Τῇ Κυριακῇ τῶν ἁγίων Πατέρων τῆς Δ' Οἰκουμενικῆς Συνόδου, τῶν ἐν Χαλκηδόνι συνελθόντων.




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου γ' καὶ Ἀνατολικὰ γ' καὶ τῶν Ἁγίων Πατέρων τὰ παρόντα δ' προσόμοια.

Στιχηρὰ τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸν ἀπερίγραπτον, καὶ ἀνερμήνευτον Λόγον, σάρκα χρηματίσαντα, δι' ἡμᾶς φιλάνθρωπε ἀνεκήρυξε, τὸ σεπτὸν σύστημα, τῶν σοφῶν Πατέρων, Θεὸν τέλειον καὶ ἄνθρωπον, διπλοῦν ταῖς φύσεσι, καὶ ταῖς ἐνεργείαις ὑπάρχοντα, διπλοῦν καὶ ταῖς θελήσεσιν, ἕνα τὸν αὐτὸν καθ' ὑπόστασιν· ὅθεν σὺν Πατρί τε, καὶ Πνεύματι γινώσκοντες Θεόν, ἕνα πιστῶς προσκυνοῦμέν σε, τούτους μακαρίζοντες.
Ἦχος πλ. β'
Πύρρον τε καὶ Σέργιον, καὶ τὸν Ὀνώριον ἅμα, Εὐτυχῆ Διόσκορον, καὶ δεινὸν Νεστόριον κατεστρέψατε, τῶν κρημνῶν ἔνδοξοι, τὸ Χριστοῦ ποίμνιον, ἑκατέρων διασώσαντες, διπλοῦν ταῖς φύσεσιν, ἵνα τὸν Χριστὸν καθ' ὑπόστασιν, λαμπρῶς ἀνακηρύξαντες, μόναις ἐνεργείαις δεικνύμενον· ὃν καὶ προσκυνοῦντες, ὡς ἄνθρωπον, καὶ τέλειον Θεόν, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ὑμᾶς δοξάζομεν.
Ἦχος πλ. β'
Ἄκτιστον ἐκήρυξαν, οἱ θεοφόροι συμφώνως, τὴν θείαν ἐνέργειαν, καὶ τὴν θείαν θέλησιν τοῦ πτωχεύσαντος, τὸν ἐμὸν ἄνθρωπον, τῇ σαρκὶ νείμαντες, τὸ κτιστόν τῆς ἐνεργείας τε, καὶ τῆς θελήσεως, φύσεως φυγόντες τὴν σύγχυσιν, ἐμφρόνως οἱ μακάριοι, ὑποστατικήν τε διαίρεσιν, οὓς ἐν ἐτησίοις, τιμῶντες οἱ πιστοὶ ταῖς ἑορταῖς, Χριστὸν συμφώνως δοξάζομεν, τὸν αὐτοὺς δοξάσαντα.
Ἦχος πλ. β'
Τριάδα τὴν ἄκτιστον, οἱ θεοφόροι Πατέρες, Θεὸν ἕνα Κύριον, ὁμοφρόνως σήμερον ἀνεκήρυξαν, τὸ ἁπλοῦν ἅπασι, τῆς μιᾶς φύσεως, καταλλήλως ὑποδείξαντες, κοινῷ θελήματι, καὶ τῆς ἐνεργείας ἁπλότητι, ἄναρχον ἀτελεύτητον, τοῦτον διὰ πάντων γνωρίσαντες· ὅθεν ἀνυμνοῦμεν, αὐτοὺς ὡς Ἀποστόλων μιμητάς, καὶ τὸ ἐκείνων διδάξαντας, πάντας Εὐαγγέλιον.
Δοξαστικόν
Ἦχος πλ. β'
Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας τῆς πλάνης, καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 14, 14-20)

Ἀκούσας Ἄβραμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν, καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μέτ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ ὁ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογόμορ καὶ τῶν βασιλέων τῶν μέτ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβῆ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον, ἦν δὲ Ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.

Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 1, 8-11, 15-17)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ· ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.

Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 14-21)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μέτ' αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὃστις οὐ θαυμάζει πρόσωπον, οὐδ' οὐ μὴ λάβῃ δῶρον. Ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.

Ἀπόστιχα
Δοξαστικόν
Ἦχος γ'
Ἀποστολικῶν παραδόσεων, ἀκριβεῖς φύλακες γεγόνατε, Ἅγιοι Πατέρες· τῆς γὰρ Ἁγίας Τριάδος τὸ ὁμοούσιον, ὀρθοδόξως δογματίσαντες, Ἀρείου τὸ βλάσφημον συνοδικῶς κατεβάλετε. Μεθ' ὃν καὶ Μακεδόνιον πνευματομάχον ἀπελέγξαντες, κατεκρίνατε Νεστόριον, Εὐτυχέα καὶ Διόσκορον, Σαβέλλιόν τε, καὶ Σεβῆρον τὸν Ἀκέφαλον. Ὧν τῆς πλάνης αἰτήσασθε ῥυσθέντας ἡμᾶς, ἀκηλίδωτον ἡμῶν τὸν βίον, διατηρεῖν ἐν τῇ πίστει δεόμεθα.

Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν,
ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας,
καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας,
Πολυεύσπλαγχνε δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ δύο Κανόνες τῶν Πατέρων ὧν ὁ πρῶτος ἔχει Ἀκροστιχίδα.
Πλάνης ἀνυμνῶ δεξιοὺς καθαιρέτας.
Ἐν δὲ τοῖς Θεοτοκίοις,
Φιλόθεος.

ᾨδὴ α'

Ἦχος α'
Σοῦ ἡ τροπαιοῦχος ΤΟ ΑΚΟΥΤΕ
Πλάνης καθαιρέτας δεξιούς, νῦν ἀνυμνῆσαι προθέμενος Δέσποτα, χάριν τὴν σὴν ἄνωθεν, τὴν πανσθενῆ καλῶ καὶ τὴν ἐνέργειαν· δεξιὰ γὰρ ὄντως, σὺ τοῦ Πατρὸς τε καὶ δύναμις.

Λόγοις Προφητῶν τῶν ἱ ερῶν, Εὐαγγελίων τε νόμοις ἑπόμενοι, τοῦ Θεοῦ τὸ ἄγνωστον, καὶ τὸ γνωστὸν σαφῶς ἡμᾶς ἐδίδαξαν, οἱ σοφοὶ Πατέρες, τῆς πλάνης πάντας ῥυσάμενοι.

Ἄνωθεν χορὸς προφητικός, καί, Ἀποστόλων ὁ θεῖος κατάλογος, ἕνα τρισυπόστατον, Θεὸν τρανῶς καὶ πανσθενῆ ἐδίδαξαν, ὃν σεπτοὶ Πατέρες, σαφῶς ἡμῖν ἐξεκάλυψαν.

Νόμοις πειθαρχοῦντες θεϊκοῖς, οἱ θεοφόροι Πατέρες ἐδίδαξαν, κατ' οὐσίαν ἄγνωστον, τὸν ποιητὴν ἁπάντων χρηματίζοντα, ἐνεργείαις μόναις, καλῶς νοεῖσθαι τοῖς βλέπουσι.
Θεοτοκίον
Φῶς τὸ τριλαμπὲς θεουργικῶς, ἐν τῇ γαστρί σου χωρήσασα Δέσποινα, τὰς καρδίας φώτισον, ὡς ἀγαθὴ τῶν εὐσεβῶς ὑμνούντων σε· φῶς γὰρ σὺ καὶ δόξα, καὶ σωτηρία αἰώνιος.

Δεύτερος Κανών τῶν Πατέρων β', ᾨδὴ α'
Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ ΤΟ ΑΚΟΥΤΕ
Ἡ τῶν Πατέρων, εὐσεβὴς ὁμήγυρις, ἡ κροτηθεῖσα ποτέ, κατ' Εὐτυχοῦς ὄντως, τὸν Σωτῆρα ὥρισεν, ἀδιαιρέτοις φύσεσιν, ἐν δυσὶ τοῖς τοῦ θείου Πατρὸς Κυρίλλου διδάγμασι, βαίνουσα σαφῶς καὶ ἐμμένουσα.

Ἑξακοσίων, ὁ ἀριθμὸς τριάκοντα, εὐσεβεστάτων ἀνδρῶν, τὴν Εὐτυχοῦς πλάνην, καὶ Σεβήρου αἵρεσιν, καταβαλόντες ἔφασαν. Ἐν δυσὶ ταῖς οὐσίαις, Χριστὸν κηρύττομεν, βαίνοντες ἔπεσι Κυρίλλου τοῦ μάκαρος.

Ὁ μὴ κηρύττων, ἐν δυσὶ ταῖς φύσεσι, καὶ ἐνεργείαις Χριστόν, τὸν τοῦ Πατρὸς Λόγον, σχοίη τὸ ἀνάθεμα· ἡ γὰρ τετάρτη Σύνοδος, τῶν Ἁγίων Πατέρων, ἐμφρόνως οὕτως ἐθέσπισε. Πάντες οὖν αὐτοὺς μακαρίσωμεν.
Θεοτοκίον
Δεδοξασμένα, περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος,
καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος,
ταύτης τὰ θαύματα.

Κανών τῶν Πατέρων α', ᾨδὴ γ'
Ἦχος α'
Ὁ μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ
Ἡ πρώτη πηγὴ τῶν ἀγαθῶν, ἡ χάρις ἡ τοῦ Πνεύματος, ὡς ποταμοὺς ὑμᾶς ἀνεστόμωσε, τὴν πλάνην Ἔνδοξοι κατασύροντας, καὶ πιστοὺς ποτίζοντας, εὐσεβείας νάματα, Προφητῶν Ἀποστόλων τὸ κήρυγμα.

Σέργιον καὶ Πύρρον τοὺς δεινούς, προστάτας τῆς αἱρέσεως, Παῦλον καὶ Πέτρον καὶ τὸν Θεόδωρον, γενναίως ἅμα Σοφοὶ καθείλετε, τὴν σεπτὴν στηρίξαντες, Ἐκκλησίαν ἔνδοξοι, Ἀποστόλων Πατέρων τοῖς δόγμασιν.

Ἀνάρχου Θεότητος τρανῶς, ἐνέργειαν συνάναρχον, οἱ θεοφόροι ἀνακηρύξαντες, κτιστὴν ἐδίδαξαν τὴν ἐνέργειαν, τοῦ κτιστοῦ προσλήμματος, ἐν διπλόῃ φύσεων, Υἱόν ἕνα Χριστὸν καταγγείλαντες.
Θεοτοκίον
Ἰδεῖν οἱ ποθοῦντες τὰς αὐγάς, τῆς χάριτος τοῦ Πνεύματος, καὶ τὴν ἀνέσπερον θείαν ἔλλαμψιν, πηγῇ προσδράμωμεν τῇ τῆς χάριτος, τῇ μητρὶ τοῦ κτίσαντος· ἐν αὐτῇ γὰρ ἅπαντα τοῖς πιστοῖς χορηγεῖται τὰ βέλτιστα.

Δεύτερος Κανών τῶν Πατέρων β', ᾨδὴ γ'
Ἦχος πλ. δ'
Ὁ στερεώσας κατ' ἀρχὰς ΤΟ ΑΚΟΥΤΕ
Οἱ τῆς Σεβήρου ἀναιδῶς ἐναβρυνόμενοι λόγοις, τοῖς ἰοῦ θανατηφόρου ἐμπλέοις, καταισχύνθητε ἀεί, ἀποχωροῦντες ἅπαντες, τῆς Ἐκκλησίας ὥσπερ λύκοι καὶ κύνες ἁρπάκτορες.

Οἱ θιασῶται καὶ πιστοί, τὸν παντουργὸν καὶ Σωτῆρα, ἐν δυσὶν ἀδιαιρέτοις οὐσίαις, καὶ θελήσεσι διτταῖς, καὶ ἐνεργείαις σέβομεν, τὴν τοῦ Σεβήρου πλάνην· ὅθεν εἰς τέλος τροπούμεθα.

Δεῦτε Σεβήρου Εὐτυχοῦς, καὶ Ἰακώβου τὴν πλάνην, Θεοδώρου Διοσκόρου σὺν τούτοις, ἀποθώμεθα τρανῶς, τὴν δὲ τετάρτην Σύνοδον, τῶν εὐσεβῶν Πατέρων, μέλψωμεν θείοις ἐν ᾄσμασι.
Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοὶ σε πάντες, ὕμνοις ἁγνὴ μακαρίζομεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,
ὡς ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον·
καὶ ἐν τῇ θείᾳ δόξῃ σου,
στεφάνων δόξης ἀξίωσον.

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας Χριστοῦ, τῷ κόσμῳ ἐδείχθητε, ἐπὶ τῆς γῆς ἀληθῶς, Πατέρες μακάριοι, τήξαντες τὰς αἱρέσεις, τῶν δυσφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Θεοτοκίον
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, πράϋνον μηχανάς τε, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων κατὰ τῶν δούλων σου.

Κανών τῶν Πατέρων α', ᾨδὴ δ'
Ἦχος α'
Ὄρος σε τῇ χάριτι ΤΟ ΑΚΟΥΤΕ
Νόμους τοὺς τοῦ Πνεύματος, μελέτην ποιούμενοι, τοὺς πρακτικοὺς νόμους Σοφοί, καταπεμφθέντας πρὸς ὑμᾶς, ἐκ Ῥώμης ἐδέξασθε, καὶ ἀναπτύξαντες φωτὶ τῷ τοῦ Πνεύματος, τὴν Ἐκκλησίαν καλῶς ἐστηρίξατε.

Ὕμνοις καταστέψωμεν, τὴν θείαν ὁμήγυριν θεοφόρων οἱ πιστοί· τῶν, τὸν σαρκωθέντα Λόγον γάρ, Θεόν τε καὶ ἄνθρωπον, ταῖς ἐνεργείαις ἅμα καὶ τοῖς θελήμασι, τοῖς καταλλήλοις ἡμῖν ἀνεκήρυξαν.

Μέγιστα φυσώμενον, Ὁνώριον πάνσοφοι, ἐπὶ τῷ θρόνῳ καὶ ἀρχῇ, Ῥώμης ποτὲ τῆς παλαιᾶς, καλῶς κατεστρέψατε, καὶ μετὰ τέλος τοῦτον ἀποκηρύξαντες, ὡς τῆς ἀρχῆς καὶ τοῦ θρόνου ἀνάξιον.
Θεοτοκίον
Λόγον ἐνυπόστατον, Παρθένε γεννήσασα, Θεοῦ καὶ φῶς ἀληθινόν, τοὺς ὀφθαλμούς μου τῆς ψυχῆς, διάνοιξον δέομαι, καὶ τῆς ἐκεῖθεν αἴγλης μέτοχον ποίησον· σὺ γὰρ μεσῖτις αὐτοῦ τε καὶ πρύτανις.

Δεύτερος Κανών τῶν Πατέρων β', ᾨδὴ δ'
Ἦχος πλ. δ'
Σύ μου Χριστὲ Κύριος ΤΟ ΑΚΟΥΤΕ
Φράσον ἡμῖν, ἄφρον Σεβῆρε καὶ μάταιε, μίαν φύσιν, σύνθετον τὸν ἄναρχον, φῶς τοῦ Πατρὸς Λόγον καὶ Υἱόν· εἰ γὰρ οὕτως εἴποις, καὶ ἄλλην φύσιν ἐσήμανας· ἡ σάρξ γὰρ καὶ ὁ Λόγος, οὐχὶ μία οὐσία, ἀλλὰ δύο ὑπάρχουσιν ἄθλιε.

Μίαν εἰπών, φύσιν τοῦ Λόγου ἐπήγαγε, σαρκωθεῖσαν, φύσιν ἀνθρωπότητος, ἄνευ τροπῆς, ὅλως καὶ φυρμοῦ, ὁ Ἀλεξανδρέων, διδάσκαλός τε καὶ πρόεδρος, τρανῶς τάς δύο φύσεις, καὶ θελήσεις διδάσκων, τοὺς φρονεῖν ὀρθοδόξως ἐθέλοντας.

Δύο Χριστοῦ, ἅπαντες φύσεις κηρύττομεν, ἀσυγχύτως, πᾶσαν τὴν δυσσέβειαν, τοῦ Εὐτυχοῦς, ἄρδην οἱ πιστοί, καὶ τοῦ Διοσκόρου, τοῦ ἄφρονος στηλιτεύοντες, ἑπόμενοι τῷ ὅρῳ, τῶν Ἁγίων Πατέρων, καὶ Κυρίλλου τοῦ θείου τοῖς ἔπεσι.
Θεοτοκίον
Χερουβικόν, ὄχημα σὺ Θεομῆτορ ἁγνή, σὺ χωρίον, σὺ καὶ ἐνδιαίτημα, τοῦ πατρικοῦ, Λόγου καὶ Θεοῦ, τοῦ ἐκ σῶν ἀχράντων, λαγόνων σάρκα φορέσαντος· διὸ διτταῖς οὐσίαις, τὸν ἐκ σοῦ σαρκωθέντα, προσκυνοῦντες ἀπαύστως δοξάζομεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,
τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,
σοῦ τοῦ Ὑψίστου,
ὁ Προφήτης, Ἀββακούμ,
κατανοῶν ἐκραύγαζε·
Δόξα τῇ δυνάμει σου Κύριε.

Κανών τῶν Πατέρων α', ᾨδὴ ε'
Ἦχος α'
Ὁ φωτίσας τῇ ἐλλάμψει ΤΟ ΑΚΟΥΤΕ
Νομοθέτας θεοφόροι Χριστὸς ὑμᾶς ἔδειξεν, ὁδηγοῦντας ὡς Μωσῆς, Ἰσραὴλ νέον ἄριστα, Φαραὼ τὸν ἔχθιστον, βυθῷ δεινῷ τῆς ἀπωλείας, ὥσπερ ἐκεῖνος ποντίσαντας.

Ὡς καλλίστη καὶ λαμπρὰ τῶν Πατέρων ἡ Σύνοδος· τὸν ἁπλοῦν γάρ, Ἰησοῦν ἐκμαθοῦσα καὶ σύνθετον, ὡς Θεὸν καὶ ἄνθρωπον, διπλᾶς αὐτοῦ τὰς ἐνεργείας, πᾶσι κηρύττει τοῖς πέρασι.

Δῶρον θεῖον τὰς ἐκ Ῥώμης γραφὰς λογισάμενοι, ἐπ' ἐκείναις εὐσεβείας τὸν πύργον ἐστήριξαν, οἱ σοφοὶ Διδάσκαλοι, διττὰς Χριστοῦ τὰς ἐνεργείας, ὡς καὶ τάς φύσεις κηρύξαντες.

Ἐξηλέγχθη Παῦλος Πέτρος ὁμοῦ καὶ Θεόδωρος, σὺν τῷ Πύρρῳ καὶ Σεργίῳ, Ὁνώριος σύγχυσιν τοῦ Χριστοῦ τῶν φύσεων, τῆς ἐνεργείας τῇ συγχύσει, κατασκευάζοντες αἴσχιστα.
Θεοτοκίον
Ὅλη Κόρη φωτισμὸς σὺ ὑπάρχεις καὶ ἔλλαμψις, τοῦ ἀδύτου φωτισμοῦ χρηματίσασα τέμενος· διὰ τοῦτο δέομαι, φωτὶ τῷ σῷ Θεογεννῆτορ, ψυχῆς τὰς κόρας μου φώτισον.

Δεύτερος Κανών τῶν Πατέρων β', ᾨδὴ ε'
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ὦ Σεβῆρε τὰς φύσεις, τοῦ Χριστοῦ μὴ συγχέῃς δεινῶς παράνομε· οἱ γὰρ θιασῶται, καὶ παμμάκαρες πάντες Διδάσκαλοι, ἐν δυσὶν οὐσίαις, καὶ ἐν ἑνὶ Χριστὸν προσώπῳ, καταγγείλαντες πᾶσιν ἐξέθεντο.

Προσελάβετο φύσιν, τὴν τῆς ἀνθρωπότητος σαφῶς ὁ ἄναρχος, τοῦ Πατρὸς ὁ Λόγος, ὡς φιλάνθρωπος, θέλων οἰκτῖραι ἡμᾶς, τοὺς ἀπολωλότας· ὅθεν αὐτὸν ἀνακηρύττω, ἐν οὐσίαις δυσὶ καὶ θελήμασι.

Τὸν Σεβῆρον καθεῖλεν, ἡ τετάρτη Σύνοδος καὶ τὸν Διόσκορον, Χριστὸν βλασφημοῦντας, βεβαιοῦσα τὸν τόμον τοῦ Λέοντος, τοῦ Προέδρου Ῥώμης, πάνυ καλῶς τὰς δύο φύσεις, τοῦ Σωτῆρος ἀτμήτως ὁρίζοντα.
Θεοτοκίον
Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου,
σὺ γὰρ ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ,
τὸν ἐπὶ πάντων Θεόν,
καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσί σε,
σωτηρίαν βραβεύοντα.

Κανών τῶν Πατέρων α', ᾨδὴ ς'
Ἦχος α'
Σπλάγχνων Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Ξένην καὶ καινήν, σύγχυσιν τῶν φύσεων, Χριστοῦ τὸ δεινὸν ὄντως συνέδριον, ἐξηρεύξαντο, τὰς διττὰς ἐνεργείας συγχέαντες, εἰς ἐνέργειαν τὴν μίαν καὶ ἀλλόκοτον, ἥνπερ ὀρθοδόξων πλήρωμα, ἱερῶν περιβόλων ἀπήλασεν.

Ἴνα τὸν δεινόν, ἐκφύγῃ Νεστόριον, δυάδα υἱῶν κακῶς εἰσάγοντα, τὸ συνέδριον, τὸ τῆς πλάνης ἐκ βόθρου εἰς βάραθρον, ἐξωλίσθησε θελήσεων καὶ φύσεων, μάτην δογματίζον σύγχυσιν, ἀλλὰ θείοις Πατράσι διήλεγκται.

Ὅνπερ τῷ Πατρί, Υἱὸν ὁμοούσιον, Πατέρες τὸ πρὶν τρανῶς ἐκήρυξαν, σὺν τῷ Πνεύματι, Διδασκάλων ἐνθέων ὁ σύλλογος, ἐνεργείαις θεϊκαῖς πάντας ἐδίδαξαν, μίαν φυσικὴν γνωρίσαντες, τὴν ἐνέργειαν ἅμα καὶ θέλησιν.

Ὑποστατικήν, φρονοῦντες τὴν θέλησιν, εἰσῆγον κακῶς σὺν ταῖς θελήσεσι, καὶ τὰ πρόσωπα, τῶν θελόντων τῆς πλάνης οἱ πρόμαχοι, οὕσπερ κάλλιστα Πατέρες ἐξελέγξαντες, φύσει συμφυῆ διδάσκουσι, τὴν κατάλληλον ταύτης ἐνέργειαν.
Θεοτοκίον
Θύρα θεϊκῆς, ἀκτῖνος σὺ Δέσποινα, πηγή τε φωτός, ἀδύτου γέγονας· τὸ γὰρ πλήρωμα, τῆς Θεότητος ἅπαν ἐσκήνωσεν, ἀπορρήτως ἐν τῇ μήτρᾳ σου πανάμωμε, οὗπερ φυσικὴν ἐνέργειαν, καὶ τὴν αἴγλην βραβεύεις τοῖς χρῄζουσιν.

Δεύτερος Κανών τῶν Πατέρων β', ᾨδὴ ς'
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Αἱ δύο ἐπιστολαί, Κυρίλλου αἱ πρὸς τὸν Σούκενσον, ἀποσταλεῖσαι ποτέ, Ἑῴας τὸν πρόεδρον, ἐλέγχουσιν ἅπασαν, τὴν Σεβήρου πλάνην, εὐσεβῶς Χριστὸν κηρύττουσαι.

Ὁ Κύριλλος τὸν Χριστόν, κηρύττει ἐν δύο φύσεσι, καὶ ἐνεργείαις διτταῖς, Σεβήρου τὴν αἵρεσιν, τοῦ ἄνου τρεπόμενος· διὸ πάντες τούτου, τοῖς διδάγμασιν ἐμμένομεν.
Θεοτοκίον
Παρθένον σε καὶ ἁγνήν, Θεογεννήτορα ἔνδοξον, Μαρία οἱ εὐσεβεῖς, κυρίως κηρύττομεν, ἐμφράττοντες δύσφημον Νεστορίου στόμα, Διοσκόρου τε κακόνοιαν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος,
δεῦτε τάς χεῖρας κροτήσωμεν,
τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον
Ἦχος πλ. δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀποστόλων τὸ κήρυγμα,
καὶ τῶν Πατέρων τὰ δόγματα,
τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν,
ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας,
τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας,
ὀρθοτομεῖ καὶ δοξάζει,
τῆς εὐσεβείας τὸ μέγα Μυστήριον.
Ὁ Οἶκος
Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἀκούσωμεν βοώσης, ὁ διψῶν ἐρχέσθω πρὸς με καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατὴρ ἐστι τῆς σοφίας. Τοῦτο τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέω ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον. Ἴδετε, ἴδετε, ὅτι αὐτὸς ἐγὼ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλήν μου ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων τῆς ἐν Χαλκηδόνι Ἁγίας καὶ Οἰκουμενικῆς τετάρτης Συνόδου.
Στίχοι
- Πόλου νοητοῦ ἀστέρες σελασφόροι,
- Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.

Ταῖς τῶν ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών τῶν Πατέρων α', ᾨδὴ ζ'
Ἦχος α'
Σὲ νοητὴν Θεοτόκε ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸν Υἱόν, τοῦ Θεοῦ καὶ ἄνθρωπον, κατανοήσαντες χοροί, θεολόγων Δέσποτα πρίν, κόσμῳ σε ἐκήρυξαν, διπλοῦν ταῖς θελήσεσι, καὶ ἐνεργείαις φιλάνθρωπε, σοῦ τὸ διπλοῦν ἑκατέρων, τῶν φύσεων πιστούμενοι.

Κόσμος λαμπρός, Ἐκκλησίας ὤφθητε· τῶν Ἀποστόλων γὰρ καλῶς, ἐκδεξάμενοι τοὺς θεσμούς, πάντας ἐδιδάξατε, λόγον τὸν τῆς πίστεως, τριαδικὸν ἕνα Κύριον, δημιουργόν ἐνεργόν, θελητικὸν παντοδύναμον.

Ἄκτιστον φῶς, καὶ ζωὴν ἀθάνατον, κατανοήσαντες Θεόν, ὑπὲρ ταῦτα τοῦτον καλῶς, πᾶσιν ἐκηρύξατε, φύσεως κατώτερα, τὰ φυσικὰ ἰδιώματα, τὰ συμφυῆ ἐγνωκότες ὁμοῦ καὶ ἀδιαίρετα.

Θείου φωτός, ἀστραπὰς ἐξέπεμψεν, ὑμᾶς εἰς κόσμον ὁ Χριστός, τοὺς τῆς πλάνης δημιουργούς, ἄρδην καταφλέγοντας, πᾶσαν δὲ φωτίζοντας, τὴν Ἐκκλησίαν μακάριον, τὸν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν καὶ παντοδύναμον.
Θεοτοκίον
Ἔλαμψε φῶς, ὁ Χριστὸς ἀνέσπερον, ἐκ σῆς νηδύος προελθών, καὶ τὸν κόσμον ἔσωσε πρίν, ὁ ὑπερυψούμενος, ὄνπερ καθικέτευε, Θεογεννῆτορ φωτίσαι μου, τῆς σκοτισθείσης καρδίας, τὰ νοούμενα ὄμματα.

Δεύτερος Κανών τῶν Πατέρων β', ᾨδὴ ζ'
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Δυσὶ μὲν ἐν φύσεσι, καὶ ἐνεργείαις ὁμολογοῦντες Χριστόν, ἀσυγχύτως ἀτρέπτως, τὴν τοῦ Σεβήρου πλάνην τροπούμεθα· ὅθεν τὸ πάθος προσλήψει ὑποίσαντι σαρκός, βοῶμεν αὐτῷ· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἕνα ἐπιστάμεθα, τὸν ἐπὶ ξύλου καὶ ἐν τοῖς κόλποις Πατρός, ὡς Θεὸν ἐν ὑψίστοις, καὶ ἐν μνημείῳ ὡς συνημμένον σαρκί, ᾧ μελῳδοῦμεν, συμφώνως κραυγάζοντες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἀρείου τὴν κένωσιν, κατατομήν τε τοῦ σμικροθέου, πιστοὶ τὴν συναίρεσιν αὖθις, τοῦ Σαβελλίου, τῶν τῆς Τριάδος ἐχθρῶν μεμισηκότες, Τριάδι κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθὲς συμφυές, καὶ συναΐδιον.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,
παρὰ τὸν Κτίσαντα,
ἀλλὰ πυρὸς ἀπειλήν;
ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον.
Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.

Κανών τῶν Πατέρων α', ᾨδὴ η'
Ἦχος α'
Ἐν καμίνῳ Παῖδες Ἰσραὴλ ΤΟ ΑΚΟΥΤΕ
Ἀποστόλων τε καὶ Προφητῶν, ὡς ἐξ ὁρμητηρίου, Πατέρες κεκινημένοι, τῆς ἐνθέου διδαχῆς, ἐκήρυξαν λέγοντες· Εἷς ὑπάρχει Κύριος πάντων, Χριστὸς ἐν ὑποστάσει, διπλοῦς τὰς φύσεις, ὁμοῦ καὶ ἐνεργείας.

Ἵνα πλάνην πᾶσαν ἀναιδῆ, καλῶς καὶ βλασφημίαν, Πατέρες τῆς Ἐκκλησίας, ἐξορίσωσιν ὁμοῦ, ἐνέργειαν θέλησιν οὐσιώδη, ἄκτιστον φέρειν τὸν Κύριον ἀνεῖπον, τήν κτιστὴν δὲ πάλιν, ὡς Ἄνθρωπον καὶ Κτίστην.

Ῥῆμα θεῖον σχόντες ἐν χερσί, Πατέρες ὥσπερ ξίφος, ἐχθροὺς τοὺς τῆς εὐσεβείας κατεπλήξατε καλῶς, ἐνέργειαν θέλησιν τοῦ Σωτῆρος, πάντα τε τούτου τὰ φυσικὰ προσφόρως, διπλᾶ προσειπόντες, καθάπερ καὶ τὰς φύσεις.
Θεοτοκίον
Ὅλη Κόρη ὅλη εἶ καλή, ὅλη φωτοειδής τε φωσφόρος καὶ θεοφόρος, ὅλη μόνη καὶ λαμπρά· διό μου τὰ ὄμματα τῆς καρδίας φώτισον, πνέοντος Δέσποινα, τὴν δόξαν σου καὶ τετρωμένου, τῷ πρὸς ἐκείνην πόθῳ.

Δεύτερος Κανών τῶν Πατέρων β', ᾨδὴ η'
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Καταισχυνέσθω πρόσωπα, καὶ φιμούσθω τὰ στόματα, τῶν μὴ κηρυττόντων, ἐν δυσὶ ταῖς φύσεσιν, ἀτμήτως ἀτρέπτως τε, καὶ ἀσυγχύτως ἕνα Υἱόν· οἱ γὰρ εὐσεβεῖς, πάντες κοινῶς συμφρονοῦμεν, κατ' ἄλλο μὲν καὶ ἄλλο, ἐνεργεῖν τε καὶ θέλειν, Χριστὸν οὐ μὴν προσώποις, κατ' ἄμφω δὲ τὰς φύσεις.

Οἱ Ἰακώβου ἔχοντες τοῦ Κεντόνου ἐπίκλησιν, ὄνομά τε τούτου, ἑαυτόῖς ἐγγράφοντες, ἡμῖν ἀποφήνατε. Εἰ ἐν τῇ κλήσει τούτου ὑμεῖς, ἐν τῇ κολυμβήθρᾳ, ἐβαπτίσθητε πάλαι· διὸ αὐτοῦ πρὸς χάριν, τοῦ Χριστοῦ ἀποστάντες, ληρεῖτε ὡς ἐκεῖνος, σαφῶς ἀναισχυντοῦντες.

Ἐν Χαλκηδόνι Σύνοδος, ἡ τετάρτη Διόσκορον, Εὐτυχῆ Σεβῆρον, τοὺς δεινοὺς κατέβαλεν, εἰς τέλος ἐξώσασα, τὴν ἀκανθώδη πλάνην αὐτῶν, τὴν συγχυτικήν, τῶν οὐσιῶν τοῦ Σωτῆρος, τῆς θείας Ἐκκλησίας, τοῦ Χριστοῦ καὶ Δεσπότου, μεθ' ἧς ὀρθοδοξοῦντες, μισήσωμεν δὴ τούτους.
Τριαδικὸν
Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,
τότε μὲν τυπούμενος,
νῦν δὲ ἐνεργούμενος,
τὴν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών τῶν Πατέρων α', ᾨδὴ θ'
Ἦχος α'
Τύπον τῆς ἁγνῆς ΤΟ ΑΚΟΥΤΕ
Ἔχοντες Χριστὸν μακάριοι ἐν ἑαυτοῖς, τὰ θεῖα πάλαι λαλήσαντα, καὶ νῦν καθαρῶς, τῷ καθαρῷ συναπτόμενοι, τὴν αὐτοῦ Ἐκκλησίαν στηρίξατε, ἣν πόνοις καὶ ἱδρῶσι, μεγίστοις ὄντως συνεστήσατε.

Τύπος καὶ κανὼν γεγόνατε, τῇ Ἐκκλησίᾳ πάσῃ Θεοῦ Τρισόλβιοι, σάρκωσιν Χριστοῦ, θεολογεῖν ἐκδιδάξαντες, τῆς ἀκτίστου μιᾶς τε Θεότητος, τὴν νῦν τε γλωσσαλγίαν, προφητικῶς ἀποκρουσάμενοι.

Ἅπαν δυσσεβείας πρόβλημα, προφητικῶς Πατέρες καλῶς ἐλύσατε, τὴν διαφοράν, τῆς ἐνεργείας διδάξαντες, φυσικὴν ἀδιαίρετον ἄκτιστον, ἀξίως προσειπόντες, καὶ παντουργὸν καὶ παντοδύναμον.

Στόμα τοῦ Θεοῦ γενόμενοι, ταῖς ἐνεργείαις μόναις καὶ ταῖς ἐκλάμψεσι, μεθεκτὸν αὐτόν, ὡς ἀγαθὸν ἐκηρύξατε, τὸν τῇ φύσει ἀπρόσιτον Ἅγιοι· ὅθεν ὑμᾶς ἀξίως, ὡς εὐεργέτας μακαρίζομεν.
Θεοτοκίον
Σὺ μοι τῆς ᾠδῆς πανύμνητε, καὶ κορωνὶς χρυσῆ καὶ θεῖον συμπέρασμα· ἥνπερ τῆς φυγῆς, ἐπανελθὼν νῦν ἀνέθηκα, τῷ Υἱῷ σου σεμνὴ εὐχαριστήριον, τὸν ὕμνον σοι συνάγων, ὡς τῶν καλῶν αἰτία Πάναγνε.

Δεύτερος Κανών τῶν Πατέρων β', ᾨδὴ θ'
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ
Διῆλθεν ὁ Σεβῆρος τὴν τοῦ Χριστοῦ, εὐαγῆ Ἐκκλησίαν ὁ δόλιος, καὶ τὴν ποινήν, ψήφῳ τῶν Πατέρων τῶν εὐσεβῶν, της βλασφημίας ἕνεκα, καὶ τῆς στωμυλίας τῆς ἑαυτοῦ, ἐδέξατο δικαίως, καὶ ἔρριπται συλλόγου, τῶν Διδασκάλων ὁ κατάκριτος.

Τὰς φύσεις τὶ συγχέεις τὰς τοῦ Χριστοῦ, καὶ φυρμὸν ἀντεισάγεις καὶ σύγκρασιν, τὸ τοῦ Σταυροῦ, πάθος προσαρμόττων καὶ τὴν ταφήν, τῇ ἀπαθεῖ Θεότητι, τοῦ μονογενοῦς Λόγου τοῦ Θεοῦ, ὦ δείλαιε Σεβῆρε; διόπερ τὴν μεγίστην, σοῦ βλασφημίαν βδελυττόμεθα.
Θεοτοκίον
Ὀφρὺν καὶ θράσος ἅμα τῶν δυσμενῶν, ὁ τεχθεὶς ἐκ Παρθένου κατάβαλε, καὶ τὰς βουλάς, τῶν κακοδοξούντων Δημιουργέ, τῶν δὲ πιστῶν τὸ σύστημα, στήριξον ἀκράδαντον ὡς Θεός, τὸ κέρας ἀνυψώσας, καὶ πίστει κραταιώσας, ἵνα σε πάντες μεγαλύνωμεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἅπας γηγενής,
σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος,
πανηγυριζέτω δέ,
αὔλων Νόων φύσις γεραίρουσα,
τὰ ἱερὰ θαυμάσια (τὴν ἱερὰν Μετάστασιν, τὰ ἱερὰ Εἰσόδια,) τῆς Θεομήτορος,
καὶ βοάτω·
Χαίροις παμμακάριστε,
Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον, Εἴθ' οὕτω τῶν Ἁγίων Πατέρων
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Πατέρων θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα Πανοικτίρμον. Πάσης βλάβης αἱρέσεων, ῥῦσαι λαόν σου Κύριε, καὶ πάντας καταξίωσον, Πατέρα Λόγον δοξάζειν, καὶ τὸ Πανάγιον Πνεῦμα.
Ἐξαποστειλάριον, Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι' ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, τῇ ἐκ νεκρῶν Ἀναστάσει.


Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. η' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ' καὶ Ἀνατολικὸν ἕν, καὶ τῶν Ἁγίων Πατέρων τὰ παρόντα γ' Προσόμοια.
Στιχηρὰ τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ μακάριον, καὶ σεπτὸν σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.
Ἦχος πλ. β'
Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ Μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον.
Ἦχος πλ. β'
Στίχ. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ.
Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονίσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται Ἱερώτατοι.
Δοξαστικόν
Ἦχος πλ. δ'
Γεωργίου Νικομηδείας
Τῶν Ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ, οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Ἐκκλησίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μεγάλη Δοξολογία


Τὰ τυπικά, καὶ οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τῶν Ἁγίων ἡ ς' ᾨδή.


Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.