσφόρον δᾳδουχητικῶς φωτίζοντα τοὺς βοῶντας· Σῶσον τοὺς πίστει τιμῶντας τὴν μνήμην σου.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων, Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας.
Στίχοι
Ποθῶν τὸν ἀκρόγωνον Ἄρχιππος λίθον.
Κατηλοήθη τῷ πόθῳ τούτου λίθοις.
Χώραν φιλοῦντα τὸν Φιλήμονα χλόης,
Χλωροῖς λόγοις τύπτουσιν ἠκανθωμένοις.
Ἡπλωμένην παίουσιν εἰς γῆν Ἀπφίαν,
Εἰς οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας.
Ἄρχιππος δεκάτῃ ἐνάτῃ θάνε χερμαδίοισιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου, Ἡσυχίου, καὶ Ἀσκληπιοδότης.
Στίχοι
Ἀνδρῶν τριὰς σύναθλος εὐσθενεστάτη,
Ἀνδρίζεταί σοι, καὶ τομῆς, Τριάς, μέχρι.
Ἔστεψε Χριστὸς τὴν Ἀσκληπιοδότην,
Ἧς ἐξέκοψε τὴν κεφαλὴν τὸ ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥαβουλᾶ.
Στίχοι
Βουλὰς Ῥαβουλᾶς θεὶς ἀπράκτους δαιμόνων,
Ἀπῆλθε βουλῇ τοῦ Θεοῦ τῶν ἐνθάδε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ὁμολογητῶν, Εὐγενίου καὶ Μακαρίου.
Στίχοι
Ὡς εὐγενεῖς ὅρπηκες ἐν γῇ Μακάρων
Οἰκοῦσιν Εὐγένιος σὺν Μακαρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Κόνωνος.

Μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Φιλοθέης τῆς ἐξ Ἀθηνῶν.
Στίχοι
Ὅρπηξ Ἀθηνῶν ἐστιν ἡ Φιλοθέη,
Ἐχθρὸν βαλοῦσα σταυροῦ τῇ πανοπλίᾳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Θεηγορίαις, θεοσόφοις Παμμάκαρ χρησάμενος, γνώσει ἀληθεῖ, τὸ σκότος ἐκ τῶν ψυχῶν, τῆς ἀγνοίας ἀπεδίωξας, σοφίας χάριτι, τῶν τῷ σεπτῷ πειθησάντων λόγῳ σου.

Ἐν λάκκῳ Μάρτυς, σὲ κατωτάτῳ χωννύουσι, δῆμοι δυσσεβῶν, καὶ λίθοις ἀνηλεῶς, θανατοῦσιν ἀναμέλποντα· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ἡ γῆ τὸ αἷμα, τὸ ἐκχυθέν σου Μάρτυς δέδεκται, βρύον ἰαμάτων νάματα τοῖς πιστοῖς· οὐρανὸς δὲ τὸ μακάριον, Ἄρχιππε πνεῦμά σου, Ἀθλοφόρων ψυχαῖς ἀριθμούμενον.
Θεοτοκίον
Γῆν μὲν ὁμίχλῃ, τὸν οὐρανὸν νεφέλαις δὲ Κύριος, Κόρη περιβάλων, σάρκα θέλων θνητήν, ἐξ αἱμάτων σου ἐνδύεται, καταστολὴν δόξης, ἀθανάτου ἐνδύων τὸν ἄνθρωπον.

Κανών α', ᾨδὴ η', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ὁ Παῦλος ἐπαίνοις ἱεροῖς, ἐγκωμιάζων σε, Ἄρχιππε ἔνδοξε, συστρατιώτην σε ἔγραψε, πληρωτὴν ἐνθέων πράξεων, διακονούμενον αὐτῷ, καὶ πίστει μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥήμασιν ἐπήλειψε σεπτοῖς, πρὸς τὸ μαρτύριον, ἡ ἀξιάγαστος, Ἀπφία στέργουσα Ἔνδοξε, ὡς υἱὸν σε γνησιώτατον, μεθ᾽ ἧς τὰ ἄνω κατοικεῖς ὄντως βασίλεια· Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.

Οἱ νήπιοι ὄντες ταῖς φρεσί, σὲ τὸν ἐχέφρονα, νηπίοις παίγνιον, παραδιδόασιν Ἄρχιππε, ἐναθλοῦντα καρτερώτατα, καὶ ὑπ αὐτῶν ἀνηλεῶς κατακεντούμενον, καὶ βοῶντα· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Νεκρὸς διὰ βρώσεως μιᾶς, Ἀδὰμ γεγένηται, τρυγήσας θάνατον, φυτοῦ τῆς γνώσεως Ἄχραντε· διὰ σοῦ δὲ ἀνεζώωται, καὶ Παραδείσου τὴν τρυφήν, πάλιν ἀπέλαβεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.

Κανών α', ᾨδὴ θ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἵνα τὴν αἰώνιον δόξαν, κληρονομήσῃς Ἀθλοφόρε, δόξης ἐπιγείου παρεῖδες, τὸ ἄστατόν τε καὶ παρερχόμενον, καὶ πρὸς Χριστὸν ἐχώρησας, δόξῃ πρὸς τούτου κλεϊζόμενος.

Ὡς τῷ Κορυφαίῳ Παμμάκαρ, τῶν Ἀποστόλων μαθητεύσας, Παύλῳ τῷ σοφῷ θεηγόρῳ, σὺν τούτῳ χαίρων τὴν αἰωνίζουσαν, κληρονομεῖς ἀπόλαυσιν, Κολασσαέων ἐγκαλλώπισμα.

Στέφος ἀνεδήσω θεόφρον, νικητικὸν τῇ κορυφῇ σου, καὶ περιεβάλου πορφύραν, ἐκ τῶν σῶν αἱμάτων βαφεῖσαν Ἄρχιππε, καὶ τῷ Χριστῷ γηθόμενος, συμβασιλεύεις παμμακάριστε.

Ἤθροισται λαὸς ἐν τῇ μνήμῃ, τῇ φωτοφόρῳ σου ὑμνῆσαι, τὸν ἀγαθοδότην Σωτῆρα, καὶ τοὺς γενναίους, Ἄρχιππε πόνους σου, οὓς ἀνδρικῶς ὑπέμεινας, καταβαλὼν τὸν πολυμήχανον.
Θεοτοκίον
Φέρουσα Χριστὸν ἐν ἀγκάλαις, νεύματι φέροντα τὰ πάντα, τοῦτον ὡς Υἱόν σου δυσώπει, ἐχθροῦ χειρῶν με Πάναγνε ῥύσασθαι, καὶ δι' ἐλέους ἄβυσσον, ἐναγκαλίσασθαι καὶ σῶσαί με.