Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήιμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἀθηνογένους.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ἀθηνογένης ὁ ἔνδοξος, ἱερωσύνης φαιδρόν, προκείμενος ἔνδυμα, ταῖς βαφαῖς τοῦ αἵματος, ἱερώτερον ἔδειξε. Μεθˈοὗ εἰσῆλθεν εἰς ναὸν ἅγιον, τῷ παντεπόπτῃ ἐμφανιζόμενος, καὶ λειτουργῶν αὐτῷ, σὺν ἀΰλοις τάξεσι, καὶ μετοχῇ, θείᾳ λαμπρυνόμενος, ὃν μακαρίσωμεν.
Ἦχος πλ. δ'
Ἀθηνογένης ὁ πάνσοφος, χορὸν προσῆξε Χριστῷ, ἀθλητῶν διὰ πίστεως, καρτερῶς ἀθλήσαντα, καὶ τὸν δρόμον τελέσαντα, μεθ' ὧν νικήσας τὸν πολυμήχανον, χοροῖς Μαρτύρων, ἀναλαμβάνεται θέσει θεούμενος, καὶ πρεσβεύων πάντοτε, ὑπὲρ ἡμῶν, τῶν τὴν ἱερὰν αὐτοῦ, μνήμην τελούντων ἀεί.
Ἦχος πλ. δ'
Δεκὰς μαθητῶν θεόλεκτος, ἀσκητικαῖς ἀγωγαῖς, τῶν παθῶν τὰ σκιρτήματα, καθελοῦσα ἤθλησε, καὶ τὸν ὄφιν ἐνέκρωσεν, Ἀθηνογένην, καθηγητὴν ἱερόν, ἐνθέῳ σθένει καταπλουτήσασα. Ταύτης δεήσεσι, σῶσον ἡμᾶς εὔσπλαγχνε, τοὺς ἐπὶ σέ, πάντοτε ἐλπίζοντας, τὸν ὑπεράγαθον.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σὲ δυσωποῦμεν Πανάχραντε, τὴν προστασίαν ἡμῶν, συσχεθέντες ἐν θλίψεσι. Μὴ παρίδῃς τέλεον, ἀπολέσθαι τοὺς δούλους σου, ἀλλὰ τάχυνον τοῦ ἐξελέσθαι ἡμᾶς, τῆς ἐνεστώσης ὀργῆς καὶ θλίψεως, ὦ παμμακάριστε, Παναγία Δέσποινα· σὺ γὰρ ἡμῶν, τεῖχος καὶ βοήθεια, ἀκαταμάχητος.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Τὶ τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, κοθαρᾶται ὦ Δέσποτα; Ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωήν, ἡ Θεοτόκος, κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ κρεμάμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

Ἀπολυτίκιον, Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καί τρόπων μέτοχος, καί θρόνων διάδοχος, τών Αποστόλων γενόμενος, τήν πράξιν εύρες Θεόπνευστε, εις θεωρίας επίβασιν, διά τούτο τόν λόγον τής αληθείας ορθοτομών, καί τή πίστει ενήθλησας μέχρις αίματος, Ιερομάρτυς Αθηνογένης, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἁγίου Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Τῶν σῶν Ἀθλητῶν, Χριστέ, μέλπω τὸ κλέος.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Τάξεσιν Ἀσωμάτων, νῦν περιπολεύων ἀξιάγαστε, Ἱεράρχα καὶ Μάρτυς, τοὺς ὑμνοῦντάς σε πίστει περίσῳζε.

Ὥσπερ ἄμωμον θῦμα, ὁλοκαυτωθεὶς θεομακὰριστε, τῷ πυρὶ τῶν βασάνων, προσηνέχθης Θεῷ διὰ πίστεως.

Νόμοις τοῖς τοῦ Δεσπότου, δῆμος πειθαρχῶν ὁ πανσεβάσμιος, τῶν Χριστοῦ ἀθλοφόρων, τῶν ἀνόμων βουλὰς ἀπεκρούσατο.
Θεοτοκίον
Σάρκα γεγενημένον, ἐκ τῶν σῶν αἱμάτων ἀπειρόγαμε, τὸν αἰώνιον Λόγον, ὑπὲρ νοῦν τε καὶ λόγον ἐκύησας.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Στερέωσον ἡμῶν τὸν νοῦν ΤΟ ΑΚΟΥΤΕ
Λύσας τοῦ ἐχθροῦ δεινὰς μηχανουργίας, τῇ πρὸς τὸν Θεὸν ἀλύτῳ διαθέσει, Ἀθηνογένης ὁ μάρτυς καὶ Ἱεράρχης, σὺν μαθηταῖς δόξης ἠξίωται.

Ἤμβλυναν ἐχθροῦ τὰ βέλη καὶ τὰ κέντρα, ταῖς μαρτυρικαῖς ἐνστάσεσιν οἱ θεῖοι, καὶ καταυγάζουσι πάντων τὰς διανοίας, ταῖς φωτοβόλοις αὐτῶν λάμψεσιν.

Τείνας τοὺς στερροὺς ἱμᾶσιν ὁ παράφρων, ξέει ἀπηνῶς, μαστίζων ἀνενδότως, ἀλλ' οὐκ ἐσάλευσε τούτων τῆς διανοίας, τὴν ἀκατάπληκτον στερρότητα.
Θεοτοκίον
Ὤφθης οὐρανῶν Ἁγνὴ ὑψηλοτέρα, καὶ τῶν Σεραφὶμ ἀεὶ ἁγιωτέρα, ὡς τὸν ἁπάντων Δεσπότην καὶ Βασιλέα, ὑπερφυῶς κυοφορήσασα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμῶν τὸν νοῦν καὶ τὴν καρδίαν, ὁ τοὺς οὐρανοὺς τῷ λόγῳ στερεώσας, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε τὸν Σωτῆρα, καὶ λυτρωτὴν καὶ πανοικτίρμονα».

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἀσκήσει τὸ πρότερον, προκαθαρθεὶς τὴν ψυχήν, ἀθλήσει τὸ δεύτερον, τελειοτάτῳ νοΐ, Θεῷ εὐηρέστησας, θύτης αὐτοῦ καὶ μάρτυς, γεγονὼς Θεοφόρε· στῖφος δὲ προσηγάγου, μαθητῶν τῷ Δεσπότῃ, μεθ' ὧν ὑπὲρ ἡμῶν ἐκτενῶς πρέσβευε ἔνδοξε.
Θεοτοκίον
Ἡ μόνη κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν δυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.
Ἢ Σταυροθεοτοκίον
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ὑμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Νοῦν τὸν πάντων ἐπέκεινα, θείαις ἀναβάσεσι φανταζόμενοι, τῆς σαρκὸς οὐκ ἐδειλίασαν, τὰς πικρὰς αἰκίσεις οἱ θεόφρονες.

Ἀριστοκήρυξ θεόληπτος, καὶ Ἱερομάρτυς ἀκαταγώνιστος, χρηματίσας κατηξίωται, ὁ Ἀθηνογένης θείας χάριτος.

Ῥητορεύοντες Μάρτυρες, σάρκωσιν τοῦ Λόγου καθυπεμείνατε, τὰς αἰκίσεις καὶ τὸν θάνατον, πρὸς ἀθανασίαν μεταβαίνοντες.
Θεοτοκίον
Ἰσοδύναμον σύνθρονον, τῷ γεγεννηκότι τὸν ὑπερούσιον, ἐσωμάτωσας Πανάμωμε, τοῖς βροτοῖς δι' οἶκτον ὁμιλήσαντα.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Στομώσας ἀπαθείᾳ τὸ φρόνημα, παθοκτόνον, πάθος ἐξεικόνισας, τοῦ ἀπαθοῦς Ἀξιάγαστε.

Ταῖς θείαις προτροπαῖς προσενήνοχε, τῷ Δεσπότῃ, μαθητῶν ὁμήγυριν, Ἀθηνογένης ὁ ἔνδοξος.

Ἐφαίδρυνε τὴν μνήμην σου μάρτυς, ὁ φωτοδότης, πληρῶν τὰς αἰτήσεις σου, ἐν τοῖς πιστῶς σοι προστρέχουσι.
Θεοτοκίον
Μητέρα καὶ Παρθένον εἰδότες σε, Παναγία, συμφώνως γεραίρομεν, καὶ εὐσεβῶς μακαρίζομεν.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Εὐκλείας μαρτυρικῆς, Ἀθηνογένης ἐπέτυχε, καὶ σὺν αὐτῷ μαθητῶν, χορὸς ἐστεφάνωται, ἀσκήσας τὸ πρότερον, καὶ τὴν τῶν δαιμόνων, τροπωσάμενος ἀπόνοιαν.

Λαμπρύνει σου τὸ σεπτόν, μνημόσυνον ὁ Δεσπότης σου, πληρῶν σου τὰς πρὸς αὐτόν, ἐντεύξεις Μακάριε· ἰδοὺ γὰρ ἡ ἔλαφος, τὸν αὐτῆς σοι γόνον, προσκομίζει θείῳ νεύματι.

Παράδεισος νοητός, ἐδείχθητε, Ἀξιάγαστοι, τὸ ξύλον τὸ τῆς ζωῆς, ἐν μέσῳ κατέχοντες, τὰς αἰσθήσεις πάντων τε, τῇ θείων ἀνθέων, εὐωδίᾳ καθηδύνοντες.
Θεοτοκίον
Ὡς νοητὴ κιβωτός, τὸν νομοδότην ἐβάστασας, λυχνία ὡς φωταυγής, τὸ φῶς ἀπεκύησας, ὡς ῥίζα ἀπότιστος, τῆς ζωῆς τὸν βότρυν, Θεοτόκε ἀνεβλάστησας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀθηνογένους, Ἐπισκόπου Πηδαχθόης.
Στίχοι
Ἀθηνογένης ἐκ ξίφους ἀνῃρέθη,
Ψευδῆ θέαιναν τὴν Ἀθηνᾶν οὐ σέβων.
Ἕκτῃ καὶ δεκάτῃ Ἀθηνογένη τάμε χαλκός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φαύστου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀντιόχου, ἀδελφοῦ τοῦ ἁγίου μάρτυρος Πλάτωνος.
Οἱ ἅγιοι δεκαπεντακισχίλιοι μάρτυρες, οἱ ἐν Πισιδίᾳ ξίφει τελειοῦνται.
Ὁ ἅγιος μάρτυς Ἀθηνογένης διὰ πυρός, καὶ πολλαὶ μάρτυρες γυναῖκες, ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Τῶν Χαλδαίων ἡ κάμινος ΤΟ ΑΚΟΥΤΕ
Τοῖς κρουνοῖς τῶν αἱμάτων σου, πλάνης ἔσβεσας φλόγα, τῷ πυρὶ τῶν ἀγώνων σου, ἀπετέφρωσας ὕλην, κακίας Μακάριε· Εὐλογητὸς βοῶν ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Οἱ σαρκὸς τὰ σκιρτήματα, τῆς ἐγκρατείας πόνοις, καὶ τῆς Μάνης σεβάσματα, τοῖς τῶν αἱμάτων ὄμβροις, μειώσαντες Μάρτυρες, ὡς στρατιῶται Χριστοῦ ἀνευφημείσθωσαν.

Κεφαλὰς ἐκτεμνόμενοι, παρανόμῳ προστάξει, καὶ τὰς σάρκας ξεόμενοι, πολυπλόκοις βασάνοις, ὡς πύργοι ἀκλόνητοι, οὐκ ἐσαλεύθητε Ὁσιομάρτυρες.
Θεοτοκίον
Λυτρωθέντες Πανάμωμε, διὰ σοῦ τῆς ἀρχαίας, τῶν προγόνων ἐκπτώσεως, τὸ Χαῖρέ σοι βοῶμεν, καὶ πίστει δοξάζομεν, τὸν διὰ σοῦ ἐκ φθορᾶς ἡμᾶς ῥυσάμενον.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Οἱ θεορρήμονες Παῖδες ΤΟ ΑΚΟΥΤΕ
Ἐνατενίζων ταῖς θείαις φωταυγίαις, εἰδωλικῆς ἀξαπάτης Ἀθηνογένης διέλυσε, τὸ βαθύτατον σκότος, καὶ φῶς ἐχρημάτισεν.

Ὁ τῶν Ἀγγέλων χορὸς καὶ τῶν Μαρτύρων, Ἱεραρχῶν καὶ Ὁσίων, ἐπὶ τῇ μνήμῃ εὐφραίνεται, τῶν σεπτῶν Ἀθλοφόρων, δοξάζων τὸν Κύριον.

Συνηριθμήθης Μαρτύρων ταῖς ἀγέλαις, μαθητευσάντων δεκάδα, μαρτυρικὴν ἐπαγόμενος, Ἱεράρχα μεθ' ὧν σε, πιστῶς μακαρίζομεν.
Θεοτοκίον
Ὂν ἀπεκύησας Λόγον ὑπὲρ λόγον, Θεογεννῆτορ Μαρία, ὑπὲρ ἡμῶν ἐκδυσώπησον, τῶν πιστῶν σε ὑμνούντων, καὶ μακαριζόντων σε ἄχραντε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ θεορρήμονες παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ
Ἴδε φωταυγὴς σήμερον ἡμέρα, Μαρτύρων, ἀπαστράπτουσα θαύμασι, καὶ θείαις ἀγλαΐαις, καταυγάζουσα τῶν πιστῶν τὰς καρδίας· Δεῦτε φωτισμὸν ἀπαρυσώμεθα.

Ὥσπερ προσφοραί, καὶ ἄμωμοι ὡς ἄρνες, προσηνέχθητε Μάρτυρες, τῷ δι' ἡμᾶς τυθέντι, παρ' αὐτοῦ τοὺς στεφάνους τῆς νίκης, ὡς ἀγωνοθέτου κομισάμενοι.

Στάζουσιν οἱ σοὶ γλυκασμὸν Ἀθλοφόρε πόνοι, καὶ πικρίαν πᾶσαν, παθῶν καθαίρουσι τῶν πίστει, τῷ τεμένει σου προστρεχόντων καὶ πόθῳ, σοῦ ἑορταζόντων τὸ μνημόσυνον.

Ἡμεροφαεῖς ὡς ἀστέρες ἀναδειχθέντες, στερεώματι Μάρτυρες τῆς σεπτῆς Ἐκκλησίας, καταυγάζετε πᾶσαν τὴν Οἰκουμένην, σκότος πειρασμῶν ἀποδιώκοντες.
Θεοτοκίον
Φέρεις ἐν ἀγκάλαις Θεὸν τὸν φέροντα πάντα, τρέφεις τὸν τροφέα, ἡμῖν ἁγνὴ ὁμοιωθέντα. Ὃν ἱκέτευε τῷ λαῷ σου δοθῆναι, πάντων δυσχερῶν τὴν ἀπολύτρωσιν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν».

Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Πληρῶν τὸ αἴτημα Χριστέ, τοῦ σοῦ Ἱερομάρτυρος, Ἀθηνογένους φαιδρύνεις, νῦν τῆς ἐλάφου τῷ νεβρῷ, μνήμην αὐτοῦ ἐτήσιον, σὺν μαθητῶν τῇ δεκάδι, σοὶ Λόγε πρεσβεύοντος.
Θεοτοκίον
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἁγία Δέσποινα ἁγνή, Θεὸν ὃν ἐσωμάτωσας, ἐκ παναχράντων σῶν σεμνή, καὶ παναγίων αἵματων, τοῦτον ἀεὶ ἐκδυσώπει, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἡμᾶς τοὺς ὑμνοῦντάς σε.