Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε τῆς Παρθένου ὁ καρπός, καὶ ζωαρχικώτατος σπόρος, εἰς γῆν ἐνέπεσε, τότε σε πολύκαρπον, στάχυν ἐβλάστησε, τοὺς πιστοὺς διατρέφοντα, τοῖς τῆς εὐσεβείας, λόγοις τε καὶ δόγμασι, καὶ τῆς ἀθλήσεως, τούτους ἁγιάζοντα θείῳ, αἵματι καὶ ἱερωσύνης, μύρῳ καθαγνίζοντα Πολύκαρπε.
Ἦχος β'
Ἔδυς ἐκ τοῦ κόσμου πρὸς Θεόν, ταῖς μαρμαρυγαῖς ἀποστίλβων, τοῦ μαρτυρίου σου, ἔστης τῆς ἐφέσεως ὡς τὸ ἀκρότατον, ὀρεκτῶν φθάσας Ὅσιε, καὶ τῆς μακαρίας, αἴγλης ἐμφορούμενος, ἧς νῦν ἱκέτευε, πάντας ἐν μεθέξει γενέσθαι, τοὺς τὴν σὴν πανίερον μνήμην, Μάκαρ ἑορτάζοντας Πολύκαρπε.
Ἦχος β'
Ὅτε ἐπὶ ξύλου τοῦ Σταυροῦ, ἡ ἀληθινὴ κρεμασθεῖσα, ὑψώθη ἄμπελος, τότε σὲ κατάκαρπον, κλῆμα ἐξέτεινε, τῇ δρεπάνῃ τεμνόμενον, σεπτοῦ μαρτυρίου, καὶ τοῖς τῶν κολάσεων, ληνοῖς πατούμενον, οὗπερ εὐφροσύνης κρατῆρα, πίστει συγκεράσαντες, Πάτερ, τοὺς σεπτοὺς ἀγῶνάς σου δοξάζομεν.
Θεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις ἄχραντε, σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὕβρεις ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ παντὸς Ποιητήν, βλέψασα Πανάχραντε, ἔστενες λέγουσα· Ὑπερύμνητε Κύριε,Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου, τὸ πλάσμα Δέσποτα, φέρεις ἐν σαρκὶ ατιμίαν; Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου φιλάνθρωπε.

Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καί τρόπων μέτοχος, καί θρόνων διάδοχος, τών Αποστόλων γενόμενος, τήν πράξιν εύρες Θεόπνευστε, εις θεωρίας επίβασιν, διά τούτο τόν λόγον τής αληθείας ορθοτομών, καί τή πίστει ενήθλησας μέχρις αίματος, Ιερομάρτυς Πολύκαρπε, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Τὸν θεῖον Πολύκαρπον ἐν ᾄσμασιν εὐφημήσω.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν Λαόν, ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».

Τῇ τοῦ Χριστοῦ, φωτοχυσίᾳ λαμπόμενος, καὶ τῆς αὐτοῦ ἐλλάμψεως, Πάτερ πληρούμενος, τὴν ζοφώδη ψυχήν μου, καταύγασον θεόφρον, ταῖς ἱκεσίαις σου.

Ὁ φωτισμός, τοῦ σωτηρίου κηρύγματος, τὴν καθαρὰν καρδίαν σου, καθάπερ ἔσοπτρον, ἀκηλίδωτον Πάτερ, ἀστράψας τὰς ἀκτῖνας, πᾶσιν ἐξέλαμψε.

Νόμου καινοῦ, στηλογραφία σὺ γέγονας, ἐγγεγραμμένον ἔχουσα, Πάτερ οὐ μέλανι, ἀλλὰ Πνεύματι θείῳ, τῆς χάριτος τῆς θείας, τὸ Εὐαγγέλιον.
Θεοτοκίον
Θεὸν ἐκ σοῦ, σωματωθέντα γινώσκοντες, ἄνευ σαρκὸς θελήματος, τὸν πρὸ τῆς κτίσεως, καὶ πρὸ πάντων αἰώνων, κυρίως Θεοτόκον, ὁμολογοῦμέν σε.

Κανών α', ᾨδὴ γ', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Ἐλαία ψαλμικῶς εἰπεῖν κατάκαρπος, ἐγένου Πολύκαρπε θεοφάντορ, ἐν τῷ οἴκῳ τοῦ Κυρίου σου, ἱλαρότητα φέρων τοῦ κηρύγματος.

Ἰθύνας ἐμμελῶς θεομακάριστε, τὸν νοῦν σου προστάγμασι τοῦ Σωτῆρος, ἐπαξίως ἐχρημάτισας, τῆς αὐτοῦ Ἐκκλησίας ποιμὴν ἄριστος.

Ὁλόκληρον σαυτὸν Χριστῷ προσήγαγες, ὡς ζῶσαν θυσίαν τῷ μαρτυρίῳ, συνειδήσεως μαρτύριον, προαθλήσας Παμμάκαρ δι' ἀσκήσεως.
Θεοτοκίον
Νεκρώσεως ἡμῶν τὸν χοῦν ἐτίναξας, τεκοῦσα τὴν ὄντως ἀθανασίαν, καὶ στολὰς ἡμῖν ἐξύφανας, ἀφθαρσίας Παρθένε τῇ γεννήσει σου.

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν τῆς χάριτος βότρυν ἐν τῇ ψυχῇ, ἀληθῶς γεωργήσας Πάτερ σοφέ, ὡς οἶνον ἐξέβλυσας, τὸν τῆς πίστεως λόγον, τὸν εὐφραίνοντα πάντων, Πιστῶν τὴν διάνοιαν, καὶ θαυμάτων ὤφθης ἀπέραντον πέλαγος· ὅθεν καὶ Μαρτύρων, καλλονὴ ἀνεδείχθης, πυρὶ τελειούμενος, καὶ φωτὸς ἀξιούμενος, ἀϊδίου Πολύκαρπε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν Μνήμην σου.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τοῦ Ἠλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀνεξάντλητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

Κανών α', ᾨδὴ δ', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε».

Πολυκαρπίαν φέρουσα, τῶν ἀρετῶν πολύκαρπος φυτεία, τῷ Δεσπότῃ ὤφθης, Πάτερ Πολύκαρπε.

Ὁλοκαύτωμα τέλειον, καὶ καθαρὰ θυσία προσηνέχθης, τῷ Σωτῆρι πάντων, Πάτερ Πολύκαρπε.

Λαὸν εὐσεβῶς Ὅσιε, καθοδηγῶν πρὸς φῶς θεογνωσίας, τὸν τῆς ἀθεΐας ζόφον ἀπήλασας.

Ὑμνολογοῦμεν Ἔνδοξε, τὴν τῆς ψυχῆς στερράν σου καρτερίαν, καὶ τῶν σῶν ἀγώνων τὸ ἀκαθαίρετον.
Θεοτοκίον
Καταλάμπρυνον Ἄχραντε, τὴν ζοφερὰν ψυχήν μου τῷ φωτί σου, ἡ τὸ φῶς τεκοῦσα τὸ ἐνυπόστατον.

Κανών α', ᾨδὴ ε', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων Ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».

Αἴγλῃ τοῦ Πνεύματος σύ, καταλαμπόμενος τὸν νοῦν Ὅσιε, συμβολικῶς, πυρὶ φλεγομένῳ, σαφῶς ἐμυήθης, τὴν διὰ πυρός σου, θεόφρον τελείωσιν.

Ῥεῖθρον ἐδέξω ζωῆς, ὡς ἐκ χειμάρρου τῆς τρυφῆς Ὅσιε, τῷ μαθητῇ τῷ ἠγαπημένῳ, μεμαθητευμένος, τῷ ἀρυσαμένῳ, σοφίας τὴν ἄβυσσον.

Πλοῦτον καὶ δόξαν, λαμπρὰν καὶ μῆκος βίου, καὶ ζωὴν ἄφθαρτον, ἡ ἀληθὴς σοφία Χριστὸς σοι, δεδώρηται Πάτερ, ὡς διαφερόντως αὐτὸν ἀγαπήσαντι.
Θεοτοκίον
Ὁ παλαιὸς ἡμερῶν, ὡς ἐπὶ πόκον ὑετὸς Πάναγνε, ἐπὶ τὴν σήν, γαστέρα κατῆλθε, τὴν ἡγιασμένην, καὶ νέος ἐφάνη, Ἀδὰμ ὁ φιλάνθρωπος.

Κανών α', ᾨδὴ ς', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Νεκρωθεὶς θεηγόρε τῷ κόσμῳ παντί, μόνῳ δὲ Χριστῷ ζῶν καὶ πολιτευόμενος, πρὸς τὸν Χριστὸν μεθέστηκας, ζωτικὴν ἀφθαρσίαν καρπούμενος.

Εὐσχημόνως ὁδεύων Μακάριε, τέκνον τε φωτος καὶ εἰρήνης δεικνύμενος, τὸν τῆς νυκτὸς πρωτότοκον, καὶ πολέμιον ἔγνως Μαρκίωνα.

Νουθετούμενοι Πάτερ τοῖς λόγοις σου, πᾶσαν ἐκτρεπόμεθα βέβηλον αἵρεσιν, καὶ πονηρὰ συνέδρια, τῶν διττὰς πρεσβευόντων ἀρχὰς δυσσεβῶς.
Θεοτοκίον
Ἁμαρτίαν τοῦ κόσμου τὸν αἴροντα, ἄχραντον Ἀμνὸν συλλαβοῦσα Πανάμωμε, ἁμαρτιῶν συγχώρησιν, ἐκδυσώπει δοθῆναι τοῖς δούλοις σου.

Κοντάκιον
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Καρποὺς τοὺς λογικούς, τῷ Κυρίῳ προσφέρων, Πολύκαρπε σοφέ, ἀρετῶν δι' ἐνθέων, ἐδείχθης ἀξιόθεος, Ἱεράρχα μακάριε· ὅθεν σήμερον, οἱ φωτισθέντες σοῖς λόγοις, ἀνυμνοῦμέν σου, τὴν ἀξιέπαινον μνήμην, δοξάζοντες Κύριον.
Ὁ Οἶκος
Τὴν τῆς σοφίας χρηστότητα ἀρυσάμενος, ἐξ αὐτῆς Πάτερ ἔπλησας θεογνωσίᾳ τὴν ποίμνην σου, καὶ τῆς παναγίας καὶ ἀρρήτου Θεότητος τὸ τρισήλιον ἤστραψας, τοῦ Πατρος τὸ ἀγέννητον, Υἱοῦ δὲ τὴν γέννησιν καὶ ἐκπόρευσιν Πνεύματος, μίαν Θεότητα, μίαν δόξαν τρανῶς ἐκδιδάξας, καὶ εἰδώλων ἀθεΐαν ἐκ ποδῶν ἀποποιήσας, καρπούς δὲ ὡρίμους, ψυχὰς πιστευόντων προσάγων τούτῳ ἔνδοξε, ἐν ᾧ βεβαπτίσμεθᾳ, εἰς ὃν καὶ πιστεύομεν, δοξάζοντες Κύριον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.
Στίχοι
Σοὶ Πολύκαρπος ὡλοκαυτώθη Λόγε,
Καρπὸν πολὺν δοὺς ἐκ πυρὸς ξενοτρόπως.
Εἰκάδι ἐν τριτάτῃ κατὰ φλὸξ Πολύκαρπον ἔκαυσεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν, Ἰωάννου, Μωϋσέως, Ἀντιόχου, καὶ Ἀντωνίνου.
Στίχοι
Σύνταγμα τετράριθμον ἀνδρῶν τιμίων,
Συντάσσεταί σοι, καὶ μεθίσταται βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γοργονία, ἡ ἀδελφὴ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τιμῶ τελευτὴν σὴν σιγῇ, Γοργονία,
Γρηγορίου μέλψαντος αὐτὴν ἐκ λόγων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κλήμης ξίφει τελειοῦται.
Στίχοι
Κλήμης, τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου,
Καινόν τι γλεῦκος, αἷμα τμηθεὶς ἐκχέει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεὴ ξίφει τελειοῦται.
Στίχοι
Θεὴν ἀποσκώπτουσαν εἰς θεοὺς πλάνους,
Οἱ τῆς πλάνης κτείνουσι προστάται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν Ζεβινᾶ, Πολυχρονίου, Μωσέως, καὶ Δαμιανοῦ.
Στίχοι
Θεῖος Ζεβινᾶς λῆξιν εἰς θείαν φθάνει,
Λήξαντος αὐτῷ τοῦ παρ' ἀνθρώποις βίου.
Πολυχρόνιος, καὶ συνασκηταὶ δύω.
Οἱ τρεῖς ὁμοῦ πληροῦσι τοὺς ζωῆς χρόνους.

Ταῖς αὐτῶν ἁγίαις Πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Στερρῷ λογισμῷ, καιομένης τῆς φλογὸς ἐπέβης Ἔνδοξε, ὡς οἱ τρεῖς Παῖδες οἱ τὴν κάμινον, πυρὶ ἀϋλῳ δροσίσαντες, μέσον δὲ πυρὸς ἀνακράζων, ἀκατάφλεκτος ἔμεινας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν κατασκηνώσαντι, ἔνθα Δικαίων τὰ σκηνώματα, ἔνθα Μαρτύρων στρατεύματα, ἔνθα τῶν σοφῶν Ἀποστόλων αἱ χορεῖαι κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀκάρπους τὸ πρίν, πολυκάρπους τῷ Χριστῷ ψυχὰς προσήνεγκας, γεωργίᾳ τῇ τοῦ Πνεύματος, καθομαλίσας καὶ εὔσταχυν, ταύταις καταθέμενος σπόρον, καὶ κραυγάζειν ἐπαίδευσας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Σὺ μόνη Θεοῦ, τοῦ τὰ σύμπαντα σοφῶς δημιουργήσαντος, Μήτηρ ἐδείχθης ἀπειρόγαμος, Παρθενομῆτορ Πανάχραντε· ὅθεν εὐσεβῶς σοι Παρθένε, ἀνακράζομεν λέγοντες· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

Κανών α', ᾨδὴ η', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἱερουργήσας εὐσεβῶς, τοῦ Χριστοῦ τὴν μυστικὴν ἱερουργίαν, λογικὸν ἱερεῖον, αὐτὸς προσήχθης Θεῷ θυσία δεκτὴ καὶ εὐάρεστος, ὁλοκαρπουμένη, Πολύκαρπε τρισμάκαρ.

Νεανικὴν ἐν πολιᾷ, βαθυτάτῃ τὴν ἀνδρείαν ἐπεδείξω, τοῦ Σταυροῦ τῇ δυνάμει, διαναστήσας σαυτοῦ, πρὸς θείους ἀγῶνας τὸ φρόνημα, Ἱερομαρτύρων, Χριστοῦ κλέος θεόφρον.

Ἐπερειδόμενος Σταυρῷ, καὶ τὸν ἱεραρχικὸν κόσμον ἀξίως, ἐνδυσάμενος Πάτερ, εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσῆλθες ἰδίῳ σου αἵματι, τῷ Ἀρχιποίμενι, Χριστῷ ἐμφανισθῆναι.

Ὑπὲρ Χριστοῦ σφαγιασθείς, ὡς ἐπίσημος κριὸς Ἱεροφάντορ, μιμητὴς ἀνεδείχθης, τῶν παθημάτων αὐτοῦ, καὶ δόξης ἐγένου συμμέτοχος, καὶ τῆς βασιλείας, αὐτοῦ συγκληρονόμος.
Θεοτοκίον
Φωτοειδὴς στῦλος πυρός, καὶ νεφέλη φωτεινὴ προηγουμένη, πρὸς οὐράνιον κλῆρον, Θεογεννῆτορ Ἁγνή, γενοῦ μοι Παρθένε πανάμωμε, τῷ ἐν τῇ ἐρήμῳ τοῦ βίου πλανωμένῳ.

Κανών α', ᾨδὴ θ', τοῦ Ἱερομάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν».

Ἡ φωτοφόρος σου μνήμη, ἀνατείλασα Πάτερ, φωτίζει τὰς ψυχὰς τῶν εὐσεβῶς, ταύτην τελούντων θεσπέσιε, καὶ μετόχους τῆς θείας, φωτοφανείας πάντας ἐκτελεῖ, ἥν ἀξίως θεόφρον, ἐν ὕμνοις μεγαλύνομεν.

Μετὰ τῆς ἄνω χορείας, τῶν ἁγίων Ἀγγέλων, τῷ θρόνῳ τοῦ Δεσπότου παρεστώς, τοῦτον δυσώπει τοῦ φθάσαι ἡμᾶς, τὸ σωτήριον πάθος, καὶ τὴν αὐτοῦ ἀνάστασιν φαιδρῶς, ἀρετῆς πολυτρόπους, ἰδέας ἐκτελέσαντας.

Ἡ τῆς ἁγίας Τριάδος, κατανόησις Πάτερ, τρανῶς οὐκ ἐν αἰνίγμασιν ὡς πρίν, ὡς καθαρῷ τὴν καρδίαν σοι, διασχόντι τὴν ὕλην, καὶ τῶν δεσμῶν λυθέντι τῆς φθορᾶς, κατοπτεύεται μάκαρ, Πολύκαρπε πανόλβιε.

Στεφηφοροῦντά σε Πάτερ, καὶ βραβεῖον τῆς νίκης, δεξάμενον ἐκ θείας δεξιᾶς, καὶ τοὺς ἀγῶνας τελέσαντα, καὶ φωτὸς πληρωθέντα, πιστεύοντες Πολύκαρπε σοφέ, πρεσβευτὴν τῷ Χριστῷ σε, προθύμως προβαλλόμεθα.
Θεοτοκίον
Ὡς Θεοτόκον σε Κόρη, καὶ Μητέρα τοῦ Λόγου, καὶ πρόξενον ὑπάρχουσαν ἡμῖν, τῆς ἀϊδίου καὶ θείας ζωῆς, ὡς τῆς δικαιοσύνης τὸν Ἥλιον ἐκλάμψασαν ἡμῖν, οἱ Πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Πολλοὺς καρποὺς προσήνεγκας, Χριστῷ σοφὲ Πολύκαρπε, τοὺς διὰ σοῦ σεσωσμένους, βροτοὺς ἐκ πλάνης δαιμόνων, Ἱερομάρτυς ἔνδοξε, Ἀγγέλων ἰσοστάσιε, καὶ Ἀποστόλων σύσκηνε, μεθ' ὧν μνημόνευε Πάτερ, τῶν σὲ τιμώντων ἐκ πόθου.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἐρράγη Μητροπάρθενε, τὸ τοῦ φραγμοῦ μεσότοιχον, καὶ οἱ θνητοὶ τοῖς Ἀγγέλοις, τῷ σῷ συνήφθημεν τόκῳ, καὶ νῦν Θεογεννήτρια, νηστεύειν ἡμᾶς κράτυνον, καὶ φθάσαι τὴν τριήμερον, ἀνάστασιν τοῦ Υἱοῦ σου, εἰλικρινῶς προσκυνῆσαι.