Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Κασσιανοῦ.

ΕΙΔΗΣΙΣ
Ἱστέον ὅτι, ὅτε ὁ χρόνος ἐστὶ δίσεκτος, ψάλλεται ἡ ἀκολουθία αὕτη κατὰ τὴν Κθ'. Εἶ δὲ οὐκ ἔστι δίσεκτος, ψάλλεται τῇ ΚΗ' ἐν τοῖς Ἀποδείπνοις.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος β'
Ἄγγελος μὲν τὸ χαῖρε ΤΟ ΑΚΟΥΤΕ
Ἀγγελικῶς βιώσας, ἐπὶ γῆς θεόφρον Μακάριε, χοροῖς τῶν ἀσωμάτων ἠρίθμησαι· σταυρὸν γὰρ ἐπὶ ὤμων σου ἀράμενος Ὅσιε, τῷ τῶν ὅλων Θεῷ ἠκολούθησας, καὶ πάθη ψυχοφθόρα, ἐγκρατείας πόνοις θανατώσας, τοῦ Πνεύματος δοχεῖον, καὶ σκεῦος καθαρὸν ἐχρημάτισας· Διὸ βοῶμέν σοι· Ὑπὲρ πάντων ἐκδυσώπει τῶν εὐφημούντων σε.
Ἦχος β'
Νηστείαις ἀγρυπνίαις, τῷ Θεῷ ἀεὶ προσκολλώμενος, ἁπάσης ἡδονῆς ὑψηλότερος μακάριε ἐδείχθης, καὶ καλαῖς ἀναβάσεσιν, ἀπαύστως φωτιζόμενος, ἔβλυσας διδασκαλίας ῥεῖθρα, τῶν πιστῶν ἀρδεύοντα καρδίας, καὶ γνῶσιν ἐκτιθέντα, Κασσιανὲ θεόφρον σωτήριον· Διὸ βοῶμέν σοι· Ὑπὲρ πάντων ἐκδυσώπει τῶν εὐφημούντων σε.
Ἦχος β'
Ἄνωθεν φωτισθεῖσα, ἡ σοφή σου Πάτερ διάνοια, διδασκαλίας φέγγος ἀπήστραψε, δι' οὗ φωταγωγεῖται Μοναζόντων τὸ σύστημα, τῶν παθῶν τῆς ἀχλύος λυτρούμενον· διὸ καὶ ἑορτάζει τὴν ἁγίαν πάντοτε μνήμην σου, τὸν Κύριον τῆς δόξης δοξάζον, τὸν ἀεὶ σε δοξάσαντα, ἀγωνισάμενον, καὶ νικήσαντα τὸν ὄφιν τὸν πολυμήχανον.
Θεοτοκίον
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν, ἐνδεικνύμενος.

Ἀπολυτίκιον τοῦ Ὁμολογητοῦ
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Εν σοί Πάτερ ακριβώς διεσώθη τό κατ' εικόνα, λαβών γάρ τόν σταυρόν, ηκολούθησας τώ Χριστώ καί πράττων εδίδασκες, υπεροράν μέν σαρκός, παρέρχεται γάρ, επιμελείσθαι δέ ψυχής πράγματος αθανάτου. Διό καί μετά Αγγέλων συναγάλλεται, Όσιε Κασσιανέ τό πνεύμά σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Σοὶ Κασσιανὲ τὴν δε τὴν ᾠδὴν πλέκω.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

Στεφανώσας θείαις ἀρεταῖς, Ὅσιε τὸν βίον σου, Κασσιανὲ πρὸς Θεὸν ἐξεδήμησας, παρ' οὗ ἡμῖν αἴτησαι, ἀπολύτρωσιν τῶν πταισμάτων δεόμεθα, τοῖς ἐπιτελοῦσι, πίστει τὴν ἁγίαν σου μετάστασιν.

Ὁλοτρόπῳ νεύσει πρὸς Θεόν, πάντων Ἀξιάγαστε, τῶν ἐμπαθῶν νοημάτων ἐξένευσας, καὶ φῶς ἐχρημάτισας, ταῖς μεθέξεσι ταῖς ἀΰλοις θεούμενος· ὅθεν σε τιμῶμεν, καὶ πανηγυρίζομεν τὴν μνήμην σου.

Ἰατρὸς γεγένησαι ψυχῶν, θείοις σου διδάγμασι, Κασσιανὲ ῥυθμίζων τὰ φρονήματα, Μοναστῶν ἐν χάριτι, καὶ τὴν φέρουσαν πρὸς ζωὴν τὴν αἰώνιον, ἄριστα δεικνύων, τρίβον θεοφόρε παμμακάριστε.
Θεοτοκίον
Κυοφόρον ἄνανδρον Ἁγνήν, πάντες σε γινώσκομεν· τὸν γὰρ Θεὸν σάρκα θνητὴν ἐνδυσάμενον, ὑπὲρ νοῦν ἐγέννησας, τὸν φαιδρύναντα τῶν Ὁσίων τὸν σύλλογον· Ὅθεν σε ὑμνοῦμεν, πίστει μεγαλύνοντες τὸν τόκον σου.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα Ἐκκλησία, τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».

Ἀστέρα ἐν τῷ ὕψει σε, Ἐκκλησίας λάμποντα, ὁ φωτισμὸς ἀνέδειξε, τῶν ἐν σκότει Χριστὸς πανεύφημε, ἀσκητῶν ὡραιότης Πάτερ πάνσοφε.

Σταυρῷ τὸν ὁμιλήσαντα, καὶ τὸν κόσμον σώσαντα, Κασσιανὲ μιμούμενος, ἐσταυρώθης κόσμῳ καὶ πάθεσι, πανουργίας δαιμόνων τροπωσάμενος.

Σοφίας πληρωθεῖσά σου, ἡ καρδία Πάνσοφε, διδασκαλίας ἄβυσσον, ἐν Ἁγίῳ ἔβλυσε Πνεύματι, Μοναστῶν τὰς ἀγέλας καταρδεύουσα.
Θεοτοκίον
Ἰάτρευσον Πανάμωμε, τὴν ψυχήν μου δέομαι, ἐξασθενοῦσαν πάθεσι, καὶ παντοίαις ἐπαναστάσεσι, τῶν κακίστων δαιμόνων μεσιτείαις σου.

Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὁσιωθεὶς σὺ τῷ Θεῷ ἀνετέθης, καὶ λαμπρυνθεὶς σὺ τῶν καλῶν ταῖς ἰδέαις, Κασσιανὲ ὡς ἥλιος ἀπήστραψας, φέγγει τῶν ἐνθέων σου διδαχῶν τὰς καρδίας, πάντων τῶν τιμώντων σε, ἀενάως φωτίζων, ἀλλ' ἐκτενῶς ἱκέτευε Χριστόν, ὑπὲρ τῶν πόθῳ, θερμῶς εὐφημούντων σε.
Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἀνωδίνως σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ· Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα· πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».

Ἀγῶσί σου, τῆς σαρκὸς ὑποτάξας σκιρτήματα, τῷ πνεύματι Ὅσιε, ταῖς ἱεραῖς νουθεσίαις σου, πάσας ἀπεγύμνωσας, τὰς πανουργίας τοῦ πλάνου καὶ τὰ ἔνεδρα.

Νεκρούμενος, ἑκουσίως τῷ κόσμῳ τὴν μέλλουσαν, ζωὴν κλῆρον εἴληφας, Κασσιανὲ παναοίδιμε νόμους συνεγράψω δέ, εἰς Μοναστῶν ὁδηγίαν καὶ τελείωσιν.

Ἐνῴκησε, τῇ ψυχῇ σου ἡ χάρις τοῦ Πνεύματος, καὶ πάντων ἀνώτερον, τῶν τῆς σαρκὸς φρονημάτων σε, ἔδειξε Πανόλβιε, καὶ τῶν τοῦ πλάνου παγίδων ἐμφανέστατα.
Θεοτοκίον
Τὸν ἄχρονον, ὑπὸ χρόνον γενόμενον τέτοκας, ἀρρήτως Πανάμωμε, τὸν τοὺς Ὁσίους λαμπρύναντα, πίστει ἀριστεύσαντας, καὶ τὸν ἀρχέκακον ὄφιν ταπεινώσαντας.

Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».

Ἡρπάγης ταῖς σαῖς, ἀρεταῖς θεόληπτε ὀχούμενος, καὶ χαίρων κατέπαυσας, πρὸς τὰ ἐπουράνια σκηνώματα, τῶν καμάτων τὰ γέρα, ἀξίως κομιζόμενος.

Νοῒ καθαρῷ, σὺ ἑνοπτριζόμενος, τὸ κάλλος Χριστοῦ, ἵστασο ἀκλόνητος, νύκτωρ μεθ' ἡμέραν τε Ἀοίδιμε, καὶ ἐνθέους δηλώσεις, ἐκεῖθεν εἰσδεχόμενος.

Δακρύων πηγαῖς, θεοφόρε Πάτερ ἀρδευόμενος, ὡς δένδρον ὑψίκορμον, ἤνεγκας καρποὺς τὰ κατορθώματα, ἐπευφραίνοντα πάντων, ἐνθέως τὰ νοήματα.
Θεοτοκίον
Ἐκ σοῦ ἡ ζωή, ὑπὲρ νοῦν Παρθένε ἀνατείλασα, ἐχθρὸν ἐθανάτωσεν, ἅπαντας ἡμᾶς τὸν θανατώσαντα, καὶ ἐζώωσε κόσμον, ἀπαύστως ἀνυμνοῦντά σε.

Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Τὴν ὁδὸν τὴν στενὴν Πάτερ ὥδευσας, πᾶσί τε τοῖς λόγοις σου ταύτην ὑπέδειξας, ἣν οἱ καλῶς βαδίζοντες, Παραδείσου πρὸς πλάτος εἰσάγονται.

Ἡ ζωή σου ὁσία γεγένηται, καὶ ἡ τελευτὴ μακαρία καὶ ἔντιμος, Κασσιανὲ Πατὴρ ἡμῶν, τῶν ἁγίων Ἀγγέλων συνόμιλε.

Νυσταγμὸν ἀμελείας ἀπέρριψας, καὶ ἐπαγρυπνῶν θεωρίαις καὶ πράξεσιν, ἀγγελικῶς ἐβίωσας, ἐπὶ γῆς θεοφόρε πανόλβιε.
Θεοτοκίον
Ὡς καλὴν ὡς ὡραίαν ποθήσας σε, ὁ καλλοποιὸς Ἰησοῦς Παναμώμητε, ἐκ σοῦ σαρκὶ γεγέννηται, καὶ θεοὶ με δι' οἶκτον ἀμέτρητον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Κασσιανοῦ τοῦ Ῥωμαίου.
Στίχοι
Ἔνθεν μεταστὰς Κασσιανὸς πρὸς νόας,
Θείας νοητῶς κασσίας ἀποπνέει.
Εἰκάδα ἀμφ᾽ ἐνάτην θάνε Κασσιανὸς μεγαθύμων.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

Διόλου ταῖς νεύσεσι ταῖς φανοτάταις, θεόφρον θεούμενος, φωστὴρ ἐδείχθης ἄδυτος, ἐντεῦθεν ἀπήστραψας, λόγον σωτήριον, πάντων τὰ νοήματα ἡμῶν, φωταγωγοῦντα τῶν εὐφημούντων σε.

Ἡ γλῶσσά σου πνεύματι ἐκτεθηγμένη, σαφῶς διεχάραξε, τὸν νόμον τὸν σωτήριον, καὶ τύπους ἐξέθετο, οἷς περ ῥυθμίζονται, πᾶσαι Παμμακάριστε ἀεί, τῶν Μοναζόντων ἀγέλαι χαίρουσαι.

Νοήματα Ὅσιε σωτηριώδη, καὶ ῥήματα ἄγνοιαν, καρδίας ἀπελαύνοντα, πλουσίως ἀνέβλυσας, Πάτερ θεόσοφε· ὅθεν σε γεραίρομεν πιστῶς, τὴν παναγίαν τελοῦντες μνήμην σου.
Θεοτοκίον
Παστὰς ἐχρημάτισας τοῦ Θεοῦ Λόγου, καὶ θρόνος πυρίμορφος, ἐν ᾧ ἐπανεπαύσατο, ὁ Λόγος σαρκούμενος, δι ἄκραν ἀγαθότητα, τοῦτον οὖν ἱκέτευε ἁγνή, κατοικτειρῆσαι καὶ ἐλεῆσαι ἡμᾶς.

Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον».

Λάμπων ὡς ἀστήρ, τῷ λόγῳ καὶ τῷ βίῳ, Κασσιανὲ φωτίζεις ἅπαντα, τῆς γῆς τὰ πληρώματα, τῆς ἀγνοίας ὑπεξαίρων ἀχλύν, καὶ μέλπειν προτρεπόμενος, ἅπαντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Ἔδυσας θανών, ὡς ἥλιος Παμμάκαρ, ὥσπερ ἀκτῖνας δὲ κατέλιπες, ἀδύτους τοὺς λόγους σου, φωτιζούσας τὰς ψυχὰς ἡμῶν, τῶν πίστει τὴν ἁγίαν σου μνήμην ἐπιτελούντων, καὶ δοξαζόντων τὸν Κύριον.

Κάλλους νοητοῦ, ἀρρήτως ἀπολαύεις ἀπολυθεὶς τοῦδε τοῦ σώματος, καὶ βλέπειν ἠξίωσαι, ἅπερ Ἀοίδιμε, Ἀγγέλων τὰ στρατεύματα μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τόν Κύριον.
Θεοτοκίον
Ὤφθης οὐρανῶν, Παρθένε πλατυτέρα, τὸν μηδαμοῦ Θεὸν χωρούμενον, ἀφράστως κυήσασα, καὶ τεκοῦσα ὑπὲρ ἔννοιαν, διπλοῦν ὄντα ταῖς φύσεσι, μίαν δὲ κεκτημένον, θεοπρεπῶς τὴν ὑπόστασιν.

Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Ἰσχὺς σοι δεδώρηται, παρὰ Θεοῦ καὶ δύναμις, τὰς ἀρχὰς διολέσαι τοῦ κοσμοκράτορος· ὅθεν ἀριστεύσας μεγάλως, ὡς ἀληθῶς, Πάτερ θεοφόρε, χοροῖς συνηρίθμησαι, τῶν Ὁσίων ἀγαλλόμενος.

Ὡς ῥόδον ἡδύπνοον, ἡμᾶς εὐωδιάζουσιν, οἱ θεόπνευστοι λόγοι, τῆς θείας γλώττης σου· σὺ γὰρ εὐωδία ἐγένου, τοῦ δι' ἡμᾶς, Θεοῦ σαρκωθέντος, δι' ἄμετρον ἔλεος, θεοφόρε πανσεβάσμιε.

Σκιρτήσωμεν ἄνθρωποι, πνευματικῶς χορεύοντες, Κασσιανοῦ νῦν τῇ μνήμῃ ἐπαγαλλόμενοι, ψάλλωμεν Θεῷ ἐν αἰνέσει, τῷ θαυμαστῷ, ὄντι ἐν ἁγίοις, καὶ καθαγιάζοντι, τοὺς ἐν πίστει αὐτὸν σέβοντας.
Θεοτοκίον
Φθαρεῖσαν ἐκαίνισας, τὴν φύσιν τοῦ Προπάτορος, ὑπὲρ φύσιν τεκοῦσα, καὶ παρθενεύουσα, φύσεως ἀπάσης τὸν Πλάστην, ὃν ἐν Σταυρῷ, κρεμάμενον πάλαι, ὠλόλυζες βλέπουσα, Παναγία Μητροπάρθενε.