Τῌ ΙΣΤ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου Πέτρου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀπάτην ἐδέσμευσας, ἐν Κυρίῳ δεσμούμενος, καὶ εἱρκτῇ Ἀπόστολε συγκλειόμενος· διὸ σε πόθῳ γεραίρομεν, καὶ πίστει τὴν Ἅλυσιν, ἀσπαζόμεθα τὴν σήν· ἐξ αὐτῆς δ᾿ ἀρυόμενοι, ῥῶσιν σώματος, καὶ ψυχῆς σωτηρίαν κατὰ χρέος, εὐφημοῦμέν σε Θεόπτα, τῶν Ἀσωμάτων ἐφάμιλλε.
Ἦχος δ'
Διὰ σοῦ γνῶσιν δέχεται, ἀγνωσίᾳ κρατούμενα, τῶν Ἐθνῶν πολύσπορα γένη πρότερον· ὧν τὴν εἰκόνα ἐδήλωσεν, ἐξ ὕψους φερόμενον, σκεῦος ἔνδοξε χωροῦν, ἄπαν ζῶον Ἀπόστολε· ὅθεν πᾶσά σε, ἡλικία δοξάζει προσκυνοῦσα, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ προθυμότατα.
Ἦχος δ'
Ὃν ἠρνήσω κρινόμενον, ἐγειρόμενον ὕμνησας, ἐκ νεκρῶν Ἀπόστολε καὶ ἐκήρυξας, εἰς τὰ τοῦ κόσμου πληρώματα, Θεόν τε καὶ ἄνθρωπον, ἀγαθότητι πολλῇ, τοῖς βροτοῖς ὁμιλήσαντα· ὅθεν πόθῳ σε, μακαρίζομεν Πάτερ προσκυνοῦντες, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ παναοίδιμε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Βύζαντος
Σήμερον ἡμῖν ἡ κρηπὶς τῆς Ἐκκλησίας, Πέτρος, ἡ πέτρα τῆς πίστεως, προτίθεται τὴν τιμίαν αὐτοῦ Ἅλυσιν, εἰς ψυχικὴν εὐεξίαν. Δεῦτε πάντες ταύτην προσπτυσσόμενοι, ἐν εὐφήμοις ᾠδαῖς, αὐτὸν καταστέψωμεν· Χαίροις ὁ θερμὸς τῆς πίστεως πρόμαχος, ὁ θερμῇ τῇ διανοίᾳ τὸν Χριστὸν ὁμολογήσας, Υἱὸν Θεοῦ ἐν παρρησίᾳ πολλῇ. Χαίροις τῆς οἰκουμένης τὸ ἀγαλλίαμα, καὶ τῆς οὐρανῶν Βασιλείας κλειδοῦχε. Χάριν πορίζου τοῖς πόθῳ σε τιμῶσι, καὶ τὴν σὴν σεβάσμιον Ἅλυσιν, προσπτυσσομένοις ἐκ πόθου, ὡς παριστάμενος τῷ θρόνῳ τοῦ Παντάνακτος Θεοῦ, πρεσβείαν ποιούμενος, ὑπὲρ ἡμῶν τῶν ἑπταικότων.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε σὺ εἶ ἡ Ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀποστόλου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἐν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.

Εἰς τὸν Στίχον, Στιχηρὰ
Ἦχος δ', Ἔδωκας σημείωσιν
ΤΟ ΑΚΟΥΤΕ
Ἅλυσιν τὴν πάντιμον, ἐν ᾗ παθῶν διαλέλυται, τὰ δεσμά, προσκυνήσωμεν· σεπτῶς γὰρ ἡγίασται, δωρεαῖς ἀρρήτοις, Πέτρου τοῦ πανσόφου, καὶ παρ᾿ αὐτοῦ ὡς ἀληθῶς, εἰσδεδεγμένη χάριν ἀέναον, σειρὰς καὶ αὕτη θλίψεων, καθὼς αὐτὸς παραπτώσεων, θεοσδότως συντέμνουσα, τῶν δεινῶν λύσιν δίδωσιν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Λάμπει σου ἡ Ἅλυσις, ὦ Κορυφαῖε ἀοίδιμε, ὡς σειρὰ ἐπουράνιος, δι᾿ ἧς ἀναγόμεθα ἀπὸ γῆς πρὸς ὕψος, πυλῶν οὐρανίων· καὶ ὡς κλειδούχῳ σοι σοφέ, καὶ ὑπερλάμπρῳ πιστῶς πελάζομεν. Τὰς κλεῖς τῆς βασιλείας οὖν, ἐγχειρισθεὶς ἀξιάγαστε, συμπαθῶς ἡμῖν ἄνοιξον, τὴν σωτήριον εἴσοδον.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Συμφωνον τὸν αἶνον σου, ἀγγελικαὶ τάξεις σήμερον, τοῖς βροτοῖς Πέτρε μέλπουσιν. Ἀγγέλου εἰσόδῳ γάρ, τὴν πλευρὰν νυγείς σου, καὶ φρουρᾶς προτρέχων, τὴν ἐν Ἁλύσει συνοχήν, τοῖς σὲ δεσμοῦσι, δεσμὸν ἀπέλιπες· ἡμῖν δὲ ταύτην πάνσοφε, τὴν χαρμονὴν παρεχόμενος, τῶν πταισμάτων τὰ ἄλυτα, διαλύεις ἐγκλήματα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Πάλιν ἡμῖν ὁ θερμὸς προστάτης, συναγείρεται πρὸς πνευματικὴν πανδαισίαν, Πέτρος, ἡ πέτρα τῆς Πίστεως, τὴν τιμίαν αὐτοῦ Ἅλυσιν προτιθεὶς ἡμῖν, καθάπερ ὀψώνιον πολυτελές, εἰς νοσημάτων ἰατρεῖον, εἰς θλιβομένων παραμυθίαν, εἰς λιμένα χειμαζομένων. Δεῦτε πάντες ταύτην περιπτυξώμεθα, καὶ τὸν αὐτὸν δοξάσαντα δυσωπήσωμεν. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Γνώμῃ ὀλισθήσας τε, καὶ δουλωθεὶς τῇ τοῦ πλάνου, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, Παναγία Κόρη, καταφεύγω ὁ Πανάθλιος· δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων· ἵνα σε δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε Δέσποινα, τὴν ἀειμακάριστον.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ Κυήσασα, ἀνεβόα· Τὶ τὸ ξένον, ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγέ;

Ἀπολυτίκιον
Ἦχος δ'
Τὴν Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας, δι' ὧν ἐφόρεσας τιμίων Ἀλύσεων, τῶν Ἀποστόλων Πρωτόθρονε· ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.
Πέτρου τὰ δεσμὰ προσκυνοῦμεν ἐκ πόθου.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

Πέτρᾳ στηριζόμενοι, ὁμολογίας ἐνθέου σου, Πρωτόθρονε καύχημα, τῶν Ἀποστόλων Χριστοῦ, προσκυνοῦμέν σου, ἐν πίστει τὰς Ἁλύσεις, ἐν αἷς σου αἱ ἄχραντοι, χεῖρες ἐδέθησαν.

Ἔθετό σε Κύριος, τῆς ἑαυτοῦ σωματώσεως, Ἀπόστολε μάρτυρα, παναληθέστατον, διηγούμενον, αὐτοῦ τὴν παρρησίαν, σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν.

Τρίτον ἀρνησάμενος, τοῖς θεοκτόνοις τὸν Κύριον, βροτὸν ὡς ψιλότατον, οὐδὲν διήμαρτες, τῆς προτέρας σου, θεολογίας Πέτρε· ἐκήρυξας τοῦτον γάρ, Υἱὸν Θεοῦ καὶ Θεόν.

Ῥῆξον τοὺς κλοιοὺς ἡμῶν, τῆς ἁμαρτίας Ἀπόστολε, πιστῶς προσκυνούντων σου, τὴν θείαν Ἅλυσιν, καὶ τὰς κλεῖς ἡμῖν, τῆς ἄνω βασιλείας, σπλαγχνισθεὶς διάνοιξον, ὡς συμπαθέστατος.
Θεοτοκίον
Ἁγνείας τὸ πάναγνον, ὁ ῥυπαρός τε καὶ ἄναγνος, ἐγὼ ἐνδιαίτημα, μέλπειν οὐ σθένω σε, Ἀπειρόγαμε διὸ με τῇ χωνείᾳ, τοῦ Πνεύματος κάθαρον, ἵνα δοξάσω σε.

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.
Πέτρον γεραίρω τὴν βάσιν τῶν δογμάτων
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντας, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».

Πανηγυρίζει χορεύουσα, πᾶσα ἡ Χριστοῦ, Ἐκκλησία ἐν πνεύματι, εὐφημοῦσά σε πίστει, καὶ τὴν σὴν Ἀπόστολε, πρωτόθρονε ἀσπαζομένη, Ἅλυσιν Τιμίαν ἐκ πόθου, δέσμιος ἣν ἐφόρεσας, δεσμῶν μάκαρ τὸν τύραννον.

Ἐκ τοῦ βυθοῦ τῆς ἀπάτης ζωγρῶν, Πέτρε τοὺς βροτούς, ὡς ἰχθύας προσήγαγες, τῷ σὲ ἐκλεξαμένῳ, ἀπὸ ἁλιέων ἀληθῶς, εἰς Κορυφαῖον πάντων Μαθητῶν· διὰ τοῦτο Ἅλυσιν ἣν ἐφόρεσας, εὐλαβῶς κατασπαζόμεθα.

Τῷ θεμελίῳ τῆς πίστεως, πάντων τὰς ψυχάς, τῶν πιστῶν ᾠκοδόμησας, καὶ τεμένη τῆς πλάνης, Πέτρε καταστρέψας, ἐδομήσω Ἐκκλησίας, σὲ μεγαλοφώνως τιμώσας, μάκαρ καὶ τὴν Ἅλυσιν, ἣν περ πάνσοφε ἐφόρεσας.
Θεοτοκίον
Ῥομφαῖαι πᾶσαι δολίου ἐχθροῦ ἄχραντε Παρθένε, τελείως ἐξέλιπον, ἀφ οὗ λόγχῃ ἐτρώθη, ὁ τὴν σὴν γαστέρα, τὴν ἀμόλυντον οἰκήσας Λόγος· οὗ γλυκυτάτῳ νῦν τρῶσαι ἔρωτι, τὴν καρδίαν μου καθικετεύω σε.

Κανών α', ᾨδὴ γ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε».

Οἷς σε Ἡρῴδης, ὡς κακοῦργον κλοιοῖς κατεδίκασεν, ἐν αὐτοῖς σε νῦν τιμᾷ, ἡ Ἐκκλησία πανεύφημε, Πέτρε τὰ παθήματα, σοῦ προσκυνοῦσα πιστῶς.

Ὑπὲρ χρυσίον, καὶ πολύτιμον κόσμον κεκόσμηται, ταῖς Ἁλύσεσι ταῖς σαῖς, ἡ Ἐκκλησία Ἀπόστολε, ἃς καὶ κατασπάζεται, σεμνυνομένη ἐν σοί.

Τετραδίοις, παραδοὺς ὁ Τετράρχης ἐν τέσσαρσι, καὶ Ἁλύσει περιθείς, ἐφρούρει Πέτρε τοῦ κτεῖναί σε, ἐξ ὧν σε ἐρρύσατο, Χριστὸς Ἀγγέλου χειρί.

Ἀπὸ τοῦ θείου, καὶ πανσέπτου χρωτός σου Ἀπόστολε, μετασχόντα τὰ κλοιά, τὰ σοὶ προσψαύσαντα χάριτος, πάντας ἁγιάζουσι, τοὺς προσκυνοῦντας αὐτά.
Θεοτοκίον
Ἰδοὺ κατάρας, τῆς ἀρχαίας ἐλύθη τὸ βρότειον, καὶ κατήργηται Σατάν, Ἁγνὴ τοῦ πτώματος αἴτιος· ἡμῖν γὰρ ἐγέννησας, τὴν εὐλογίαν αὐτή.

Κανών β', ᾨδὴ γ', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Τόξον δυνατῶν ἠσθένησε ΤΟ ΑΚΟΥΤΕ
Ὅλος τῷ φωτί, ἑνούμενος τῷ καθαρωτάτῳ, αὐτοῦ ταῖς θείαις μεθέξεσι, φῶς ὡράθης δεύτερον, Πέτρε καταυγάζον τὰς ψυχὰς ἡμῶν.

Νόμους τοῦ Χριστοῦ ἐκράτυνας, καὶ παρανομοῦντας, τὴν εὐνομίαν ἐδίδαξας, Ἀποστόλων ὡς Κορυφαῖος, ὡς δογμάτων βάσις ἄσειστος.

Γλώσσῃ ἱερᾷ ἐκήρυξας, Θεὸν τὸν παθόντα, καὶ Σταυρῷ σαρκὶ ὁμιλήσαντα· διὰ τοῦτο Πέτρε τιμῶμεν, τὴν δεσμεύσασάν σε Ἅλυσιν.
Θεοτοκίον
Ἔστη μέχρι σοῦ ὁ θάνατος, τῆς ἀκατασχέτου ὁρμῆς· σὺ γὰρ μόνη ἔτεκες, τὴν πηγὴν τῆς ἀθανασίας, Θεοτόκε Μητροπάρθενε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τριάδος γενόμενος, τῆς ὑπερθέου ναός, ἐν οἴκῳ ἁγίῳ σου, τοὺς σὲ τιμῶντας πιστῶς, ἁγίασον φώτισον, πλήρωσον τὰς αἰτήσεις, καὶ παράσχου τὰς λύσεις, πάντων τῶν ἐπιόντων, τοῦ Βελίαρ σκανδάλων, Χριστὸν ἐκδυσωπῶν ἐκτενῶς, Πέτρε Ἀπόστολε.
Δόξα... Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὡς Κορυφαῖον τῶν σοφῶν Ἀποστόλων, καὶ ὡς κλειδοῦχον οὐρανῶν βασιλείας, ἀνευφημοῦμεν πίστει σε Ἀπόστολε, καὶ κατασπαζόμεθα, καθαρᾷ συνειδήσει, Πέτρε ἃς ἐφόρεσας, ὡς κακοῦργος Ἁλύσεις, τῆς κακουργίας λύων τοῦ ἐχθροῦ, ἐξ ὧν ῥυσθῆναι ἡμᾶς καθικέτευε.
Καὶ νῦν... Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφὶμ ὑπερτέρα, τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς πλατυτέρα, καὶ ἀοράτου κτίσεως καὶ τῆς ὁρατῆς, ὤφθης ὑπερέχουσα, ἀσυγκρίτῳ συγκρίσει· ὃν εὐρυχωρίαι γάρ, οὐρανῶν οὐ χωροῦσιν, ἐν σῇ γαστρὶ ἐχώρησας Ἁγνή· ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ. Οἴμοι ποθεινότατε, Ἰησοῦ ἀνεβόα! πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; ὑμνῶ σε Μακρόθυμε.

Κανών α', ᾨδὴ δ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δοξα Χριστὲ τῇ δυνάμει σου».

Διαζώννυταί σου πίστει, νοητῶς ἡ βασίλειος, ἁλουργὶς καὶ πόλις, Πέτρε τὴν σειρὰν τὴν ὑπέρτιμον, ἣν αἰσθητῶς προσκυνοῦσα κατασπάζεται, καὶ γεραίρει σου, καὶ τὴν ἰσχὺν καὶ τὰ θαύματα.

Ἐν φρουρᾷ σε κλοιοφόρον, ὁ Ἡρῴδης ἀπέθετο, τοῦ ἀναγαγεῖν σε, δήμῳ θεοκτόνῳ Ἀπόστολε· διασωθεὶς δὲ θεόθεν καταλέλοιπας, εἰς προσκύνησιν, τὰ σὰ δεσμὰ τοῖς οἰκέταις σου.

Στομωθεῖσα τῇ προσψαύσει, τοῦ ἀχράντου σου σώματος, καὶ χαριτωθεῖσα, ἡ περιτεθεῖσα σοι Ἅλυσις, ἁγιασμὸν ἡμῖν πᾶσι μεταδίδωσι, προσκυνοῦσιν αὐτήν, διὰ σὲ Πέτρε πάνσεπτε.

Μετὰ δέους τε καὶ πόθου, προσελθόντες προσπέσωμεν, τοῖς δεσμοῖς τοῦ Πέτρου, διὰ τῶν συμβόλων προσάγοντες τῷ Ἄποστόλῳ τὴν πίστιν βεβαιούμενοι, τὴν προσκύνησιν, ὡς πρὸς αὐτὸν διαβαίνουσαν.
Θεοτοκίον
Θεοτόκον ὡς τεκοῦσαν, σὲ Θεὸν μετὰ σώματος, ἀνυμνολογοῦμεν, πᾶσαν ἀποτρέποντες αἵρεσιν· ἐν ἑαυτῷ γὰρ ὁ Λόγος, ἐξ αἱμάτων σου, σάρκα ἔμψυχον, ζωοπλαστήσας ἐπέφανεν.

Κανών β', ᾨδὴ δ', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Δι᾿ ἀγάπησιν Οἰκτίρμον ΤΟ ΑΚΟΥΤΕ
Ῥητορεύων τοῦ Δεσπότου τὰ μεγαλεῖα, τῶν ἀπειθῶν Ἑβραίων, τὰς καρδίας πρὸς πίστιν, ἐπέστρεψας ἔνθεον, ὡς ἕδρα τῆς Πίστεως.

Αἱ πορεῖαί σου ἐγνώσθησαν ἐφ᾿ ὑδάτων, ὑπερβολῇ φιλίας, τοῦ πεζεύσαντος ταῦτα, Πέτρε καὶ τὰς τρίβους σοι, τὰς θείας γνωρίσαντος.

Ἰατρεῖον κεκτημένοι ἀρρωστημάτων, παντοδαπῶν τὴν θείαν, Ἅλυσίν σου Παμμάκαρ, ταύτην ἀσπαζόμεθα, πιστῶς σε γεραίροντες.

Ῥώμην, σώματος τοῦ θείου τῇ καταθέσει, καθαγιάζεις Πέτρε, καὶ τὴν Νέαν φωτίζεις, πίστει τὴν τιμίαν σου κατέχουσαν Ἅλυσιν.
Θεοτοκίον
Ὡς παλάτιον εὐρύχωρον κατοικήσας, ὁ Βασιλεὺς τῶν ὅλων, τὴν ἁγίαν σου, μήτραν, ὤφθης σωματούμενον, πανάμωμε Δέσποινα.

Κανών α', ᾨδὴ ε', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νῦν ἀναστήσομαι, προφητικῶς ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι, νῦν δοξασθήσομαι, τὸν πεσόντα προσλαβών, ἐκ τῆς Παρθένου καὶ πρὸς φῶς, τὸ θαυμαστὸν ἀνυψῶν, τῆς ἐμῆς Θεότητος».

Ἆρον Ἀπόστολε, τῆς ἁμαρτίας μου τὰ κλοιά, τὰ ἐπικείμενά μοὶ ἐπαυχένια, καὶ ὠθοῦντα πρὸς φθοράν, ὡς ἐξουσίαν τοῦ Σωτῆρος εἰληφώς, τοῦ δεσμεῖν καὶ λύειν τὰ πταίσματα.

Παῦσον Πανεύφημε, τὴν ἐπανάστασιν τῶν ἐθνῶν· λῦσον τὰ σκάνδαλα τῆς Ἐκκλησίας δέ, τὴν ὁμόνοιαν διδούς, ὁ ὑπὲρ ταύτης ἐν Ἁλύσει δεσμευθείς, ἣν πιστῶς καὶ περιπτυσσόμεθα.

Ῥῦσαι Ἀπόστολε, αἰχμαλωσίας τῆς νοητῆς, τοὺς προσκυνοῦντάς σου πιστῶς τὴν Ἅλυσιν· καὶ διάσωσον ἡμᾶς πρὸς οὐρανίους, ἃς πεπίστευσαι σκηνάς, ὡς Ποιμὴν ἡμῶν καὶ Διδάσκαλος.

Οὓς ἐδικαίωσε τῇ μεσιτείᾳ σου τῇ φρικτῇ, Πέτρε Ἀπόστολε, ὁ σὸς Διδάσκαλος, βασιλεύειν ἐφ' ἡμᾶς, ὀρθοδοξοῦντας διαφύλαττε τῇ σῇ, κραταιᾷ δεξιᾷ πανεύφημε.
Θεοτοκίον
Εἶδεν ὁ ἥλιος, ἀπαυγασμάτων τῶν ἑαυτοῦ, σὲ διαφέρουσαν πολλῷ Πανύμνητε· ἐξ ἧς ὤφθη ὁ Θεὸς ἐναθρωπήσας, τοὺς τιμῶντάς σε πρὸς φῶς, ἀνυψῶν τῆς αὐτοῦ Θεότητος.

Κανών β', ᾨδὴ ε', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Τὸν φωτισμόν σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Τὸν τοῦ Πατρὸς συνάναρχον, ἐκήρυξας Υἱόν, ἀποκαλύψει Πανεύφημε θείᾳ, καὶ μακαρισμοῦ κατηξιώθης, μακαρίου ἐκ στόματος.

Ἡνίκα φῶς ἑώρακας, ἐκλάμψαν ἐν Θαβώρ, τὰς τοῦ ἠλίου καλύπτον ἀκτῖνας, φῶς το ἐκ φωτός, ηὐγάσθης Πέτρε, καὶ Χριστὸν Θεὸν ἔγνωκας.

Νεκρὸν τριημερεύσαντα, ἐκήρυξας Χριστόν, δι' ὃν Ἁλύσεις ἐφόρεσας Πέτρε· ἃς περ προσκυνεῖν ἀξιωθέντες, εὐσεβῶς σε γεραίρομεν.
Θεοτοκίον
Βεβαρημένον Ἄχραντε, τῷ φόρτῳ τῶν πολλῶν, ἁμαρτημάτων ἐλάφρυνόν με νῦν, φέρειν τὸν ζυγὸν ἐνδυναμοῦσα, Χριστοῦ τὸν ἐλαφρότατον.

Κανών α', ᾨδὴ ς', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων· ἀλλ᾿ ὡς Θεὸς ἐκ φθορᾶς ἀνήγαγες, τὴν ζωήν μου πολυέλεε».

Σήμερον οὐράνιαι Δυνάμεις, καὶ Ἀποστόλων δῆμοι, συνευφραίνονται τοῖς ἐπιγείοις, Πέτρε τῶν σῶν, παθημάτων βλέποντες, προσκυνούμενα τὰ σύμβολα.

Κροτοῦσιν Ἁγίων αἱ χορεῖαι, καὶ ὀλολύζει φάλαγξ, ἡ δαιμόνιος δειματουμένη, Πέτρε τῶν σῶν παθημάτων βλέποντες, προσκυνούμενα τὰ σύμβολα.

Ὕπνωσαν Ἀγγέλου παρουσίᾳ, οἱ στρατιῶται Πέτρε, οἱ φρουροῦντές σε, ἐκ τῶν χειρῶν δέ, ἄφνω τῶν σῶν, αἱ Ἁλύσεις ἔπεσον, ἃς αἰσίως ἀσπαζόμεθα.

Νεκρὰν Ταβιθᾶν ἐξαναστήσας, τοὺς δὲ φρουροὺς νεκρώσας, τῶν Ἁλύσεων ἐξετινάχθης· πάντα τὰ σά, ὑπὲρ νοῦν Ἀπόστολε· ὅθεν πίστει σε γεραίρομεν.
Θεοτοκίον
Ἦλθον εἰς χειμῶνα ἀπωλείας, καὶ συνετάραξάν με, ποταμοὶ σφαλμάτων ἀμετρήτων· ἀλλ' ἐπ᾿ ἐμοί, σπλαγχνισθεῖσα Δέσποινα, πρὸς λιμένα θεῖον ἴθυνον.

Κανών β', ᾨδὴ ς', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Ἐβόησε προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ἀντίστροφον, παραδόξως ὑπέμεινας σταύρωσιν, ἑτοιμάσας, πρὸς οὐράνιον τρίβον τοὺς πόδας σου, ἣν ἡμᾶς βαδίζειν, Μαθητὰ τοῦ Χριστοῦ ἐνδυνάμωσον.

Συνῴκησας, τῇ τῶν ζώντων ζωῇ καὶ δεσμούμενος, ὑπὲρ ταύτης, τὰ δεσμὰ τοῦ Βελίαρ συνέτριψας, τὴν δεσμεύουσάν σε, διὰ τοῦτο σεβόμεθα Ἅλυσιν.

Ἱκέτευε, τὸν Δεσπότην Παμμάκαρ τῆς κτίσεως, καταπέμψαι, ἱλασμὸν καὶ εἰρήνην καὶ ἔλεον, τοῖς δοξάζουσί σε, ὡς αὐτοῦ Μαθητὴν γνησιώτατον.
Θεοτοκίον
Νεκρώσεως, δερματίνους χιτῶνας ἐνδέδυται, ὁ Προπάτωρ, ὁ δὲ Κτίστης αὐτὸν ἐπενδύεται, ἐκ τῶν σῶν αἱμάτων, σαρκωθεὶς ὑπὲρ λόγον Πανάμωμε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων».

Κοντάκιον
Ἦχος πλ. β'
Τὴν ἐν πρεσβείαις ΤΟ ΑΚΟΥΤΕ
Τὸν Κορυφαῖον καὶ πρῶτον τῶν Ἀποστόλων, τῆς ἀληθείας τὸν ἔνθεον ὑποφήτην, Πέτρον τὸν μέγιστον εὐφημήσωμεν, καὶ τὴν αὐτοῦ ἐν πίστει, ἀσπασώμεθα, Ἅλυσιν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.
Ὁ Οἶκος
Τὸν εὐκλεῆ καὶ μέγαν Κυρίου Μαθητήν, ἐπαξίως ποία γλῶσσα βροτῶν, ἐγκωμιάσαι δυνήσεται; ὃν γὰρ εὐλόγως ὁ Θεὸς Λόγος ἐμακάρισε, ποῖος νοῦς ἐπαινέσει; ὅμως, ἐπεὶ ὅπερ τις κατὰ δύναμιν κέκτηται, ὀφείλει Χριστῷ προσφέρειν, τοῦτο δὴ καὶ ποιῆσαι πειράσομαι. Ἀλλ᾿ ὧ φιλέορτοι, εὐσεβῶς τὸν Πρωτόθρονον ᾄσμασι στέψωμεν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου.
Στίχοι
• Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν,
• Σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων.
• Σειρὴν προσκυνέω Πέτρου δεκάτῃ ἑνὶ ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.
Στίχοι
Κἂν ὧσιν ἱππεῖς, κλήσεων σημασίᾳ,
Πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα.
Νεονίλλα γραῦς· ἀλλὰ πῦρ ἀνημμένον,
Ὥς πὲρ τις ἀκμάζουσα καρτερεῖ νέα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Δάνακτος.
Στίχοι
Ἀφῃρέθης τὸ Δέλτα σὺν κάρᾳ Δάναξ.
Τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τούς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν· ὑπερύμνητε ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».

Ὁ βασιλεύειν μὲν δοκῶν, βεβασιλευμένος δὲ μᾶλλον, ὑφ᾿ ἡδονῆς τὸ ἀρεστόν, Ἰουδαίοις ποιῶν χειροπέδαις σε, σιδηραῖς κατεδίκασεν, ἃς Ἀπόστολε τιμῶμεν σὲ ἀνυμνοῦντες.

Ὑποχωρεῖ σοι Μαθητά, τοῦ Χριστοῦ ἡ σύμπασα κτίσις· τὰ γὰρ πελάγη πορευτά, τὰ κλοιὰ ὡς στυππεῖα, πυλῶνες δέ, σιδηροῖ σοι ὡς ἄμφοδα, ἐλογίσθησαν δυνάμει τοῦ Παρακλήτου.

Μάγους ψευδεῖς συναναιρῶν, νέκυας ἐγείρων χωλούς τε, καὶ παρειμένους ὑγιῶν, καὶ νοσοῦντας σκιᾷ σου ἰώμενος, κεκλεισμένων διῆλθες πυλῶν, καὶ κλοιῶν προσκυνουμένων ἐξέδυς Πέτρε.

Ἐκ Παλαιστίνης ὁ Χριστοῦ, ἵππος καὶ Ἀπόστολος Πέτρος, ὡς ἐκ βαλβίδος προελθών, καὶ τῷ κόσμῳ κηρύξας ἐν Ῥώμῃ μέν, τῇ προτέρᾳ κατέπαυσε, τῇ δὲ Νέᾳ δοὺς τήν Ἅλυσιν προσκυνεῖσθαι.
Θεοτοκίον
Τῆς σῆς λοχείας τὸ καινόν, ἡ Χαλδαϊκὴ φλὸξ ἐδήλου, τοὺς Παῖδας βλάπτουσα μηδέν· τοῖς πολλοῖς τοιγαροῦν παραπτώμασι, φλογιζόμενον Δέσποινα, τῆς πρεσβείας σου τῇ δρόσῳ διάσωσόν με.

Κανών β', ᾨδὴ ζ', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Ἀβραμιαῖοι ποτὲ ΤΟ ΑΚΟΥΤΕ
Τρίτον ἠρνήσω Χριστόν· ἐπερωτήσει ὅθεν, τριττῇ ἰᾶταί σου τὸ ἔγκλημα, Πέτρε παναοίδιμε, καὶ στηριγμὸν δεικνύει, πολλῶν σαλευομένων.

Ὡς δεσμευθεὶς τοῦ Χριστοῦ, τῷ γλυκυτάτῳ πόθῳ, δεσμοῖς ποικίλοις προσωμίλησας· διό σου τὴν Ἅλυσιν, λύουσαν πάθη Πέτρε, ἐν πίστει προσκυνοῦμεν.

Νύκτα βαθεῖαν δεινῆς, πολυθεΐας λύεις, τὴν οἰκουμένην διερχόμενος, ὡς μέγιστος ἥλιος, Πέτρε Χριστοῦ αὐτόπτα τῶν Ἀποστόλων κλέος.

Δόξα ἐγένου Χριστοῦ, τοῦτον τοῖς μέλεσί σου, δοξάσας Πέτρε παναοίδιμε· διὸ σε δοξάζομεν, καὶ τὴν δεσμεύουσάν σε, Ἅλυσιν προσκυνοῦμεν.
Θεοτοκίον
Ὁ καταβὰς ἐπὶ τῆς γῆς, ὡς ὑετὸς Παρθένε, θεογνωσίᾳ πᾶσαν ἤρδευσε, τὴν γῆν καὶ ἀνέδειξε, σὲ τῶν Ἀγγέλων πάντων, Ἁγνὴ τιμιωτέραν.

Κανών α', ᾨδὴ η', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἑδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Νομοθέτα Ποιμὴν καὶ Διδάσκαλε, τῶν θρεμμάτων Χριστοῦ Πέτρε ἔνδοξε, τοὺς εὐσεβῶς ὑμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντάς σου τὰς Ἁλύσεις, ἁμαρτίας δεσμῶν ἀπολύτρωσαι.

Ἐνοχλήσεις Δαιμόνων ἀπέλασον, ἁμαρτίας χειμῶνα κατεύνασον, νόσους κινδύνους θλίψεις τε, καὶ βαρβάρων ἐφόδους, διώκων Πέτρε, ἀπὸ τῶν τὰς Ἁλύσεις τιμώντων σου.

Κεχαρίτωται πᾶς προσαπτόμενος, τῆς τιμίας σειρᾶς σου Ἀπόστολε, ἁγιασμοῦ πληρούμενος, καὶ χαρᾷ ἀναμέλπει· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Πανδαισίας ἁπάσης ὑπέρκειται, ἡδονῆς τῶν σεπτῶν σου Ἁλύσεων, ἡ εὐλαβὴς προσκύνησις· σὺ γὰρ καὶ ἑστιάτωρ, τῆς εὐφροσύνης, τῆς τοιαύτης ἐνθέου Ἀπόστολε.
Θεοτοκίον
Ἐφερπύσας τρυφῆς ἐξορίζει με, δυσβουλίαις ὁ ὄφις ὁ δόλιος· βουλῆς δ᾿ ὁ μέγας Ἄγγελος, βροτωθεὶς ἐκ σῆς μήτρας, τοῦ Παραδείσου, οἰκητῆρα καὶ πάλιν εἰργάσατο

Κανών β', ᾨδὴ η', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε ΤΟ ΑΚΟΥΤΕ
Γεωργῶν καρδιῶν Πέτρε λήϊα, εὐφορώτατα ταῦτα ἐτέλεσας, τῷ Γεωργῷ τῆς κτίσεως, τῷ τὰς κλεῖς σοι τὰς θείας παρεχομένῳ, τοῦ δεσμεῖν τε καὶ λύειν ἐγκλήματα.

Μακαρίζομεν Πέτρε σε πάντοτε, καὶ τὴν σὴν ἀσπαζόμεθα Ἅλυσιν, ἣν ὡς κακοῦργος ἔφερες, ἀναιρῶν τῆς κακίας τὸν ἀρχηγέτην, καὶ δεσμῶν τοῖς δεσμοῖς σου Ἀπόστολε.

Ἀκλονήτῳ σου πέτρα τῆς πίστεως, συντηρῶν Ἐκκλησίας τὸ πλήρωμα, τὰ διὰ μέσου σκάνδαλα ἀποδίωξον Πέτρε, καὶ εἰρηναίαν, ἐξαιτοῦ ταύτῃ μάκαρ κατάστασιν.

Τὰ δεσμὰ καὶ τὸ πάθος τὸ ἄχραντον, τοῦ δεσμεύσαντος ᾅδην καὶ θάνατον, περιφανῶς ἐκήρυξας· διὰ τοῦτο Παμμάκαρ τὴν λύσιν σου, ἀσπαζόμενοι ἁγιαζόμεθα.
Τριαδικὸν
Ὡς τὰ ἄνω βοήσωμεν τάγματα, τρισαγίοις φωναῖς τὸν παναίτιον, Πατέρα νῦν δοξάζοντες, καὶ Υἱὸν καὶ τὸ Πνεῦμα, μίαν οὐσίαν, μίαν δύναμιν, μίαν ἐνέργειαν.
Θεοτοκίον
Νοητὴν σε λυχνίαν προέγραψεν, ὁ Προφήτης τὸ θεῖον λαμπάδιον, Θεογεννῆτορ φέρουσαν, τὸ φωτίσαν τοὺς πρώην, ἐσκοτισμένους, τῶν κακῶν ταῖς πολλαῖς ἀμαυρώσεσι.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν Ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».

Ὅλος γλυκασμός, ὑπάρχεις Ἀπόστολε ἀνευφημούμενος, πάσης θυμηδίας τε, πεπληρωμέναι αἱ πανηγύρεις σου· διὸ καὶ νῦν τοὺς δούλους σου, εὔφρανον ἁγίασον, καὶ φαιδρῶς ἑορτάσαι ἀξίωσον.

Θραῦσον τὴν ἰσχύν, τῶν ἐθνῶν Ἀπόστολε, τῶν πολεμούντων ἡμᾶς, καὶ τῷ Βασιλεῖ ἡμῶν, ἀμάχῳ σθένει σου καθυπόταξον, ἐν χειροπέδαις ἄρχοντας, αὐτῶν τῇ πόλει σου, θριαμβεύων, ἔνθα σου ἡ Ἅλυσις, τῶν ἀχράντων χειρῶν νῦν τετίμηται.

Ὄντως ἀληθεῖς, οἱ λόγοι σου Δέσποτα, οὓς ἀπεφήνω εἰπών· ὁ πιστεύων εἰς ἐμέ, καὶ μείζονά μου ἔργα ἐργάσεται· ἰδοὺ γὰρ ὁ Ἀπόστολος, καὶ ζῶν τὰ πάθη σκιᾷ, ἐξιᾶτο, καὶ νῦν τοὶς κλοιοῖς αὐτοῦ, τὰ ποικίλα ἐργάζεται θαύματα.
Τριαδικὸν
Ὕψιστε Πατήρ, Υἱὲ καὶ Παράκλητε, Τριὰς ὁμότιμε, ταῖς τοῦ Κορυφαίου σου, τῶν Ἀποστόλων Πέτρου δεήσεσι, τῷΒασιλεῖ συμμάχησον, ἐν τοῖς πολέμοις ἀεί, τῇ δὲ Πόλει, ἄσειστον ἀκλόνητον, εἰρηναίαν παράσχου κατάστασιν.
Θεοτοκίον
Ἅπαντες βροτοί, ὑμνεῖν ἀποροῦντές σου, τὸ ξένον λόχευμα, τὸν τοῦ καταπτάντος σοι, Ἀγγέλου λόγον χαίροντες ᾄδομεν· Χαίροις βροτῶν ἡ λύτρωσις, τῶν πενομένων τροφή· τῶν δαιμόνων, χαίροις ἀμυντήριον, χαίροις σπίλων ἐμῶν καθαρτήριον.

Κανών β', ᾨδὴ θ', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ τόκος σου ἄφθορος ἐδείχθη ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν ἠξιώθης τὰ μακρόθεν, πιστῶς ἐλπιζόμενά σοι Πέτρε, καὶ καμάτων τὰ γέρα ἐκ Θεοῦ, τοῦ φιλανθρώπου χαίρων κομίζῃ· οὗ τῇ σαρκί σου, πάθος θεῖον ἐξεικόνισας.

Ὡς θεῖος κλειδοῦχος βασιλείας, τὰς ταύτης ὑπάνοιξον εἰσόδους, τοῖς πιστῶς σε τιμῶσιν ἐπὶ γῆς, καὶ τὴν σεπτήν σου ἀσπαζομένοις, Ἅλυσιν Πέτρε, ἣν δεσμούμενος ἐφόρεσας.

Συνὼν τῷ Υἱῷ ἐν Θαβωρίῳ, φωνῆς Πατρικῆς αὐτὸν δηλούσης, ἠξιώθης ἀκοῦσαι τοῦ σεπτοῦ, Πνεύματος Πέτρε, σοῦ τὴν καρδίαν, κεκαρμένην παραδόξως καταυγάσαντος.

Ἡμῖν τοῖς ἐκ πόθου σε τιμῶσι, καὶ τὴν Ἅλυσιν ἀσπαζομένοις, μεθ' ἦς Πέτρε ἐδέθης ἱλασμόν, καὶ ὀφλημάτων αἴτησαι λύσιν, καὶ βασιλείας, οὐρανίου τὴν ἀπόλαυσιν.
Θεοτοκίον
Φωτὸς οἰκητήριον ἐγένου· διὸ φωταγώγησόν με Κόρη, ἀμαυρούμενον πάσαις τοῦ ἐχθροῦ, ταῖς ἐπηρείαις· ὅπως ἐν πίστει σε Παναγία, μεγαλύνω Μητροπάρθενε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ Τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Οὐ σάρξ καὶ αἷμα Πέτρε σοι, ἀλλ' ὁ Πατὴρ ἐνέπνευσε, θεολογῆσαι τὸν Χριστόν, Υἱὸν Θεοῦ Πατρὸς ζῶντος· διὸ σε καὶ μακάριον, αὐτὸς προεμαρτύρατο, καὶ φερωνύμως κέκληκε, Πέτρον ὡς πέτραν ἀρραγῆ, καὶ βάσιν τῆς Ἐκκλησίας.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Παρθένος παναμώμητος, σὺ ἐγνώσθης καὶ Μήτηρ, ὡς Θεόν τε καὶ ἄνθρωπον, ὑπὲρ φύσιν τεκοῦσα, καὶ σωτηρία γέγονεν, ἡ κυοφορία σου, τοῖς μελῳδοῦσιν ἐκ πόθου. Δόξα πρέπει τιμή τε, καὶ προσκύνησις Τριάδι, τῇ ἀστέκτῳ καὶ θείᾳ.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στίχ. Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Τοὺς πόνους τοῦ κηρύγματος, τιμῶντές σου πανεύφημε, Κορυφαῖε, καὶ τὴν Ἅλυσιν πιστῶς, προσκυνοῦντες ὑμνοῦμεν, Χριστὸν τὸν ζωοδότην, τὸν εὐεργέτην τῶν ψυχῶν ἡμῶν. (Δίς)
Ἦχος πλ. β'
Ὡς ἐκ τῆς ἀθεΐας βυθοῦ, ἀνήγαγες πανεύφημε τῷ ἀγκίστρῳ, τοῦ κηρύγματος βροτούς, καὶ ἡμᾶς ἀθυμίας, ἀνάγαγε πρεσβείαις, Πέτρε ταῖς σαῖς, πόθῳ ὑμνοῦντάς σε.
Ἦχος πλ. β'
Πρεσβείαις σου ὡς θείαις κλεισί, Πανεύφημε εὐτρέπισον οὐρανίους, τὰς εἰσόδους καὶ ἡμῖν, τὰς πύλας διανοίξας, ὡς ἔχων παρρησίαν, τοῖς Κορυφαῖόν σε δοξάζουσι.
Δοξαστικὸν
Ἦχος δ'
Τῷ τριττῷ τῆς ἐρωτήσεως, τῷ Πέτρε φιλεῖς με, τὸ τριττὸν τῆς ἀρνήσεως, ὁ Χριστὸς διωρθώσατο, διὸ καὶ πρὸς τὸν κρυφιογνώστην ὁ Σίμων· Κύριε πάντα γινώσκεις, τὰ πάντα ἐπίστασαι, σὺ οἶδας ὅτι φιλῶ σε. Ὅθεν πρὸς αὐτὸν ὁ Σωτήρ· Ποίμαινε τὰ πρόβατά μου, ποίμαινε τὴν ἐκλογάδα μου, ποίμαινε τὰ ἀρνία μου, ἃ ἐν τῷ ἰδίῳ αἵματι περιεποιησάμην εἰς σωτηρίαν. Αὐτὸν ἱκέτευε θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμησον, τὰ κύματα πράυνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ᾿ ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

Μεγάλη Δοξολογία

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος δ'
Ἀνατολίου
Ἀξίως εἴληφας ἐκ Θεοῦ τὰ χαρίσματα, σοφὲ Ἀπόστολε, πέτρα τῆς πίστεως· ἀνθ᾿ ὧν τὸ αἷμά σου τῷ Κτίστῃ, ὡς γλύκιον ἔδεσμα προσήγαγες πανεύφημε, καὶ κλειδοῦχος χάριτι τῶν οὐρανίων πυλῶν, πᾶσιν ἀναδέδειξαι, τοῖς πίστει εὐφημοῦσί σε.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ζόφος φοβερώτατος, ὁ τοῦ θανάτου Θεόνυμφε, τὴν ψυχὴν κατατρύχει μου, τὸ δὲ λογοθέσιον, ἐξιστᾶν καὶ τρέμειν, ἀεὶ τῶν δαιμόνων παρασκευάζει ἀγαθή· ἐξ ὧν με ῥῦσαι τῇ δυναστείᾳ σου, Παρθένε ἀπειρόγαμε, καὶ πρὸς λιμένα σωτήριον, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῶν Ἁγίων κατάταξον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὠλόλυζε κράζουσα, πικρῶς τῷἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ ἀποθαυμάζουσα κατεπλήττετο· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Τυπικὰ καὶ ἀπὸ τοῦ Κανόνος τοῦ Ἀποστόλου ᾨδὴ γ' καὶ ς'.

Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.