Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Θωμᾶ τοῦ ἐν Μαλεῷ, καὶ τῆς Ἁγίας Μάρτυρος Κυριακῆς.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια ἀμφοτέρων.

Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Θεοφεγγῆ σε φωστῆρα, Πάτερ ἐπέγνωμεν, ταῖς νοηταῖς ἀκτῖσι, καταυγάζοντα κόσμον, καὶ σκότος ἐκμειοῦντα τῆς πονηρᾶς, τῶν δαιμόνων συγχύσεως, τὴν φωτοφόρον σου μνήμην· ὅθεν πιστῶς, ἑορτάζομεν μακάριε.
Ἦχος α'
Περιφανὴς ἐν τῷ βίῳ, πάλαι γενόμενος, πλούτῳ καὶ δυναστείᾳ, μοναζόντων τὸ σχῆμα, ὁσίως ἠμφιάσω, Πάτερ Θωμᾶ, τὴν πτωχείαν μιμούμενος, τοῦ δι' ἡμᾶς σαρκωθέντος· ὅθεν πολλοῖς, σὲ χαρίσμασιν ἐπλούτισε.
Ἦχος α'
Στύλῳ πυρὸς ὁρατῶς σε, Θεὸς ὡδήγησε, πρὸς σωτηρίαν Πάτερ, πρὸς γαλήνης λιμένα, πρὸς ὅρμον ἀπαθείας, ὕδωρ τῇ σῇ, προσευχῇ δὲ ἀνέβλυσε, καὶ ἀβλεπτοῦσι τὸ βλέπειν, καὶ τοῖς χωλοῖς, εὐδρομίαν ἐδωρήσατο.
Στιχηρὰ τῆς Ἁγίας Μάρτυρος
Ἦχος β'
Ὅτε, ἐκ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον, καὶ δεσμοῖς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ' αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα.
Ἦχος β'
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαΐαις· ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε.
Ἦχος β'
Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας· ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθῳ καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτόν, ἐν ἀγαλλιάσει τὴν λαμπάδα κατέχουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Πανύμνητε κατάβαλε, ἐχθρῶν μιαιφονούντων ἰσχύν, καὶ τὴν λύπην, τοῦ λαοῦ σου εἰς χαράν, μετάβαλε Παρθένε, καὶ ἔλεος παράσχου, ὅπως σωθέντες ἀνυμνῶμέν σε.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ἐν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος β'
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς Παρθένου ἐγκώμιον! ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων Δόξα! ὦ Παρθενία, Ἀγγέλων συνόμιλε.
Θεοτοκίον
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Πόνους, ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ὀλολύζουσα· Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, πάντας θέλων ῥύσασθαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

Ἀπολυτίκιον τῆς Ἁγίας Μάρτυρος
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Καλλιέρημα ὤφθης καὶ θῦμα ἅγιον, προσενεγκοῦσα τῷ Πλάστῃ τὴν καθαράν σου ψυχήν, ἣν ἐδόξασε Χριστός, ὦ καρτερόψυχε. Ὅθεν καὶ βρύει διὰ σοῦ, τοῖς τιμῶσί σε πιστοῖς, τὰς χάριτας ὑπὲρ ψάμμον, Κυριακὴ ἀθλοφόρε, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ἁγίου
Ἦχος β'
Δεῦτε λαοὶ ΤΟ ΑΚΟΥΤΕ
Τὸν φωτισμόν, τῆς θείας χάριτος Ἔνδοξε, ἐν τῇ ψυχῇ δεξάμενος, ὡς ἄλλην Αἴγυπτον, τῶν παθῶν τὴν ὁμίχλην, κατέλιπες καὶ βίον, ἔσχες οὐράνιον.

Περιφανής, Πάτερ ἐν βίῳ γενόμενος, κατὰ βαρβάρων ἔστησας, ἄπειρα τρόπαια· καὶ μονάσας ὁσίως τὸ στῖφος τῶν δαιμόνων, κατετραυμάτισας.

Ἀσκητικῶς, τῷ δυσμενεῖ συμπλεκόμενος, συμμαχίᾳ Ὅσιε, τοῦ θείου Πνεύματος, ἐταπείνωσας τοῦτον, καὶ νίκης οὐρανόθεν, στέφανον εἴληφας.
Θεοτοκίον
Μόνη Θεόν, πᾶσι τὸν ὄντα ἀχώρητον, σοὶ χωρητὸν γενόμενον, δι' ἀγαθότητα, ἀπεκύησας Κόρη, ὃν αἴτησαι σωθῆναι, τοὺς ἀνυμνοῦντάς σε.

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Χαίρων κροτῶ σε, Μάρτυς, εὐσεβοφρόνως.
Ποίημα Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος β'
Δεῦτε λαοὶ ΤΟ ΑΚΟΥΤΕ
Χαρμονικῶς, ἐπὶ τῇ μνήμῃ χορεύσωμεν, τῆς ἀθληφόρου Μάρτυρος, καὶ ἐκβοήσωμεν, ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ Σωτὴρ οἰκτίρμον, σῷζε τὸν κόσμον σου.

Αἴγλῃ τῇ σῇ, φωτιζομένη ἡ ἔνδοξος, Κυριακὴ φιλάνθρωπε, σκότος διέφυγε, πολυθέου ἀπάτης, καὶ πᾶσιν ἰαμάτων, φέγγος ἀπήστραψεν.

Ἵνα Χριστῷ, τῷ ἀθανάτῳ νυμφίῳ σου, εὐαρεστήσῃς θάνατον, καὶ πῦρ καὶ βάσανα, εἰς οὐδὲν ἐλογίσω· διὸ τῆς ἀθανάτου, δόξης ἠξίωσαι.
Θεοτοκίον
Ῥύμην Ἁγνή, τὴν τοῦ θανάτου ἀνέστειλας, ἀθανασίας πρόξενον, Χριστὸν κυήσασα, ὃν ὁ ᾍδης θανέντα, βουλήσει ἑκουσίᾳ, ἰδὼν ἐτρόμαξεν.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος β'
Στερέωσον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ταῖς σαῖς ἐπικαμφεὶς Θεὸς δεήσεσι, χειρὶ σε Προφήτου δεσμῶν ἀφῆκε, καὶ πορεύεσθαι εὐώδωσε, πρὸς ἐπίπονον σκάμμα τῆς ἀσκήσεως.

Ὁ στύλῳ Ἰσραὴλ ποτὲ τὴν ἔρημον, Παμμάκαρ διέρχεσθαι εὐδοκήσας διὰ στύλου σε πυρὸς ὡδήγει, προειδὼς τῆς ψυχῆς σου τὴν εὐγένειαν.
Θεοτοκίον
Χρυσοῦν ὡς ἀληθῶς θυμιατήριον, καὶ στάμνον τοῦ μάννα καὶ θεῖον ὄρος, καὶ παλάτιον τερπνότατον τοῦ Θεοῦ σε Παρθένε ὀνομάζομεν.

Κανών β', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος β'
Στερέωσον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ λόγος τοῦ Θεοῦ ἁγνὴν σε ἄφθορον, ὡραίαν τῷ κάλλει Μάρτυς δειχθεῖσαν, ἑαυτῷ νύμφην προσήκατο, ἐρασθείς σου δι' ἄκραν ἀγαθότητα.

Τὰ κάλλη τὰ ἐκτὸς καταμαράνασα, τὴν ἔνδον ὑπέδειξας εὐμορφίαν, τῷ γινώσκοντι τὰ κρύφια, διὰ τοῦτό σε Μάρτυς ἐμνηστεύσατο.

Ὡς κλάδος ἱερὸς ὡραία τέθηλας, ἐκ ῥίζης ἁγίας Παρθενομάρτυς, καὶ καρποὺς ὡραίους ἤνεγκας, τὴν τρυφὴν τὴν ἀγήρω προξενοῦντάς σοι.
Θεοτοκίον
Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, τεκοῦσα Παρθένε, τοῦ σοφιστοῦ με, τῆς κακίας ἐλευθέρωσον, μεσιτείᾳ σου μόνη παναμώμητε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε,
ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,
καὶ τὸν φόβον σου ἐμφύτευσον,
εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Κάθισμα τοῦ Ἁγίου
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῷ Κυρίῳ Ὅσιε, εὐαρεστήσας, διὰ θείων πράξεων, καὶ πολιτείας καθαρᾶς, τῆς κληρουχίας ἠξίωσαι, τῶν Ἀσωμάτων, Θωμᾶ παμμακάριστε.
Δόξα... Τῆς Ἁγίας ὁ αὐτὸς
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Ἁγνείας στιλπνότητι, κρίνον ὡς εὔοσμον, κοιλάσιν ἐξήνθησας, Κυριακὴ τῷ Χριστῷ, μαρτύρων πανεύφημε. Λάμψεσιν ἐφωτίσθης, ἐπιγνώσεως θείας, πλάνης δυσωδεστάτης, ἀπελαύνουσα βλάβην·διὸ καὶ ἑορτάζομεν, Μάρτυς τὴν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Ἡ στεῖρα τὴν ἔλευσιν, προκατιδοῦσα τὴν σήν, καὶ τῶν ἀσπασμῶν φωνήν, ἐνηχηθεῖσα ὠσίν, ἠπόρει τῷ πράγματι, ἔνδοθεν ἐγνωκυῖα, ἀσπασμοῖς σοῖς Παρθένε· ἐσκίρτα γὰρ τὸ βρέφος, ἐν αὐτῆς τῇ νηδύϊ· διὸ τοῦ ἐν γαστρί σου Θεοῦ ἔγνω τὴν σάρκωσιν.
Ἢ Σταυροθεοτοκίον
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεώτας θέλων, ὡς εὔσπλαγχνος.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος β'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐγκρατείας ἐνέπρησας, θείῳ πυρί, ἀκάνθας ἁμαρτίας, καὶ θαυμάτων φέγγος, Πάτερ ἀπήστραψας.

Τῆς ψυχῆς σου τὰ ὄμματα, τῆς τῶν παθῶν, ἰλύος ἐκκαθάρας, ἀβλεπτούσας κόρας, Μάκαρ διήνοιξας.

Σεαυτὸν ἡλλοτρίωσας, τῶν κοσμικῶν, θορύβων θεοφόρε, καὶ ὑπερκοσμίου γαλήνης ἔτυχες.
Θεοτοκίον
Ἀπειρόγαμε Δέσποινα, ἡ τὸν Θεόν, ἀφράστως συλλαβοῦσα, πειρασμῶν καὶ θλίψεων πάντας λύτρωσαι.

Κανών β', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος β'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ βήματος ἵστασο, Κυριακή, ἀδίκως κρινομένη, καὶ κριτῇ δικαίῳ ἐνατενίζουσα.

Μέλη σώματος ἔδωκας, εἰς αἰκισμούς, καὶ αἵματος Παρθένε, ταῖς ῥοαῖς ἀσάρκους ἐχθροὺς ἐβύθισας.

Ἀταπείνωτος ἔμεινας, Κυριακή, βασάνοις ὁμιλοῦσα, καὶ τὴν ἐπηρμένην ὀφρὺν κατέβαλες.
Θεοτοκίον
Ῥῦσαι πάσης κακώσεως, τοῦ δυσμενοῦς, Παρθένε τοὺς εἰδότας, ἀληθῶς Θεοῦ σε Μητέρα πάναγνε.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ τοῦ φωτὸς χορηγὸς ΤΟ ΑΚΟΥΤΕ
Χειραγωγοῦντά σε, πρὸς τὰς ἐρήμους εὐσεβῶς ἔσχηκας, τὸν Ἠλιοὺ Πάτερ τὸν Θεσβίτην, φαινόμενον νυκτός, καὶ μυσταγωγοῦντα τὰ θεῖά τε Ὅσιε.

Ὡς ἄλλον Κάρμηλον, τὸ Μαλεοῦ Ὄρος σοφὲ ᾤκησας, ὀπτασιῶν, θείων ἀπολαύων, καὶ θαυματουργιῶν, χάριν παραδόξως, Θωμᾶ κομιζόμενος.
Θεοτοκίον
Τὴν πληγωθεῖσάν μου, ταῖς προσβολαῖς τοῦ δυσμενοῦς Ἄχραντε, ὡς συμπαθής, ἴασαι καρδίαν, ἡ τὸν ἐπὶ Σταυροῦ, σαρκὶ προσηλωθέντα ἀρρήτως κυήσασα.

Κανών β', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος β'
Ὁ τοῦ φωτὸς χορηγὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν καθαράν σου ψυχήν, ναὸν Θεοῦ παναληθῆ δείξασα, Κυριακή, ναοὺς τῶν εἰδώλων ἠδάφισας, Χριστόν, ἐπικαλουμένη, τὸν σὲ δυναμώσαντα.

Ὕψωσας χεῖρας καὶ νοῦν, πρὸς τὸν Χριστὸν Κυριακὴ ἔνδοξε, καὶ φοβερῷ, σεισμῷ τοὺς ἀθέους κατέπληξας εἰς γῆν, κατανενευκότας, καὶ βλέπειν μὴ σθένοντας.

Σὲ ὁ τῶν ὅλων Θεός, θαρσοποιεῖ ζώσῃ φωνῇ ἄνωθεν, τοὺς αἰκισμούς, φέρειν τῶν ἀνόμων, γενναίῳ λογισμῷ, ὅπως ἀναδήσῃ, τῆς νίκης τὸν στέφανον.
Θεοτοκίον
Ἔλυσας Ἄχραντε, τῶν προπατόρων τὴν ἀρὰν τέξασα, ἄνευ σαρκός, σεμνὴ θελημάτων, τὸν πάντα τῷ αὐτοῦ, θελήματι θείῳ, σαφῶς οὐσιώσαντα.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐν ἐρήμῳ ἀνύδρῳ κατῴκησας, καὶ τῶν προσευχῶν ἑπομβρίᾳ σου Ὅσιε, ὕδωρ ἐν ταύτῃ πλούσιον, τὸν Δεσπότην πηγάσαι ἠξίωσας.

Ἀβραὰμ ὥσπερ πάλαι ὁ δίκαιος, τῆς ἐνεγκαμένης σαυτὸν ἀπεμάκρυνας, καὶ τῷ Θεῷ προσήγγισας, καὶ εἰς γῆν τῶν πραέων ἐσκήνωσας.

Μοναστὴς ἀληθὴς ἐχρημάτισας, καὶ μετὰ ταφὴν ἰαμάτων χαρίσματα, Πάτερ Θωμᾶ τοῖς χρῄζουσιν, ἀναβλύζεις δυνάμει τοῦ Πνεύματος.
Θεοτοκίον
Ὁ βουλήσει τὸ πᾶν ἐργαζόμενος, μήτραν βουληθεὶς ἀπειρόγαμον ᾤκησε, τοὺς τῇ φθορᾷ νοσήσαντας, ἀξιῶν ἀφθαρσίας ὡς εὔσπλαγχνος.

Κανών β', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὑπερέβης τοὺς ὅρους τῆς φύσεως, ἐν τῇ ὑπὲρ φύσιν ἀθλήσει, Πανεύφημε, καὶ τὸν τὴν Εὔαν τρώσαντα, τοῖς μεγίστοις σου πόνοις κατέτρωσας.

Σταλαγμοῖς τῶν αἱμάτων σου Πάνσεμνε, τῆς πολυθεΐας βυθὸν ἀπεξήρανας, καὶ ἰαμάτων πέλαγος, τοῖς πιστῶς προσιοῦσιν ἀνέβλυσας.

Ἐπὶ βήματος θῆρες ᾐδέσθησαν, σὲ τὴν ἀδιάφθορον ἀμνάδα ἔνδοξε, Κυριακὴ καὶ σέβας σοι, ὡς Χριστὸν σεβομένη ἀπένειμαν.
Θεοτοκίον
Βασιλέα κυήσασα Κύριον, οἷά περ Βασίλισσα θεοχαρίτωτε, τοὺς ἐπὶ σοὶ προστρέχοντας, οὐρανῶν βασιλείας ἀξίωσον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος,
τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου,
ἐπικαλοῦμαι ἄβυσσον·
Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Κοντάκιον τῆς Ἁγίας
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ᾆσαι νῦν· φερωνύμως αὕτη γὰρ πέφηνεν, ὡς ἀνδρεία τῷ φρονήματι, κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.
Ὁ Οἶκος
Τῆς τῶν εἰδώλων πλάνης κρατούσης ἀνὰ πᾶσαν τὴν γῆν, καὶ περιπολούσης, φιλόχριστοι. Μέδοντός τε δυσσεβοῦς καὶ ἀπανθρώπου ὄντος παρὰ πάντας ἀνθρώπους, προσεκυνεῖτο ἡ τῶν ἀθέων μιαρὰ καὶ δυσώνυμος αἵρεσις· τῇ τούτου γὰρ ἀθεωτάτῃ φωνῇ τὰ πλήθη ὑπήκουεν, ὡς τοῖς μὴ εἴκουσι τῇ αὐτοῦ ἀσεβείᾳ θάνατον ἀπειλούσῃ σφοδρὸν τε καὶ δύσμορον. Ἀλλ' ἡ Μάρτυς Χριστοῦ, τὰς τῶν τυράννων ἀθέους προσταγάς τε καὶ ἀπειλὰς καταπτύσασα, καὶ Χριστὸν τὸν Θεὸν ἐν μέσῳ τοῦ σταδίου κηρυξασα, τόν ἐχθρὸν κατεπάτησεν· ὅθεν ὤφθη ἀληθῶς κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ ἐν τῷ Μαλεῷ.
Στίχοι
Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσῆς, Πάτερ,
Ὡς ἀετὸς τις ἐξανέπτης πρὸς πόλον.
Ἑβδομάτῃ Θωμᾶν θάνατος μέλας ἔμφρονα εἷλεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Κυριακῆς.
Στίχοι
Κυριακὴ θανοῦσα τὴν τομὴν φθάνει
Προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Περεγρίνου, καὶ τῶν σὺν αὐτῷ, Λουκιανοῦ, Πομπηΐου, Ἡσυχίου, Παππίου, Σατορνίνου καὶ Γερμανοῦ.
Οἱ ἅγιοι νεομάρτυρες Πολύκαρπος καὶ Εὐάγγελος ξίφει τελειοῦνται.
Ὁ ἅγιος Ἱερομάρτυς Εὐστάθιος πυρὶ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Τυφλοῖς τὸ ὁρᾶν, καὶ χωλοῖς Πάτερ Θωμᾶ τὴν εὐδρομίαν, ἐνοχλουμένοις ἀπολύτρωσιν, καὶ ἀσθενοῦσι τὴν ἴασιν, ἐπιχορηγῶν τῇ δυνάμει τοῦ Χριστοῦ ἀνεκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἡσύχως τὴν σήν, διετέλεσας ζωὴν Πάτερ παμμάκαρ, ἀκτημοσύνῃ λαμπρυνόμενος, καὶ ἐγκρατείᾳ κοσμούμενος, μέλπων κατανύξει καρδίας, τῷ Δεσπότῃ πανόλβιε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθένε σεμνή, ἀπειρόγαμε ἁγνὴ εὐλογημένη, καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτανόντων ἡ λύτρωσις, σῶσόν με τὸν ἄσωτον, σῶσον, τῷ Υἱῷ σου κραυγάζοντα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών β', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Ὁ νοῦς σου φωτί, ἀγαπήσεως Θεοῦ λελαμπρυσμένος, μέσον καμίνου ἱσταμένης σου, φλογιζομένης οὐδόλως δέ, ἄτρεπτος παρθένε ἐδείχθη, μελῳδούσης τῷ Κτίστῃ σου· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Φλογίζει τοὺς τρεῖς, νεανίας οὐδαμῶς τὸ πρὶν ἡ κάμινος, οὐδὲ τὴν Μάρτυρα· εὐχομένη γάρ, μέσον ἀκλόνητος ἵστασο, δρόσον θεϊκὴν δεχομένη, καὶ ἐν αἰνέσει κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ῥομφαίᾳ τῆς σῆς, παρρησίας τὸν ἐχθρόν της ἀληθείας, Παρθενομάρτυς ἐθανάτωσας, κληρονομῆσαι ποθήσασα, τὴν διαιωνίζουσαν δόξαν, Κυριακὴ καὶ κραυγάζουσα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὁ μόνος Θεός, μόνην εὗρε καθαρὰν τὴν σὴν γαστέρα, καὶ σωματοῦται καὶ γνωρίζεται, ἄνθρωπος σῴζων τὸν ἄνθρωπον· ὅθεν τῶν καλῶν ὡς αἰτίαν, σὲ ἐπιστάμενοι ψάλλομεν· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Πάθη δυσκάθεκτα ψυχῆς, ἐγκρατείας χαλινῷ καθυποτάξας, τοῖς ἀΰλοις, Ἀγγέλοις, ἐξωμοιώθης βοῶν· Ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας.

Τὸν τοῦ θεσβίτου Ἠλιού, ἀνιχνεύων ἱερὸν παμμάκαρ βίον, πρὸς τὸ ὄρος ἀνῆλθες, προσομιλεῖν τῷ Θεῷ, νηστείᾳ τὸν νοῦν καθαιρόμενος, μέλπων· Εὐλογεῖτε, Χριστόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ζῶσα ὑπάρχουσα πηγή, ὡς τὸ ὕδωρ τῆς ζωῆς ἀποτεκοῦσα, τὴν ψυχήν μου τακεῖσαν, τῆς ἁμαρτίας φλογμῷ, Παρθένε Θεοτόκε πότισον, ἵνα σε δοξάζω, εἰς πάντας τούς αἰῶνας.

Κανών β', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Νύμφη Χριστοῦ παρθενικαῖς, καλλοναῖς Κυριακὴ πεποικιλμένη, ἐγνωρίσθης· διὸ σε, ἐπουρανίων αὐτός, θαλάμων ἀξίως ἠξίωσεν, ἀνυμνολογοῦσαν, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὡς Δανιὴλ μέσον θηρῶν, ἐνεβλήθης τὸν Χριστὸν δοξολογοῦσα, καὶ τὴν τούτων Παρθένε, θηριωδίαν σαφῶς, τῷ θείῳ μετέβαλες Πνεύματι· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σὲ ὡς ἀμνάδα πρὸς σφαγήν, διὰ πόθον τοῦ ἀμνοῦ Θεοῦ καὶ Λόγου, ἀγομένην οἰκτίρας, ὡς συμπαθὴς φωτεινούς, ἐκπέμπει Ἀγγέλους τοῦ σώματος, λύοντάς σε Μάρτυς, πρὸ τῆς τομῆς τοῦ ξίφους.
Θεοτοκίον
Ὁ ὑπερούσιος Θεός, οὐσιώθη καθ' ἡμᾶς ἐκ σοῦ Παρθένε, καὶ ὡράθη ὡς βρέφος, ὁ πρὸ αἰώνων Πατρί, καὶ θείῳ συνυπάρχων Πνεύματι· ὅθεν ὡς αὐτοῦ σε, δοξάζομεν Μητέρα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός,
τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα,
καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν,
ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν λόγον ΤΟ ΑΚΟΥΤΕ
Πνεύματι Πάτερ πτωχεύσας, οὐρανῶν βασιλείαν, ἀπείληφας σὺν πᾶσιν ἐκλεκτοῖς, δόξης ἀρρήτου πληρούμενος, καὶ τῶν πόνων ἀξίως, δεχόμενος Θωμᾶ τὰς ἀμοιβάς· διὰ τούτό σε πίστει, καὶ πόθῳ μακαρίζομεν.

Ἡ τῶν λειψάνων σου θήκη, τοῖς πιστῶς προσιοῦσι, πηγάζει ἰαμάτων ποταμούς, πάθη ψυχῶν κατακλύζοντας, καὶ σωμάτων ὀδύνας, ἐξαίροντας μακάριε Θωμᾶ, πρεσβευτὰ τῶν ἐν πίστει, ἀεὶ μακαριζόντων σε.

Συναγελάζων Ὁσίων, φανοτάταις ἀγέλαις, καὶ φέγγει ἀνεσπέρῳ νοητῶς, Πάτερ Θωμᾶ αὐγαζόμενος, τοὺς τὴν θείαν σου μνήμην, τελοῦντας φωταγώγησον πιστῶς, καὶ τυχεῖν σωτηρίας, πρεσβείαις σου ἀξίωσον.
Θεοτοκίον
Ὑπεραστράπτουσα πᾶσι, τῶν θαυμάτων τῇ αἴγλῃ, τῶν σῶν θεοχαρίτωτε Ἁγνή, τὴν τῶν παθῶν καὶ τῶν θλίψεων, ἀπελαύνεις ὁμίχλην, καὶ φῶς τῆς εὐφροσύνης νοητῶς, ἐφαπλοῖς τοῖς Μητέρα, Θεοῦ σε μεγαλύνουσιν.

Κανών β', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἰσχυροτάτῃ Παρθένε, πρὸς Θεὸν πεποιθήσει, θηρίων τὰς ὁρμὰς καὶ τοῦ πυρός, καὶ τῶν βασάνων τοῦ σώματος, τὸ ἐπίπονον Μάρτυς, ἐξέκλινας γενναίῳ λογισμῷ· διὰ τοῦτό σε πίστει, καὶ πόθῳ μακαρίζομεν.

Ὡραιοτάτῳ νυμφίῳ, ὡραιότατον κάλλος, της σῆς διευτρεπίζουσα ψυχῆς, τὴν παρθενίαν ἀκήρατον, διετήρησας Μάρτυς, καὶ τούτῳ τῶν μελῶν τοὺς αἰκισμούς, ὥσπερ προῖκα προσῆξας, Κυριακὴ πανεύφημε.

Σοῦ τὸ πολύαθλον σῶμα, ἐπὶ γῆς τεθαμμένον, ἰάσεων πηγάζει ποταμούς, τοῖς εὐσεβῶς προσπελάζουσι, καὶ παθῶν ἀπελαύνει, τὸν ῥύπον καὶ βυθίζει πονηράς, τῶν δαιμόνων ἐφόδους, Κυριακὴ Θεόνυμφε.

Ἡ παναγία σου μνήμη, ὥσπερ ἥλιος Μάρτυς, ἀνέτειλεν ἡμῖν Κυριακή, νέφη παθῶν ἀπελαύνουσα, καὶ φωτίζουσα πάντας, τοὺς πίστει ἀληθεῖ περιχαρῶς, σὲ τιμῶντας Παρθένε, καὶ πόθῳ μακαρίζοντας.
Θεοτοκίον
Φαεινοτάταις λαμπάσι, τοῦ ἐκ σοῦ σαρκωθέντος, Παρθένε Παναγία ὑπὲρ νοῦν, οἱ Θεοτόκον εἰδότες σε, φωτιζόμεθα πίστει, καὶ σκότους ἐκλυτρούμεθα παθῶν, καὶ παντοίων κινδύνων, καὶ πάσης περιστάσεως.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον,
τὸν ἀρρήτῳ σοφίᾳ
ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ,
βρώσει φθορᾷ πεπτωκότα δεινῶς,
ἐξ ἁγίας Παρθένου,
ἀφράστως σαρκωθέντα δι' ἡμᾶς,
οἱ πιστοὶ ὁμοφρόνως,
ἐν ὕμνοις μεγαλύνομεν».