Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν Ἁγιοι ΤΟ ΑΚΟΥΤΕ
Τὶ σε νῦν Ἀνδρέα καλέσωμεν, ἀσκητήν, τῶν παθημάτων ἀμαυροῦντα τὰς ὁρμάς, λειτουργόν, ἱερουργοῦντα Εὐαγγέλιον Χριστοῦ, κιθάραν, μελῳδοῦσαν τὰ τοῦ Πνεύματος, κινύραν, καταθέλγουσαν τὰ σύμπαντα, νέον Δαυΐδ γνωριζόμενον, τῆς κιβωτοῦ προσκιρτήσαντα, τῆς χάριτος, καὶ τῆς Νέας Διαθήκης σοφέ.
Ἦχος πλ. δ'
Τὶ σε νῦν Ἀνδρέα προσείπωμεν, μιμητὴν τῶν ἀνδρικῶς, ἠγωνισμένων ἐκλεκτῶν, ἐπαινέτην τῶν Μαρτύρων, τῶν Ἁγίων ἀψευδῆ, ἀλείπτην, ἀρετῆς πρὸς ἐπανάληψιν, ζωγράφον, τῆς τοῦ βίου ματαιότητος, ὑφηγητὴν ἀκριβέστατον, δογματιστὴν ἀληθέστατον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Τὶ σε νῦν Ἀνδρέα προσφθέγξωμαι; τῶν Ἁγίων ἱεροσολύμων, βλάστημα τερπνόν, τῶν δογμάτων τῶν ὀρθῶν, τῆς εὐσεβείας στηριγμόν, τῆς Κρήτης, ἱεράρχην ἱερώτατον, τὸν κόσμον, φρυκτωρίαις καταυγάζοντα, Ἀνατολῆς ἐξορμώμενον, φωτίζοντα τὰ Ἑσπέρια, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν Ἁγιοι ΤΟ ΑΚΟΥΤΕ
Τίνι ὡμοιώθης ταλαίπωρε, πρὸς μετάνοιαν οὐδόλως, ἀνανεύουσα ψυχή, καὶ τὸ πῦρ μὴ δειλιῶσα τῶν κακῶν ἐπιμονῇ; Ἀνάστα, καὶ τὴν μόνην πρὸς ἀντίληψιν, ταχεῖαν, ἐπικάλεσαι καὶ βόησον· Τὸν σὸν Υἱὸν καὶ Θεὸν Ἁγνή, μὴ διαλίπῃς πρεσβεύουσα, ῥυσθῆναί με, τῶν παγίδων τοῦ ἀλάστορος.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν Ἁγιοι ΤΟ ΑΚΟΥΤΕ
Ἄρνα ἡ ἀμνὰς ὡς ἑώρακεν, ἐπὶ ξύλου ἡπλωμένον, ἑκουσίως σταυρικοῦ, ἀνεβόα μητρικῶς, ὀδυρομένη ἐν κλαυθμῷ· Υἱέ μου, τὶ τὸ ξένον τοῦτο θέαμα; ὁ πᾶσι, τήν ζωὴν νέμων ὡς Κύριος, πῶς θανατοῦσαι μακρόθυμε, βροτοῖς παρέχων ἀνάστασιν; Δοξάζω σου, τὴν πολλὴν Θεέ μου συγκατάβασιν.

Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, Ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Ἀνδρέα σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Ὕμνοις κροτῶμεν ἀνδρικοῖς τὸν Ἀνδρέαν.
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. α'
Ἵππον καὶ ἀναβάτην ΤΟ ΑΚΟΥΤΕ
Ὕπνον ἀπὸ βλεφάρων, ἐκτιναξάμενος, σεαυτὸν τῷ Δεσπότῃ, δι' ἀρετῆς ἡτοίμασας, φαιδρὸν καταγώγιον, θεοφάντορ, Ὅσιε· ὅθεν ὤφθης Θεοῦ ἐνδιαίτημα.

Μέλει παναρμονίῳ, τὴν σὴν κινύραν κινῶν, τὴν Χριστοῦ, Ἐκκλησίαν, ὑμνολογῶν ἐφαίδρυνας, Ἀνδρέα θεσπέσιε, τοῦ Ἁγίου Πνεύματος, ἐνηχούμενος θείᾳ χάριτι.

Νόμῳ τῷ θεογράφῳ, σοφῶς πειθόμενος, τὰ τοῦ σώματος πάθη, ἀσκητικῶς ἐνέκρωσας, τὸν νοῦν δὲ ἐπτέρωσας, τῷ σφοδρῷ σου ἔρωτι, ᾄδων ᾄσματα θεῖα Πάνσοφε.
Θεοτοκίον
Ὅλος ἐπιθυμίᾳ, καὶ ἄχραντος γλυκασμός, ὁ Υἱὸς καὶ Θεός σου, τῶν ἀγαθῶν τὸ πλήρωμα, ὑπάρχει Πανάμωμε, ὃν δυσώπει ῥύσασθαι, τοὺς ἐν πίστει νῦν σοι προστρέχοντας.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος πλ. α'
Ὁ πήξας ἐπ' οὐδενὸς ΤΟ ΑΚΟΥΤΕ
Ἰθύνας δι' ἀρετῆς τὸν βίον σου Ὅσιε, καὶ τῷ θείῳ πόθῳ Θεῷ ἑνούμενος, ὄργανον ἐδείχθης λογικόν, πᾶσαν τὴν οἰκουμένην, καταλαμπρύνων μελῳδήμασι, θείων θησαυρῶν ἀρυόμενος.

Σοφίας τῆς οὐρανίου γέγονας ἔμπλεως· τῆς ψυχῆς γὰρ τὸ στόμα πλατύνας Ὅσιε, πᾶσαν εἰσεδέξω προφανῶς, αἴγλην τὴν φωτοφόρον, τοῦ τρισηλίου ἀμαρύγματος, ὡς ἱερουργὸς ἱερώτατος.

Κρατύνας τὰς ψυχικὰς δυνάμεις σου Ὅσιε, καὶ σαρκὸς κρατήσας ἀσκήσει, γέγονας, ὅλος φαεινότατος ἀστήρ, τέρπων τὴν Ἐκκλησίαν, τοῖς ὀρθοδόξοις σου διδάγμασι, καὶ ἁρμονικοῖς μελῳδήμασι.
Θεοτοκίον
Ῥυσθῆναι τῶν παθημάτων αἰχμαλωσίας με, δυσωπῶ σε Μήτηρ Θεοῦ πανάμωμε, καὶ τῆς ἁμαρτίας τὰς οὐλάς, πάσας ἐξαλειφθῆναι τὴν ἁμαρτίαν, ἡ τὸν αἴροντα, κόσμου παραδόξως κυήσασα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου,
καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν,
ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου,
τὴν Ἐκκλησίαν σου στερέωσον,
μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».

Κάθισμα τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Λαμπρυνθεὶς τὴν καρδίαν θείῳ φωτί, ἐξηρεύξω δογμάτων φωτοειδῆ, μακάριε λόγια, καὶ τὸν κόσμον ἐφώτισας, γεγονὼς δὲ θεῖον, τοῦ Πνεύματος ὄργανον, ἡδυτάτοις φθόγγοις, ἡδύνεις ἑκάστοτε, πάντων τὰς καρδίας, ἀνυμνῶν τὴν Τριάδα, Ἁγίων τὰ τάγματα, καὶ Παρθένον τὴν ἄχραντον, ὦ Ἀνδρέα πανεύφημε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ σκέπῃ σου Ἄχραντε.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους· Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος πλ. α'
Τὴν θείαν ἐννοήσας σου ΤΟ ΑΚΟΥΤΕ
Ὁ λόγος σου τῷ βίῳ κοσμούμενος, θεολογίας ἀκριβοῦς, κανὼν ἐδείχθης θεσπέσιε, τῆς πανυμνήτου Τριάδος, τὴν δόξαν σαφηνίζων τρανότατα.

Τὴν πρᾶξιν θεωρίας ἐπίβασιν, ἐπιδειξάμενος σοφέ, καὶ θεωρίᾳ χρησάμενος, τῆς πολιτείας σφραγίδι, Ἀνδρέα θεηγόρε διέπρεψας.

Ὡς θεῖος Ἱεράρχης πανόλβιε, ποιμαντικῶς προπολεμῶν, τῆς Ἐκκλησίας ἀπήλασας, τὰς τῶν λεόντων ἐφόδους, Ἀνδρέα τῆς ἀνδρίας φερώνυμε.

Μεγίστων ἐγκωμίων ὑπόθεσιν, τὴν Θεοτόκον εὑρηκώς, σπουδὴν ἐδείκνυς κατάλληλον, τὴν ὑπερτέραν ἐπαίνων, ἐπαίνοις πολυτρόποις γεραίρων Σοφέ.
Θεοτοκίον
Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, πρὶν ὠδινῆσαι δὲ τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκί, τεκοῦσα πεφύλαξαι.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος πλ. α'
Ὁ ἀναβαλλόμενος ΤΟ ΑΚΟΥΤΕ
Νῦν οἱ σεμνυνόμενοι, τοῖς σοῖς διδάγμασι, καὶ μελῳδίαις ταῖς θεοπνεύστοις, ἱερῶς ἡδόμενοι, Ἀνδρέα παμμάκαρ, τὴν μνήμην σου γεραίρομεν.

Αἴγλῃ λαμπρυνόμενος, τοῦ θείου Πνεύματος, τὰς τῶν Ἁγίων χοροστασίας, παναγίως ᾔνεσας, μεθ' ὧν νῦν ἀγάλλῃ, Ἀνδρέα παμμακάριστε.

Νῦν οὖν δι' αἰσθήσεων, φθαρτῶν τοῦ σώματος, οὐ φαντασίαις ὁρᾷς τὰ θεῖα, νεορῶς δὲ Πάνσοφε, ψυχῆς ἐνεργείαις, ἑνούμενος τῷ κρείττονι.
Θεοτοκίον
Δάκρυσι προσπίπτω σοι, σφοδρῶς δεόμενος, ἐμῶν πταισμάτων νῦν λυτρωθῆναι, διὰ σοῦ Πανάμωμε, καὶ τῆς αἰωνίου, χαρᾶς γενέσθαι ἄξιον.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος πλ. α'
Μαινομένην κλύδωνι ΤΟ ΑΚΟΥΤΕ
Ῥητορεύων ἤλεγξας, τοὺς ἀθέους στόματι λαμπρῷ· τῶν σεπτῶν Εἰκόνων γὰρ ἐτράνωσας, παναληθῶς, Ἱερομύστα προσκύνησιν.

Ἱερῶς ἐκόσμησας, τὴν σὴν Πάτερ ἔνδοξε ζωήν· τῶν παθῶν γὰρ τάραχον κατέσβεσας, καὶ πρὸς ζωήν, τῆς ἀπαθείας προσώρμισαι.

Καλλοναῖς τῶν λόγων σου, καὶ δογμάτων πάντες οἱ πιστοί, εὐσεβῶς ἡδόμενοι ἀγάλλονται, αἱρετικῶν, τὰς γλωσσαλγίας τρεπόμενοι.
Θεοτοκίον
Ὁλικῶς ἑνοῦταί μοι, ὁ ἀνάρχως λάμψας ἐκ Πατρός, διὰ τῆς σαρκώσεως πανάμωμε, τῆς διὰ σοῦ, γεγενημένης Θεόνυμφε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μαινομένην κλύδωνι,
ψυχοφθόρῳ Δεσπότα Χριστέ,
τῶν παθῶν τὴν θάλασσαν κατεύνασον,
καὶ ἐκ φθορᾶς, ἀνάγαγε με ὡς εὔσπλαγχνος».

Κοντάκιον τοῦ Ἁγίου
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Σαλπίσας τρανῶς, τὰ θεῖα μελῳδήματα, ἐδείχθης φωστήρ, τῷ κόσμῳ τηλαυγέστατος, τῷ φωτὶ λαμπόμενος, τῆς Τριάδος Ἀνδρέα Ὅσιε· ὅθεν πάντες βοῶμέν σοι· Μὴ παύσῃ πρεσβεύων τοῦ σωθῆναι ἡμᾶς.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου.
Στίχοι
Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα,
Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας.
Τῇ δὲ τετάρτῃ ἀρχιθύτην μόρος Ἀνδρέαν εἷλε.

Αἱ ἅγιαι μάρτυρες Κυπρίλλα, Ἀρόα καὶ Λουκία ξίφει τελειοῦνται.
Ἡ ἁγία Ἀσκληπιὰς ἡ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.
Ὁ ἅγιος Ἱερομάρτυς Θεόφιλος καὶ ὁ ὅσιος Μένιγνος ἐν Κυρίῳ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Κυρήνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, καὶ τοῦ Ἁγίου Δονάτου, Ἐπισκόπου Λιβύης, καὶ τῆς ὁσίας Μαρίας, μητρὸς τοῦ Ἁγίου Συμεών, τοῦ ἐν τῷ θαυμαστῶ, Ὄρει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος πλ. α'
Ὁ ὑπερυψούμενος ΤΟ ΑΚΟΥΤΕ
Ἵνα τὴν λαμπρότητα, τῶν Ἁγίων Ὅσιε, θεάσῃ ἐν πνεύματι, τοῖς ἔργοις ἐλάμπρυνας, τὸν βίον σου, κραυγάζων· ὁ Θεὸς εὐλογητὸς εἶ.

Σῶμα περικείμενος, ἀσωμάτων τάγματα, ἐζήλωσας Ὅσιε, ἐν οἷς ἀγαλλόμενος, συμφώνως ἀναμέλπεις· ὁ Θεὸς εὐλογητὸς εἶ.

Τὰ Ἱεροσόλυμα, νῦν λαμπρῶς εὐφραίνεται, φωστῆρα πολύφωτον, τῷ κόσμῳ ἐκπέμψαντα, σὲ Μάκαρ μελῳδοῦντα· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ὁ πρὶν μὲν ἀσώματος, σωματοῦται Πάναγνε, δι' οἶκτον ἀμέτρητον, ἐκ μήτρας ἁγίας σου, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος πλ. α'
Σοὶ τῷ παντουργῷ ΤΟ ΑΚΟΥΤΕ
Νέας κιβωτοῦ, τῆς Ἐκκλησίας Πάτερ, φαιδρῶς προεσκίρτησας, χοροὺς στησάμενος. Πάντα τὰ ἔργα Χριστὸν βοῶν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾎσμα τὸ καινόν, ἐν Ἐκκλησίᾳ Πάτερ, Ὅσίων ἐκραύγαζες, τῷ Παντοκράτορι. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νέμων ἀρετῇ, θεοπρεπῶς τὰ ἔργα, τοὺς ἄθλους ἀνύμνησας, Ἀνδρέα πάνσοφε, πάντων Ἁγίων, τῶν πρὶν θαυμαστωθέντων, καὶ τελειωθέντων, Χριστῷ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Δεῦτε τὴν ἁγνήν, καὶ Θεοτόκον Κόρην, ὑμνήσωμεν λέγοντες, ἐνθέοις ᾄσμασι· Χαῖρε Παρθένε, δι' ἧς χαρὰ ἐδόθη, φύσει τῶν ἀνθρώπων ὑπερευλογημένη.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες,
παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον·
Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος πλ. α'
Ἡσαΐα χόρευε ΤΟ ΑΚΟΥΤΕ
Ῥημάτων ὁ φθόγγος σου, διὰ πάσης ἔδραμε τῆς γῆς, δογμάτων τε τὸ τερπνόν, καὶ εἰλικρινές, Ἀνδρέα μακάριε· διὸ Χριστός, ὁ παμβασιλεύς, σὲ ἐστεφάνωσεν, εὐπρεπείας διαδήματι.

Ἐν ἑνώσει κρείττονι, ἀπολαύων αἴγλης τριλαμποῦς, Ἀνδρέα μυσταγωγέ, τῶν ὑπερφυῶν, τοὺς πόθῳ τελοῦντάς σου τὴν ἱεράν, μνήμην ἱερῶς, νῦν ταῖς πρεσβείαις σου, ἐκ κινδύνων διαφύλαττε.

Ἀσωμάτων τάξεσι, συνευφραίνῃ νῦν ἐν οὐρανοῖς, τὸν τούτων ἐπὶ τῆς γῆς, βίον ἀκλινῶς, ὡς πολιτευσάμενος, καὶ ὀρθῆς πίστεως φανείς, κήρυξ πανάριστος, θεορρῆμον ἀξιάγαστε.
Θεοτοκίον
Νεμομένην ἔστησας, τοῦ θανάτου ἄσχετον ὁρμήν, τεκοῦσα σωματικῶς ὄντως ὑπὲρ νοῦν, ζωὴν τὴν αἰώνιον, ᾗ προσβαλών, στόματι πικρῷ, ᾍδης κατήργηται, Θεοτόκε Μητροπάρθενε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε,
ἡ Παρθένος ἔσχεν ἐν γαστρί,
καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ,
Θεόν τε καὶ ἄνθρωπον,
ἀνατολὴ ὄνομα αὐτῷ,
ὂν μεγαλύνοντες,
τὴν Παρθένον μακαρίζομεν».