Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὸν τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γῆν καὶ τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας αὐτοῦ νικήσασα. Ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε, σαφῶς ἀσθένειαν.
Ἦχος πλ. δ'
Μάρτυς Μαρῖνα πανένδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι, καὶ Μαρτύρων στρατεύμασι, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, καὶ προσιόντας πιστῶς τῇ σκέπη σου, σῷζε πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Μάρτυς Μαρῖνα Πανεύφημε, οὔτε βασάνων τὸ πῦρ, οὐ τρυφῆς ἡ ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες, οὐ τερπνότης νεότητος, τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρισεν, ἐφιεμένην τῆς ὡραιότητος, τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ νυμφίου σου, ἐπιτυχεῖν, ἧσπερ κατηξίωσαι, θεομακάριστε.
Δοξαστικὸν
Ἦχος β'
Ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐν ψαλμοῖς ἀλαλαγμοῦ, ἀνυμνήσωμεν Μαρῖναν τὴν μάρτυρα· ὅτι καθεῖλεν ἐπὶ γῆς τῶν εἰδώλων τὴν πλάνην, καὶ τὸν ἀντίπαλον ἐχθρὸν ἀνδρείως ἐν τοῖς ποσὶν αὐτῆς κατεπάτησε· διὸ καὶ τελειωθεῖσα, εἰς οὐρανοὺς ἀνίπταται, τὴν κάραν στεφηφοροῦσα καὶ ἀνακράζουσα· Σὲ νυμφίε μου ποθῶ, καὶ τὸ τοῦ πόθου φίλτρον ἔχουσα, ὑπὲρ σοῦ τὰς σάρκας μου τῷ πυρὶ παρέδωκα, κατασκηνώσω οὖν εἰς τὰς αἰωνίους σου μονάς, ἔνθα ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία.
Θεοτοκίον
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὴν Λιτήν, Στιχηρὰ lδιόμελα.
Ἦχος α'

Ὡς ἐν πέτρᾳ στερρᾷ, τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα, Μαρῖνα πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας, καὶ στέφος τῆς νίκης ἐπάξιον ἀπείληφας.
Ὁ αὐτὸς
Μετὰ τῶν ἄνω ταγμάτων, συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Μαρῖνα πάνσεμνε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β'
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ νυμφίῳ Χριστῷ, Μαρῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε· ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρόν, ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος, καὶ μάρτυς Χριστοῦ πολύαθλε.
Ἦχος δ'
Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἑπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος πλ. α'
Τῇ παρθενικῇ σου θελχθεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητον νύμφην ἑαυτῷ σε ἡρμόσατο, ἀκηράτῳ συναφείᾳ· ἐν γὰρ τῷ θελήματι αὐτοῦ παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ' ἐχθρῶν τε καὶ παθῶν, ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν δὲ αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις, διπλῷ στέφει δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον, παρθενομάρτυς Μαρῖνα πανεύφημε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν, καὶ ζωήν, καὶ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχήρά Προσόμοια.
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν
ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε, φιλομάρτυρες πιστῶς, τὴν ὑπὲρ τοῦ πάντων Δεσπότου στερρῶς ἀθλήσασαν, μάρτυρα τιμήσωμεν, Μαρῖναν νύμφην Χριστοῦ· παρθενίας χιτῶνι γάρ, τὸ σῶμα κοσμοῦσα, χρύσεον ὡς ὕφασμα, τούτῳ ἐπέθηκεν, αἷμα, τοῦ σεπτοῦ μαρτυρίου, καὶ διπλοῖς κοσμεῖται στεφάνοις, καὶ τῷ στεφανίτῃ νῦν παρίσταται.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Μέγα, τὸ κατόρθωμα τὸ σόν, μέγα καὶ πανάριστον ὄντως, σοῦ τὸ ἐκνίκημα· φύσις γὰρ εὐπτόητος, καὶ εὐταπείνωτος, τὸν ἀόρατον δράκοντα, τὸ ὄρος τὸ μέγα, νοῦν τὸν πολυμήχανον, Μαρῖνα σὺ ἀληθῶς, εἷλες εὐτελὲς ὡς στρουθίον καὶ καταπατοῦσα χορεύεις, νῦν μετὰ Ἀγγέλων ἀξιάγαστε.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Μαρῖνα σὺ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ μαραίνουσα χάριτι, φυτὰ ἀθεΐας· ὅθεν τήν πανίερον μνήμην σου σέβομεν, πόθῳ, καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη σου.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀμνάς σου Ἰησοῦ,
κράζει μεγάλη τῇ φωνῇ.
Σὲ Νυμφίε μου ποθῶ,
καὶ σὲ ζητοῦσα ἀθλῶ,
καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου·
καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί,
καὶ θνήσκω ὑπὲρ σοῦ,
ἵνα καὶ ζήσω ἐν σοί·
ἀλλ᾽ ὡς θυσίαν ἄμωμον
προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι.
Αὐτῆς πρεσβείαις,
ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν
Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνη, Ἰωσήφ.
Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος,
καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος,
ταύτης τὰ θαύματα.

Χριστοῦ βίβλον ἔμψυχον,
ἐσφραγισμένην σε Πνεύματι·
Ὁ μέγας Ἀρχάγγελος,
Ἁγνὴ θεώμενος,
ἐπεφώνει σοι·
Χαῖρε χαρᾶς δοχεῖον,
δι' ἧς τῆς Προμήτορος
ἀρὰ λυθήσεται.

Ἀδὰμ ἐπανόρθωσις,
χαῖρε Παρθένε Θεόνυμφε,
τοῦ ᾍδου ἡ νέκρωσις,
χαῖρε πανάμωμε,
τὸ παλάτιον,
τοῦ μόνου Βασιλέως.
χαῖρε θρόνε πύρινε,
τοῦ Παντοκράτορος,

Ῥόδον τὸ ἀμάραντον,
χαῖρε ἡ μόνη βλαστήσασα,
τὸ μῆλον τὸ εὔοσμον,
χαῖρε ἡ τέξασα,
τὸ ὀσφράδιον,
τοῦ πάντων Βασιλέως,
χαῖρε ἀπειρόγαμε,
κόσμου διάσωσμα.

Ἁγνείας θησαύρισμα,
χαῖρε δι' ἧς ἐκ τοῦ πτώματος,
ἡμῶν ἐξανέστημεν,
χαῖρε ἡδύπνοον
κρίνον Δέσποινα,
πιστοὺς εὐωδιάζον,
θυμίαμα εὔοσμον,
μύρον πολύτιμον.

Ὁ Κανὼν τῆς Ἁγίας Μεγαλομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Χριστοῦ Παρθενομάρτυρα νύμφην ᾄσμασι μέλπω.
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ
Χορεύουσα Μάρτυς περὶ Θεόν, καὶ τῶν λαμπηδόνων, πληρουμένη τῶν παρ' αὐτοῦ, αἴγλην μοι παράσχου φωτοφόρον, ταῖς σαῖς πρεσβείαις καλλιπάρθενε.

Ῥεόντων τὸ ἄστατον καὶ φθαρτὸν σοφῇ διανοίᾳ, κεχρημένη Μάρτυς Χριστοῦ, παρεῖδες ἐμφρόνως καὶ δικαίως, κατηξιώθης τῆς ἄνω λαμπρότητος.

Ἱκέτης προσέρχομαι σοὶ σεμνή, ταῖς σαῖς ἱκεσίαις, τῶν τοῦ βίου με δυσχερῶν, διάσωσον Μάρτυς ἀθληφόρε, καὶ τῶν παθῶν μου κατεύνασον τάραχον.

Σοφίᾳ καὶ χάριτι λαμπρυνθείς, ὁ νοῦς σου Μαρῖνα, τῶν τυράννων τὰς ἀπειλάς, οὐκ ἔπτηξε μάρτυς τοῦ Σωτῆρος, θείᾳ δυνάμει κρατυνόμενος.
Θεοτοκίον
Τὴν τρίβον ὑπέδειξας τῆς ζωῆς, ζωὴν οὐσιώδη συλλαβοῦσα καὶ σαρκικῶς, κυήσασα ταύτην Θεομῆτορ, καὶ τὰ δεσμὰ τοῦ θανάτου διέρρηξας.

Ὁ Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ θ' ᾨδῇ.
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Θαλάσσης, τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Μαρτύρων, περιφανῶς λαμπρότησι, περιαστράπτουσα, περὶ Θεὸν χορεύεις ἱερῶς, θεουμένη Πανεύφημε, καὶ φωτισμὸν πρεσβείαις σου, παρεχομένη τοῖς ὑμνοῦσί σε.

Ἀθλήσει, τὴν ψυχικὴν νεώσασα, θεόφρον ἄρουραν, τοῦ μαρτυρίου στάχυν γεωργεῖς, γεωργῷ συντηρούμενον, τῷ τὴν ἰσχὺν σοι πνεύσαντι, Παρθενομάρτυς ἀξιάγαστε.

Πορφύραν, σῶν ἐξ αἱμάτων βάψασα, καὶ στολισθεῖσα φαιδρῶς, περιφανῶς τὰ ἄνω κατοικεῖς, ὡς παρθένος βασίλεια, καὶ θεϊκαῖς λαμπρότησι, μάρτυς Μαρῖνα κατηγλάϊσαι.

Ῥωσθεῖσα, τοῦ παντουργοῦ πανεύφημε, δυνάμει Πνεύματος, τὸν ἰσχυρὸν ἀνδρείως συμπλοκαῖς, ἐταπείνωσας τύραννον, μεγαλαυχίᾳ χρώμενον, καὶ σοῖς ποσὶ Μάρτυς ὑπέταξας.
Θεοτοκίον
Δοχεῖον, χωρητικὸν γεγένησαι τῆς θείας χάριτος, Θεογεννῆτορ ἄχραντε· διό, σε Μαρῖνα ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἱῷ προσαπενήνεκται.

Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,
ὡς ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον·
καὶ ἐν τῇ θείᾳ δόξῃ σου,
στεφάνων δόξης ἀξίωσον.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον,
ὡς χώρα ἀνήροτος σαφῶς,
χαῖρε ἔμψυχε τράπεζα,
ἄρτον ζωῆς χωρήσασα,
χαῖρε τοῦ ζῶντος ὕδατος,
πηγὴ ἀκένωτος Δέσποινα.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα,
τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς,
χαῖρε ἀμνὰς κυήσασα,
Θεοῦ ἀμνὸν τὸν αἴροντα,
κόσμου παντὸς τὰ πταίσματα,
χαῖρε θερμὸν ἱλαστήριον.

Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη,
τὸν Ἥλιον φέρουσα Χριστόν,
φωτὸς κατοικητήριον,
χαῖρε τὸ σκότος λύσασα,
καὶ τοὺς ζοφώδεις δαίμονας,
ὁλοτελῶς ἐκμειώσασα.

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος,
διώδευσε μόνος ἡ μοχλούς,
καὶ πύλας ᾍδου Δέσποινα,
τῷ τόκῳ σου συντρίψασα,
χαῖρε ἡ θεία εἴσοδος,
τῶν σῳζομένων πανύμνητε.

Κανών β', ᾨδὴ γ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐ πῦρ οὐδὲ μάστιγες, οὐδὲ ξίφους ἀκμή, οὐ τυράννων ὠμότητες, οὐδὲ θάνατος, οὐ θηρῶν ἀγριότης, τῆς θείας ἐχώρισεν, ἀγάπης σε Πανόλβιε.

Ὑπῆρξας ἄσειστος καὶ ἀσάλευτος, ἐν καιρῷ περιστάσεως, πύργος πανένδοξε, εὐσεβείας κρηπῖδα, θεμένη τῆς πίστεως, ἐν πέτρᾳ Παμμακάριστε.

Παρθένος ἐν μάρτυσιν ἐχρημάτισας, ἐν παρθένοις ἀήττητος, Μάρτυς γεγένησαι, τῷ Χριστῷ νυμφευθεῖσα, διπλοῦν σοι παρέχοντι, τὸν στέφανον πανόλβιε.

Ἁγίων αἱμάτων σου Καλλιπάρθενε, οἱ κρουνοὶ προχεόμενοι, πᾶσαν κατέσβεσαν, τῶν εἰδώλων τὴν πλάνην, καὶ δῆμον προσήγαγον, Μαρτύρων τῷ νυμφίῳ σου.
Θεοτοκίον
Ῥωσθέντες τῇ χάριτι, Θεοτόκον σε ὁμοφρόνως δοξάζομεν, σάρκα γενόμενον, τὸν τὸ εἶναι τοῖς πᾶσι· διδοῦντα γὰρ τέτοκας, καὶ κόσμον ἀνεκαίνισας.

Κανών γ', ᾨδὴ γ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Τὸ πάθος τοῦ ἀπαθοῦς, τοῦ νεκρωθέντος δι' ἡμᾶς νέκρωσιν, Μάρτυς σεμνὴ στέργουσα, τὸν μαρτυρικὸν θνῄσκεις θάνατον.

Μεγίστων ἐπιτυχεῖν, ἐφιεμένη δωρεῶν Πάνσεμνε, πόνους σαρκὸς ἔφερες, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι.

Αἱμάτων σου σταλαγμοῖς, τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσας, καὶ τῶν πιστῶν ἤρδευσας, ὦ Μαρῖνα μάρτυς τὸ φρόνημα.

Ὡς μάρτυς μαρτυρικήν, ἐνδεικνυμένη καρτερῶς ἔνστασιν, τὸν πτερνιστὴν πτέρναις σου, ταῖς ὡραιοτάταις συνέτριψας.
Θεοτοκίον
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα Πανάμωμε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί,
ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·
Σύ μου ἰσχὺς Κύριε,
καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Μαρῖνα μάρτυς τοῦ Χριστοῦ, ἀνευφημοῦμέν σε πιστοί, ὅτι τὸν τύραννον ἐχθρόν, ἐν τῇ δυνάμει τοῦ Σταυροῦ, ἐν τοῖς ποσὶ κατεπάτησας γενναιοφρόνως, καὶ γέγονας ἡμῖν, ἀνδρεία πίστεως, πᾶσαν τοῦ ἐχθροῦ, πατοῦσα δύναμιν· καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον, τῇ κορυφῇ σου ἀοίδιμε, Χριστὸν δυσώπει, σωθῆναι πάντας, τούς τελοῦντας τὴν μνήμην σου.
Θεοτοκίον
Κατεπλάγη, Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ καθήμενος ἐν δόξῃ,
ἐπὶ θρόνου Θεότητος,
ἐν νεφέλῃ κούφῃ,
ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,
τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε,
τοὺς κραυγάζοντας·
δόξα Χριστὲ τῇ δυνάμει σου.

Ἐν φωναῖς ᾀσμάτων πίστει,
σοὶ βοῶμεν Πανύμνητε,
Χαῖρε πῖον ὄρος,
καὶ τετυρωμένον ἐν Πνεύματι,
χαῖρε λυχνία καὶ στάμνε,
Μάννα φέρουσα, τὸ γλυκαῖνον,
τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

Ἱλαστήριον τοῦ κόσμου,
χαῖρε ἄχραντε Δέσποινα,
χαῖρε κλῖμαξ γῆθεν,
πάντας ἀνυψώσασα χάριτι,
χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα,
ἐκ θανάτου πάντας,
πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

Οὐρανῶν ὑψηλοτέρα,
χαῖρε γῆς τὸ θεμέλιον,
ἐν τῇ σῇ νηδύϊ,
Ἄχραντε ἀκόπως βαστάσασα,
χαῖρε κογχύλη πορφύραν θείαν βάψασα,
ἐξ αἱμάτων σου,
τῷ Βασιλεῖ τῶν Δυνάμεων.

Νομοθέτην ἡ τεκοῦσα,
ἀληθῶς χαῖρε Δέσποινα,
τὸν τὰς ἀνομίας,
πάντων δωρεὰν ἐξαλείφοντα,
ἀκατανόητον βάθος, ὕψος ἄρρητον,
ἀπειρόγαμε,
δι' ἧς ἡμεῖς ἐθεώθημεν.

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ,
ἀχειρόπλοκον στέφανον,
ἀνυμνολογοῦμεν·
Χαῖρέ σοι Παρθένε κραυγάζοντες,
τὸ φυλακτήριον πάντων καὶ χαράκωμα,
καὶ κραταίωμα,
καὶ ἱερὸν καταφύγιον.

Κανών β', ᾨδὴ δ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Σύ μου ἰσχὺς Κύριε ΤΟ ΑΚΟΥΤΕ
Θεοπρεπής, γέγονεν ὄντως ὁ βίος σου, τοῖς Ἀγγέλοις, ὤφθη ποθεινότατος, τῶν δὲ δαιμόνων τῇ στρατιᾷ, καὶ τοῖς ὑπηρέταις, ἐκείνων τῆς ἀγριότητος, ἀπρόσιτος ἐδείχθη· τῷ Χριστῷ γὰρ ἐβόας, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Ἐπὶ τῆς γῆς, ἠγωνισαμένη πανόλβιε, καὶ προσκαίρους, πόνους ὑπομείνασα, ἐν οὐρανοῖς, νῦν τὰς ἀμοιβάς, παρὰ τοῦ Δεσπότου, κομίζῃ Μάρτυς ἀοίδιμε, ἀπείρους εἰς αἰῶνας, σὺν Ἀγγέλοις βοῶσα, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Νῦν ἐπὶ σοί, χαίρει Παρθένων τὸ καύχημα, νῦν Μαρτύρων, ὅμιλος εὐφραίνεται, νῦν καὶ τὸ πλῆθος τῶν εὐσεβῶν, ἐπισυναχθέντες, χορεύουσιν ἀγαλλόμενοι, βοῶντες τῷ Δεσπότῃ, ἐν φωναῖς ἀσιγήτοις, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Ὅλη καλή, πέφηνας κόρη καὶ ἄσπιλος, ὤφθης ὅλη, νύμφη παναμώμητος, τῷ τῶν ψυχῶν, κάλλους ἐραστῇ· διὰ γὰρ βασάνων, πυρώσεως Παμμακάριστε, ἐφάνης λαμπροτέρα, τῷ Χριστῷ μελῳδοῦσα, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκίον
Μόνη ἁγνή, καὶ μετὰ τόκον διέμεινας· σὺ γὰρ Λόγον, μόνη ἐνυπόστατον, τὸν τῷ Πατρί, σύνθρονον Υἱόν, ἐκ σοῦ σαρκωθέντα, γεγέννηκας Θεονύμφευτε, καὶ φέρεις ἐν ἀγκάλαις, τὸν ἀχώρητον πᾶσι, καὶ τὸν πάντων τὸ κράτος κατέχοντα.

Κανών γ', ᾨδὴ δ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Μαρτυρίου διαλάμπουσα λαμπηδόσι, καὶ ἀφθαρσίας στέφανον, ἀναδησαμένη, χαίρουσα παρίστασαι, Χριστῷ τῷ νυμφίῳ σου, ὦ Μαρῖνα μάρτυς πανεύφημε.

Τὸν πτερνίσαντα ἀπάτῃ τὴν πρώτην Εὔαν, μαρτυρικαῖς ἐνστάσεσι, τρέψασα καθεῖλες, δείξασα ἀνίσχυρον, καὶ χαίρουσα ἔκραζες· Δόξα τῇ δυνάμει σου Κύριε.

Σὲ τὴν ἄσπιλον ἀμνάδα καθάπερ λύκοι, οἱ δυσμενεῖς σπαράττοντες, Μάρτυς ταῖς αἰκίαις, ἄμωμον ὁλόκληρον, Θεοῦ ἀπετέλεσαν, θεῖον ἱερεῖον καὶ σφάγιον.

Τοῦ ποιμένος θείοις ἴχνεσιν ἑπομένη, τὸ δι' αὐτὸν ὑπέμεινας, ἑκούσιον πάθος, Μάρτυς καὶ ἐσκήνωσας, εἰς μάνδραν οὐράνιον, ἔνθα τῶν Μαρτύρων τὰ τάγματα.
Θεοτοκίον
Ἡ πανάμωμος καὶ μόνη ἁγιωτέρα, τῶν Χερουβὶμ φανεῖσα, τὰς ψυχὰς ἡμῶν σῶσον, πάσης περιστάσεως, τῶν πίστει ὑμνούντων σε, ἄχραντε Παρθένε Θεόνυμφε.

Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου,
σὺ γὰρ ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ,
τὸν ἐπὶ πάντων Θεόν,
καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσί σε,
σωτηρίαν βραβεύοντα.

Ὁδὸν ἡ κυήσασα,
ζωῆς χαῖρε Πανάμωμε,
ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας,
σώσασα κόσμον,
χαῖρε Θεόνυμφε,
ἄκουσμα καὶ λάλημα φρικτόν,
χαῖρε ἐνδιαίτημα,
τοῦ Δεσπότου τῆς κτίσεως.

Ἰσχὺς καὶ ὀχύρωμα,
ἀνθρώπων χαῖρε Ἄχραντε,
τόπε ἁγιάσματος τῆς δόξης,
νέκρωσις ᾍδου,
νυμφὼν ὁλόφωτε,
χαῖρε τῶν Ἀγγέλων χαρμονή,
χαῖρε ἡ βοήθεια,
τῶν πιστῶς δεομένων σου.

Πυρίμορφον ὄχημα,
τοῦ Λόγου χαῖρε Δέσποινα,
ἔμψυχε Παράδεισε τὸ ξύλον,
ἐν μέσῳ ἔχων ζωῆς
τὸν Κύριον,
οὗ ὁ γλυκασμὸς ζωοποιεῖ,
πίστει τοὺς μετέχοντας,
καὶ φθορᾷ ὑποκύψαντας.

Ῥωννύμενοι σθένει σου,
πιστῶς ἀναβοῶμέν σοι·
Χαῖρε πόλις τοῦ Παμβασιλέως,
δεδοξασμένα,
καὶ ἀξιάκουστα,
περὶ ἧς λελάληνται σαφῶς,
ὄρος ἀλατόμητον,
χαῖρε βάθος ἀμέτρητον.

Εὐρύχωρον σκήνωμα,
τοῦ Λόγου χαῖρε Ἄχραντε,
κόχλος ἡ τόν, θεῖον μαργαρίτην,
προαγαγοῦσα,
χαῖρε πανθαύμαστε,
πάντων πρὸς Θεὸν καταλλαγὴ
τῶν μακαριζόντων σε,
Θεοτόκε ἑκάστοτε.

Κανών β', ᾨδὴ ε', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ἀθλητῶν ἐν σταδίῳ, δρόμον συντονώτατον κόρη διήνυσας· ὁ γὰρ θεῖος πόθος, τὸ τοῦ θήλεος χαῦνον ἐπτέρωσε, προφανῶς δεικνύων, τὸν λογισμὸν τῶν παθημάτων, αὐτοκράτορα Μάρτυς ὑπάρχοντα.

Ῥανίδες σῶν αἱμάτων, Μάρτυς ἀποστάζουσαι χλαίναν πολύτιμον, καὶ τῆς ἀκηράτου, εὐφροσύνης χιτῶνα ἐξύφαναν, ὄνπερ νῦν θεόφρον, ἐν οὐρανοῖς ἐνδεδυμένη, νοητῷ σου νυμφίῳ παρίστασαι.

Τοῖς δεσμοῖς τῶν εὐχῶν σου, Κόρη τὸν μεγάλαυχον ὄφιν ἐδέσμευσας, καὶ ὀφρὺν τὴν πρώην, ἐπηρμένην πρὸς γῆν ἐταπείνωσας· ἐκτελεῖν γὰρ οἶδεν, ὡς ἀγαθὸς ὁ παντεπόπτης, τῶν αὐτὸν φοβουμένων τὸ θέλημα.

Ὑπερτέρας σε δόξης, θείοις διαδήμασιν ὄντως ἐκόσμησεν, ὁ νυμφίος Λόγος, δι' αὐτὸν ἐναθλοῦσαν θεώμενος, καὶ πυρὸς τὴν φλόγα, καὶ αἰκισμῶν τὰς ἀλγηδόνας, καρτερῶς ὑπομένουσαν Ἔνδοξε.
Θεοτοκίον
Ῥυπτομένην ὁρῶντες, τῷ τῆς παρθενίας σου τόκῳ Πανάμωμε, τῶν βροτῶν τὴν φύσιν, τῆς κατάρας τῆς πρώην δοξάζομεν, τὸν ἐκ σοῦ τεχθέντα, μόνη ἁγνὴ δι' εὐσπλαγχνίαν, ὃν δυσώπει Παρθένε σωθῆναι ἡμᾶς.

Κανών γ', ᾨδὴ ε', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Φῶς γέγονας φωτί, τῷ μεγάλῳ τρανότερον, ἐγγίζουσα καὶ φωτίζεις, φωτοφόρον τὴν μνήμην, τὴν σὴν τοὺς ἑορτάζοντας.

Σοῦ μόνου καλλοναῖς, ὡς παρθένος ἐνήδομαι, σὲ Κύριε ἀγαπῶσα, σφαγιάζομαι ξίφει, Μαρῖνα ἀνεκραύγαζε.

Ῥοῦν Μάρτυς δυσσεβῶν, ἀθεΐας ἐξήρανας, τοῖς ῥεύμασι τῶν αἱμάτων, τῶν ἀδίκως χυθέντων, καὶ πῦρ ἀπάτης ἔσβεσας.

Ὁλόκληρον σαυτήν, τῷ Θεῷ προσενήνοχας, ἐρύθημα παρθενίας, ταῖς βαφαῖς τῶν αἱμάτων, λαμπρότερον τελέσασα.
Θεοτοκίον
Ῥοῦς ἔστη τῆς φθορᾶς· ἡ Παρθένος ἀφθόρως γάρ, γεγέννηκε τὸν τὴν φύσιν, τῶν ἀνθρώπων φθαρεῖσαν, φθορᾶς ἐλευθερώσαντα.

Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος,
δεῦτε τάς χεῖρας κροτήσωμεν,
τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Παστὰς τοῦ Λόγου ἀμόλυντε,
αἰτία τῆς τῶν πάντων θεώσεως,
χαῖρε Πανάχραντε,
τῶν Προφητῶν περιήχημα,
χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε,
φλογμὸν πολυθεΐας ἡ λύσασα·
ὅθεν βοῶμέν σοι·
Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος,
ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

Ἰδοὺ σοι Χαῖρε κραυγάζομεν,
λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι
καὶ ὁρμητήριον,
ἐν τῷ πελάγει τῶν θλίψεων,
καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

Χαρᾶς αἰτία χαρίτωσον,
ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι·
Χαῖρε ἡ ἄφλεκτος βάτος,
νεφέλη ὁλόφωτε,
ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

Κανών β', ᾨδὴ ς', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀπόθετον τῷ Χριστῷ, ἐφάνης κάλλος καὶ ἄσπιλον, καὶ ὡς πηγὴ διαυγής, καὶ κῆπος πολύκαρπος, Μαρῖνα πανένδοξε, καὶ γνησία νύμφη, καὶ Παράδεισος ἀσύλητος.

Νεᾶνις πανευπρεπής, ὀπίσω σου ἠκολούθησε, δραμοῦσα πρὸς τὴν ὀσμήν, τῶν μύρων σου Δέσποτα, τὸ ἄχραντον Πάθος σου, διὰ καρτερίας, μιμουμένη τὸ σεβάσμιον.

Ὑπέμεινας ἀνδρικῶς, ἀγῶνας Μάρτυς πολύαθλε, καὶ τὸν πρὶν φρενοβλαβῶς, μεγάλα καυχώμενον, μετ' ἤχου ἀπώλεσας, Σταυροῦ τῇ δυνάμει, ὦ Μαρῖνα κυριώνυμε.
Θεοτοκίον
Μαρία τὸ καθαρόν, καὶ πάνσεπτον ἐνδιαίτημα, τοῦ πάντων Δημιουργοῦ, ψυχῆς καθαρτήρια, παράσχου μοι δάκρυα, καὶ ἐπάκουσόν μου, τῆς δεήσεως πανάμωμε.

Κανών γ', ᾨδὴ ς', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Αἱμάτων, τῇ πλημμύρᾳ θαλάσσας ἐξήρανας, κακοπιστίας, Χριστοῦ δέ, τὴν σεπτὴν κατήρδευσας Ἐκκλησίαν, ὦ Μαρῖνα ἀθληφόρε, παρθένων τὸ καύχημα.

Ἀβρόχως, τῶν βασάνων διῆλθες κλυδώνιον· ἀκαταπόντιστος ὅθεν, εἰς λιμένα ἄκλυστον καθωρμίσθης, καὶ τῆς ὄντως, ἀπολαύεις γαλήνης, Ἀοίδιμε.

Τύπτεσθαι, ἀνηλεῶς καὶ ῥάβδοις συντρίβεσθαι, τὴν τοῦ Κυρίου ἀμνάδα, πονηρὸς διώκτης προσέταττέ σε, τεταμένην, πρὸς Χριστὸν τὴν διάνοιαν ἔχουσαν.

Ὤρθρισας, πρὸς Χριστὸν τὰν ἀνέσπερον ἥλιον, καὶ ταῖς αὐτοῦ φρυκτωρίαις, τὴν ψυχὴν θεόφρον σοῦ κατηυγάσθης, Ἀθληφόρε, καὶ πρὸς φῶς μετετέθης ἀΐδιον.
Θεοτοκίον
Θάλασσαν, σπαργανώσας ὁμίχλῃ βουλήματι, κυοφορεῖται ὁ Κτίστης, ἐκ Παρθένου Κόρης ἀπειρογάμου, ὥσπερ βρέφος, καὶ σπαργάνοις ἀρρήτως εἱλίσσεται.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε,
ἡ Ἐκκλησία βοᾷ σοι,
ἐκ δαιμόνων λύθρου κεκαθαρμένη,
τῷ δι' οἶκτον,
ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι, στεφανωθεῖσα Μαρῖνα, αἵμασιν ἀθλητικοῖς τε ῥεραντισμένη, θαύμασι καταλαμφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.
Ὁ Οἶκος
Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.
Στίχοι
Χεὶρ δημίου τέμνει σε Μαρῖνα ξίφει,
Χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει.
Ἑβδομάτῃ δεκάτῃ Μαρῖνα δειροτομήθη.

Μνήμη τῶν ἁγίων μαρτύρων Σπεράτου καὶ Βηρονίκης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,
παρὰ τὸν Κτίσαντα,
ἀλλὰ πυρὸς ἀπειλήν;
ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον.
Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἀνυμνοῦμέν σε, βοῶντες·
Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ,
ἄμπελος ἀληθινή,
τὸν βότρυν τὸν πέπειρον,
ἡ γεωργήσασα,
οἶνον στάζοντα,
τὸν τὰς ψυχὰς εὐφραίνοντα,
τῶν πιστῶς σε δοξαζόντων.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα
χαῖρε Θεόνυμφε,
ἡ ῥάβδος ἡ μυστική,
ἄνθος τὸ ἀμάραντον,
ἡ ἐξανθήσασα,
χαῖρε Δέσποινα,
δι' ἧς χαρὰς πληρούμεθα,
καὶ ζωὴν κληρονομοῦμεν.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα
Δέσποινα, ὑμνολογῆσαί σε·
ὑπὲρ γὰρ τὰ Σεραφείμ,
ὑψώθης κυήσασα,
τὸν Βασιλέα Χριστόν,
ὃν ἱκέτευε,
πάσης νῦν βλάβης ῥύσασθαι,
τοὺς πιστῶς σε προσκυνοῦντας.

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα,
καὶ ἀνακράζει σοι·
Χαῖρε ὁ τόμος ἐν ᾧ,
δακτύλῳ ἐγγέγραπται,
Πατρὸς ὁ Λόγος Ἁγνή,
ὃν ἱκέτευε,
βίβλῳ ζωῆς τους δούλους σου,
καταγράψαι Θεοτόκε.

Ἱκετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν,
γόνυ καρδίας ἡμῶν.
Κλῖνον τὸ οὖς σου Ἁγνή,
καὶ σῶσον τοὺς θλίψεσι,
βυθιζόμενους ἡμᾶς,
καὶ συντήρησον,
πάσης ἐχθρῶν ἁλώσεως,
τὴν σὴν Πόλιν Θεοτόκε.

Κανών β', ᾨδὴ ζ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Φῶς τὸ ἀπρόσιτον Μαρῖνα, κατεφώτισεν ἀξίως τὴν ψυχήν σου, καὶ λαμπάσι φωτὸς κατηύγασε βοῶσαν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἤρθης πρὸς θεῖον ὄντως ὕψος· ὑψηλὴν γάρ σου ἐκέκτησο τὴν γνώμην, καὶ νυμφῶνα λαμπρὸν κατῴκησας βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Νύμφη γνησία τοῦ Δεσπότου, ἀναδέδειξαι Μαρῖνα θεοφόρε, καὶ ὡς μάρτυς αὐτῷ ἀήττητος κραυγάζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἄρχων οὐκ ἔτι ἐξ Ἰούδα, ἀλλ' ἐξέλιπεν· ἐκ σοῦ γὰρ ὁ Δεσπότης, τῶν ἐθνῶν ἡ ἐλπὶς ἀνέτειλεν ἀφράστως, ὃν εὐλογοῦσιν ἅπασαι, γενεαὶ φυλαὶ καὶ γλῶσσαι.

Κανών γ', ᾨδὴ ζ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος δ'
Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Πυρὶ τῷ θείῳ, φλεγομένη πυρὸς οὐκ ἐφρόντισας· ὅθεν ἐπομβρίζεις πάντοτε τοῖς πιστοῖς, ἰαμάτων θεῖα νάματα, παθῶν ἐπήρειαν, ἀθληφόρε Μαρῖνα ξηραίνουσα.

Πολυειδέσιν, αἰκισμοῖς ἐκφοβῶν σε ὁ τύραννος, εὗρε τὴν ψυχήν σου πέτρας ὡς ἀληθῶς, στερροτέραν· ἀνεβόας γάρ· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Σὺ τῷ νυμφίῳ, καθάπερ προῖκα προσήγαγες, δῆμον καὶ λαὸν πιστεύσαντα εἰς Θεόν, καὶ τῆς πλάνης ἀμαυρότητα, ταῖς φωτοβόλοις σου, θαυματουργίαις ἀποκρουσάμενον.
Θεοτοκίον
Παρθένε μόνη, ὡς καθαρὰν σε ἀδιάφθορον, Λόγος καθαρὸς ἠγάπησε καὶ ἐκ σοῦ, ἀνεπλάσατο σαρκούμενος, κόρη τὸν ἄνθρωπον, ὁ Μαρῖναν δοξάσας τοῖς θαύμασι.

Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,
τότε μὲν τυπούμενος,
νῦν δὲ ἐνεργούμενος,
τὴν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω,
τὸν πάντα βαστάζοντα ἐβάστασας,
γάλακτι ἐξέθρεψας,
νεύματι τὸν τρέφοντα,
τὴν οἰκουμένην ἅπασαν,
Ἁγνὴ ᾧ ψάλλομεν·
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μωσῆς κατενόησεν ἐν βάτῳ,
τὸ μέγα μυστήριον τοῦ τόκου σου.
Παῖδες προεικόνισαν,
τοῦτο ἐμφανέστατα
μέσον πυρὸς ἱστάμενοι,
καὶ μὴ φλεγόμενοι,
ἀκήρατε ἁγία Παρθένε·
ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες,
στολὴν ἀφθαρσίας ἐνεδύθημεν,
τῇ κυοφορίᾳ σου,
καὶ οἱ καθεζόμενοι,
ἐν σκότει παραπτώσεων,
φῶς κατωπτεύσαμεν,
φωτὸς κατοικητήριον, Κόρη·
ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται·
ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας,
εὔλαλοι οἱ ἄλαλοι,
πρῴην χρηματίζοντες,
λεπροὶ ἀποκαθαίρονται,
νόσοι διώκονται,
πνευμάτων ἀερίων τὰ πλήθη,
ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν,
δι' ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν,
χαίροις παντευλόγητε,
σκέπη καὶ κραταίωμα,
τεῖχος καὶ ὀχύρωμα,
τῶν μελῳδούντων Ἁγνή.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Μουσικῶν ὀργάνων συμφωνούννων ΤΟ ΑΚΟΥΤΕ
Σταθηρὰν τὴν γνώμην κεκτημένη, σταθερῶς τοὺς ἄθλους ἐκαρτέρεις, καὶ στέμμασι νικητικοῖς, ἐστέφθης μελῳδοῦσα· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μυστικὴν Μαρῖνα σοι παστάδα, ὁ ψυχῶν νυμφίος Θεὸς Λόγος, ηὐτρέπισεν ἐν οὐρανοῖς, ὃν βλέπουσα κραυγάζεις· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀρεταῖς ποικίλαις κοσμουμένη, δωρεῶν πλειόνων ἠξιώθης, τὸ ἔσχατον τῶν ὀρεκτῶν, ὁρῶσα καὶ βοῶσα· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σωτηρίας ὤφθης ἀθληφόρε, τοῖς πολλοῖς αἰτία καὶ μαρτύρων, προσήγαγες δῆμον Χριστῷ, συμφώνως μελῳδοῦσα· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον
Ἱλασμὸς ἡμῖν Θεογεννῆτορ, διὰ σοῦ ἐδόθη· σὺ γὰρ μόνη, ἀπέτισας τὴν ὀφειλήν, τὸν πάντων συλλαβοῦσα, Θεόν τε καὶ Δεσπότην, ἄχραντε Παρθένε, εἰς πάντων σωτηρίαν.

Κανών γ', ᾨδὴ η', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Παρθένον καὶ σῶμα καὶ ψυχήν, Θεῷ διέσωσας, καὶ προσενήνοχας, ὡς προῖκα πάντιμον Ἔνδοξε, τὴν ἀοίδιμόν σου ἄθλησιν, καὶ εἰς νυμφῶνα νοητὸν εἰσήχθης μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥήμασι τυράννου δυσμενοῦς, ὑπηρετούμενοι, πυρὸς ἐπάξιοι, οἱ ματαιόφρονες ζῶσάν σε, τῇ πυρᾷ Μάρτυς ἐνέβαλον· ἀλλ' οὐκ ἐφλέχθης τῷ πυρί, τῆς τοῦ νυμφίου στοργῆς, θεοφόρε δροσιζομένη, καὶ τοῦτον γεραίρουσα.

Ἵστασο πρὸ βήματος Χριστόν, ἀνακηρύττουσα, Θεὸν ἀθάνατον, καθυπομείναντα σταύρωσιν, καὶ τὴν πλάνην θανατώσαντα, καὶ τὴν ἀθάνατον ζωὴν πιστοῖς παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ὤφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον ἀποκυήσασα, τὸν οὐρανώσαντα Πάναγνε, γηγενῶν ὅλον τὸ φύραμα, καὶ τῆς Μαρίνης τὴν σεπτήν, μνήμην φαιδρύναντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
"Χεῖρας ἐκπετάσας Δανιήλ,
λεόντων χάσματα, ἐν λάκκω ἔφραξε,
πυρὸς δὲ δύναμιν ἔσβεσαν,
ἀρετὴν περιζωσάμενοι,
οἱ εὐσεβείας ἐρασταί,
Παῖδες κραυγάζοντες· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον".

Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἅπας γηγενής,
σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος,
πανηγυριζέτω δέ,
αὔλων Νόων φύσις γεραίρουσα,
τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος,
καὶ βοάτω·
Χαίροις παμμακάριστε,
Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἵνα σοι πιστοί,
τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς,
μέτοχοι γενόμενοι,
τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ,
βαρβαρικῆς ἁλώσεως,
καὶ πάσης ἄλλης πληγῆς,
διὰ πλῆθος, Κόρη παραπτώσεων,
ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ὤφθης φωτισμός,
ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι·
Χαῖρε ἄστρον ἄδυτον,
εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον,
χαῖρε Ἐδὲμ ἀνοίξασα,
τὴν κεκλεισμένην Ἁγνή,
χαῖρε στῦλε, πύρινε εἰσάγουσα,
εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.

Στῶμεν εὐλαβῶς,
ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν·
Χαῖρε κόσμου Δέσποινα,
χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν,
χαῖρε ἡ μόνη ἄμωμος,
ἐν γυναιξὶ καὶ καλή,
χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον,
ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Ἡ περιστερά,
ἡ τὸν ἐλεήμονα ἀποκυήσασα,
χαῖρε ἀειπάρθενε Ὁσίων πάντων,
χαῖρε τὸ καύχημα,
τῶν Ἀθλητῶν στεφάνωμα,
χαῖρε ἁπάντων τε, τῶν Δικαίων,
θεῖον ἐγκαλλώπισμα,
καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

Φεῖσαι ὁ Θεός,
τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν,
πάσας παραβλέπων νῦν,
εἰς τοῦτο ἔχων,
ἐκδυσωποῦσάν σε,
τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν,
διὰ μέγα ἔλεος θελήσαντα,
μορφωθῆναι Χριστέ, τὸ ἀλλότριον.

Κανών β', ᾨδὴ θ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Μαρῖνα μάρτυς τοῦ Χριστοῦ, τὴν αἰώνιον ζωὴν καὶ ἀνώλεθρον, ἐν Παραδείσῳ τρυφῆς, ἐπιτηδείως ὄντως ἐτρυγησας, τὴν στρεφομένην ἀβλαβῶς· ῥομφαίαν διέβης γάρ, μαρτύρων αἵμασι, λαμπομένη τηλαυγῶς καλλιπάρθενε.

Ἔφλεξε πᾶσαν ὑλικήν, καὶ φιλόκοσμόν σου Μάρτυς διάνοιαν, ἔρως ὁ ἔνθεος, καὶ στερροτάτην μάρτυρα ἔδειξε, παρθενικαῖς μαρμαρυγαῖς, τὸ πρὶν διαλάμπουσαν, Μαρῖνα πάνσεμνε· διὸ πάντες σε πιστῶς μακαρίζομεν.

Λῦσόν μου νύμφη ἐκλεκτή, τῶν πταισμάτων τὰς σειρὰς ταῖς πρεσβείαις σου, καὶ τὸ χειρόγραφον, τῆς ἁμαρτίας Μάρτυς διάρρηξον, παρισταμένη εὐπρεπῶς, Χριστῷ τῷ νυμφίῳ σου, τῷ παντοικτίρμονι, καὶ παθῶν μου τὴν ἀχλὺν διασκέδασον.

Πέπαυται φρύαγμα δεινόν, τοῦ ἀλάστορος. Ἰδοὺ γὰρ νεάνιδες, ἐπιλαθόμεναι, τῆς γυναικείας φύσεως ἤθλησαν, καὶ κατ' αὐτοῦ περιφανῶς, τὴν νίκην ἀράμεναι, νῦν τῆς προμήτορος, ἀνεκτήσαντο σαφῶς τὴν παράπτωσιν.
Θεοτοκίον
Ὥριμον δρέπομαι ζωήν, μὴ βλαπτόμενος τῷ ξύλῳ τῆς γνώσεως· σὺ γὰρ Πανάχραντε, ζωῆς τὸ ξύλον, Χριστὸν ἐβλάστησας, τὸν τὰς εἰσόδους τῆς ζωῆς, τοῖς πᾶσι γνωρίζοντα· διὸ σε πάναγνε, Θεοτόκον εὐσεβῶς καταγγέλλομεν.

Κανών γ', ᾨδὴ θ', τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀντιοχέων ἡ πόλις, σοῦ τοῖς σπαργάνοις καὶ τοῖς ἄθλοις, Μάρτυς ἐγκαυχᾶται, τῶν ἄνω, ἡ Ἐκκλησία τῶν πρωτοτόκων δέ, μετὰ δικαίων ἔχει σου, πνεῦμα τὸ θεῖον εὐφραινόμενον.

Ἰδόντες σου μάρτυς Μαρῖνα, τοὺς ὑπὲρ πίστεως ἀγῶνας, Ἄγγελοι ἐθαύμασαν ὅπως, ἐν γυναικείᾳ φύσει κατῄσχυνας τὸν πρὶν τὴν σὴν προμήτορα, ἐν Παραδείσῳ θανατώσαντα.

Ὡς περικαλὴς ἀθληφόρος, καὶ περιδέξιος παρθένος, στέφος ἀναπλέξω νομίμως, δικαιοσύνης, καταπατήσασα, μετὰ σαρκὸς τὸν ἄσαρκον, καὶ νικηφόρος χρηματίσασα.

Σὲ τὴν νοητὴν χελιδόνα, καὶ ἀδιάφθορον ἀμνάδα, καὶ περιστερὰν χρυσαυγοῦσαν, τῷ μαρτυρίῳ ἔχουσαν πτέρυγας, καὶ πρὸς Θεὸν πετάσασαν, καὶ καταπαύσασαν γεραίρομεν.

Ἤνθησας κοιλάσιν ὡς κρίνον, ταῖς τῶν μαρτύρων Ἀθληφόρε, ὦ μάρτυς Μαρῖνα ὡς ῥόδον, τὴν παρθενίαν εὔοσμον φέρουσα, καὶ τῷ τερπνῷ νυμφίῳ σου, θεῖον ὀσφράδιον γεγένησαι.
Θεοτοκίον
Φῶς ἡμῖν ἀνέτειλας μήτρας, ἐξ ἀπειράνδρου σου Παρθένε, οὗ ταῖς φρυκτωρίαις ἐνθέως, καταυγασθεῖσα φῶς ἐχρημάτισεν, ἡ τῆς χαρᾶς ἐπώνυμος, Θεοκυῆτορ Μητροπάρθενε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους,
ἐξ ἀλαξεύτου σου Παρθένε,
ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς
συνάψας τάς διεστώσας φύσεις.
Διὸ ἐπαγαλλόμενοι
σὲ Θεοτόκε μεγαλύνομεν.»

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Μαρῖνα μάρτυς Κυρίου, καὶ καλλιπάρθενε νύμφη, ῥῦσαι λαόν σου καὶ πόλιν, ἐκδυσωποῦσα τὸν Θεόν, ὅπως ῥυσθῶμεν οἱ πάντες, φθορᾶς ὀργῆς καὶ κινδύνων.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες τὸ α'.
Στιχηρὰ τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Πολυώδυνα βάσανα ὑποστῆναι πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας, καὶ τὸν τύραννον ἐχθρόν, ἀθληφόρε πανεύφημε τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι, σὺ κατῄσχυνας Μαρῖνα, καὶ τοὺς λαοὺς κατεφώτισας.
Ἦχος δ'
Τὸν ἀρχέκακον δράκοντα, τὸν τὴν Εὔαν γυμνώσαντα, παραβάσει πρότερον, Μάρτυς ἔνδοξε, διὰ Σταυροῦ ἀπενέκρωσας, ἀγῶσι δεσμεύσασα, τοῖς σεπτοῖς σου εὐσεβῶς, Χριστὸν δύναμιν ἔχουσα, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ'
Ὥσπερ προῖκα πολύτιμον, τῷ νυμφίῳ προσήγαγες, Ἀθληφόρε ἔνδοξε δῆμον ἅγιον, τοῖς θαυμασίοις πιστεύσαντα, οἷς πίστει ἐτέλεσας, ἀνωτέρα καὶ ποινῶν, καὶ πυρός καταφλέγοντος, καὶ στρεβλώσεων, ἐν Χριστῷ δεικνυμένη τῷ τὴν νίκην, οὐρανόθεν σοι παρθένε, θεουργικῶς χορηγήσαντι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Μαρῖνα πανσεβάσμιε, καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία


Τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἁγίας ἡ γ' καὶ ς' ᾨδή.

Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.