Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ Προσόμοια τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Θεολόγων ἀκρότητος, χρηματίσας διάδοχος, τοῖς ἐκείνων ἴχνεσιν ἠκολούθησας, Ἀνατολῆς ἐξορμώμενος, καὶ Δύσει φαινόμενος, καὶ φωτίζων ἀστραπαῖς, τοῦ ἐνθέου κηρύγματος· ἔνθα Πάνσοφε, ἐκ τοῦ κόσμου μὲν ἔδυς, εἰς Θεὸν δέ, ἐξανέτειλας τῷ φέγγει, κατεστεμμένος τῆς χάριτος.
Ἦχος δ'
Ἱερῶς ἀπεδόθη σου, τῇ σῇ πόλει τὰ λείψανα, Θεοφόρε πάνσοφε δι' ἀθλήσεως, ἁγιασθέντα λαμπρότερον, καὶ χάριτι στίλβοντα, τὴν ἐπάνοδον ἡμῖν, πανηγύρεως πρόξενον, ἀπειργάσατο, εὐφροσύνης πληροῦντα θεοπνεύστου, θυμηδίας ἐμπιπλῶντα, τοὺς εὐσεβῶς σε γεραίροντας.
Ἦχος δ'
Ἐξ Ἑῴας μὲν πρότερον, Ἑωσφόρος Ἰγνάτιε, ἐν Δυσμαῖς διηύγασας φαεινότατος· νῦν δὲ τῶν θείων λειψάνων σου, ἐν τῇ ἐπανόδῳ φαιδράς, τὰς ἀκτῖνας ἐπὶ γῆς, ἀφ᾽ ἑσπέρας ἐφήπλωσας· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Θεοφόρε Ἰγνάτιε, τὸν σὸν ἔρωτα Χριστὸν ἐνστερνισάμενος, μισθὸν ἐκομίσω, τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι δι᾽ αἵματος· διὸ σῖτος γενόμενος τοῦ ἀθανάτου Γεωργοῦ, δι᾽ ὀδόντων θηρίων ἠλέσθης, καὶ ἄρτος ἡδύς αὐτῷ ἀνεδείχθης, πρεσβεύων ὑπὲρ ἡμῶν, Ἀθλητὰ μακάριε.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σῶσόν με πάναγνε Δέσποινα, ἡ τὸν Σωτῆρα Χριστόν, ἀπορρήτως κυήσασα· σὲ γὰρ μόνην κέκτημαι, προστασίαν καὶ ἄρρηκτον, τεῖχος καὶ σκέπην, καὶ ἀγαλλίαμα, καὶ τῆς ψυχῆς μου, θείαν παράκλησιν· σὺ οὖν με λύτρωσαι, ἀκοιμήτου σκώληκος, καὶ τοῦ πυρός, τοῦ διαιωνίζοντος, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν κτίσιν ξύλῳ ἀνήρτησαι; καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωήν, ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον, τὸν ἐξ αὐτῆς, ἀσπόρως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος α'
Ὢ τῆς στερρᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, ἀξιομακάριστε Ἰγνάτιε! σὺ γὰρ πρὸς τὸν ὄντως σὸν ἐραστήν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν ἔλεγες· Οὐκ ἔστιν ἐν ἐμοί, πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν, καὶ λαλοῦν ἐν ἐμοί, ἔνδοθέν μοι λέγον· Δεῦρο πρὸς τὸν Πατέρα. Ὅθεν θείῳ Πνεύματι πυρπολούμενος, θῆρας ἠρέθισας, κόσμου σε θᾶττον χωρίσαι, καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος α'
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμοὺς μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ Ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Σταυροθεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ Σταυρῷ παρεστῶσα τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν μακροθυμίαν, τούτου ἀποσκοποῦσα, ἔλεγες θρηνοῦσα, Μῆτερ Ἁγνή· Οἴμοι τέκνον γλυκύτατον! τὶ ταῦτα πάσχεις ἀδίκως Λόγε Θεοῦ; ἵνα σώσῃς τὸ ἀνθρώπινον.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Ἰγνάτιον τὸν Ἐῷον ἐν ᾄσμασιν ἀστέρα μέλπω.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Ἰθύνας πρὸς ἀρετὴν τὸν βίον μου, φωτὶ καταύγασον, τῆς ἐνοικούσης χάριτος ἐν σοί, Θεοφόρε Ἰγνάτιε, καὶ τῶν παθῶν τὴν σύγχυσιν, ταῖς σαῖς πρεσβείαις διασκέδασον.

Γῆ ὥσπερ γονιμωτάτη πέφηνας, ἑκατοστεύοντα, καρποφορῶν τὸν σπόρον τῷ Χριστῷ, Θεοφόρε Ἰγνάτιε, τῷ τὰς ψυχὰς ἀρδεύοντι, τῇ ἐπομβρίᾳ τῇ τοῦ Πνεύματος.

Νοήσας προγνωστικῇ δυνάμει σου, τὸ εὐγενὲς τῆς ψυχῆς, ὁ τοῦ παντὸς Δεσπότης καὶ Θεός, Θεοφόρε Ἰγνάτιε, μαρμαρυγαῖς τοῦ Πνεύματος, θεοφεγγέσι κατελάμπρυνεν.

Ἀκτῖσι τοῦ νοητοῦ λαμπόμενος, Ἡλίου πάνσοφε, Ἀνατολῆς ἐξώρμησας λαμπρῶς, αἰσθητὸς ὥσπερ ἥλιος, τὸ ζοφερὸν τῆς Δύσεως, περιαυγάζων τῷ κηρύγματι.
Θεοτοκίον
Τριάδος τῆς ὑπερθέου Πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ᾽ ἡμᾶς, εὐδοκίᾳ Γεννήτορος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ παναγίου Θεονύμφευτε.

Κανών α', ᾨδὴ γ', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Ἰάτρευσόν μου τὸν νοῦν, κεκακωμένον τοῖς δεινοῖς πάθεσι, τοῖς τῆς σαρκὸς Ἰγνάτιε, Μάρτυς τοῦ Χριστοῦ παναοίδιμε.

Ὁμόφρονά σε Χριστός, τῶν Ἀποστόλων εὖ εἰδὼς τέθεικε, θείῳ φωτὶ λάμποντα, ἐν ταῖς Ἐκκλησίαις διδάσκαλον.

Νεκρούμενον διὰ σέ, τὸν Ζωοδότην καθορῶν ἔδραμες, τὸν δι᾿ αὐτὸν θάνατον, πόθῳ ὑποστῆναι Ἰγνάτιε.

Τὸν Λόγον τὸν τοῦ Πατρός, προκαθαρθεῖσα ὦ Σεμνὴ Πνεύματι, τῆς λογικῆς φύσεως, ἐπ᾿ εὐεργεσίᾳ γεγέννηκας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείῳ Πνεύματι πεφωτισμένος, θράσος τύραννον ἐν παρρησίᾳ, ποιμαντικῇ μεγαλοφρόνως κατῄσχυνας· καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον κατήντησας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον!

Κανών α', ᾨδὴ δ', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ὁ Θεοφόρος καλούμενος φερωνύμως· τὸν γὰρ Χριστὸν ἐνδέδυται διὰ πολιτείας, πάντας ἐπαλείφει λαμπρῶς, Μαρτύρων στερρότητα, πόθῳ τῶν στεφάνων εἰσδέξασθαι.

Νενευρωμένος Ἰγνάτιε τῇ δυνάμει, τοῦ ἐν Σταυρῷ παγέντος ὑπὲρ σοῦ Θεοφόρε, θῆρας καθηρέθισας, τοῦ κόσμου χωρίσαι σε, πρὸς τὸν σὸν ποθούμενον ἔρωτα.

Ἐρασθεὶς τῆς ὡραιότητος τοῦ Δεσπότου, καὶ πρὸς αὐτὸν τὴν ἔφεσιν ἀνένδοτον ἔχων, τούτου τὰ παθήματα, προθύμως ἐζήλωσας, μάρτυς Θεοφόρε Ἰγνάτιε.

Ὡραϊσμένος πορφύρᾳ τῶν σῶν αἱμάτων, Ἀρχιερεύς, καὶ χρίσματι τῆς ἱερωσύνης, Μάρτυς διαλάμπων Χριστῷ, κραυγάζεις γηθόμενος. Δόξα τὴ δυνάμει σου Κύριε.
Θεοτοκίον
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα θείᾳ δυνάμει, δημιουργῶν γεγέννηται ἐκ σοῦ Θεομῆτορ, κόσμον καταλάμπων φαιδρῶς, ἀκτῖσι θεότητος, καὶ θεογνωσίας λαμπρότησι.

Κανών α', ᾨδὴ ε', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Νῦν πρόσωπον Χριστοῦ, καθορῶν σὺ πρὸς πρόσωπον, Ἰγνάτιε τῶν ἐσόπτρων, ἀληθείᾳ λυθέντων, ἡνώθης σου τῷ ἔρωτι.

Εἵλκυσας φωτισμόν, ἐκ πηγῆς φωτοδότιδος Ἰγνάτιε· ταῖς ἀχράντοις, σὲ Χριστὸς γὰρ παλάμαις, κρατήσας καθηγίασε.

Νοῦν Πνεύματι Θεοῦ, κεκτημένος λαμπόμενον, Ἰγνάτιε θεογράφους, ἐπιστέλλεις ὡς πλάκας, τοὺς νόμους τοὺς τῆς χάριτος.
Θεοτοκίον
Ἄνωθὲν σοι φωνήν, χαρμοσύνως ἐβόησεν, ὁ Ἄγγελος Θεοτόκε, τοῦ Δεσπότου ἀφράστως, μηνύων σοὶ τὴν σύλληψιν.

Κανών α', ᾨδὴ ς', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Σοφίας, ἑλληνικῆς διέλυσας δόγματα, τὴν ἐνυπόστατον ἔχων, τοῦ Θεοῦ σοφίαν ἱερομύστα, καὶ μετ᾿ ἤχου, τὸ τῆς πλάνης μνημόσυνον ὤλεσας.

Μὴ παύσῃ, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου, καθικετεύων Παμμάκαρ, πειρασμῶν ῥυσθῆναι χαλεπωτάτων, καὶ κινδύνων, Ἱερεὺς δεδειγμένος εὐπρόσδεκτος.

Ἀνδρείᾳ, καὶ φρονήσει διέπρεψας Ὅσιε, δικαιοσύνης τε κάλλει, Θεοφόρε Μάρτυς καὶ σωφροσύνης, καὶ τῷ κύκλῳ τῶν ἀρετῶν, ἐφάνης κοσμούμενος.
Θεοτοκίον
Σὲ μόνην, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ἐκ τῆς γαστρός σου Λόγος προέρχεται.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐξ Ἑῴας σήμερον ἐξανατείλας, καὶ τὴν κτίσιν ἅπασαν, καταλαμπρύνας διδαχαῖς, τῷ Μαρτυρίῳ κεκόσμηται, ὁ Θεοφόρος καὶ θεῖος Ἰγνάτιος.
Ὁ Οἶκος
Ἱερεμίαν ὁ Θεὸς ἐκ μήτρας ἁγιάσας, καὶ πρὸ τοῦ γεννηθῆναι γινώσκων ὡς προγνώστης, δοχεῖον ἔσεσθαι αὐτὸν Πνεύματος Ἁγίου, ἐμπιπλᾷ τοῦτον εὐθύς, ἐκ νεαρᾶς βιώσεως, καὶ Προφήτην τοῦτον, καὶ κήρυκα πᾶσιν ἀποστέλλει, προαγγέλλειν τὴν ἁγίαν ἐπὶ τῆς γῆς αὐτοῦ παρουσίαν. Τεχθεὶς οὖν ὁ αὐτὸς Θεὸς ἐκ Παρθένου, πρός τὸ κήρυγμα ἐλθών, εὗρεν ἐκ βρέφους, ἄξιον αὐτοῦ τῆς χάριτος ὑποφήτην, τὸν θεοφόρον καὶ θεῖον Ἰγνάτιον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.
Στίχοι
Χάρις λέουσιν Ἰγνάτιε παμβόροις,
Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος.
Τῇ ἐνάτῃ ἐπάνοδος Ἰγνατίῳ εἰκάδι τύχθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου, Ἀβίββου Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου.
Στίχοι
Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου,
Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κάραι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σιλουανοῦ Ἐπισκόπου, Λουκᾶ Διακόνου, καὶ Μωκίου Ἀναγνώστου.
Στίχοι
Σιλουανὸς Λουκᾶς τε σὺν Μωκίῳ,
Ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, Ἐπισκόπου Ἐδέσσης.
Στίχοι
Δοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος,
Σύνεστι βαστάσασιν ἡμέρας βάρος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀφραάτου.
Στίχοι
Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἀφραάτης,
Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεἰς ἄπνους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνω Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ἱερωσύνης, ἠγλαϊσμένος μύρῳ Ὅσιε θείῳ, καὶ Μαρτύρων αἵματι κοσμηθείς, ἀμφοτέρωθεν διέπρεψας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Νομοθεσίᾳ, καταφαιδρύνας κόσμον ἅπαντα, ἄρτῳ οὐρανίῳ ἔθρεψας τοὺς πιστούς, τῷ Δεσπότῃ σου κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ἀκτινοβόλοις, αὐγαῖς Παμμάκαρ φωτιζόμενος, αἴγλης ἀρχιφώτου χύσει τε λαμπρυνθείς, τὴν οὐράνιον ἀπείληφας, χαίρων ἀπόλαυσιν, Θεοφόρε Μαρτύρων τὸ καύχημα.

Σῖτος ὑπάρχων, Θεοῦ ὡς ἔφης παναοίδιμε, μύλαις κατηλέσθης Μάρτυς ταῖς τῶν θηρῶν, καὶ τῷ τρέφοντι τὰ σύμπαντα, θείᾳ χρηστότητι, καθαρώτατος ἄρτος γεγένησαι.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν. Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις Πανάμωμε.

Κανών α', ᾨδὴ η', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἑστὼς ἐπὶ βήματος σοφέ, Τριάδα ἄκτιστον, ἐθεολόγησας· νοῦ καθαρότητι Ἅγιε, διανοίας τε λαμπρότητι, μὴ πτοηθεὶς τυραννικῶν θρόνων ὠμότητα, ἀλλ᾿ ἐβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ῥυθμίσας ἐμφρόνως σου τὸν νοῦν, τοῖς θείοις δόγμασι, μάκαρ Ἰγνάτιε, τὸν δεισιδαίμονα τύραννον, τῆς ἀπάτης προϊστάμενον, τοῖς σοφίας ὀχετοῖς, ἄρδην κατέκλυσας, Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.

Ἀπείρῳ λαμπόμενος φωτί, τῶ τῆς θεότητος Μάρτυς ἀήττητε, τῆς ἀθεότητος ἄστατον, ἐξηφάνισας σκοτόμαιναν, ἐπιστολὰς φωτοειδεῖς, πέμπων τοῖς μέλπουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Μανίαν καὶ χάσματα θηρῶν, οὐκ ἐδειλίασας, θεῖε Ἰγνάτιε· ἡ τοῦ Ὑψίστου γὰρ δύναμις, ἐκ Παρθένου ἀνατείλασα, τὴν πανοπλίαν τοῦ Σταυροῦ σὲ περιέβαλεν, Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶντα τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἔρως ὁ θειότατος Μάκαρ, κατακρατήσας τῆς ψυχῆς σου, κόσμου τὰς ὑλώδεις φροντίδας, πυρὶ ἀΰλῳ πάσας κατέφλεξε, καὶ ὀρεκτῶν ἀκρότητι, στεφανηφόρον σε κατέστησε.

Λιμένι λαμπρῶς καθωρμίσθης, γαληνοτάτῳ Θεοφόρε, ζάλην τῶν κυμάτων ἐκφυγών, ὁρμὰς ἀγρίων καὶ λογικῶν θηρίων· καὶ νῦν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως.

Ποικίλῳ κοσμούμενος στέφει, ἱερομύστα διαπρέπεις· τῆς ἱερωσύνης γὰρ ἐν σοί, εἰς ἓν συνῆλθε καὶ μαρτυρίου κλέος· καὶ δι᾿ ἀμφοῖν ὡς μέτοχος, τοῦ σοῦ Δεσπότου συνδεδόξασαι.

Ὡς ἱεροφάντωρ ὑπάρχων, τῇ παρρησίᾳ κεχρημένος, πρὸς τὸν σὸν Δεσπότην καὶ Θεόν, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, ἐκ πειρασμῶν Ἰγνάτιε, νῦν λυτρωθῆναι καθικέτευε.
Θεοτοκίον
Ὡς τῶν οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ἁγιωτέρα, πάσης τε τῆς κτίσεως ἁγνή, τιμιωτέρα Θεὸν ἐκύησας, ἐν ταῖς ἀγκάλαις φέρουσα, τὸν Πατρικοῖς κόλποις καθήμενον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τοὺς πόθῳ ἑορτάζοντας, τὴν σὴν φαιδρὰν ἐπάνοδον, Ἰγνάτιε Θεοφόρε, Ἱερομάρτυς παμμάκαρ λύτρωσαι πάσης θλίψεως, καὶ βλάβης τοῦ ἀλάστορος, διδοὺς πταισμάτων ἄφεσιν, ὡς εἰληφὼς ἐξουσίαν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, Θεοκυῆτορ Παρθένε

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος α'
Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκὼν ἡ ἐτήσιός σου ἐπέστη Ἑορτή, Θεοφόρε Ἰγνάτιε, τὰς μυσταγωγίας σου καὶ τὰς ἀριστείας σου κηρύττουσα, τὴν ὑπὲρ τῆς πίστεως μέχρις αἵματος ἀντικατάστασιν· τὴν μακαρίαν ἐκείνην καὶ ἀοίδιμον φωνήν, τήν, Ὅτι σῖτός εἰμι Θεοῦ, λέγουσαν, καὶ δι᾿ ὀδόντων θηρίων ἀλήθομαι. Διὸ μιμητής τοῦ πάθους τοῦ Χριστοῦ σου γεγονώς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Νοσοῦσαν Πανύμνητε δεινῶς, τὴν ψυχήν μου πάθεσιν, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα, διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου ὑμᾶς ἀπαλλάξαντα.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνῄσκεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν μητέρα, καὶ δούλην σου δέομαι.