Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὕμνον, νῦν μεθέορτον πιστοί, ᾄσωμεν Χριστοῦ τῇ Βαπτίσει, καθαρωτάτῳ νοΐ· ἤδη γὰρ ἐφέστηκε, πρὸς Ἰορδάνην σαρκί, ὁ Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχων, φύσει τῆς Θεότητος, τῷ Ἰωάννῃ βοῶν· Δεῦρο, Βαπτιστὰ βάπτισόν με· θέλω γὰρ ἐκπλῦναι τοῦ ῥύπου, φύσιν τῶν ἀνθρώπων ὡς φιλάνθρωπος.
Ἦχος β'
Τρόμῳ, λειτουργοῦσί σοι Χριστέ, πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, ὡς Βασιλεῖ καὶ Θεῷ· ὅλως ἀτενίσαι σοι, τὰ Χερουβὶμ οὐ τολμᾷ· κορυφῆς δὲ τῆς θείας σου, κελεύεις μοι ψαῦσαι, χόρτῳ ὄντι Δέσποτα, ὁ Ἰωάννης φησί· φόβῳ δὲ συνέχομαι ὅλος, μὴ με πῦρ τὸ ἄστεκτον φλέξῃ, τῆς φρικτῆς σου Κύριε Θεότητος.
Ἦχος β'
Ἦλθον, ἐκ Παρθένου σαρκωθείς, ῥείθροις τὸν Ἀδὰμ ἀναπλάσαι τοῦ Ἰορδάνου φησίν, αὖθις πρὸς τὸν Πρόδρομον, ὁ Λυτρωτὴς καὶ Θεός· ὡς Χριστῷ οὖν μοι πρόσελθε, καὶ γὰρ Ἰωάννῃ, τοῦτο φύσει πέφυκα, καὶ βάπτισόν με σαρκί· ὅπως τῶν δρακόντων συντρίψω, κάρας τῶν ἐκεῖ, ὁ τοῦ κόσμου, πᾶσαν ἁμαρτίαν αἴρων Κύριος.
Στιχηρὰ τῆς Ἁγίας
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, τῷ τοῦ Πνεύματος φωτί, καταλαμπομένη πλουσίως, πλοῦτον ἐμίσησας, μόνον ἀγαπήσασα τὸν ἐπουράνιον, τὴν Μαρτύρων στερρότητα, σαφῶς ἐνεδύσω, καὶ πρὸς ὑπερβάλλοντας, πόνους ἐχώρησας· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.
Ἦχος β'
Ὅτε, τὸ δυσῶδες τῆς σαρκός, καὶ τῆς ἁμαρτίας τὴν φλόγα, Ἁγνὴ κατέσβεσας, δρόσῳ θείου Πνεύματος, τοῦ συνεργοῦντός σοι, τότε θῆρας ἐφίμωσας, σταδίου ἐν μέσῳ, σῶμα παραδοῦσα σου, πρὸς αἰκισμοὺς ἀνδρικῶς· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.
Ἦχος β'
Ξίφος, οὐδὲ πῦρ οὐκ αἰκισμοί, θλίψεις οὐ λιμὸς οὐ παντοίας, εἶδος κολάσεως, σοῦ τὸν πρὸς τὸν Κύριον, ἤμβλυνεν ἔρωτα· διαπύρῳ καρδίᾳ γάρ, αὐτὸν ἐκζητοῦσα, πάντα τὰ ὁρώμενα, ὑφ᾿ ἓν διέπτυσας, Μάρτυς, καὶ παστάδος τῆς θείας, ἔνδον κατεσκήνωσας νύμφη, τοῦ Παμβασιλέως χρηματίσασα.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἠ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντα σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ
ΤΟ ΑΚΟΥΤΕ
Νῦν προφητικῶς, ἐκβοήσωμεν Κυρίῳ· Ἐπέφανες ἡμῖν, ὁ Σωτὴρ ἡμῶν καὶ κτίστης· συνέτριψας δὲ Λόγε, τῶν δρακόντων τὰ στόματα, ἐν τῷ Ἰορδάνῃ ὡς οἰκτίρμων, καὶ τοὺς τυφλωθέντας τῷ φωτί σου, Χριστὲ ἐφώτισας. Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Κράτος κατ᾿ ἐχθρῶν, τῷ Βαπτίσματί σου Λόγε, ἔδωκας ἡμῖν, τοῖς ἐκ πόθου σεβομένοις, τὴν σὴν οἰκονομίαν, ἣν ἑκὼν ἐξεπλήρωσας, λύσας τοὺς βροτοὺς ἐκ τῆς κατάρας, τῆς ἐκ τῆς Ἐδὲμ διαδραμούσης, ἐφ᾿ ᾧ ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Οἱ ἐν τῷ Ἀδάμ, τοὺς χιτῶνας δερματίνους, ἑκόντες ποτέ, ἐνδυσάμενοι τῇ πτώσει, ἐν ῥείθροις, Ἰορδάνου, ἐκδυσάμενοι σήμερον, ἐν τῷ Βαπτισμῷ τῷ τοῦ Κυρίου, θεολογοῦντες σὺν Ἀγγέλοις, αὐτῷ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἀνυμνήσωμεν οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ εὐεργεσίας τὸ μέγεθος· ἐν γὰρ τῷ ἡμῶν παραπτώματι, γενόμενος ἄνθρωπος, τὴν ἡμῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων ἐμὲ καὶ τὰ ὕδατα, καὶ τάς κεφαλὰς τῶν δρακόντων συντρίβων ἐπὶ τοῦ ὕδατος. Ἀντλήσωμεν οὖν ὕδωρ μετ' εὐφροσύνης, ἀδελφοί· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τοῖς πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον τῆς ἑορτῆς
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἰορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρίξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε, καὶ συνεστάλη θάλασσα, καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρὼν ΤΟ ΑΚΟΥΤΕ
Βαπτίζεται Χριστός, ὁ φωτίζων τὸν Κόσμον, ἐξ ὕψους ὁ Πατήρ, ἐμαρτύρησε λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε· οὗτός ἐστιν ὁ φωτίζων, τὴν οἰκουμένην, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὁ βαπτισθεὶς καὶ σώσας ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Καὶ νῦν... τὸ αὐτο

Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.
Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.

ᾨδὴ α'

Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.».

Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.

Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος• ὅτι δεδόξασται.

Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.

Κανών α', ᾨδὴ α', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».

Μαρτυρικαῖς ἠγλαϊσμένη φαιδρότησι, τῷ καθαρῷ παρίστασαι, Μάρτυς νυμφίῳ σου, ψυχοφθόρων πταισμάτων, αἰτοῦσα λυτρωθῆναι, τοὺς ἀνυμνοῦντας σε.

Πλούτου φθαρτοῦ, Μάρτυς τελείως ἠλόγησας, ἐν οὐρανοῖς τὸν ἄφθαρτον, καὶ διαμένοντα, ἐκζητοῦσα προθύμως, καὶ χαίρουσα ὑπῆλθες, Μαρτύρων στάδιον.

Πρὸς αἰκισμούς, πρὸς ἀλγηδόνας καὶ μάστιγας, πολυειδεῖς ἀπτόητος, Μάρτυς ἐχώρησας· συνεργοῦσαν γὰρ εἶχες, τὴν χάριν τοῦ Σωτῆρος, ἐνδυναμοῦσάν σε.
Θεοτοκίον
Ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου, ἑξάρπασόν με μόνη θεοχαρίτωτε.

ᾨδὴ γ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν• Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.»

Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία• δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες• Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.

Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος• Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες• Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.

Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ᾿ ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν σου Κύριε».

Οὐκ ἔσεισε τὸν πύργον τῆς σῆς καρδίας, συρρεύσασα βασάνων ἡ τρικυμία· ἐστήρικτο τῇ πέτρᾳ γὰρ τῆς ἀγάπης, Χριστοῦ πανεύφημε, πρὸς ὃν ἐκραύγαζες· Ὡς οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε.

Ἀνθρώπων τὴν ἀσθένειαν ὁ φορέσας, ἐπτέρωσε δυνάμει τὸ ἀσθενὲς σου, ἀνίσχυρον τὸν δράκοντα ὅθεν Μάρτυς, εἰς γῆν κατέρραξας, πιστῶς κραυγάζουσα· Ὡς οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε.

Χειμάρρους ἀπεξήρανας ἀνομίας, τοῖς ῥείθροις τῶν αἱμάτων σου Μακαρία· τρυφῆς δὲ τοῦ χειμάρρου νῦν ἀπολαύεις, καὶ φῶς ἀνέσπερον, οἰκεῖς κραυγάζουσα· Ὡς οὐκ ἔστιν, Ἅγιος, πλὴν σου Κύριε.
Θεοτοκίον
Ἡ σύλληψις, ὁ τόκος σου ὑπὲρ λόγον· αἰῶνας γὰρ τὸν Κτίσαντα διὰ λόγου, ἐγέννησας ῥυσάμενον ἀλογίας, κόσμου τὰ πέρατα, Κόρη ἀπείρανδρε· ὃν δυσώπει πάντοτε, τοῦ σωθῆναι ἡμᾶς.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πέτρᾳ μὲ τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ᾿ ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν σου Κύριε».

Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Κατ᾿ ἴχνεσι τοῦ σοῦ ἐραστοῦ ἑπομένη, σεμνὴ Τατιανή, τὸν ἐκείνου προθύμως, ἐζήλωσας θάνατον, καὶ τὸ πάθος τὸ ἄχραντον· ὅθεν ἔτυχες τῆς οὐρανίου παστάδος, στέφος ἄφθαρτον, περικειμένη ἀξίως, καὶ δόξαν ἀθάνατον.
Δόξα... Καὶ νῦν... ὅμοιον
Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, ἐπέφανε σαρκί, βαπτισθῆναι θελήσας, πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκπληττόμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα.

Κανών α', ᾨδὴ δ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε• Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις».

Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι• ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

Κανών α', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου συγκατάβασιν, τὴν εἰς ἐμέ, δοξάζω πολυέλεε».

Ὡραῖον, τῆς ψυχῆς κατάστημα, εὐμορφία τῆς εὐσεβείας, Τατιανὴ φέρουσα, προσέτι δὲ τῆς μαρτυρίας φωτί, παραδόξως διαλάμπουσα, τῷ καθαρῷ Νυμφίῳ εἰσοικίζεται.

Σιδήρῳ, σοῦ τάς ὄψεις ξέοντας, παρανόμους ἀορασίᾳ, οὐράνιοι, Ἄγγελοι, ᾐκίζοντο ἀποσταλέντες πρὸς σήν, ἐκ Θεοῦ Μάρτυς βοήθειαν, οἵ σου τὴν καρτερίαν κατεπλάγησαν.

Νομίμως, τὸν Χριστὸν κηρύττουσα, ἐτροπώσω παρανομοῦντας· θυσία δὲ ἄμωμος, εὐπρόσδεκτος τελειοτάτη αὐτῷ, προσηνέχθης ἀνακράζουσα· Σὲ ἀγαπῶσα Σῶτερ σφαγιάζομαι.
Θεοτοκίον
Πρὸς ὅρμον γαληνὸν με ἴθυνον, θεονύμφευτε Παναγία· χειμάζει γὰρ κλύδων με, καὶ τάραχος τῆς ἁμαρτίας δεινῶς, τοῖς ἀνέμοις ῥιπιζόμενος, τῶν πονηρῶν πνευμάτων, τῶν θλιβόντων με.

Κανών α', ᾨδὴ ε', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου• καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται».

Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι• Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε• παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.

Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει• καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.

Κανών α', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία τῶν ἀπεγνωσμένων, Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι».

Φόβον Θεοῦ, ἐν γαστρὶ διανοίας εἰσδεξαμένη, πνεῦμα σωτηρίου ὁμολογίας, καὶ μαρτυρίου ἔτεκες, Γενναιόφρων παραδόξως, στερρῶς ἀθλήσασα, καὶ τάς ἐναντίας, ἀρχὰς θριαμβεύσασα.

Σοῦ τὸ σεπτόν, καὶ μακάριον πάθος ἐκμιμουμένη, ἡ δι' ἀπαθείας σοι συναφθεῖσα, πάσχει προθύμως, μεληδὸν τεμνομένη, ζωοδότα Χριστὲ κραυγάζουσα· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.

Φωτιστικαῖς, διαλάμπεις ἀκτῖσι φαιδρυνομένη, Πνεύματος Ἁγίου, λαμπαδουχίᾳ, καὶ καταυγάζεις, τῶν πιστῶν τάς καρδίας, ἁμαρτίας ζόφον σκεδάζουσα, Μάρτυς ἀθλοφόρε, Χριστοῦ πανσεβάσμιε.
Θεοτοκίον
Ἡ φωτεινή, τοῦ Ἡλίου Νεφέλη, λάμψον μοι αἴγλην, λύουσα τὸν ζόφον μου τῶν πταισμάτων· δίδου μοι χεῖρα, ἐμπαρέντι εἰς ὕλην ἁμαρτίας, ἔγειρον κείμενον, μόνη τοῦ πεσόντος, Ἀδὰμ ἐπανόρθωσις.

Κανών α', ᾨδὴ ς', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος».

Γεννηθεὶς ἀρρεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός• οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.

Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.

Κανών α', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».

Ἐπὶ ξύλου ὡς ἔγνω ταθέντα σε, Μάρτυς ἡ σεμνὴ καρτερεῖ τὴν ἀνάρτησιν, καὶ τοὺς ξεσμοὺς τοῦ σώματος, διὰ πόθον τὸν σὸν Παντοδύναμε.

Ἀγριώτατοι θῆρες ᾐδέσθησαν, μέσον ἀνδρικῶς τοῦ σταδίου ἀθλοῦσάν σε, Θέκλαν ὡς πρὶν τὴν πρώταθλον, ἧς τὸν ζῆλον ἐκτήσω Ἀοίδιμε.

Ἐπιστάντες οὐράνιοι Ἄγγελοι, μέσον τῆς φρουρᾶς, σὲ φωτὶ κατελάμπρυναν, τῶν ἀλγεινῶν ἐξαίροντες, καὶ Θεοῦ ὡς ἀμνάδα δοξάζοντες.
Θεοτοκίον
Ἐκ πασῶν γενεῶν ἐξελέξατο, σὲ τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν, ὁ Ποιητὴς Πανάμωμε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».

Κοντάκιον τῆς Ἑορτῆς
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾿ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς.
Στίχοι
Τῆς πάντα λαμπρᾶς Τατιανῆς τῇ κάρᾳ,
Λαμπρὸν προεξένησε τὸ ξίφος στέφος.
Τῇ δυοκαιδεκάτῃ Τατιανῆς αὐχένα κέρσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Ἀβεσαλαμίτου.
Στίχοι
Ἐπανθρακωθεὶς καρδίαν θείῳ πόθῳ,
Ἐπ' ἀνθράκων ἥδιστα Πέτρος ἐκπνέει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Μερτίου.
Στίχοι
Θεὸν πόθων ὕψιστον, ἰσχυρὸν μόνον,
Μαστίζεται Μέρτιος ἰσχυρῶς ἄγαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἀπὸ Νικαίας, ξίφει τελειοῦνται.
Στίχοι
Θνῄσκει χορός τις ὀκτάριθμος ἐκ ξίφους,
Αἰῶνος εὑρεῖν ὀγδόου ζωὴν θέλων.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Εὐθασία ξίφει τελειοῦται.
Στίχοι
Αὐτῷ Θεῶ Σωτῆρι κόσμου προσφέρει,
Αὐτῆς κεφαλὴν ἐκ ξίφους Εὐθασία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἠλιού.
Στίχοι
Ἄλλος δέδεικται θαυματουργὸς Ἠλίας,
Ὁ θαυματουργὸς οὗτος ὄντως Ἠλίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις• ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον• Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν• Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον τὴν φλόγα ἀνερρίπισε. Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

Εὐτόνως Ἀήττητε σπαθιζομένη, μαστῶν τὴν ἀφαίρεσιν, ὑπέστης καρτερώτατα· πυρὶ οὐρανίῳ δέ, Μάρτυς κατέφλεξας, σέβειν τοὺς μὴ θέλοντας Θεόν, ὃν πᾶσα κτίσις ὑμνεῖ δοξάζουσα.

Ἐγκάρδιον φέρουσα τὸ πῦρ τὸ θεῖον, σοῦ τῆς ἀγαπήσεως, Χριστὲ ἡ Παναοίδιμος, τὸ πῦρ τὸ ὁμόδουλον οὐκ ἐδειλίασε, Παίδων εἰκονίζουσα τῶν πρίν, καὶ τὴν ἀνδρείαν, καὶ τὴν στερρότητα.

Θηρῶν ἀγριότης σοι καθυπετάγη· λεόντων τὰ χάσματα, ἀπήμαντος παρέδραμες, Θεοῦ σε δοξάσαντος, τοῦτον δοξάσασαν, τούτου τὰ παθήματα τῇ σῇ, ἀναπληροῦσα σαρκὶ Πανεύφημε.
Θεοτοκίον
Ζωὴν ἐνυπόστατον ἡμῖν τεκοῦσα, θανάτῳ τὸν θάνατον, σαφῶς ἑξαφανίσασαν, τὰ πάθη θανάτωσον, τὰ τῆς σαρκὸς ἡμῶν, πίστει τῶν τιμώντων σε Ἁγνή, ὡς Θεοτόκον καὶ ὑπερένδοξον.

Κανών α', ᾨδὴ η', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας».

Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε• τοῦτο γὰρ φύσει πέφυκα• ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα• Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ• ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Καλλωπισθεῖσα ἀρεταῖς, ὡραιώθης καλλοναῖς τοῦ μαρτυρίου, καὶ Νυμφίῳ ἡρμόσθης τῷ ὑπὲρ πάντας βροτούς, ὡραίῳ κάλλει διαλάμπουσα, τῆς ἀθανασίας, Τατιανὴ θεόφρον.

Σὺν ἀσωμάτοις Λειτουργοῖς, ἐν εἱρκτῇ τὸν Ποιητὴν ἐδοξολόγεις, διαλάμπουσα δόξῃ, τῆς θεϊκῆς ἀστραπῆς, καὶ πᾶσιν ἀπρόσιτος μένουσα, τοῖς κεκρατημένοις, τῷ ζόφῳ τῆς ἀπάτης.

Ἡ συντριβή σου τῶν μελῶν, ἐξελέπτυνεν ἐχθροῦ μηχανουργίας· τῶν αἱμάτων ἡ ῥύσις, τῆς ἀθεΐας δεινούς, χειμάρρους Σεμνὴ ἀπεξήρανε, πέλαγος θαυμάτων, ἡμῖν ἀναδειχθεῖσα.
Θεοτοκίον
Σῶσον οἰκτείρησον ἡμᾶς, τὸν οἰκτίρμονα Θεὸν ἡμῖν Σωτῆρα, ὑπὲρ λόγον τεκοῦσα, πυρκαϊᾶς λογισμῶν, παθῶν τε ἐξαίρουσα καύσωνα, σοῦ ταῖς ἱκεσίαις, ἁγνὴ Παρθενομῆτορ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε• ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου• καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν• σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.»
Μεγάλυνον, ψυχή μου, τόν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.
Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις• Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε• οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει• καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
Μεγάλυνον, ψυχή μου, τόν ὑπό Προδρόμου τό βάπτισμα λαβόντα.
Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει• τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου• οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε• ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.
Μεγάλυνον, ψυχή μου, τόν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.
Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι• ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται• ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.

Κανών α', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα, καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

Μετὰ πολλὰς τάς βασάνους, τῇ τοῦ ξίφους σε δίκῃ, δεινὸς καθυποβάλλει δικαστής, ἧς τῇ ἀνόδῳ ἐκρότησαν, αἱ οὐράνιαι τάξεις, Χριστὸς δὲ παναλκεῖ σε δεξιᾷ, ἐστεφάνωσε Μάρτυς, νομίμως ἐναθλήσασαν.

Συναγελάζῃ Μαρτύρων, φανοτάταις ἀγέλαις, τρανότερον ἐγγίζουσα Θεῷ, βλέπεις ἃ βλέπουσιν Ἄγγελοι, ὡς παρθένος νυμφῶνι, αὐλίζῃ τοῦ Νυμφίου σου Σεμνή, δυσωποῦσα σωθῆναι, τοὺς πόθῳ σε γεραίροντας.

Ἐσφραγισμένην πηγὴν σε, κεκλεισμένον τε κῆπον, ἀνάθημα σεπτὸν καὶ ἱεράν, νύμφην Χριστοῦ ἀδιάφθορον, ἱερεῖον καὶ θῦμα, ἀμνάδα καὶ καλὴν περιστεράν, τοῦ Δεσπότου τῶν ὅλων, Τατιανὴ κηρύττομεν.
Θεοτοκίον
Ἡ ταῖς φωναῖς καμπτομένη, τῶν θερμῶς σε αἰτούντων, ἡ μόνη τῶν πιστῶν καταφυγή, σῶσον οἰκτείρησον Δέσποινα, διατήρησον βλάβης, καὶ πάσης τῶν Ἐθνῶν ἐπιδρομῆς τοὺς ἐν πίστει καὶ πόθῳ, ἀεὶ σε μεγαλύνοντας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ, πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐπεφάνη ὁ Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Διὰ τὸν πόθον τοῦ Χριστοῦ, βασάνους ἐκαρτέρησας, Τατιανὴ γενναιόφρον, καὶ τῶν Δαιμόνων τὴν ἰσχύν, γενναίως ἐξηφάνισας· διὰ τοῦτό σε πάντες, πιστῶς μακαρίζομεν.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐπεφάνη ὁ Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Ἀποστιχα Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ
ΤΟ ΑΚΟΥΤΕ
Σέλας ἐκ φωτός, φῶς ὑπάρχων Ἰησοῦ μου, ἐφώτισας ἡμᾶς, ἐν ἀρρήτῳ σου ἐλλάμψει, τοὺς πρὶν ἐκτυφλωθέντας, ἐν Ἐδὲμ ἐκ τοῦ ὄφεως· ἐν τῷ Ἰορδάνῃ ἄρτι φάος, πάντες τῷ φωτί σου καθορῶντες, πιστῶς ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Μύστα καὶ φρικτῶν, οἰκονόμε μυστηρίων, Πρόδρομε χαρᾶς, καὶ τοῦ Πνεύματος αὐτόπτα, τὸν Βαπτισθέντα Λόγον, ὑπὸ σοῦ ὡς ηὐδόκησεν, αἴτησαι ἡμῖν ἁμαρτημάτων, λύτρωσιν ἀεὶ παρασχεθῆναι, αὐτῷ ψάλλουσιν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἄρωμεν πιστοί, ἐν συνέσει τάς καρδίας, δράμωμεν σπουδῇ, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ ἴδωμεν τὸν Κτίστην, σαρκικῶς βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου· καὶ σὺν αὐτῷ θεολογοῦντες, ἀναμέλψωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ὢ τῆς ὑπὲρ νοῦν, θεϊκῆς οἰκονομίας! πῶς ὁ Ποιητής, τῷ ποιήματι παρέστη, καὶ κλίνει τούτῳ κάραν; ὑποδείγματι γὰρ ἡμῖν, τύπον ταπεινώσεως εἰσάγει, τοῖς κατὰ ψυχὴν φωτιζομένοις. Διὸ ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.

Ἀντίφωνον Α᾽
Ἦχος β'
Στίχ. α'.
Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.
Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.
Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Ἀντίφωνον Β᾽
Ἦχος β'
Στίχ. α'.
Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.
Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

Ἀντίφωνον Γ᾽
Ἦχος α'
Στίχ. α'.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις• τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα• καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Εἰς τό, Ἑξαιρέτως
Ἦχος β'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.
«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».

Κοινωνικὸν
Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.