Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ μαρτυρησάντων.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰ βούλει ἑορτάσαι τοὺς Ἁγίους τούτους, μετὰ τὸν Προοιμιακόν, εἰπὲ τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰ δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες αὐτά.

Α' Στιχηρὸν τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὅλην ἀποθέμενοι,
ἐν οὐρανοῖς τὴν ἐλπίδα,
θησαυρὸν ἀσύλητον,
ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν,
δωρεὰν ἔλαβον,
δωρεὰν διδοῦσι,
τοῖς νοσοῦσι τὰ ἰάματα,
χρυσὸν ἢ ἄργυρον,
εὐαγγελικῶς οὐκ ἐκτήσαντο,
ἀνθρώποις τε καὶ κτήνεσι,
τάς εὐεργεσίας μετέδωκαν,
ἵνα διὰ πάντων,
ὑπήκοοι γενόμενοι Χριστῷ,
ἐν παρρησίᾳ πρεσβεύωσιν,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Β' Στιχηρὸν τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Ὕλην ἑβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην, οὐρανοπολῖται δέ, ἐν σαρκὶ ἰσάγγελοι ἐχρημάτισαν, ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ὁμότροπος, τῶν Ἁγίων καὶ ὁμόψυχος· διὸ τοῖς κάμνουσι, πᾶσι τὰς ἰάσεις βραβεύουσιν, ἀνάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν. Οὓς ἐν ἐτησίοις, τιμήσωμεν ἀξίως ἑορταῖς, ἐν παρρησίᾳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Γ' Στιχηρὸν τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Ὅλην εἰσοικίσασα, ἐν ἑαυτῇ τὴν Τριάδα, δυὰς ἡ ἀοίδιμος, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεόφρονες, ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, ζωηφόρου τῶν ἰάσεων, ὧν καὶ τὰ λείψανα, πάθη δι' ἁφῆς θεραπεύουσι, καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι, πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες, τῷ Χριστῷ, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀνατολίου
Ἀτελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις, ἣν παρὰ Χριστοῦ ἐκομίσαντο· ὅθεν αὐτῶν καὶ τὰ λείψανα, ἐκ θείας δυνάμεως, διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν, ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα, τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι. Δι' ὧν Κύριε καὶ ἡμᾶς, τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος παθῶν ἐλευθέρωσον, ὡς φιλάνθρωπος.
Θεοτοκίον
Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό. Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος β'

Ἡ πηγὴ τῶν ἰαμάτων, ἕνα καὶ μόνον ἐθεράπευε τοῦ ἔτους, ἡ σκηνὴ τῶν Ἀναργύρων, ἄπαν τὸ πλῆθος θεραπεύει τῶν νοσούντων· ἀνενδεὴς γὰρ ὑπάρχει, καὶ ἀδαπάνητος ὁ πλοῦτος τῶν Ἁγίων. Ταῖς αὐτῶν ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.
Ὁ αὐτὸς Θεοφάνους
Πόθῳ θείῳ, καὶ ἔρωτι τῶν μελλόντων, πρακτικῶς πολιτευσάμενοι, τὰς σωτηρίους ὁδοὺς διηνύσατε· ὅθεν τὸ καθαρὸν τῆς ψυχῆς ἀκηλίδωτον τηρήσαντες, τῶν ἐνύλων τελείως ἀπέστητε, Πνεύματι δὲ θείῳ χρυσωθέντες, ἀχρύσως τὰς ἰάσεις τοῖς νοσοῦσι παρέχετε, δυὰς ἱερά, φωταυγὴς ξυνωρίς, πεφωτισμένον θεῖον ζεῦγος, Ἀνάργυροι, ἐν θλίψεσι καὶ νόσοις ἐπισκεπτόμενοι ἡμᾶς, καὶ τῶν ψυχῶν ἡμῶν τὰς νόσους, ἀναργύρως ἰώμενοι.
Ὁ αὐτὸς Γερμανοῦ
Μεγάλων ἀξιωθέντες δωρεῶν πανεύφημοι, ἐν ταπεινότητι βίου ἐν τῇ γῇ ἐπολιτεύσασθε, καὶ διερχόμενοι πανταχοῦ, δωρεὰν τῶν νοσούντων τὰ πάθη ἰώμενοι, ὤφθητε Ἀγγέλων συνόμιλοι, Κοσμᾶ σὺν Δαμιανῷ τῷ σοφῷ, ἀδελφοὶ τερπνότατοι, καὶ ἡμῶν τὰ πάθη, ταῖς εὐχαῖς ἡμῶν ἰάσασθε.
Ὁ αὐτὸς
Ἀγάλλεται ὁ χορὸς τῶν Ἁγίων εἰς αἰῶνας· βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν, Γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε. Δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωὴν τὴν αἰώνιον.
Ὁ αὐτὸς
Ἰατροὶ τῶν ἀσθενούντων, θησαυροὶ τῶν ἰαμάτων, σωτήριοι τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς, τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνωμένους ἰάσασθε, ἱκετεύοντες Θεὸν τὸν ἀγαθόν, λυτρώσασθαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ.
Δόξα... Ἦχος πλ. β'
Ἀνδρέου Πυροῦ

Φαιδρὰ καὶ ἐπίφωτος ἀνέτειλε σήμερον, ἡ μνήμη τῶν Ἀναργύρων Χριστοῦ, λαμπρῶς καταλάμπουσα ταῖς ἀκτῖσι τῶν θαυμάτων. Δεῦτε οὖν φιλέορτοι, πιστῶς πανηγυρίσωμεν, δεῦτε, τῇ σορῷ τῶν Ἁγίων, προθύμως πάντες προσδράμωμεν, ὅπως τὴν ταχίστην ἴασιν ἀφθόνως παρ' αὐτῶν κομισώμεθα· ἀναργύρως γὰρ παρέχουσι πᾶσι, τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τῶν ἰαμάτων τὰ χαρίσματα.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν. Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀναργύρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Τῶν οὐρανίων Ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀναργύρων τῇ μνήμη πάντες συνδράμωμεν, ἐν καθαρᾷ καρδίᾳ, καὶ ἁγνῷ συνειδότι, αὐτοῖς συνεκβοῶντες· Χαίροις δυάς, τῶν ἀσθενούντων ἡ ἴασις, ὅτι ὑμεῖς ἀπειλήφατε ἐκ Θεοῦ, τὴν ἐξουσίαν τῶν ἰάσεων.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Τὰς ἐντολὰς τοῦ Κυρίου καλῶς φυλάξαντες, φιλαργυρίας νόσον, ἐκτεμόντες πανσόφως, ἰᾶσθε ἀναργύρως· ὅθεν ὑμῶν, τὴν πανσέβαστον κοίμησιν, ἀξιοχρέως τιμῶμεν θαυματουργοί, ἱκετεύσατε σωθῆναι ἡμᾶς.
Στίχ. Ἰδοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό.
Ὡς παρρησίαν λαβόντες παρὰ τοῦ μόνου Θεοῦ, τοῦ ἐλεεῖν καὶ σῴζειν, ἐκ ποικίλων κινδύνων, λυτρώσασθε τοὺς πίστει ὑμνοῦντας ὑμᾶς, θεοφόροι Ἀνάργυροι, καὶ ἐκ παθῶν καὶ κινδύνων καὶ πειρασμῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Πάντοτε ἔχοντες Χριστόν, ἐνεργοῦντα ἐν ὑμῖν, Ἅγιοι Ἀνάργυροι, θαυματουργεῖτε ἐν κόσμῳ, ἀσθενοῦντας θεραπεύετε· καὶ γὰρ τὸ ἰατρεῖον ὑμῶν, πηγὴ ὑπάρχει ἀνεξάντλητος, ἀντλουμένη δέ, μᾶλλον ὑπερεκβλύζει, καὶ χεομένη περισσεύεται, καθ' ἑκάστην κενουμένη καὶ πληθυνομένη, πᾶσι χορηγοῦσα καὶ μὴ λειπομένη, καὶ οἱ ἀρυόμενοι κορέννυνται ἰάματα, καὶ αὕτη διαμένει ἀδαπάνητος. Τὶ οὖν ὑμᾶς καλέσωμεν; θεράποντας ἰατροὺς ψυχῶν τε καὶ σωμάτων, ἰατῆρας παθῶν ἀνιάτων, δωρεὰν ἰωμένους ἅπαντας, εἰληφότας χαρίσματα, παρὰ τοῦ Σωτῆρος Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Μετάνοιαν οὐ κέκτησαι, ψυχὴ ἀμετανόητε. Τὶ βραδύνεις; τοῦ θανάτου ἡ τομή, ἐγγίζει καὶ τὸ τέλος, ἐφέστηκεν ὡς κλέπτης, τῇ Θεοτόκῳ δράμε πρόσπεσον.

Ἀπολυτίκιον τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. δ'
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, ἐνεργοῦσα θείων ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, θεοφόροι Ἀνάργυροι. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ σκέπῃ σου, Ἄχραντε.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὴν φαιδρὰν πανήγυριν, τῶν Ἄναργύρων, οἱ πιστοὶ τελέσωμεν, καθικετεύοντες αὐτούς, ἵνα ἡμᾶς ἀπαλλάττωσι, παντοίων νόσων, ψυχῆς τε καὶ σώματος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.

Κανών α', ᾨδὴ α', to the Theotokos
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,
καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών,
ὁ Ἰσραηλίτης ἀνεβόα,
τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Πολλοῖς συνεχόμενος πειρασμοῖς,
πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν·
Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε,
τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Παθῶν με ταράττουσι προσβολαί,
πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν,
εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ,
τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν,
δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν·
σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω,
καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν,
ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ,
ἀξίωσον, μόνη Θεομῆτορ,
ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Κλεινοὺς ἰατροὺς τῶν βροτῶν μέλπειν θέμις.
Ποίημα Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ πεζεύσας ΤΟ ΑΚΟΥΤΕ
Καταστραπτόμενοι δόξῃ τῇ θεϊκῇ φωταυγεῖς Ἀνάργυροι, καταυγάσατε ἡμῶν, τὰς ψυχάς, σκεδάζοντες παθῶν, τὴν ἀχλύν, ὅπως ὑμᾶς πίστει γεραίρωμεν.

Λυμαντικῶν καθαρθέντες πρώην παθῶν, πόνων ἐπιδόσεσιν, ἐκκαθαίρετε ἡμῶν, χαλεπὰ νοσήματα σοφοί, καὶ τοὺς πόνους τῶν ψυχῶν ἐπικουφίζετε.

Ἐκ τοῦ τῶν ὅλων Δεσπότου τὰς δωρεάς, εἰληφότες Ἅγιοι, τῶν θαυμάτων δωρεάν, τὰ ἡμῶν ἰάσασθε πολλά, καὶ δυσίατα σαρκὸς πάθη δεόμεθα.
Θεοτοκίον
Νόμου τῆς φύσεως δίχα τίκτεις Ἁγνή, τὸν τοῦ νόμου πάροχον, Ἰησοῦν τὸν λυτρωτήν, ὃν δυσώπει ῥύσασθαι ἡμᾶς, Θεοτόκε τῶν πολλῶν ἀνομιῶν ἡμῶν.

Κανών α', ᾨδὴ γ', to the Theotokos
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐρανίας ἁψῖδος,
ὀροφουργὲ Κύριε,
καὶ τῆς Ἐκκλησίας Δομῆτορ,
σὺ με στερέωσον,
ἐν τῇ ἀγάπῃ τῇ σῇ,
τῶν ἐφετῶν ἡ ἀκρότης,
τῶν πιστῶν τὸ στήριγμα,
μόνε φιλάνθρωπε.

Προστασίαν καὶ σκέπην,
ζωῆς ἐμῆς τίθημι,
Σέ, Θεογεννῆτορ,
Παρθένε, σύ με κυβέρνησον,
πρὸς τὸν λιμένα σου,
τῶν ἀγαθῶν ἡ αἰτία,
τῶν πιστῶν τὸ στήριγμα,
μόνη πανύμνητε.

Ἱκετεύω, Παρθένε,
τὸν ψυχικὸν τάραχον,
καὶ τῆς ἀθυμίας τὴν ζάλην,
διασκεδάσαι μου·
σὺ γάρ, Θεόνυμφε,
τὸν ἀρχηγὸν τῆς γαλήνης,
τὸν Χριστὸν ἐκύησας,
μόνη πανάχραντε.

Εὐεργέτην τεκοῦσα,
τὸν τῶν καλῶν αἴτιον,
τῆς εὐεργεσίας τὸν πλοῦτον,
πᾶσιν ἀνάβλυσον·
πάντα γὰρ δύνασαι,
ὡς δυνατὸν ἐν ἰσχύϊ,
τὸν Χριστὸν κυήσασα,
Θεομακάριστε.

Χαλεπαῖς ἀρρωστίαις,
καὶ νοσεροῖς πάθεσιν,
ἐξεταζομένῳ, Παρθένε,
σύ μοι βοήθησον·
τῶν ἰαμάτων γάρ,
ἀνελλιπῆ σε γινώσκω,
θησαυρόν,
Πανάμωμε, τὸν ἀδαπάνητον.

Κανών β', ᾨδὴ γ', τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Οὐκ ἔστιν Ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ
Ὁ κόσμος ᾄδει τὰς ὑμῶν, Ἅγιοι καθ' ἑκάστην, πολλὰς εὐεργεσίας καὶ θαυμάτων τὴν πληθύν, θαυματουργοὶ Ἰατροί, τῶν Ἀγγέλων ὄντως ἰσοστάσιοι.

Ὑμᾶς τοὺς δύο φωταυγεῖς, δυσωποῦμεν ἀστέρας, τοὺς ἐν ὕψει κειμένους, Ἐκκλησίας μυστικῶς, Κοσμᾶ καὶ Δαμιανέ, τὰς καρδίας, πάντων καταυγάζετε.

Ἰδοὺ συνήθροισται λαός, Ἅγιοι πανταχόθεν, τοῦ ὑμῶν ἀνυμνῆσαι τὰς μεγίστας δωρεάς, ἐν τῷ τεμένει ὑμῶν, ἀλλὰ πάντων, τὰς εὐχὰς πληρώσατε.
Θεοτοκίον
Ἁγία Δέσποινα ἁγνή, ὑπεράγιον Λόγον, σωματώσασα λόγῳ, τῶν ἀλόγων με παθῶν, ὑμνοῦντά σε εὐσεβῶς, θείοις λόγοις, λύτρωσαι πανάμωμε.

Κάθισμα τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἰαμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι· τῶν γὰρ παθῶν τὴν φλόγα, τῇ πίστει δροσίζοντες, τῶν πιστῶν ἐν ταύτῃ, τὸ φρόνημα θάλπετε· ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐν αὐτῷ καταφεύγομεν, θεοφόροι Ἀνάργυροι. Πρεσβευσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Θεοτοκίον
Πειρασμοῖς πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς ἔχων ἀντίληψιν, καὶ σκέπην σε ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν τόκον σου, Ἄχραντε.

Κανών α', ᾨδὴ δ', to the Theotokos
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα Κύριε,
τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου,
καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τῶν παθῶν μου τὸν τάραχον,
ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον,
καὶ τὸν κλύδωνα κατεύνασον,
τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον,
ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι,
ἡ τὸν εὔσπλαγχνον κυήσασα,
καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Ἀπολαύοντες, Πάναγνε,
τῶν σῶν δωρημάτων εὐχαριστήριον,
ἀναμέλπομεν ἐφύμνιον,
οἱ γινώσκοντές σε Θεομήτορα.

Οἱ ἐλπίδα καὶ στήριγμα,
καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον,
κεκτημένοι σε, Πανύμνητε,
δυσχερείας πάσης, ἐκλυτρούμεθα.

Κανών β', ᾨδὴ δ', τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ
Τὰ θεῖα κλήματα, τὰ ὄντως εὔκαρπα, τῆς ἀμπέλου τῆς θείας τὸν μυστικόν, οἶνον ἀποστάζοντα, ἐν εὐφροσύνῃ τοὺς σοφούς, Ἀναργύρους εὐφημήσωμεν.

Ῥομφαία ὤφθητε, κατατιτρώσκοντες, δυσμενεῖς ἀοράτους, ὧν καὶ ἡμᾶς, τῶν βελῶν λυτρώσασθε, περιποιούμενοι ἡμῶν, τὴν ζωὴν σοφοὶ Ἀνάργυροι.

Οὐκ ἔστιν ἄνθρωπος, ὅστις οὐ κέκτηται, ἀγαθοὺς ὑμᾶς πρέσβεις πρὸς τὸν Χριστόν, Ἅγιοι Ἀνάργυροι, ὃν δυσωπήσατε πυρός, αἰωνίου λυτρωθῆναί με.
Θεοτοκίον
Σκηνώσας Κύριος, ἁγνὴ ἐν μέσῳ σου, τὴν σκηνὴν τὴν ἁγίαν, πηγὴν πολλῶν, δείκνυσιν ἰάσεων, καὶ καθαρτήριον παθῶν, Θεοτόκε ἀειπάρθενε.

Κανών α', ᾨδὴ ε', to the Theotokos
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε,
καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ,
τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου,
τὴν σὴν ἀκήρατον διδοῦσα χαράν,
τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή,
ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην,
τὴν πάντα νοῦν ὑπερέχουσαν.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε,
τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα,
τὸ θεῖον καὶ προαιώνιον.

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν,
ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν,
τῇ πρεσβείᾳ σου παράσχου μοι.

Κανών β', ᾨδὴ ε', τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Τῷ θείῳ φέγγει σου Ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ
Τὸν θεῖον εἵλκυσαν φωτισμόν, τῶν ἀπαυγασμάτων τὴν πηγήν, ὁλοκαρδίως ποθήσαντες, καὶ φωταγωγοῦσιν ἡμᾶς ἑκάστοτε, θαυμάτων δᾳδουχίαις οἱ μεγαλώνυμοι.

Ὡραῖον ζεῦγος ὄντες σοφοί, αὔλακας ἐργάζεσθε ψυχῶν, θεοσημείαις ἑκάστοτε, τέμνοντες τὰ πάθη ὥσπερ ζιζάνια, καὶ ῥώσεως τὸν στάχυν ἑκατοστεύοντες.

Νενευρωμένοι σθένει Χριστοῦ, τοῦ ἐν τῇ κακίᾳ δυνατοῦ, πᾶσαν ἰσχὺν διωλέσατε, οὗ τῆς τυραννίδος ἡμᾶς λυτρώσασθε, ἀκοίμητοι προστάται ἡμῶν Ἀνάργυροι.
Θεοτοκίον
Ῥῦσαὶ με Δέσποινα ἀγαθή, τῶν πειρατηρίων τοῦ ἐχθροῦ, τῆς ἐν γεέννῃ κολάσεως, καὶ τῆς συνεχούσης αἰχμαλωσίας με, καὶ μὴ με καταισχύνῃς ὑμνολογοῦντά σε.

Κανών α', ᾨδὴ ς', to the Theotokos
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,
καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν,
ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ,
τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν,
κατασχεθεῖσαν, Παρθένε, δυσώπησον,
τὸν Κύριόν σου καὶ Υἱόν,
τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι,
καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε,
τῶν πειρασμῶν διαλύουσαν ὄχλον,
καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν,
καὶ δέομαι διαπαντός,
ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα,
καὶ ψυχῶν σε παντελῆ σωτηρίαν,
καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη,
καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα·
Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς,
τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι,
καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου,
ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου,
καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα,
σοῦ δέομαι τῆς ἀγαθῆς,
ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Κανών β', ᾨδὴ ς', τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ
Οἰκοῦντες Ἀνάργυροι, ἐν χαρᾷ τοὺς οὐρανούς, ἐν τῷ σεπτῷ ναῷ ὑμῶν, παραγενέσθαι σπεύσατε καὶ ἡμῶν, τὰς νόσους τοῦ σώματος, καὶ καρδίας τὰ πάθη ἐξοικίσατε.

Τὴν θείαν εὐπρέπειαν, στολισθέντες εὐπρεπῶς, ὡς διπλοΐδα Ἅγιοι, γυμνοὺς ἡμᾶς ὑπάρχοντας ἀρετῶν, ἐνθέως στολίσατε, καὶ παθῶν ἀτιμίας ἐκγυμνώσατε.

Ὡς κόσμον τὰ θαύματα, περικείμενοι παντός, σωτῆρες κόσμου ὤφθητε, τῆς κοσμικῆς οὖν βλάβης πάντας ἡμᾶς, λυτρώσασθε Ἅγιοι, καὶ παθῶν ἀτιμίας καὶ κολάσεως.
Θεοτοκίον
Μὴ φλέξας τὴν μήτραν σου, πῦρ ὑπάρχων Ἰησοῦς, ἐκ σοῦ σαρκὶ προέρχεται, τοῦτον ἁγνὴ δυσώπησον τοῦ πυρός, καὶ πάσης κολάσεως, λυτρωθῆναι τοὺς πίστει ἀνυμνοῦντάς σε.

Κοντάκιον τῶν Ἁγίων Ἀναργύρων
Ἦχος β'
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, ἰατροὶ θαυματουργοὶ ἔνδοξοι. Ἀλλὰ τῇ ἡμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.
Ὁ Οἶκος
Πάσης συνέσεως καὶ σοφίας, ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν, καὶ πᾶσι γνῶσιν παρέχουσι· τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν κἀμοὶ διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Χριστοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων.
Στίχοι
Βολαῖς ἀδελφοὺς οὐ διέσπων οἱ λίθοι,
Ὡς εἰς ἕν, ἄμφω συμπεπηγότας λίθον.
Πρώτῃ Ἰουλίοιο λίθοισιν Ἀνάργυροι ἤθλουν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, τοῦ συστησαμένου τὴν Μονὴν τοῦ Βαθέος Ῥύακος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου, πατρικίου γενομένου ἐν τοῖς Εὐάνδρου.
Ὁ ὅσιος Λέων ὁ ἐρημίτης, γυμνὸς διάγων, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ ἅγιοι δισχίλιοι μάρτυρες ξίφει τελειοῦνται.
Οἱ ἅγιοι εἴκοσι πέντε μάρτυρες οἱ ἐν Νικομηδείᾳ πυρὶ τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', to the Theotokos
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἐκ τῆς Ἰουδαίας,
καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε,
τῇ πίστει τῆς Τριάδος,
τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες·
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τὴν ἡμῶν σωτηρίαν,
ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι,
ἐν μήτρᾳ τῆς Παρθένου,
κατῴκησας τῷ κόσμῳ,
ἣν προστάτιν ἀνέδειξας·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Θελητὴν τοῦ ἐλέους,
ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον,
ῥυσθῆναι τῶν πταισμάτων,
ψυχῆς τε μολυσμάτων,
τοὺς ἐν πίστει κραυγάζοντας·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Θησαυρὸν σωτηρίας,
καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν,
καὶ πύργον ἀσφαλείας,
καὶ θύραν μετανοίας,
τοῖς κραυγάζουσιν ἔδειξας·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Σωμάτων μαλακίας,
καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια,
τῶν πόθῳ προσιόντων,
τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον,
ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

Κανών β', ᾨδὴ ζ', τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ἑπτερώσατε τὸν νοῦν πρὸς τὰ οὐράνια, καλῶν ταῖς ἐπιδόσεσι, καὶ γενόμενοι, κοινωνοὶ τῶν θείων δωρεῶν, ὑπόπτεροι ὄντες ἀετοί, πᾶσαν διέρχεσθε τὴν γῆν, θαυματουργοῦντες ἀεί.

Λαμπρυνθέντες ὥσπερ ὄρυζον Ἀνάργυροι, χρυσίον θείᾳ χάριτι, ἐπλουτήσατε, ἰαμάτων χάριν δαψιλῶς· διὸ οἰκτιρήσατε ἡμᾶς, χειμαζομένους χαλεπῶν, ἐπαγωγαῖς πειρασμῶν.

Παραθέμενοι Κυρίῳ καθαρὰ ὑμῶν, τὰ πνεύματα Ἀνάργυροι, τὰ ἀκάθαρτα, ἐκδιώκειν χάριν παρ’ αὐτοῦ, ἐδέξασθε πνεύματα ἀεί, ὧν τῆς κακίας τῆς πικρᾶς, ῥύσασθε πάντας ἡμᾶς.

Ἐκοιμήθητε δικαίοις ὀφειλόμενον, ὕπνον σοφοὶ Ἀνάργυροι, καὶ ἀκοίμητοι πρεσβευταὶ ὑπάρχετε πιστῶν· διὸ τῶν ψυχῶν ἡμῶν ἀεί, καὶ τῶν σωμάτων τὰ δεινὰ πάθη κοιμίσατε.
Θεοτοκίον
Ἱκετεύουσα μὴ παύσῃ τὸν φιλάνθρωπον, Θεὸν ἡμῶν Πανάμωμε, ὅπως λάβωμεν, παντελῆ συγχώρησιν κακῶν, καὶ τύχωμεν τῶν ἐν οὐρανοῖς, ἡτοιμασμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν.

Κανών α', ᾨδὴ η', to the Theotokos
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι,
στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους,
μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας,
καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.

Τῶν ἰαμάτων τὸ δαψιλές,
ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε,
καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις,
καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε,
ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.

Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις,
καὶ παθῶν τὰς ἐφόδους Παρθένε·
ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ
Νοσημάτων παντοίων ὄντες πολέμιοι, συμμαχίᾳ τοῦ θείου Πνεύματος Ἅγιοι, παύσατε ἡμῶν, τῶν ψυχῶν τὰ νοσήματα, καὶ τὰς τῶν σωμάτων, κουφίσατε ὀδύνας.

Θεωροὶ τοῦ Κυρίου νῦν τῆς τερπνότητος, χρηματίζοντες ὄντως προσεπισκέπτεσθε, τοῦτον τὸν τερπνόν, θεοφόροι ναὸν ὑμῶν, καὶ πηγὴν θαυμάτων, πολλῶν ἐπιτελεῖτε.

Ἐκ πηγῆς Παραδείσου ἐκπορευόμενοι, ποταμοὶ ὥσπερ δύο ἅπαν ἀρδεύετε, πρόσωπον τῆς γῆς, ἰαμάτων τοῖς νάμασι, καὶ τῶν νοσημάτων, ξηραίνετε τους ὄμβρους.

Μακαρίων ἐλπίδων ἐπιλαβόμενοι, ὑπὸ πάντων ἀξίως νῦν μακαρίζεσθε, ὡς ἐκπληρωταί, μακαρίου Θεοῦ ἡμῶν, θείων θελημάτων, Ἀνάργυροι δειχθέντες.

Ἰατροὶ ἀνιάτων παθῶν Ἀναργυροι, τὰ ἀνίατα πάθη ἡμῶν ἰάσασθε, καὶ τῶν πειρασμῶν, τὸν χειμῶνα πραΰνατε, καὶ τῆς ἀθυμίας, σκεδάσατε τὰ νέφη.
Τριαδικὸν
Σὺν ἁγίοις Ἀγγέλοις ὑμνολογήσωμεν, τὸν Πατέρα καὶ Λόγον καὶ Πνεῦμα Ἅγιον, μίαν ἐν τρισί, χαρακτῆρσι Θεότητα, μίαν βασιλείαν, καὶ μίαν ἐξουσίαν.

Κανών α', ᾨδὴ θ', to the Theotokos
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον,
σὲ ὁμολογοῦμεν,
οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή,
σὺν Ἀσωμάτοις χορείαις,
σὲ μεγαλύνοντες.

Ῥοήν μου τῶν δακρύων,
μὴ ἀποποιήσῃς,
ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον,
ἀφῃρηκότα Παρθένε,
Χριστὸν κυήσασα.

Χαρᾶς μου τὴν καρδίαν,
πλήρωσον, Παρθένε,
ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα,
τῆς ἁμαρτίας τὴν λύπην,
ἐξαφανίσασα.

Λιμὴν καὶ προστασία,
τῶν σοὶ προσφευγόντων,
γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον,
καταφυγή τε καὶ σκέπη,
καὶ ἀγαλλίαμα.

Φωτός σου ταῖς ἀκτῖσι,
λάμπρυνον, Παρθένε,
τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα,
τοὺς εὐσεβῶς Θεοτόκον,
σὲ καταγγέλλοντας.

Κακώσεως ἐν τόπῳ,
τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε,
θεράπευσον,
ἐξ ἀρρωστίας εἰς ῥῶσιν,
μετασκευάζουσα.

Κανών β', ᾨδὴ θ', τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Θεὸν ἀνθρώποις ΤΟ ΑΚΟΥΤΕ
Ἰδοὺ ὁ οἶκος ὑμῶν τοῖς θαύμασι, πανευπρεπῶς, ὡς ἄστροις φωταυγέσι λαμπρύνεται, καὶ συμφώνως ὑμᾶς ἀγαλλόμενος, πάντοτε μακαρίζει, καὶ τὴν σεπτὴν ὑμῶν, μνήμην ἑορτάζει εὐσεβῶς, σεπτοὶ Ἀνάργυροι.

Ὡς φῶς ὡς δύο μεγάλοι ἥλιοι, τὸ νοητὸν στερέωμα κοσμεῖτε Ἀνάργυροι, καὶ σημείων ἀκτῖσι λαμπρύνετε πάντων πιστῶν καρδίας· ὅθεν κραυγάζομεν· Λύσατε τὸ σκότος, τῶν παθῶν ἡμῶν δεόμεθα.

Σκηνὰς τὰς ἄνω οἰκοῦντες Ἅγιοι, μέσον ἡμῶν γενέσθαι ἀοράτως σπλαγχνίσθητε, τῶν ἐν μέσῳ τῆς θείας σκηνῆς ὑμῶν, ὕμνους ἀναπεμπόντων, τῷ παντοκράτορι, καὶ μακαριζόντων, ἐκτενῶς ὑμᾶς πανεύφημοι.

Ἡ γῆ τοῖς ἄνω συνεπαγάλλεται, ἐν τῇ φαιδρᾷ καὶ θείᾳ ἑορτῇ ὑμῶν Ἅγιοι, ἣν τελοῦντας ἡμᾶς ἐκλυτρώσατε, σκότος ἀρρωστημάτων, πάσης στενώσεως, καὶ τῆς ἐν τῷ Ἅδῃ, χαλεπῆς σοφοὶ κολάσεως.
Θεοτοκίον
Φρικτὴν λοχείαν ἔχουσα Πάναγνε, ἐν τῇ φρικτῇ ἡμέρᾳ τῆς ἐτάσεως δέομαι, τῆς φρικτῆς ἀποφάσεως ῥῦσαί με, καὶ τῆς τῶν σῳζομένων στάσεως μέτοχον, ποίησον ὑμνοῦντα, σὲ πιστῶς θεοχαρίτωτε.

Ἐξαποστειλάριον τῶν Ἁγίων Ἀναργύρων
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῶ ΤΟ ΑΚΟΥΤΕ
Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, ἰατρεύετε νόσους, καὶ θεραπεύετε πάντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει· διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.
Θεοτοκίον
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῶ ΤΟ ΑΚΟΥΤΕ
Ἐκύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τὰ ἑξῆς γ' δευτεροῦντες τὸ α'.
Στιχηρὰ τῶν Ἁγίων Ἀναργύρων
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νάμασι τοῦ Πνεύματος, ὡς ποταμοὶ προσκλυζόμενοι, καὶ σαφῶς πελαγίζοντες, τὴν κτίσιν ἀρδεύετε, ταῖς θεοσημείαις, καὶ ταῖς παραδόξοις, τῶν ἰαμάτων παροχαῖς, καὶ ψυχοφθόρα πάθη ξηραίνετε, καὶ νόσους θεραπεύετε, καὶ φυγαδεύετε πνεύματα, θεοφόροι Ἀνάργυροι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Πάθη ἀλογώτατα, καθυποτάξαντες Ἅγιοι, ψυχικαῖς ταῖς δυνάμεσιν, ἀνθρώποις καὶ κτήνεσι, τὰς εὐεργεσίας, ἐπιχορηγεῖτε, παρὰ Χριστοῦ τὴν δωρεάν, τῶν ἰαμάτων καταπλουτήσαντες· διὸ τὴν ἱερὰν ὑμῶν, καὶ φωτοφόρον πανήγυριν, ἐκτελοῦντες αἰτούμεθα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Ἦχος δ'
Ὁ θεῖος ναὸς ὑμῶν, ὡς οὐρανὸς ἀναδέδεικται, φωταυγὴς καὶ οὐράνιος, ὡς ἄστρα τὰ θαύματα, τὰ σωτηριώδη, νῦν προσκεκτημένος, καὶ ὥσπερ ἥλιον φαιδρόν, τῶν ἰαμάτων θείαν ἐνέργειαν, Κοσμᾶ μακαριώτατε, Δαμιανὲ παναοίδιμε, τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν
Ἦχος δ'
Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ· Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Μεγάλη Δοξολογία


Τὰ τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τῶν Ἁγίων ἡ γ' καὶ στ' ᾨδή.

Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.