Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, ἡ κρηπὶς τῶν Μαθητῶν, περιερχομένη τὸν κόσμον, ὅλον ἐστήριξε, τότε εὑραμένη σε λίθον ὡς ἔντιμον, Ἐκκλησίας θεμέλιον, προβάλλεται μάκαρ, στήλας καταστρέφοντα, εἰδωλικὰς καὶ ναούς, θείᾳ δυναστείᾳ τοῦ Λόγου, τοῦ διὰ σαρκὸς ὁμιλῆσαι, Πάτερ τοῖς ἀνθρώποις εὐδοκήσαντος.
Ἦχος β'
Λόγῳ, φυγαδεύων πσνηρά, πνεύματα κακίας, ἐτέλεις, πνευματικοὺς τοὺς λαούς, Πνεύματος τῇ χάριτι, Μάρτυς Παγκράτιε, ἀνατέμνων τὴν αὔλακα, τῆς τούτων καρδίας, καὶ καταβαλλόμενος, σπόρον τὸν ἔνθεον, ὅνπερ, γεωργῷ προσηγάγου, τῷ ἐπουρανίῳ πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε.
Ἦχος β'
Δύσιν, φρυκτωρίαις νοηταῖς, σὺ ἀνατολὴν ἀπειργάσω, ἥλιον φέρουσαν, θείας ἐπιγνώσεως, τοῦ ἐκ Παρθένου ἡμῖν, ὑπὲρ νοῦν ἀνατείλαντος, καὶ δύσας ἀθλήσει, Πάτερ ἐξανέτειλας, πρὸς φῶς ἀνέσπερον, ἔνθα, τῶν ἐσόπτρων λυθέντων, βλέπεις τὸ ποθούμενον κάλλος, τοῦ ἀγωνοθέτου σου Παγκράτιε.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Πάντων, προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου· ὅθεν σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὕβρεις, ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ Παντὸς Ποιητήν, βλέπουσα Πανάχραντε, ἔστενες λέγουσα· Ὑπερύμνητε Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου τὸ πλάσμα Δέσποτα, φέρεις, ἐν σαρκὶ ἀτιμίαν; Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου φιλάνθρωπε.

Ἀπολυτίκιον τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας μέχρι αἵματος, Ἱερομάρτυς Παγκράτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἁγίου Ἱερομάρτυρος
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος α'
ᾨδὴν ἐπινίκιον ΤΟ ΑΚΟΥΤΕ
Ὑπέρτιμον λίθον σε, ἡ Ἐκκλησία, γνωρίζει Παγκράτιε, ἑδρασμῷ τῶν λόγων σου, στηριζομένη ἀεί, καὶ διὰ τοῦτό σου τιμᾷ, τὴν μνήμην σήμερον.

Μονάδα τρισάριθμον, ἑνιζομένην, ταυτότητι φύσεως, καταγγέλλων ἔσβεσας, τῆς ἀθεΐας ἀχλύν, καὶ φωτοβόλοις διδαχαῖς, λαοὺς ἐφώτισας.

Νεώσας ἀρότρῳ σου, τῶν θείων λόγων, καρδίας Παγκράτιε, χερσωθείσας πρότερον, κακοπιστίας αὐχμῷ, γονίμους ἔδειξας σαφῶς, διὰ τῆς πίστεως.
Θεοτοκίον
Ἐκ σοῦ ἀνατέταλκεν, ὁ φωτοδότης, φωτίζων τὰ πέρατα, Ἰησοῦς ὁ Κύριος, ἄχραντε Δέσποινα, δι' οὗ οἱ ἐν σκότει καὶ σκιᾷ φῶς ἐθεάσαντο.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος α'
Στερεωθήτω ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Ὑπὸ τοῦ Πνεύματος σθενούμενος, πονηρὰ ἐδίωξας πνεύματα, καὶ τῷ μοχλῷ τῶν προσευχῶν, τὰ τεμένη ἠδάφισας, τῶν εἰδώλων, Ἐκκλησίας ἀνιστῶν ἀξιάγαστε.

Τῷ τμητικῷ σου λογῳ ἔτεμες, δυσφημίας Ὅσιε ἄκανθαν, καὶ κατεφύτευσας ψυχαῖς, τὰ σωτήρια δόγματα, ἀρετῶν εὐθυνομέναις, τῇ αὐξήσει Παγκράτιε.

Σκεῦος εὑρὼν σε θείου Πνεύματος, καθαρὰς ἀκτῖνας δεχόμενον, ὁ κορυφαῖος μαθητής, πρὸς τὴν δύσιν ἀπέστειλεν, ἀθεΐας ἐκμειῶσαι, τὴν ἀχλὺν πανσεβάσμιε.
Θεοτοκίον
Σὲ τὴν νεφέλην τὴν ὁλόφωτον, καὶ Θεοῦ τὴν στάμνον τὴν πάγχρυσον, καὶ πλατυτέραν οὐρανοῦ, καὶ μετάρσιον κλίμακα, ἀπειρόγαμε Παρθένε, οἱ πιστοὶ μακαρίζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανὸν στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε».

Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Εὐσεβείας πρόμαχος, τροπαιοφόρος, Ἱερὲ Παγκράτιε, ἀναδειχθεὶς ἐν οὐρανοῖς, σὺν Ἀσωμάτοις παρίστασαι, νῦν τῷ Κυρίῳ, πρεσβεύων σωθῆναι ἡμᾶς.
Θεοτοκίον
Ἐν τῇ σκέπῃ ἄχραντε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ' ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱόν σου, σωθῆναι τοὺς δούλους σου.
Ἢ Σταυροθεοτοκίον
Ἐπὶ ξύλου βλέπουσα, προσηλωμένον, σὸν Υἱὸν καὶ Κύριον, καὶ θρηνῳδοῦσα μητρικῶς, ὀδυρομένη ἐκραύγαζες· Οἴμοι! πῶς πάσχεις, Υἱέ μου παμφίλτατε!

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος α'
Ἐν πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Πυρὶ τοῦ Παρακλήτου, πυρίπνοος δειχθείς, τὴν ἀπάτην ἔφλεξας, Παγκράτιε σοφέ, καὶ ἀναλάμψας ὡς λύχνος, τοὺς ἐν θαλάσσῃ, βυθιζομένους τῆς ἀγνοίας, πρὸς λιμένας θείου ἐμβιβάζεις θελήματος.

Ἐκ πέτρας ἀκροτόμου, ὁ Πέτρος ἀρδευθείς, καὶ πλησθεὶς ὡς ἄλλον σε, ἐκπέμπει ποταμόν, κεχερσωμένας ἀρδεύειν ψυχὰς θεόφρον, καὶ ἀσεβείας ποταμοὺς ἀποξηραίνειν, ῥεύμασι τοῦ θείου κηρύγματος.

Ὁ βίος σου ταῖς θείαις ἀστράπτων καλλοναῖς, πάντων ἀπημαύρωσε, δαιμόνων τὰς ὁρμάς, καὶ διαλύσας τὸ σκότος τῆς ἀθεΐας, Υἱοὺς ἡμέρας ἐναπέδειξας, τοὺς πόθῳ σοῦ ταῖς διδαχαῖς εὐπειθήσαντας.
Θεοτοκίον
Σαρκούμενον τὸν Λόγον, οὐσίαις ἐν δυσί, Κόρη καὶ θελήμασιν, ἐκύησας ἁγνή, τὸν τὰς εἰσόδους γνωρίσαντα παραδόξως, τῆς σωτηρίας, τοῖς τῇ πλάνῃ δουλωθεῖσιν, ἄχραντε Παρθένε πανύμνητε.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος α'
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν ΤΟ ΑΚΟΥΤΕ
Θαυμάτων ἐπιδείξεσιν, ἐζώγρησας λαούς, λόγῳ δὲ ναοὺς κατηδάφισας, καὶ ἐδομήσω ἱερώτατε, Ἐκκλησιῶν τὰ κάλλη, εἰς καινισμὸν ἀνθρώπων.

Τοῖς αἵμασιν ἐφοίνιξας στολὴν τὴν ἱεράν, λύθρον δὲ δαιμόνων ἐξήρανας, καὶ νικηφόρος ἀνελήλυθας, πρὸς οὐρανὸν τῆς νίκης, ἀπολαβεῖν τὸ στέφος.

Ἐρράγη πρὸ προσώπου σου, φραγμὸς εἰδωλικός, θύρα δὲ ἠνοίχθη τοῖς ἔθνεσι, καὶ διεδόθη χάρις ἔνθεος, ταῖς τῶν πιστῶν καρδίαις, ἱερομύστα Πάτερ.
Θεοτοκίον
Ὡς ὄμβρος ἐν τῇ μήτρᾳ σου, κατῆλθεν ὁ Χριστός, Ἄχραντε καὶ ὄμβρους ἐξήρανε, πολυθεΐας καὶ ἐπήγασε, θεογνωσίας ὕδωρ, τοῖς ἐν φλογμῷ ἀπάτης.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος α'
Τὸν Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Χαριτώσας σου τὸν νοῦν, καὶ λαμπρύνας δαψιλῶς, Ἰησοῦς ὁ φωτισμός, τῶν ἁπάντων καὶ Θεός, τῷ λόγῳ σου, τῆς ἀλογίας λαοὺς ἐρρύσατο.

Ῥαντισμῶν εἰδωλικῶν, καὶ αἱμάτων ἐναγῶν, ἐλυτρώσω τοὺς λαούς, καὶ τυθεὶς ὥσπερ ἀμνός, Παγκράτιε, θυσία ζῶσα Θεῷ προσήνεξαι.

Ἱερουργήσας Θεοῦ, Εὐαγγέλιον σοφέ, τὰς ἐνθέους διδαχάς, σφραγισάμενος λαμπρῶς, τῷ αἵματι, ἱερομύστα, Μάρτυς Παγκράτιε.
Θεοτοκίον
Συμπνιγέντα προσβολαῖς, τῶν ἀκάρπων λογισμῶν, ἐπανάγαγε πρὸς φῶς, σωτηρίας καὶ ζωῆς, Πανάμωμε, ἡ τὸν Σωτῆρα Χριστὸν κυήσασα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου, ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· δόξα σοι».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας.
Στίχοι
Προθεὶς ἑαυτὸν Παγκράτιος ὡς βάθρον,
Ἀθλήσεως ἤγειρεν οἶκον ἐκ λίθων.
Παγκράτιος δ' ἐνάτῃ δῶμ' ἔδρακε παγκρατέοντος.

Οἱ ἅγιοι μάρτυρες Ἀνδρέας καὶ Πρόβος πυρὶ τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος α'
Τοὺς ἐν καμίνῳ Παῖδας ΤΟ ΑΚΟΥΤΕ
Ἐν αἵματι βεβάπτισται τῷ σῷ, Παγκράτιε, πρότερον ἐν ὕδατι λαοὺς βεβαπτικώς, καὶ πρὸς Χριστὸν μετῆλθες χαίρων, μεθ' οὗ αὐλιζόμενος, θέσει θεοῦσαι λαμπρῶς ἀειμακάριστε.

Τοὺς ἅλμῃ συγχωσθέντας τῶν δεινῶν, ἀγκίστρῳ σου τῶν λόγων ἀνηγάγου Ἱερέ, καὶ προσευχῶν ἱερωτάτῃ ἐπομβρίᾳ, θολερὸν ἐξήρανας, κακοπιστίας βυθὸν Ἱερομύστα Χριστοῦ.

Ἡ πέτρα σε ἡ ὄντως ἀρραγής, θεμέλιον ἔθετο καὶ βάσιν ἀρραγῆ, τῆς Ἱερᾶς Ἱεροφάντορ Ἐκκλησίας, ἐν ᾗ ἐδαφίζεται, πᾶσα κακία σοφὲ τοῦ νηπιώδους ἐχθροῦ.
Θεοτοκίον
Καθαρωτάτην μόνην σε εὑρών, πανάμωμε, Λόγος καθαρώτατος Θεοῦ, σοῦ ἐκ γαστρὸς ἀποτεχθεὶς πιστοὺς καθαίρει, μολυσμοῦ Θεόνυμφε, προσγενομένου ἡμῖν ἐξ ἀκρασίας κακῶν.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος α'
Ὃν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Πυρὶ λιπαινόμενος, ποικίλων πειρασμῶν, ἀνάλωτος ἔμεινας, στομούμενος τὸν νοῦν, λαμπραῖς θεωρίαις, καὶ ὡράθης Σοφέ, ξίφος διακόπτον, ὕλην πολυθεΐας.

Λαοὺς εἰς ἐπίγνωσιν, προσάγων τοῦ Χριστοῦ, σημεῖα καὶ τέρατα, ἐτέλεις ἐμφανῶς, προλέγων τὸ μέλλον, ὡς προφήτης Θεοῦ, ταῖς τοῦ Παρακλήτου, θεόφρον ἐπιπνοίαις.

Εἰκόνα τοῦ κτίσαντος, δεικνύων τοῖς λαοίς, ἑκὼν ἣν ἐφόρεσεν, ἑνούμενος ἡμῖν, σημείων δυνάμεις, δι' αὐτῆς ἐκτελεῖς, τῆς πολυθεΐας, τὸ μῖσος ἀναστέλλων.
Θεοτοκίον
Ὡς ὄμβρος ἐν μήτρᾳ σου, κατῆλθεν ὁ Χριστός, καὶ πᾶσαν κατήρδευσε, τὴν κτίσιν ἀληθῶς, ξηράνας Παρθένε, θολεροὺς ποταμούς, εἰδωλομανίας, ὁ μόνος εὐεργέτης.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὂν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος α'
Τὴν ζωοδόχον πηγὴν ΤΟ ΑΚΟΥΤΕ
Τοῖς φωτοβόλοις τοῦ Πέτρου πυρσεύμασι, καταυγασθεὶς καὶ ψυχὴν καὶ διάνοιαν, ὡς ἀστὴρ πολύφωτος, πρὸς τὴν δύσιν ἔφθασας, φωταγωγῶν διδαχαῖς τοὺς πεπτωκότας, εἰς ἀγνωσίας Παγκράτιε βάραθρα.

Τὴν τῆς εἰκόνος τιμὴν διαβαίνουσαν, εἰς τὸ πρωτότυπον σὺ ἐπιστάμενος, πανταχοῦ τὴν ἄχραντον, ἀνεστήλους Ἔνδοξε, τοῦ Ἰησοῦ καὶ Θεοῦ ἡμῶν εἰκόνα, εἰς ἰνδαλμάτων δαιμόνων καθαίρεσιν.

Ἱερωτάταις ἐμπρέπων λαμπρότησι, μαρτυρικαῖς διαλάμπεις φαιδρότησιν, ὁρῶν καὶ ὁρώμενος, Ἱερὲ Παγκράτιε, ἀγαλλομένῃ ψυχῇ, Θεοῦ τὴν δόξαν, Ἱεραρχῶν καὶ Μαρτύρων ἀγλάϊσμα.
Θεοτοκίον
Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σου Κύριε, τὴν ἐκ Παρθένου ἀνέκφραστον γέννησιν, πειρασμῶν ῥυόμενος καὶ παθῶν καὶ θλίψεων, ταῖς ἱκεσίαις αὐτῆς τοὺς σοὺς ἱκέτας, ὡς εὐεργέτης καὶ μόνος φιλάνθρωπος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὴν σκηνὴν τὴν ἔμψυχον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν».

Ἐξαποστειλάριον
Ἦχος γ'
Φῶς ἀναλλοίωτον ΤΟ ΑΚΟΥΤΕ
Πέτρος ἡ πίστεως πέτρα, Παγκράτιε κραταιὰν σε, κρηπῖδα Μάρτυς καὶ βάσιν, καθίστησιν, Ἐκκλησίας, μεθ᾽οὗ καὶ σὺ τὴν σὴν ποίμνην, φύλαττε Πάτερ, ἐκ τῶν τῆς Ἄγαρ ἀβλαβῆ.
Θεοτοκίον
Ἦχος γ'
Φῶς ἀναλλοίωτον ΤΟ ΑΚΟΥΤΕ
Πάντες πιστοὶ σε μεσῖτιν, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου, νῦν προβαλλόμεθα μόνην, οἱ συσταυρούμενοι τούτῳ· διὸ μὴ παύσῃ πρεσβεύειν Θεογεννῆτορ, ὑπὲρ τῶν πίστει σε ἀνυμνούντων.