Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ Προσόμοια τῶν Ἁγίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Ἀθληταὶ γενναιότατοι, ἰατροὶ θεοπρόβλητοι, Κῦρε Ἰωάννη τε μεγαλώνυμοι, ὡς τῶν τυράννων ὠλέσατε, τὸ θράσος τὸ ἄθεον, τοῦ νοός μου ἐκτροπάς, τυραννούσας με θραύσατε, καὶ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη, καὶ μελλούσης, ἐκλυτρώσασθέ με δίκης, τὸν Λυτρωτὴν ἱκετεύοντες.
Ἦχος δ'
Τοῦ συνέχοντος κλύδωνος, καὶ τῆς ζάλης τῶν θλίψεων, τῆς ἐπερχομένης μοι καὶ τοῦ σώματος, τῶν ὀδυνῶν με λυτρώσασθε, κουφίζοντες Ἅγιοι, πάντα πόνον τῆς ψυχῆς, ὁρατῶς ἀοράτως τε, προσγινόμενον, ὅπως πίστει καὶ πόθῳ μακαρίζω, τὴν ὑμῶν σεπτὴν δυάδα, ὑπὲρ Τριάδος ἀθλήσασαν.
Ἦχος δ'
Ὡς ναοὶ χρηματίσαντες, τοῦ Θεοῦ ὡραιότατοι, Κῦρε Ἰωάννη τε τὸν ναὸν ὑμῶν, πηγὴν ἰάσεων δείκνυσθε, ἐν ᾧ με προστρέχοντᾳ, ἀρρωστήματος παντός, ἀπαλλάξατε Ἅγιοι, εἰρηνεύοντες, τὴν ἀθλίαν ψυχήν μου ἐπηρείαις, τοῦ ἐχθροῦ ταραττομένην, καὶ τῇ κακίᾳ δουλεύουσαν.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Δυὰς μαρτύρων σήμερον ἀνέτειλεν ἡμῖν, τὰς ψυχικὰς ἀλγηδόνας ἡμῶν θεραπεύουσα, Κῦρος καὶ Ἰωάννης οἱ θαυματουργοί· ὁ μὲν γὰρ ἰσάγγελον ἀσπασάμενος ἅμιλλαν, τῷ μονήρει βίῳ, μέχρι τέλους ἐνδιαπρέψας, αἵματι τοῦ Μαρτυρίου οἰκειοῦται τῷ Χριστῷ, ὁ δέ, στρατιωτικοῖς ἐνδιαπρέψας καταλόγοις, ταῖς οὐρανίαις στρατολογίαις συγκαταριθμεῖται. Διὸ ἰάσεις νέμουσι τοῖς ἐν πίστει τελοῦσι τὴν μνήμην αὐτῶν, πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐγὼ εἰμι Πανάμωμε, δένδρον τὸ ἄκαρπον τοῦ θείου λόγου, καρπὸν σωτήριον μηδόλως φέρον, καὶ δειλιῶ τὴν ἐκκοπήν, μήπως εἰς τὸ πῦρ βληθῶ τὸ ἄσβεστον· ὅθεν δυσωπῶ σε. Τούτου ῥῦσαί με, δείξασα καρποφόρον, Ἄχραντε, τῷ Υἱῷ σου τῇ μεσιτείᾳ σου.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Οὐ φέρω τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐν παραβάσεως καρπῷ, ὕπνῳ ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν παράσχῃς, ἡ Παρθένος ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος β'
Ἀνατολίου
Δεῦτε τῶν Πιστῶν ὁ σύλλογος σήμερον, ὕμνοις στέψωμεν, Κῦρον σὺν τῷ Ἰωάννῃ, τοὺς ἀροτῆρας τῆς χάριτος, καὶ δοτῆρας τῶν αἰτούντων ἀφθονωτάτους· ποικιλοτρόπως γὰρ πᾶσιν, ἀνεδείχθησαν ἰατροὶ παμφαεῖς· ὅθεν καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Σκέπη, καὶ ἀντίληψις ἡμῶν, τῶν Χριστιανῶν σὺ ὑπάρχεις, καὶ προσφυγὴ κραταιά, Μήτηρ τοῦ Θεοῦ ἡμῶν, ἀλλὰ καὶ νῦν ὡς ἀεί, τῇ ἀγρύπνῳ δεήσει σου, μὴ παύσῃ πρεσβεύειν, σῴζεσθαι τοὺς δούλους σου ἐκ περιστάσεως, πάσης· σὲ γὰρ ἔχομεν σκέπην, θείαν μετὰ τὸν Θεὸν πάντες, οἱ Χριστιανοὶ καὶ καταφύγιον.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Βότρυν, τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες. Τέκνον, γλεῦκος ἐναπόσταξον, δι᾿ οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν εὐεργέτα, δι᾿ ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Ἀπολυτίκιον
Ἦχος πλ. α'
Τὰ θαύματα τῶν Ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς Ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Τὸ κῦρος κατὰ τῆς πλάνης εἴληφας, Κῦρε μακάριε συναθλητὴν τῶν πόνων ἐσχηκώς, Ἰωάννην τὸν ἔνδοξον· διὸ τρυφῆς τῆς κρείττονος, ἐν οὐρανοῖς συναπολαύετε.

Στρατείαν πνευματικὴν ζωσάμενος, Κῦρε πανέντιμε, τὴν ἐπὶ γῆς στρατείαν τε λιπών, Ἰωάννη πανεύφημε, κατὰ Δαιμόνων ἤρασθε, παρὰ Χριστοῦ τὰ νικητήρια.

Τῆς Θέκλης τὴν ἀρετὴν ζηλώσασαι, γυναῖκες ἔνθεοι, παρθενικὴν ἰσάγγελον στολήν, εὐσεβῶς ἠμφιάσαντο, μαρτυρικῷ δὲ ἔρωτι, πρὸς τοὺς ἀγῶνας ἀπεδύσαντο.
Θεοτοκίον
Ἐκ σοῦ κεχαριτωμένη Πάναγνε, ἡμῖν ἀνέτειλε, δικαιοσύνης Ἥλιος Χριστός, καὶ φωτὶ κατελάμπρυνε, τοὺς καθημένους πρότερον, ἐν τοῖς τοῦ σκότους ὀχυρώμασιν.

Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Σαρκίῳ τῷ ἀσθενεῖ, δυναμουμένῳ τοῖς Χριστοῦ πάθεσιν, οἱ εὐκλεεῖς Μάρτυρες, τὸν ἀνθρωποκτόνον κατέβαλον.

Τῶν πόνων σωματικῶς, τῆς ἀκηράτου δὲ τρυφῆς πνεύματι, οἱ τοῦ Χριστοῦ Μάρτυρες, ἀντιλαβανόμενοι ἔχαιρον.

Ἐρρώσθη τὸ ἀσθενές, τῆς γυναικείας τῷ Σταυρῷ φύσεως, τὸν δυσμενῆ δράκοντα· ὅθεν ἀνδρικῶς ἐτροπώσαντο.
Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα
Ἦχος δ᾿
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τὰς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, πρὸς μαρτυρίου Ἀθληταὶ θεῖον ὕψος, περιφανῶς ἐπήρθητε ἐν χάριτι, Κῦρε Ἰωάννη τε, οἰκουμένης φωστῆρες· ὅθεν ἱκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθαι ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες.
Θεοτοκίον
Μετὰ Θεὸν ἐπὶ τὴν σὴν Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς σκέπην θείαν, παρακαλῶ δεόμενος. Ἐλέησον Ἁγνή, ὅτι ὑπερῆράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν σου, ἐκ τούτων ῥυσθῆναί με.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε Ἰησοῦ ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ᾿ Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.

Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ἡ ἀνέσπερος τῆς χάριτος φωταυγία, τοῦ δυσμενοῦς κατέλυσε, φιλέσπερον πλάνην, ταύτης πολεμήτορας, φωστῆρας ἐκλάμποντας, Κῦρον Ἰωάννην τε δείξασα.

Κατεθέλχησαν τῷ ἔρωτι τῆς Τριάδος, καὶ ὑπ᾿ αὐτῆς οἱ Μάρτυρες σφοδρῶς ἐρρωσθέντες, Κῦρος Ἰωάννης τε, ἑνώσει τῇ κρείττονι, ὄργανα Θεοῦ ἀνεδείχθησαν.

Ὡς σεπτὸν ὑμῶν τὸ τέμενος θεραπεῖον, τῶν πονηρῶν πνευμάτων ἀπελαύνει τὴν λώβην, πᾶσί τε τοῖς κάμνουσιν, ἀήττητοι Μάρτυρες, χάριν ἀλεξίκακον δίδωσιν.
Θεοτοκίον
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Σὲ Σῶτερ ἡ δυὰς τῶν Μαρτύρων ἐπόθησε, σὺ Ἅγιε ἐν Ἁγίοις, Κύρῳ καὶ Ἰωάννῃ, ἀξίως ἀναπέπαυσαι.

Σὸν ἔργον Ἀγαθέ, τοῦ ἐχθροῦ ἡ καθαίρεσις, σὺ Μάρτυρας εὐσεβείας, τῷ Σταυρῷ ἀπειργάσω, καὶ δόξῃ ἐστεφάνωσας.

Σὲ μόνον ἀγαπᾶν, ἀπτοήτῳ φρονήματι, ἀλείψαντες τὰς Παρθένους, Ἰωάννης καὶ Κῦρος, ἀνδρείας ἀπειργάσαντο.
Θεοτοκίον
Σὲ ὅπλον ἀρραγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Θύεσθαι, ὑπὲρ Χριστοῦ οἱ Μάρτυρες εἵλοντο, ἤπερ ἀλάστορι θύειν, πονηρόν τε τύραννον ἀνθαιρεῖσθαι, τοῦ δι οἶκτον, ὑπὲρ ἡμῶν τυθέντος ὡς πρόβατον.

Ἤλγησαν, οἱ ἀφειδῶς τοὺς Μάρτυρας ξέοντες, τοῖς ξεομένοις δὲ βέλη, αἱ πληγαὶ νηπίων ἀπετελοῦντο, παραδόξως· ἐνευροῦντο τῷ θείῳ γὰρ Πνεύματι.

Κύριον, καὶ Βασιλέα πάσης τῆς κτίσεως, σὲ ὡμολόγησε πίστει, δυὰς ἡ ὁμόφρων καὶ εὐαθλήτως τοῖς ἀνόμοις, ἀντικατέστη μέχρι καὶ αἵματος.

Θανάτῳ, τὴν ἀθανασίαν εὔκλειαν ἤραντο, Ἀθανασία ἡ Μάρτυς, σὺν τῇ Εὐδοξίᾳ καὶ Θεοδότῃ, καὶ τῇ θείᾳ, Θεοκτίστῃ τοῖς ταύτης βλαστήμασι.
Θεοτοκίον
Κατάρας, τῆς προμήτορος Εὔας τῷ τόκῳ σου, ἐλευθερούμεθα· σὺ γάρ, τὸν Χριστὸν τεκοῦσα Παρθενομῆτορ, ἀντὶ ταύτης, τὴν εὐλογίαν πᾶσιν ἐπήγασας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς θείας χάριτος, τὴν δωρεὰν τῶν θαυμάτων, εἰληφότες Ἅγιοι, θαυματουργεῖτε ἀπαύστως, ἅπαντα ἡμῶν τὰ πάθη, τῇ χειρουργίᾳ, τέμνοντες τῇ ἀοράτῳ, Κῦρε θεόφρον, σὺν τῷ θείῳ Ἰωάννῃ· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.
Ὁ Οἶκος
Ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πεῖραν δεινῶν δι᾿ αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος, πᾶσι πηγάζετε τὰ θεῖα χαρίσματα, τοῖς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτος εἰμὶ ἐγὼ ὁ τάλας· τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει ὑμῖν βοῶ, ἰάσασθέ με· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου, καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης καὶ Εὐδοξίας.
Στίχοι
Κύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος,
Συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ.
Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων,
Πόθῳ Πατρὸς θνῄσκουσι τοῦ πάντων ξίφει.
Κῦρον Ἰωάννην τε τάμον πρώτῃ τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ.
Στίχοι
Ὅλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι,
Ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη.
Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ,
Ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας.
Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος.
Εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου.
Εἰ τοῦ ξίφους στέρξω σὲ τῷ φόβῳ βίε,
Καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον.
Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία,
Καὶ τοῦ γλυκασμοῦ τῆς ἄνω τρυφῆς τύχης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τρυφαίνης.
Στίχοι
Ταῦρος Τρύφαινα σοῦ τρυφᾷ τὸ σαρκίον,
Καὶ πρὸς τρυφὰς πέμπει σε τὰς ἀκηράτους.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ταλαντεύσαντες ὡς ἐν ῥοπῇ ζυγοῦ τὸ φρόνημα, βάρει τῆς ἀχράντου δόξης οἱ Ἀθληταί, ἀνυψούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Οὐκ ἀγνοοῦντες, τοῦ ἀντιπάλου τὰ νοήματα, πᾶσαν αἰκισμῶν ἰδέαν καὶ θωπειῶν, ἀποπτύσαντες οἱ Μάρτυρες· Εὐλογημένος εἶ, ἀνεβόων τῆς δόξης ὁ Κύριος.

Τῇ καρτερίᾳ, τῶν ἀλγηδόνων στεφανούμενοι, Κῦρος, Ἰωάννης ὄντως οἱ λατρευταί, τῆς Τριάδος ἀνεκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις Πανάμωμε.

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Πρὸς ἄρνησιν μὲν οἱ ἀσεβεῖς, τοῦ φύσει ὄντος Θεοῦ, ἐξεκαλοῦντο δεινῶς, ἀλλ᾿ οἱ ἀήττητοι Μάρτυρες, διὰ κτίσεως ὑπέφαινον, τὸν τοῦ παντὸς Δημιουργὸν ὄντα κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Λυσσῶντες τῇ πλάνῃ ἐμφανῶς, οἱ τὰ ἐπίγεια, φρονοῦντες Τύραννοι, τοὺς τὸ πολίτευμα ἔχοντας, ἐν ὑψίστοις ἀκατάλυτον, διὰ θανάτου πρὸς ζωὴν ὤθουν κραυγάζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Λείψανα Μαρτύρων ἀστραπάς, θαυμάτων ἔφαναν, τῇ οἰκουμένῃ Χριστέ, τοῦ κακοδαίμονος φάσματος, τὴν ἀπάτην θριαμβεύοντα, τοῖς δὲ βοῶσιν εὐπρεπῶς, ἰάσεις νέμοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ἀμήτωρ ὁ Λόγος ἐκ Πατρός, ὑπάρχων πρότερον, ἀπάτωρ γέγονεν, ἐκ σοῦ τὸ δεύτερον Πάναγνε, σαρκωθεὶς ὁ πρὶν ἀσώματος, δι᾿ εὐσπλαγχνίαν βουληθείς, σῶσαι τούς ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ὑπήκοος μέχρι θανάτου, ἡ ξυνωρὶς τῶν ἀηττήτων, ὤφθη Ἰωάννου καὶ Κύρου, τοῖς τοῦ Δεσπότου θείοις προστάγμασι· διὸ χερσὶ τοῦ Κτίσαντος, τὰς ἑαυτῶν ψυχὰς παρέθεντο.

Φωστῆρες ἐκλάμπουσι δύω, τὰς τῶν θαυμάτων λαμπηδόνας, κρήνης ἐκ μιᾶς φωτοφόρου, τοῖς ἀσθενοῦσιν ἀπαρυόμενοι, τῆς ἀκηράτου χάριτος, οὓς ἐπαξίως μεγαλύνομεν.
Τριαδικὸν
Μονάδα μὲν θείας οὐσίας, ἀλλ᾿ ὑποστάσεων Τριάδα, ἡ τῶν ἀηττήτων Μαρτύρων, δυὰς ἀνδρείως ἐθεολόγησε, τὸν σαρκωθέντα Λόγον δὲ ἕνα Χριστὸν ἐν δύω φύσεσι.
Θεοτοκίον
Φεῖσαί μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν κόσμον μετὰ δόξης· λῦσον τὴν ἀχλὺν τῶν παθῶν μου, ταῖς ἱκεσίαις τῆς κυησάσης σε, καὶ τῶν σεπτῶν Μαρτύρων σου, ὡς ἀγαθὸς καὶ πολυέλεος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀναργύρων ἔξαρχοι, καὶ ἀστέρες οἱ θεῖοι, τῆς οἰκουμένης ὤφθητε, Μάρτυρες θεοφόροι ὡς πρόμαχοι ἀληθείας· ἐκ Θεοῦ γὰρ λαβόντες, τὸ συμπαθὲς πανεύφημοι, μυστικῶς χειρουργεῖτε, πάθη ψυχῶν, καὶ σωμάτων· ὅθεν τὴν φωτοφόρον, μνήμην ἡμῶν γεραίρομεν, Κῦρε καὶ Ἰωάννη.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Θαυματουργοὶ φωστῆρες, Κῦρε σὺν τῷ Ἰωάννῃ, τὰς ψυχικὰς ἡμῶν νόσους, καὶ τῶν σωμάτων ἰᾶσθε, παρὰ Κυρίου λαβόντες, τὴν χάριν τῶν ἰαμάτων.
Θεοτοκίον
Ἦχος β'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Σὲ προστασίαν πάντες, ἔχομεν οἱ ἁμαρτωλοί, πανύμνητε Θεοτόκε, σὺ εὐδιάλλακτον ἡμῖν, ἀπέργασαι τὸν Υἱόν σου, Θεοχαρίτωτε Κόρη.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ᾿ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος δ᾿
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τὴν δυάδα τιμήσωμεν, τῶν Μαρτύρων ἐν ᾄσμασι, τῆς Τριάδος ἔχουσαν τὴν λαμπρότητα, τοὺς θεμελίους τῆς Πίστεως, τὰ ἄνθη τὰ πνέοντα, τὴν ὀσμὴν τὴν ἀληθῆ, τῆς Θεοῦ ἐπιγνώσεως, Κῦρον ἅπαντες, καὶ σὺν τούτῳ τὸν μέγαν Ἰωάννην, ὡς πρεσβεύοντας ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν Φιλάνθρωπον. (Δίς)
Ἦχος δ᾿
Ἰατροὶ ἀνεδείχθητε, ἀσθενούντων Μακάριοι, καὶ φωστῆρες ἄδυτοι διὰ Πίστεως, ὁμολογίας συνήγοροι, Μαρτύρων συμμέτοχοι, τοὺς στεφάνους ἀληθῶς, τοὺς τῆς νίκης δεξάμενοι, Κῦρε ἔνδοξε, καὶ σοφὲ Ἰωάννη ἀσιγήτως, δυσωπεῖτε τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν Παμμακάριστοι.
Ἦχος δ᾿
Συγχορεύουσι σήμερον, αἱ Χριστοῦ καλλιπάρθενοι, τοῖς δυσὶ θεόφροσι θείοις Μάρτυσι, καὶ τῆς αὐτῶν ὡς μετέχουσαι, δόξης καὶ λαμπρότητος, τὸν κρατύναντα αὐτάς, σὺν αὐτοῖς μεγαλύνουσι, καὶ πρεσβεύουσιν, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην αὐτῶν.
Δοξαστικὸν
Ἦχος δ᾿
Ἀξιεπαίνοις ᾄσμασι, πιστοὶ μεγαλύνωμεν, Κῦρον καὶ Ἰωάννην, τοὺς ἐν πνεύματι ὁμαίμονας, καὶ κατὰ σάρκα ἀδελφόφρονας, σὺν αὐτοῖς καὶ τὴν γενναίαν Ἀθανασίαν ἐγκωμιάζοντες, καὶ τὰ βλαστήματα αὐτῆς, Θεοδότην Εὐδοξίαν καὶ Θεοκτίστην, τὰς ἀθληφόρους καὶ καλλιπαρθένους, αἰτοῦντας Χριστόν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος δ᾿
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἀποκρύπτω ὁ τάλας τὰ δεινά μου, ὅτι πάντα κέκτημαι, ἅπερ μισεῖ ὁ Θεός, σάρκα μολύνας καὶ πνεῦμά μου, καὶ νοῦν ἐννοίαις, τοῖς ἀθεμίτοις ἔργοις καὶ λόγοις αἰσχροῖς, γλώσσῃ κατακρίνων τε τοὺς ἁμαρτάνοντας, αὐτὸς τὰ χείρω ἐργάζομαι, Θεογεννῆτορ, τούτων μοι δίδου πάντων διόρθωσιν, ἵνα ἐκνήψας τῆς κακίστης μου, συνηθείας προσπέσω καὶ κλαύσωμαι, ἃ δεινὰ εἰργασάμην, τῆς ζωῆς μου τὸ ὑπόλοιπον.
Σταυροθεοτοκίον
Ἦχος δ᾿
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ᾿ ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ, ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας, ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.

Μεγάλη Δοξολογία

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος, ᾨδὴ γ′ καὶ ς′.