Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου.
Τῇ αὐτῇ ἡμέρᾳ συμψάλλομεν καὶ τὴν Ἀκολουθίαν τῶν Ἁγίων Ἀββάδων, διὰ τὸ ἀποδίδοσθαι τὴν Ἑορτὴν εἰς τάς ιδ'.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων.

Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἑρμύλος ὁ ἔνδοξος, καὶ ὁ θεόφρων Στρατόνικος, ἡ δυὰς ἡ θαυμάσιος, Τριάδα τὴν ἄκτιστον, καθομολογοῦντες, πολύθεον πλάνην, μετὰ πολλοὺς τοὺς αἰκισμούς, καὶ τάς βασάνους κατετροπώσαντο, καὶ νίκης διαδήματι, στεφανωθέντες πρεσβεύουσι, δωρηθῆναι τοῖς πέρασι, τὴν εἰρήνην καὶ ἔλεος.
Ἦχος δ'
Τοῦ Λόγου γενόμενος, Μάρτυς διάκονος, Ἕρμυλε, ἐκλογὴ θείου Πνεύματος, τῷ λύθρῳ τοῦ αἵματος, τῆς ἱερωσύνης, στολὴν ἐπιχρώσας, ἱερωτέραν ἀληθῶς, καὶ λαμπροτέραν ταύτην ἐτέλεσας· καὶ νῦν εἰς τὰ βασίλεια, τὰ νοητὰ μεταβέβηκας, πρεσβευτὴς τῶν τιμώντων σε, χρηματίζων θερμότατος.
Ἦχος δ'
Ξεσμοὺς καρτερήσαντες, ταῖς προσταγαῖς τοῦ δικάζοντος, ἐν σαργάνῃ ἐβλήθητε· καὶ τέλος μακάριον, καὶ πνιγμὸν ὑδάτων, ἄμφω δεδεγμένοι, τὸν πολυμήχανον ἐχθρόν, τούτοις ἐμφρόνως ἐναπεπνίξατε· καὶ νῦν περιπολεύετε, περιχαρῶς τὰ οὐράνια, ὑπὲρ πάντων δεόμενοι, Ἀθληταὶ γενναιότατοι.
Στιχηρὰ Προσόμοια τῶν Ὁσίων
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; ΤΟ ΑΚΟΥΤΕ
Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τῶν βαρβάρων ὑπομείναντες, τὴν ἕφοδον γενναίως, τάς ψυχὰς ἐναποθέμενοι, τοῖς ξίφεσι προθύμως, Μαρτύρων ἀνεδήσασθε στεφάνους· Ἀγγέλοις συναυλίζεσθε ἀξίως. Πολλὴ ὑμῶν ἡ καρτερία, καὶ μείζονα τὰ χαρίσματα. Πρεσβεύσατε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Ὅσιοι Χριστοῦ ἠγωνίσασθε· τῶν προσκαίρων ἀλογήσαντες, τοῦ βίου ἑκουσίως, τῆς σαρκὸς καθυπετάξατε, τὸ φρόνημα γενναίως· καὶ ξίφει ἐν Χριστῷ τελειωθέντες, Ἀγγέλοις συναυλίζεσθε ἀξίως· διὸ ὑμῶν τὰ μνημόσυνα, σεμνύνοντες ἱκετεύομεν· Πρεσβεύσατε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Καλῶς πολιτευσάμενοι Ἅγιοι, τῶν Μαρτύρων τοὺς ἀγῶνας, μιμησάμενοι γενναίως, τὰ βραβεῖα οὐρανόθεν, ἐκομίσασθε νομίμως. Ὑμεῖς γάρ, μαχαιρῶν κατεφρονήσατε· βασάνους, ὡς ἐκεῖνοι ὑπεμείνατε, ἵνα ὁμοῦ ἀναδήσησθε, τὸν στέφανον τῆς ἀθλήσεως. Πρεσβεύσατε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τοῦ Στουδίτου
Ὅσιοι Πατέρες, μελετήσαντες ἡμέρας καὶ νυκτὸς ἐν νόμῳ Κυρίου, ἠξιώθητε τοῦ ξύλου τῆς ζωῆς σύμφυτοι γενέσθαι, καὶ ὁ καρπὸς ὑμῶν, ἀθλήσεως στεφάνους ἐξήνθησε. Παρρησίαν ἔχοντες πρὸς τὸν ἀγωνοθέτην Θεόν, καὶ ἡμῖν αἰτήσασθε, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει κορυφήν, ἀχειροποίητον, καὶ ἀναμάρτητον. Διὸ ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Ὤφθη τὸ Πατρικόν, ἀπαύγασμα τῆς δόξῃς, ἐν Ἰορδάνου ῥείθροις, βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.
Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Δέχου δουλοπρεπῶς, Προφῆτα Ἰωάννη, τὸν Λυτρωτὴν τοῦ κόσμου, καὶ βάπτισον τὸν Κτίστην, βροτῶν εἰς ἀναγέννησιν.
Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνου ῥείθροις· συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι τὸν Φιλάνθρωπον.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τὸν ἰσάγγελον βίον πολιτευσάμενοι, πόνοις ἀσκητικοῖς Πατέρες Ὅσιοι, ἐγκρατείᾳ τὸ σῶμα δουλαγωγήσαντες, καθυπετάξατε τῷ πνεύματι· ἐργάται γενόμενοι τῶν ἐντολῶν τοῦ Κυρίου, τὸ ἀρχέτυπον κάλλος, τῆς εἰκόνος ἐφυλάξατε, καὶ ἀθλητικοὺς ἀγῶνας, ἐκ τῶν ἀσκητικῶν ἱδρώτων διηνύσατε· καὶ διπλοῖς στεφάνοις κατακοσμηθέντες, ἐκτενῶς τὸν Σωτῆρα ἱκετεύσατε, σωθῆναι ἡμᾶς.
Θεοτοκίον
Ἦχος πλ. δ'
Τὰ τῶν Ἀγγέλων στρατεύματα ἐξίσταντο, ὁρῶντά σε σήμερον ἐν τῷ Ἰορδάνῃ, γυμνὸν ἑστῶτα Σωτὴρ ἐν τοῖς ὕδασι, καὶ τὴν ἄχραντον κορυφήν σου ὑποκλίναντα, βαπτισθῆναι ὑπὸ Ἰωάννου· σοῦ γὰρ πτωχεύσαντος ἑκουσίως, ὁ κόσμος ἐπλουτίσθη, Κύριε δόξα σοι.

Ἀπολυτίκιον
Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίας , ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου, ἄνωθεν ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου· καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτο

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἔρημον πολίσαντες, ἐν εὐσεβείᾳ Θεοῦ, τὰ πάθη ἐρημώσαντες, ἐν ἐγκρατείᾳ σαφῶς, ὡς φοίνιξ ἠνθήσατε, βότρυας ψυχοτρόφους, ἀρετῶν θεοφόροι, φέροντας τοῖς ἀνθρώποις, γλυκασμὸν ὑπὲρ μέλι· διὸ καὶ μεγαλύνομεν πίστει τὴν μνήμην ὑμῶν.
Δόξα... καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διὸ σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.

β' Κανών τῆς Ἐορτῆς, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων.

ᾨδὴ α'

Ἦχος β'
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στείβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»

Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,
Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου
Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,
Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,
Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.

Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,
Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,
Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,
Ὄπα κρατίστην• Οὗτος ἠγαπημένος,
Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.
Τῶν σῶν γεραίρω Μαρτύρων Σῶτερ κλέος
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Τίμιοι ὡς ἀστέρες θεολαμπεῖς, τῷ στερεώματι σοφοί, τῆς Ἐκκλησίας ὤφθητε, καταυγάζοντες ἡμᾶς, θείαις λαμπρότησι Μάρτυρες.

Ὤφθητε ὥσπερ ἄνθρακες νοητοί, προσαναπτόμενοι πυρί, τοῦ Πνεύματος Ἀοίδιμοι, καὶ εἰδώλων τὴν πυράν, ῥείθροις αἱμάτων ἐσβέσατε.

Νάμασι προσκλυζόμενοι τοῦ Χριστοῦ, τοῦ ἐν τοῖς ῥείθροις τὴν ἡμῶν, ἀσέβειαν βυθίσαντος, ἀθεΐας ποταμούς, Μάρτυρες ἀπεξηράνατε.
Θεοτοκίον
Στῆσόν μου ἁμαρτίας τοὺς ὀχετούς, ἡ τοῦ θανάτου τὴν φθοράν, τῷ τόκῳ σου μαράνασα, καὶ κατάνυξίν μοι δός, Θεοκυῆτορ Πανάμωμε.

Ὁ Κανὼν τῶν Ὁσίων, οὗ ἡ Ἀκροστιχίς.
Ἄθλους ἀνυμνεῖν Πατέρων κλέος μέγα
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Ἀσκήσει φωτοειδεῖς γενόμενοι, Μακαριώτατοι, θεοειδεῖς ἐδείχθητε σαφῶς, τῇ κενώσει τοῦ αἵματος· διὸ συνεπαγάλλεσθε, τοῖς Ἀσκηταῖς Χριστοῦ καὶ Μάρτυσι.

Θαλάσσῃ τῇ τῶν δακρύων πρότερον, ἐναπεπνίξατε, τὸν Φαραὼ Σοφοὶ τὸν νοητόν· τῶν αἱμάτων δὲ ὕστερον, τοῖς ὀχετοῖς ὠλέσατε, καὶ ἀφανίᾳ παρεπέμψατε.

Λαμπρύνων ὁ φωτοδότης Κύριος, ὑμῶν τὴν ἄθλησιν, ὑπομονῇ θεράποντες Χριστοῦ, φωταυγῆ ἀπειργάσατο, καὶ ἐμφανῆ τὴν ἄσκησιν, ὑπὲρ αὐγὰς ἡλίου λάμπουσαν.

Οὐ θλῖψις οὐκ ἀλγεινῶν ἐπίτασις, οὐ μακρυσμὸς παντελὴς τῶν κοσμικῶν φροντίδων, Ἀθληταί, οὐ βαρβάρων ἀνήμερος, ἐπιδρομὴ τῆς κρείττονος, ἡμᾶς ἐλπίδος ἀπηγάγετο.
Θεοτοκίον
Ὑπάρχων ὁ κατὰ φύσιν Κύριος, πᾶσιν ἀχώρητος, ἐν σοὶ χωρεῖται Δέσποινα βροτός, εὐσπλαγχνίᾳ γενόμενος, ἵνα βροτοὺς δι᾿ ἄφατον φιλανθρωπίαν διασώσηται.

ᾨδὴ γ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,
ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.»

Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,
Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,
Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ·
Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,
Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.

Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,
Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.
Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,
Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.
Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.

Κανών β', ᾨδὴ γ', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν φόβον σου Κύριε, ἐμφύτευσον ταῖς καρδίαις τῶν δούλων σου καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς σὲ ἐν ἀληθείᾳ, ἐπικαλουμένοις».

Ῥεόντων τὸ ἄστατον μισήσαντες τῶν μελλόντων ἐποθήσατε, ἀδιάρρευστον ἀπόλαυσιν, γενναῖοι Στρατιῶται, Χριστοῦ τοῦ Παμβασιλέως.

Ἀνδρείως ἀντέστητε θεόφρονες, παρανόμως τῷ προστάσσοντι, ἀσεβείᾳ ὑποκλίνεσθαι, καὶ νίκης οὐρανόθεν, εὕρατε στεφάνους.

Ἰνδάλματα πλάνης ἠδαφίσατε, ἀπλανεῖς Χριστομάρτυρες, ἑαυτοὺς δὲ ἀνεστήσατε, ναοὺς σεπτοὺς καὶ στήλας, τῆς θεογνωσίας.
Θεοτοκίον
Ῥομφαία τὸ πρὶν ἡ στρεφομένη, τάς εἰσόδους μοι δίδωσιν, αἰδουμένη τὴν κεντήσασαν, Παρθενομῆτορ λόγχην, τὸν ἐκ σοῦ τεχθέντα.

Κανών γ', ᾨδὴ γ', τῶν Ὁσίων
Ἦχος δ'
Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ
Συντετριμμένῃ, διανοίᾳ Θεὸν θεραπεύσαντες, συνετρίψατε ἐχθροῦ, μεγαλαυχίαν Μακάριοι, ξίφει συντριβόμενοι, καὶ θανατούμενοι.

Ἀποσκοποῦντες, τῶν μενόντων Σοφοὶ τὸ ἀΐδιον, τῶν ἀστάτων καὶ ῥευστῶν, τὸ χαμερπὲς ἀπεκρούσασθε· ὅθεν μακαρίζεσθε, Ὁσιομάρτυρες.

Νόμῳ τῷ θείῳ, εὐσεβεῖ διανοίᾳ πειθήσαντες, τῆς σαρκὸς τάς ἡδονάς, δι᾿ ἐγκρατείας ὠλέσατε, καὶ νῦν ἐναθλήσαντες, δόξης ἐτύχετε.
Θεοτοκίον
Ὑπεραγία, ὑπεράγιον Λόγον κυήσασα, καθαγίασον ἡμῶν, καὶ τάς ψυχὰς καὶ τὰ σώματα, τῶν μακαριζόντων σε, τὴν Παναμώμητον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Θεοῦ· οὐ γάρ ἐστιν Ἅγιος, πλὴν σου Φιλάνθρωπε».

Κάθισμα τῶν Μαρτύρων
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐν ὕδασιν ὁμοῦ, τὸ μακάριον τέλος, ἐδέξασθε σοφοί, ἐν αὐτοῖς τὸν Βελίαρ, βυθίσαντες χάριτι, τοῦ Θεοῦ ἡμῶν Μάρτυρες· ὅθεν στέφανον, ὡς νικηφόροι λαβόντες, συναγάλλεσθε, ταῖς τῶν Ἀγγέλων χορείαις, μεθ' ὧν ἡμῶν μέμνησθε.
Δόξα... τῶν Ὁσίων Ἦχος δ'
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Ὡς πάροικοι δεικνύμενοι, καὶ παρεπίδημοι, καλύβας πηξάμενοι, ἐν ταῖς ἐρήμοις σαφῶς, ἠσκήσατε Ὅσιοι, γύμνωσιν κοσμηθέντες, ἀρετῶν τῇ ἐνδύσει, σύμμορφοι γεγονότες, τῶν Χριστοῦ παθημάτων· διὸ καὶ ὑπεμείνατε, τὴν τῶν βαρβάρων σφαγήν.
Καὶ νῦν... τῆς Ἑορτῆς ὅμοιον
Ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, τὰ ῥεῖθρα περιβάλλεται τὰ Ἰορδάνια, Χριστὸς ὁ Θεὸς ἡμῶν, ἄνωθεν μαρτυροῦντος, τοῦ Πατρὸς τῷ συνθρόνῳ, κάτωθεν προσφοιτώσης, τῆς τοῦ Πνεύματος δόξης· αὐτός ἐστιν ὁ φωτίζων καὶ ἁγιάζων ἡμᾶς.

ᾨδὴ δ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,
ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη».

Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,
Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,
Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,
Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,
Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.

Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,
Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,
Οὗτος προών μου, δεύτερος τῷ
σαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,
Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.

Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,
Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.
Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,
Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,
Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.

Κανών β', ᾨδὴ δ', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα».

Ὡς τοῦ Λόγου διάκονος, λόγοις σου τὴν ἄλογον ἐστηλίτευσας, Μάρτυς Ἕρμυλε ἀπόνοιαν, τῶν παρανομούντων προθυμότατα.

Μίαν φύσιν Θεότητος, μίαν ἐξουσίαν, καὶ κυριότητα, οἱ θεόφρονες κηρύξαντες, πολυθέου πλάνης κατεφρόνησαν.

Ἀναρτήσει ξεόμενος, καὶ ταῖς ἀλγηδόσι περιδονούμενος, ἀπερίτρεπτος διέμεινας, ἀθλητὰ θέοφρον Μάρτυς Ἕρμυλε.
Θεοτοκίον
Ῥᾳθυμία καθεύδοντα, καὶ τῇ ἁμαρτίᾳ συγκαλυπτόμενον, πρὸς μετάνοιάν με Πάναγνε, ὡς τοῦ Λόγου Μήτηρ ἀνακάλεσαι.

Κανών γ', ᾨδὴ δ', τῶν Ὁσίων
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Μὴ τοῖς πάθεσι τοῦ σώματος ἡττηθέντες, τὸν δυσμενῆ ἡττήσατε, καὶ θανατωθέντες, ξίφει Παμμακάριστοι, ζωὴν πρὸς οὐράνιον, χαίροντες ὁμοῦ μετετέθητε.

Νεκρωθέντες πρὸς θανάτου δι᾿ ἐγκρατείας, ἐθελουσίως Ὅσιοι, τῶν παρανομούντων ἀκουσίως ξίφεσι, δεινῶς τεθανάτωσθε, ζῆν μετὰ θανεῖν πιστευόμενοι.

Ἐπιάνθητε ὡς ἄρνες τῇ ἐγκρατείᾳ, καὶ ὡς κριοὶ ἐπίσημοι, χερσὶν αἱμοβόρων, λύκων ἀναιρεθέντες, ζωὴν πρὸς αἰώνιον, Ὅσιοι Χριστοῦ προσηνέχθητε.

Ἱερεῖς τε καὶ πρεσβύται καὶ νεανίσκοι, οἱ Ῥαϊθὼ καὶ Σίναιον, ὄρος κατοικοῦντες, Μάρτυρες γεγόνασιν, ὁσίως βιώσαντες, καὶ βιαιοτάτως τεθνήξαντες.
Θεοτοκίον
Νεουργεῖ τὴν ἀνθρωπότητα νέον βρέφος, ὁ πρὸ αἰώνων Κύριος, ὀφθεὶς ἐκ Παρθένου, καὶ βροτὸς γενόμενος, αὐτῷ μελῳδήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.

ᾨδὴ ε', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».

Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,
Σειραῖς ἀφύκτοις, ὂν διαρθροῖ δακτύλοις,
Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,
Νῦν ἐν πολυρρύτοισι δίναις ἐκπλύνων,
Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.

Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,
Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,
Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,
Ἄντλημα προσφέροντα δίψης ἐνθέου,
Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.

Κανών β', ᾨδὴ ε', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι».

Τῶν βασάνων τὰ νέφη, Μάρτυρες πανεύφημοι οὐ κατεκάλυψαν, τὴν ὑμῶν ἀνδρείαν· ὑπὲρ ἥλιον γὰρ πεφανέρωται, εὐσεβείας φέγγει, τοὺς εὐσεβεῖς φωταγωγοῦσα, καὶ Δαιμόνων τὸν ζόφον ἐξαίρουσα.

Ὑπερβάντες τοὺς ὅρους, τοὺς τῆς ἀνθρωπότητος Θεομακάριστοι, καὶ τῷ ὑπὲρ φύσιν, ἑνωθέντες τελείαις καθάρσεσι, τάς πικρὰς βασάνους, καὶ τοὺς ξεσμούς, καὶ τάς αἰκίσεις, ὑπηνέγκατε γνώμης στερρότητι.

Ῥωμαλέως ἀντέστης, Μάρτυς τῷ δικάζοντι ἔνδοξε Ἕρμυλε, καὶ φωνῆς ἀκοῦσαι, οὐρανόθεν Παμμάκαρ ἠξίωσαι, τῷ καλοῦντι πόθῳ, προσομιλῶν ὡς ἀθλοθέτῃ, καὶ τοὺς τούτου ῥωννύοντι Μάρτυρας.
Θεοτοκίον
Ὡς καλὴ ὡς ὡραία, ὡς τῇ καθαρότητι περιαστράπτουσα, τὸν ὡραῖον κάλλει, ἐσωμάτωσας Λόγον καὶ τέτοκας, τὸν τὸ εἶναι πᾶσι, θεουργικῶς Παρθενομῆτορ, παρεχόμενον πλούτῳ χρηστότητος.

Κανών γ', ᾨδὴ ε', τῶν Ὁσίων
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Παράδεισος τρυφῆς, ζωῆς ξύλον τὸν Κύριον, ἐδείχθητε μέσον ἔχων, τὸν ὑμῶν ὡς θυσίαν, τὸ αἷμα προσδεξάμενον.

Αἱμάτων τοὺς κρουνούς, τῶν δακρύων συνάψαντες, τοῖς ῥεύμασι θεοφόροι, τὸν πολύμορφον ὄφιν, ἐν τούτοις ἐβυθίσατε.

Τερπνότητα Θεοῦ, καθορᾶν ἠξιώθητε, αἰώνιον εὐφροσύνην, ἀντὶ κόπων καὶ πόνων, μακάριοι εἰλήφατε.
Θεοτοκίον
Ἐκύησας Θεόν, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ ἔμεινας μετὰ τόκον, ὡς πρὸ τόκου Παρθένος, Ἁγνὴ θεοχαρίτωτε.

ᾨδὴ ς', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.
Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ».

Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,
Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,
Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,
Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,
Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.

Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν,
Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,
Μένον τε Πνεῦμα τῷ παναχράντῳ
Λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,
Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.

Κανών β', ᾨδὴ ς', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις· ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε· καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Ναμάτων ζωοποιῶν πληρωθέντες, ποταμίοις ἀπερρίφητε ῥείθροις, καὶ ἐν αὐτοῖς, δεδεγμένοι τὸ τέλος, τὸν τῆς κακίας προστάτην ἐπνίξατε, Πανεύφημοι· καὶ νῦν ἡμῖν, ἰαμάτων κρουνοὺς ἀναβλύζετε.

Σαργάνῃ ὑποβληθέντες προθύμως, παρεδόθητε βυθῷ Ἀθλοφόροι, καὶ πρὸς ζωήν, ἀνηνέχθητε θείαν, τὰ δι᾿ αἰῶνος ὑμῖν ἐλπιζόμενα, εὑράμενοι χαρμονικῶς, μεγαλόφρονες Ἅγιοι Μάρτυρες.

Ὡράθης ἐν τῷ πικρῶς τιμωρεῖσθαι, καὶ ῥαβδίζεσθαι Στρατόνικε Μάρτυς, ὑπομονῆς ἀπερίτρεπτος στῦλος, ἐπερειδόμενος βάσει τῆς Πίστεως, τὴν ἔνστασιν τῶν διωκτῶν, ἀφανίζων καὶ λόγοις καὶ πράξεσι.
Θεοτοκίον
Τὰ πάθη τῆς ἀσθενούσης ψυχῆς μου, καὶ τὸ ἄλγος τῆς καρδίας Παρθένε, καὶ τοῦ νοός, ἐκτροπὰς πολυτρόπους, ὡς συμπαθὴς Θεοτόκε θεράπευσον, καὶ κόπασον τὸ χαλεπόν, τῶν παθῶν μου κλυδώνιον δέομαι.

Κανών γ', ᾨδὴ ς', τῶν Ὁσίων
Ἦχος δ'
Θύσω σοι μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ῥήξαντες, προσπαθείας δεσμὰ δι' ἀσκήσεως, βιαιοτάτῳ θανάτῳ, τῶν δεσμῶν τοῦ σώματος λύεσθε, καὶ ἀλύτῳ, ἀγαπήσει δεσμεῖσθε τοῦ Κτίσαντος.

Ὡς ὄρη, ὑψηλῇ πολιτείᾳ δεικνύμενοι, τὸν καταλήψεσθαι ὄρη, καὶ τὴν κτίσιν πᾶσαν ἐπαπειλοῦντα, δυναστείᾳ, τοῦ Χριστοῦ τοῖς ποσίν ὑπετάξατε.

Νάμασιν, ἀρδευθέντες δακρύων Μακάριοι, γῆ ὡς καλή τε καὶ πίων, μαρτυρίου στάχυν καρποφορεῖτε, ἀποθήκαις, αἰωνίοις Χριστῷ συντηρούμενον.
Θεοτοκίον
Κοίμησον, τῶν παθῶν τῆς σαρκός μου τὰ κύματα, τῇ ἀκοιμήτῳ σου Κόρῃ, ἱκεσίᾳ δέομαι καὶ μὴ δῴης, ἁμαρτίας, ἀφυπνῶσαι με ὕπνον βαρυτατον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον τῶν Ὁσίων
Ἦχος α'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς κοσμικῆς, συγχύσεως ἐφύγετε, καὶ πρὸς γαληνήν, κατάστασιν μετέστητε, μαρτυρίου αἵμασι, καὶ ἀσκήσεως πόνοις στεφόμενοι· ὅθεν καὶ ἀνεδείχθητε, μαρτύρων καί. Ὁσίων ὁμόσκηνοι.
Ὁ Οἶκος
Τὰ ἐπὶ γῆς νεκρώσαντες μέλη, ζωηφόρῳ νεκρώσει, τοῦ Χριστοῦ καὶ Θεοῦ τὸ πάθος ἐξεικονίσατε, πρότερον ἐν τῇ καλῇ ἀσκήσει, καὶ τὸ δεύτερον πάλιν ἐν τῇ ἀθλήσει. Ὅθεν αὐτός, καὶ διπλοῦς τοὺς στεφάνους κατέπεμψε, ταῖς κάραις ὑμῶν Πατέρες, ἑτοιμάσας σκηνὴν ἐπουράνιον, καὶ τόπον τὸν αἰώνιον, ἔνθα νῦν ἀγαλλόμενοι ὤφθητε, Μαρτύρων καὶ Ὁσίων ὁμόσκηνοι.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου.
Στίχοι
Ἡ σαργάνη ναῦς, Ἑρμύλῳ Στρατονίκῳ,
Κοινὸν κατάπλουν εἰς βυθὸν ποιουμένοις
Ἕρμυλον ἠδ᾿ ἑτάρον δεκάτῃ πνίξε τρίτῃ Ἴστρος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου, τοῦ ἀπὸ τῆς Νισίβεως.
Στίχοι
Τὸν Ἰάκωβον θνητὸν ὄντα τῇ φύσει,
Θνητοῖς ὁμοίως μὴ θανεῖν οὐκ ἦν πρέπον.

Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Μάρτυς Ἀθανάσιος ῥαβδιζόμενος τελειοῦται.
Στίχοι
Ῥάβδοις Ἀθανάσιε σαυτὸν ἐκδίδως,
Σπεύδων θανεῖν μέν, ζῆν δὲ πολλῷ κρειττόνως.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Παχώμιος καὶ Παπυρῖνος ἐν ποταμῷ τελειοῦνται.
Στίχοι
Τοιοῦτον εὗρε καὶ Παπυρῖνος τέλος,
Οἷον σὺ Παχώμιε, βληθεὶς εἰς ὕδωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ ἐγκαίνια τῆς Μονῆς τοῦ Προφήτου Ἠλιού, τῆς καλουμένης τοῦ Βαθέος Ῥύακος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,
Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».

Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,
Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.
Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,
Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,
Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.

Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι,
Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,
Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,
Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,
Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον.

Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν,
Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,
Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.
Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,
Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.

Κανών β', ᾨδὴ ζ', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

Ἔρρει μελίρρυτός σου γλῶσσα, ἐκ τοῦ στόματος πικρίαν τῆς καρδίας, Στρατονίκου τοῦ σοῦ, συνάθλου κατευνάζων, ἀναβοῶντος Ἕρμυλε· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ῥάβδον δυνάμεως κατέχων, τὸν σωτήριον Σταυρὸν γενναῖε Μάρτυς, ῥαβδισμοὺς καρτερῶν, προθύμως ἀναμέλπεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Κήτους γαστρὸς ὁ διασώσας, συνεχόμενον Προφήτην παραδόξως, ποταμίων ὑμῶν, ὑδάτων διασῴζει τὰ νικηφόρα λείψανα, μετὰ τέλος Ἀθλοφόροι.
Θεοτοκίον
Λύων τῆς Εὕας τὴν κατάραν, τὴν πανάμωμον κατῴκησας γαστέρα, εὐλογίας πηγήν, βλυστάνων τοῖς βοῶσιν· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Κανών γ', ᾨδὴ ζ', τῶν Ὁσίων
Ἦχος δ'
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι ΤΟ ΑΚΟΥΤΕ
Λελαμπρυσμένοι, τῆς ἐγκρατείας τοῖς πυρσεύμασιν, ἄθλοις ἱεροῖς τε Μάρτυρες προφανῶς, φωτιζόμενοι μετέβητε, πρὸς φέγγος ἄδυτον, καὶ ἡμέρας υἱοὶ χρηματίζετε.

Ἐθελουσίως, τῶν ἐν κόσμῳ ἡδέων ξενούμενοι, ξένως τῷ βροτοῖς ὀφθέντι διὰ σαρκός, ᾠκειώθητε τὰ μένοντα, καὶ μὴ φθειρόμενα, ἀγαθὰ κληρωσάμενοι Ὅσιοι.

Ὁ θεῖος Παῦλος, καὶ Ἰωάννης καὶ Θεόδουλος, Νεῖλος, ἐφεξῆς τε πάντες πανευκλεῶς, καὶ θανόντες καὶ βιώσαντες, μακαριζέσθωσαν, Ἀσκηταὶ καὶ ἀοίδιμοι Μάρτυρες.
Θεοτοκίον
Σὲ τὴν τὸ μάννα, τῆς ζωῆς ἐν κοιλίᾳ βαστάσασαν, πάλαι μανναδόχος στάμνος ὡς ἀληθῶς, προετύπου ἐμφανέστατα. Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.

ᾨδὴ η', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία».

Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,
Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,
Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,
Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,
Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.

Λευχειμονείτω πᾶσα γήϊνος φύσις,
Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένη•
ᾯ γὰρ τὰ πάντα συντετήρηται Λόγῳ
Νάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,
Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.

Κανών β', ᾨδὴ η', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργόν, καί, Λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐγκαρτερεῖς τυπτόμενος, καὶ δεινῶς σπαθιζόμενος, καὶ τοῖς νιφετοῖς, τῶν ἀλγεινῶν κυκλούμενος, ἀοίδιμε Ἕρμυλε· τοῦ Στρατονίκου δὲ ποδηγός, πρὸς τῆς εὐσεβείας, τοὺς ἀγῶνας ἐγένου, μεθ' οὗ καὶ ἀνεβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Οἱ ἀκλινεῖς τὸ φρόνημα, καὶ γενναῖοι τὴν ἄθλησιν, καὶ τῶν οὐρανίων, δωρεῶν ἐπάξιοι, οἱ λίθοι οἱ ἔντιμοι, τὰ τῶν πιστῶν προπύργια, λίθοις κελευσθέντες, οὐ προσένειμαν σέβας· Θεῷ δὲ τῷ τῶν ὅλων, ἀνεβόων Δεσπότῃ· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σοῦ τάς πλευρὰς τοῖς ὄνυξιν, ἀνορύττων ὁ τύραννος, καὶ τοῖς σπαθισμοῖς, ἀνηλεῶς συγκόπτων σε, τὸν νοῦν οὐκ ἐσάλευσεν, ἐρηρεισμένον θείᾳ στοργῇ, καὶ τοῦ Λυτρωτοῦ, κατανοοῦντα τὸ κάλλος, ᾧ νῦν ἐν παρρησίᾳ, γεγηθὼς ἀνακράζεις· Λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ κατὰ πάντα τέλειος, καὶ τῇ φύσει ἀπρόσιτος, ὤφθη προσιτός μοι, σάρκα περικείμενος, ἐκ σοῦ Ἀπειρόγαμε, ὃν ἐκτενῶς ἱκέτευε, τῶν ἀνομιῶν μου τὸ φορτίον σκορπίσαι, καὶ σῶσαι μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών γ', ᾨδὴ η', τῶν Ὁσίων
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Μέγιστος χορὸς ἀσκητικοῖς, ἀνδραγαθήμασιν, ὡραϊζόμενος, Ὁσίους σήμερον ἅπαντας, χορευτὰς ἐνθέους δείκνυσιν, ἀνευφημοῦντας μὲν αὐτόν, Χριστῷ δὲ ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἐτύθητε οἷά περ ἀμνοί, βαρβάρων ξίφεσι, κατακοπτόμενοι, καὶ προσηνέχθητε τέλεια, τῷ τυθέντι Λόγῳ σφάγια, καὶ πρωτοτόκων ἐν σκηναῖς κατεσκηνώσατε, μελῳδοῦντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Γυμνοὶ πάσης ὄντες ἡδονῆς, τὸν τοὺς προπάτορας, ἀπογυμνώσαντα, Πατέρες Ὅσιοι κάκιστον, δυσμενῆ ἀπεγυμνώσατε· καταστολὴν δὲ ἱεράν, ὡς ἐναθλήσαντες εἰληφότες, τοῦτον αἰσχύνην Σοφοὶ ἐνεδύσατε.
Θεοτοκίον
Ἀνοίγεται πάλιν διὰ σοῦ, ὁ πρὶν Παράδεισος, καὶ ἐπεισάγεται, ὁ πρὶν κατάκριτος ἄνθρωπος, καὶ θεοῦται ἀληθέστατα, θεοχαρίτωτε Ἁγνή, βροτῶν τὸ φύραμα τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

ᾨδὴ θ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.
«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη•
Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»
Σήμερον Ἰωάννης, βαπτίζει τόν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου.
«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη•
Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»
Δόξα...
Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.

Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,
Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.
Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,
Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,
Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.
Καί νῦν...
Μεγάλυνον, ψυχή μου, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.

Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,
Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,
Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,
Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,
Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.

Κανών β', ᾨδὴ θ', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· Διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἱστίῳ Μάρτυρες Χριστοῦ, τῶν βασάνων διελθόντες τὸ πέλαγος, ἐγκαθωρμίσθητε, πρὸς τοὺς λιμένας τῆς ἀναπαύσεως· ὅπου Μαρτύρων οἱ χοροί, Δικαίων ὁμήγυρις· ἔνθα τὸ ἄδυτον φῶς, καὶ χαρὰ ἐορταζόντων τῷ πνεύματι.

Ὤρθρισαν οἱ θεοφεγγεῖς, ἀληθείας μεγαλόφρονες Μάρτυρες, πρὸς τὸν ἐκλάμψαντα, πρὸ Ἑωσφόρου ἄδυτον Ἥλιον, παραδραμόντες τὸ βαθύ, σκότος τῶν κολάσεων· καὶ νῦν αὐγάζουσι, σωτηρίας φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

Σήμερον μνήμην ἱεράν, τῆς ἀθλήσεως ὑμῶν Παμμακάριστοι, ἡ Ἐκκλησία Χριστοῦ, ἐπιτελοῦσα ἄγει χαρμόσυνον, καὶ φωτοφόρον ἑορτήν, Θεὸν μεγαλύνουσα, τὸν στεφοδότην ὑμῶν, μεγαλύνοντα ὑμᾶς ὡς θεράποντας.

Ἤρθητε πρὸς περιφανές, μαρτυρίου ἀληθῶς ὕψος ἅγιον, καὶ κατειλήφατε, τοῦ πόθου πέρας ὄντως μακάριοι, τὴν βασιλείαν τοῦ Θεοῦ, λαβόντες ἀσάλευτον, Μάρτυς Στρατόνικε, σὺν Ἑρμύλῳ τῷ σοφῷ καὶ θεόφρονι.
Θεοτοκίον
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσαν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τάς ἀνομίας παρορῶν, καὶ τάς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.

Κανών γ', ᾨδὴ θ', τῶν Ὁσίων
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Ἱερολογίαις ἱεραῖς, τοὺς Ὁσίους δεῦτε Πατέρας, τοὺς ἐν Ῥαϊθῷ καὶ Σιναίῳ, βεβιωκότας ἐν Ὁσιότητι, καὶ εὐσεβῶς ἀθλήσαντας, μεγαλοφώνως μεγαλύνωμεν.

Ὡς πανευκλεεῖς Ἀθλοφόροι, οἱ ἐν ἀσκήσει ὑμῶν πόνοι! ὡς ὑπερφερεῖς οἱ ἀγῶνες, ἐν οἷς τὸν πλάνον κατεπαλαίσατε! ὡς θαυμαστὴ ἡ ἄθλησις, δι᾿ ἧς νομίμως κατεστέφθητε!

Σῶμα καὶ ψυχὴν τῷ Κυρίῳ, καθιερώσατε ὁσίως, τοῖς τῆς ἐγκρατείας ἰδρῶσιν, ἁγιασθέντες καὶ ταῖς τοῦ αἵματος, ἐπιρροαῖς ξηράναντες, βαρβαρικῆς κακίας θάλασσαν.

Ἡ θεοφεγγὴς ὑμῶν μνήμη, ἀνατολαῖς λαμπρυνομένη, τῶν διὰ Χριστὸν ὑμῶν πόνων, τάς διανοίας πάντων Μακάριοι, περιαυγάζει χάριτι, τοῦ παντουργοῦ καὶ θείου Πνεύματος.
Θεοτοκίον
Φρίττει Χερουβὶμ καθορῶντα, τὸν ἐν αὐτοῖς, ἀρρήτῳ λόγῳ, ἐπικαθεζόμενον Λόγον, Μητρὸς ἀγκάλαις βρέφος κρατούμενον, σοῦ Παναγία Δέσποινα, ὑψηλοτέρα πάσης κτίσεως.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τάς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον τῶν Ὁσίων
Ἦχος γ'
Ἐν πνεύματι τῷ ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τοῖς πόνοις τῆς ἀσκήσεως, τὸν ἀρχέκακον ὄφιν, εἰς τέλος ἀπεκτείνατε· ἐπὶ τέλους δὲ στέφη, τοῦ μαρτυρίου ἤρασθε, τῶν Πατέρων καύχημα, καὶ τῶν Μαρτύρων ἡ δόξα, Ῥαϊθὼ καὶ Σιναίου, ἡ πανέορτος πληθύς, τῶν θαυμασίων Πατέρων.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐν πνεύματι τῷ ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Φωτὸς ἀδύτου γέγονεν, ἡ παροῦσα ἡμέρα· Χριστὸς γὰρ ἡ ἀλήθεια, ἦλθεν νῦν ἐπεφάνη· ψαλμοῖς αὐτὸν ἐπαξίως, καὶ ᾠδαῖς ὑμνήσωμεν, ὡς Πλάστην τε καὶ Δεσπότην. Ὢ καινοῦ μυστηρίου! τοῦ Ἀδὰμ ὁ Ποιητής, βουλήσει ἄνθρωπος ὤφθη.

Εἰς τὸν Στίχον τῶν Αἴνων Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ
ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε καὶ ἡμεῖς, ἐν αἰσθήσει τῆς καρδίας, δράμωμεν πιστοί, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ τὸν Χριστὸν ἰδόντες, σαρκικῶς βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου, νῦν σὺν αὐτῷ δοξολογοῦντες, αὐτῷ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Νῦν τοῦ Ἰεσσαί, ἀνεβλάστησεν ἡ ῥάβδος, θείαν κιβωτόν, καὶ τοῦ μάννα θεοδόχον, ἐξ ἧς προῆλθεν ἄνθος, τῆς ζωῆς τὸ ἀκήρατον· ὃν ὁ Ἰορδάνης καταπτήξας, καὶ ὁ Ἰωάννης χειραπτήσας, πιστῶς ἔκραζεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἄσατε ᾠδαῖς, αἱ οὐράνιαι Δυνάμεις· ψάλατε βροτοί, καὶ ἀγάλλεσθε συμφώνως· ἰδοὺ γὰρ ὁ Δεσπότης, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, ἔρχεται ἐν ῥείθροις, Ἰορδάνου, ἵνα βαπτισθῇ ὑπὸ τοῦ δούλου· λαοὶ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Μακάριοί ἐστε Ὅσιοι, καὶ Μάρτυρες Χριστοῦ τοῦ Θεοῦ. Ὅσιοι μέν, ὅτι δικαιοσύνης χάριν ἐδιώχθητε· Μάρτυρες δέ, ὅτι μάχαιρα ὑμᾶς οὐκ ἐχώρισε τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ διὰ τοῦτο χαίρετε, ὅτι πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς.
Θεοτοκίον
Ἦχος πλ. δ'
Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην· ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει κορυφὴν ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα, καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.

Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.

Ἀντίφωνον Α᾽
Ἦχος β'
Στίχ. α'.
Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.
Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.
Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Ἀντίφωνον Β᾽
Ἦχος β'
Στίχ. α'.
Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.
Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

Ἀντίφωνον Γ᾽
Ἦχος α'
Στίχ. α'.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις• τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα• καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Εἰς τό, Ἑξαιρέτως
Ἦχος β'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.
«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».

Κοινωνικὸν
Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.