Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομαρτυρος Φωκᾶ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ Ἁγίου Ἱερομαρτυρος
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἀθλητικῶν ἐξ αἱμάτων, κρατῆρα πλήσας πιστοῖς, ἰάσεις ἐπαρδεύει, καὶ τὰς νόσους ἐλαύνει, Φωκᾶς ὁ χριστομάρτυς, ἐν ὑψηλῷ, μαρτυρίας κηρύγματι, πάντα καλῶν, οἱ διψῶντες δεῦτε πιστῶς, ποταμοὺς χαρίτων δρέψασθε.
Ἦχος α'
Τῆς ἀθεΐας τὴν πλάνην, θείᾳ ἐνστάσει σου, πολυθεΐας ζάλην, τῆς Τριάδος δυνάμει, Φωκᾶ μάρτυς ἐκτρέψας, ξίφους ἀκμήν, τοῦ πυρός τε τὴν ἔκκαυσιν, καὶ νιφετούς τῶν βασάνων βέλη σαφῶς, ὡς νηπίων ἐκαρτέρησας.
Ἦχος α'
Τοῦ ζωοοδότου σὺ κήρυξ, Θεοῦ γενόμενος, τυράννων καθαιρέτης, Ἀθλητὰ ἀνεδείχθης, καὶ θεῖος ἀθλοφόρος· ὅθεν ζωήν, τῷ ἀθανάτῳ πιστούμενος, πρὸς τὴν ἀνέσπερον ἔβης μαρμαρυγήν, τοῦ Θεοῦ Φωκᾶ μακάριε.
Ἦχος δ'
Ἐκ βρέφους ἐγένου τοῦ Κυρίου ἐραστής, Φωκᾶ παμμακάριστε, Ἱερομάρτυς σοφέ· τὸ γὰρ ὅπλον τοῦ Σταυροῦ ἐπ' ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν τῆς ἀληθείας, δι' ἧς τῶν Ἀγγέλων ὑφέστιος γέγονας, δαιμόνων ἀντίπαλος, καὶ τοῦ κόσμου πρεσβευτής, ὤφθης διαπρύσιος.
Θεοτοκίον
Ἦχος δ'
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ μὲ μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς προπάτορας.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Φωκᾶ. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων).
Φωκᾶς ὁ Φωστὴρ πᾶσιν ἐκλάμπει χάριν.

ᾨδὴ α'
Ἦχος δ'
Θαλάσσης, τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Φωτὸς σε, τῆς θεϊκῆς κατηύγασαν ἀκτῖνες, Ἔνδοξε, ὑπερφυοῦς προνοίας ἐξ αὐτῶν, τῶν ὠδίνων μακάριε· διὸ φωστὴρ ὑπέρλαμπρος, Φωκᾶ ἐδείχθης ἐν τοῖς πέρασιν.

Ὡς φοίνιξ, ὑψιτενὴς ἀνέδραμες, ἐκ βρέφους ἔνδοξε, τῶν ἀρετῶν εἰς ὕψος νοητόν, καὶ καρποὺς τοὺς τῶν ἄθλων σου, πληθύνας κατεγλύξανας, πάντας μεθέξει τῶν θαυμάτων σου.

Καθεῖλες, τὰ τῶν βωμῶν ἱδρύματα, τῆς ἀθεότητος, τῇ μηχανῇ τῶν λόγων σου Σοφέ, καὶ Χριστοῦ διετήρησας, τὴν Ἐκκλησίαν ἄσειστον, κατοχυρώσας τοῖς διδάγμασιν.

Ἀφ' ὕψους, τῆς ἀπονοίας ἔρριψας, νοῦν ὑπερήφανον, ἐν τῇ ἁπλῇ τῶν λόγων καθελών, τοῦτον χάριτι Ὅσιε, καὶ κατ' αὐτοῦ τὰ τρόπαια, ἀθλητικαῖς νίκαις κεκλήρωσαι.
Θεοτοκίον
Γεννήτωρ, ἐν Παραδείσῳ γέγονε, φθόνος θανάτου βροτοῖς, ὃν γεννηθεὶς Πανάχραντε ἐκ σοῦ, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρός, μετˈ ἤχου ἐξηφάνισεν, ἀθανασίαν δοὺς τῷ γένει ἡμῶν.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Ἱερομαρτυρος
Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Συνήρμοσας τῶν πιστῶν, τὴν συμφωνίαν εἰς Χριστοῦ αἴνεσιν, καὶ ἀθεΐας φωνάς, Μάρτυς τῇ ἐνστάσει συνέχεας.

Ὁ πόθος σε τοῦ Θεοῦ, τῶν ἀπὸ γῆς πρὸς οὐρανὸν εἵλκυσε, καὶ νοεραῖς τάξεσιν, ἐν σαρκὶ ἀθλοῦντα ἠρίθμησεν.

Φωτίσας ταῖς ἀστραπαῖς, τῶν σῶν θαυμάτων τοὺς πιστούς, ἔσβεσας, τῆς ἀθεΐας πυρσούς, ἐν τοῖς ὄμβροις Μάκαρ τῶν λόγων σου.

Ὡς χρώμασι φαεινοῖς, ἱερωσύνης τὴν στολὴν ἔβαψας, ἀθλητικοῖς αἵμασι, καὶ Χριστῷ φωτὶ ἱερούργησας.
Θεοτοκίον
Ἐρράγη τὸ τῆς ἀρᾶς, ἡμῶν μεσότοιχον ἁγνὴ Δέσποινα, τῷ ὑπὲρ νοῦν τόκῳ σου, καὶ τῇ θείᾳ φύσει συνήφθημεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστέ, κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Θυσίαν ἀναίμακτον, Χριστῷ προσφέρων Φωκᾶ, θυσίαν προσήνεγκας, σαυτὸν δι' αἵματος, Ἱεράρχα θεόληπτε· ὅθεν ἐν εὐφροσύνῃ, αὐλιζόμενος Πάτερ, μνήσθητι τῶν ἐν πίστει, ἐκτελούντων τὴν θείαν, καὶ εὔσημον ἡμέραν τῆς σῆς ἀθλήσεως.
Θεοτοκίον
Ἡ μόνη κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Πάναγνε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἀεί, ὃν ἐσωμάτωσας.
Ἢ Σταυροθεοτοκίον
Ὑψούμενος ὕψωσας, τοὺς πεπτωκότας ποτέ, ἐμὲ δὲ κατέβαλες, τῇ ἀνυψώσει τῇ σῇ· Ὦ φῶς τῶν ὀμμάτων μου, δέχου Υἱὲ τὸ πάθος, δι' ἡμᾶς ἑκουσίως. Φέρε Σταυρόν τοὺς Ἥλους, καὶ τὸν Σπόγγον τὴν Λόγχην, δι' ὧν τῆς ἀπαθείας χάριν ἑβράβευσας.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Ἱερομαρτυρος
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Σὺ σαλεύουσαν πελάγει τῆς ἀσεβείας, τὴν Ἐκκλησίαν εἵλκυσας, Φωκᾶ εἰς λιμένας, τοὺς τῆς εὐσεβείας Χριστοῦ, ἀπαύστως κραυγάζουσαν· Δόξα τῇ δυνάμει σου Κύριε.

Τὸ γεῶδες ἐκτινάξας ζωῆς σαρκώδους, καὶ βιοτεύων ἔνδοξε, ἐν σαρκὶ πορείαν, ἄϋλον διήνυσας, Φωκᾶ· ὅθεν χάριτι, ἄγγελος ἐν σώματι πέφυκας.

Ἡ ἀκένωτος πηγὴ σε τοῦ Παρακλήτου, τῶν νοητῶν ἐπληρωσε, καὶ θείων θαυμάτων, Ἱεράρχα ἔνδοξε, καὶ πᾶσι προτέθεικε, ποταμὸν χαρίτων ἀείρυτον.
Θεοτοκίον
Ὡς παράδοξα καὶ ἄρρητα Θεοτόκε, τὰ τοῦ καινοῦ σου τόκου, ἀληθῶς ὑπάρχει, ξένα καὶ παράδοξα, ἐν οἷς ἡ διάνοια, καὶ ὁ νοῦς ἡττᾶται πανάχραντε.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Ἱερομαρτυρος
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Πορθήσας τὰ ἐχθροῦ, ὦ Φωκᾶ ὄχυρώματα, δυνάμει τῇ τῶν θαυμάτων, τοὺς ῥυσθέντας Κυρίῳ, ὡς σκῦλα προσενήνοχας.

Ἀντώθησας Σοφέ, κατὰ σοῦ τὰ πεμπόμενα, τοξεύματα εἰς καρδίας, τῶν βαλλόντων, αὐτὸς δέ, ἐσώθης ἀπαράτρωτος.

Συνέθλασας Φωκᾶ, κεφαλὴν τὴν τοῦ δράκοντος, πατήσας τοῦτον γενναίως, τῇ ἐνθέῳ δυνάμει, τῆς στερρᾶς σου ἀθλήσεως.
Θεοτοκίον
Ῥανάτω οὐρανός, εὐφροσύνην καὶ χάριν ἐν γῆ· ἀνέδωκε νῦν γὰρ αὕτη, εὐφροσύνην εἰς ὕψος, τὴν μόνην Θεομήτορα.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Ἱερομαρτυρος
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ἰλύος, καὶ βυθοῦ ἀθεότητος Ἔνδοξε, τὴν σὴν ἀνείλκυσας ποίμνην, ἣν ἀποκαθάρας, υἱοθεσίας, τῷ ὕδατι, πρὸς τὸ φῶς τὸ τῆς χάριτος ὕψωσας.

Νέφεσιν, ὁ τιθεὶς ἑαυτοῦ τὴν ἐπίβασιν, ἀεροδρόμῳ πορείᾳ, σὲ Φωκᾶ ἐδόξασε τοῦ προφθάνειν, τοὺς αἰτοῦντας, ἐν κινδύνοις θαλάσσης καὶ θλίψεως.

Ἔλυσας, συμπλοκὰς τὰς τοῦ ψεύδους καὶ ἔδησας, ματαιορρήμονας γλῶσσας, τοῖς τῆς ἀληθείας δεσμοῖς θεόφρον, καὶ ἐν κόσμῳ, τὸν τῆς πίστεως λόγον ἐκήρυξας.
Θεοτοκίον
Ἑνώσεως, ἀκηράτου καρπὸν ἀνεβλάστησας, Θεοκυῆτορ τῷ κόσμῳ, ἀειζώου πρόξενον ἀφθαρσίας, δεικνυμένης, τοῖς ἐν πίστει καὶ πόθῳ τιμῶσί σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ.
Στίχοι
Φῶς Κυρίου, ἔνδοξε Φωκᾶ, φωτίσαν,
Σὴν καρδίαν, ἔδειξε φωτὸς δοχεῖον.
Εἰκάδι τῇ τριτάτῃ Φωκᾶ νεκρὸς ἀμφεκομίσθη.

Μνήμη τῆς Ὁσίας Ἄννης, τῆς ἐν τῷ Λευκαδίῳ ἢ Λευκάτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου, Ἰεζεκιήλ.
Στίχοι
Ἰεζεκιὴλ ἑβράϊζε κἂν πόλω,
Ἀδωναῒ βλέπω σε, φάσκων Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολιναρίου καὶ Βιταλίου, Ἐπισκόπων Ῥαβέννης, καὶ Ἀπολλωνίου Ῥώμης, καὶ τῶν ἐν Καρχηδόνι ἑπτὰ Μαρτύρων, καὶ Ἀνάμνησις τῶν ἐν Βουλγαρίᾳ τελειωθέντων Χριστιανῶν ἐπὶ Νικηφόρου τοῦ Βασιλέως.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Ἱερομαρτυρος
Ἦχος δ'
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι ΤΟ ΑΚΟΥΤΕ
Καθηλωθέντα, τῷ τοῦ Χριστοῦ σε πόθῳ Μάρτυς σοφέ, πλήθη φοβερῶν βασάνων καὶ ἀπειλῶν, οὐ κατέσεισαν οὐχ εἵλκυσαν, ἐκ γενναιότητος, τῆς πρὸς αὐτὸν συναφείας καὶ σχέσεως.

Λύτρον τῷ δόντι, ὑπὲρ ἡμῶν τὸ αἷμα τὸ ἑαυτοῦ, αἷμα τὸ οἰκεῖον Μάρτυς ὡς προσφοράν, ἀντιδέδωκας καὶ ἔψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Ἀποβαλόντα, δι' ἀρετῆς τὸ βάρος τὸ γεηρόν, θεῖοι τοῦ Χριστοῦ σε, Ἄγγελοι Ἀθλητά, δι' ἀέρος μετεκόμιζον, αὐτοῦ προστάγματι, ὡς τὸ πρὶν Ἀββακοὺμ συνιπτάμενον.
Θεοτοκίον
Ἄγγελοι εἶδον, Θεογεννῆτορ ξένα τῷ τόκῳ σου, φύσιν τὴν φθαρτὴν τοῦ γένους τοῦ χοϊκοῦ, πρὸς ἀκήρατον καὶ ἄφθαρτον, παλινδρομήσασαν, κατοικίαν καὶ δόξαν οὐράνιον.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Ἱερομαρτυρος
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Πῦρ ἀπαύστως ἔχων ἐν ψυχῇ, τὸ τῆς ἀγάπης Χριστοῦ, Φωκᾶ μακάριε, τὸν δρόμον ἄσχετον ἤνυσας, πρὸς αὐτὸν τὸν δι' ἀθλήσεως δι' ἧς τυχὼν τοῦ ἐφετοῦ, σὺν Ἀσωμάτοις βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἔρρει τῶν Ἑλλήνων τὰ σαθρά, πλάνης σεβάσματα, καὶ σεσιγήκασι, τῆς ματαιότητος ἅπασαι, αἱ διπλόαι καὶ τὸ ψεῦδος αὐτῶν, ἠλέγχθη γνώσει ἀληθεῖ, τῶν ἀθλοφόρων Χριστοῦ, κηρυττόντων, εἶναι σοφίαν Θεοῦ ἐνυπόστατον.

Ἰσχὺν ἀπροσμάχητον Φωκᾶ, περιζωσάμενος, Ἁγίου Πνεύματος, ἀκαταγώνιστον ἔνστασιν, καὶ ἀνδρείαν ἀπερίτρεπτον, προπολεμῶν ὑπὲρ τῆς σῆς, ποίμνης ἐνδέδειξαι, καὶ νικήσας, σὺν τοῖς Ἀγγέλοις ὑμνεῖς τὸν τῶν ὅλων Θεόν.

Χάριν θείαν ἄφθονον Χριστός, σοὶ ἐδωρήσατο, Φωκᾶ ἀοίδιμε, τοῖς ἐξαιτοῦσί σε ἅπασι, καταλλήλως παρεχόμενον, τὰς τῶν θαυμάτων δωρεάς, ἀπαύστως κράζουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ὁ φύσει ἀπρόσιτος παντί, Υἱὸς καὶ Λόγος Θεοῦ, ἐν σοὶ σκηνώσας Ἁγνή, καὶ ἐνδυσάμενος ἄχραντε, τὸ ἡμέτερον ὡς εὔσπλαγχνος, ὤφθη εὐπρόσιτος σαρκί, καὶ ἀνεστράφη ἡμῖν, διὰ τοῦτο, πόθῳ πολλῷ σε ὑμνῶ καὶ τιμῶ καί αἰνῶ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Ἱερομαρτυρος
Ἦχος δ'
Λίθος ἀχειρότμητος ὄρους ΤΟ ΑΚΟΥΤΕ
Ἅρμα ὡς πυρίμορφον ἔχων, τὰς φωτοφόρους ἀρετάς σου, καὶ τὴν τῶν ἀγώνων διφρείαν, πρὸς οὐρανίους ἀνέπτης Ὅσιε, μονὰς ἐν αἷς κατέπαυσας, σὺν Ἀσωμάτοις αὐλιζόμενος.

Ῥύσει τῆς ἐνθέου σοφίας, καὶ πλημμυρήσει τῇ τῶν λόγων, ἔλυσας τοῦ ψεύδους τὴν ὕλην, καὶ εὐσεβούντων ψυχὰς κατήρδευσας, καὶ καρποφόρους ἔδειξας, ἐνθέων ἔργων διὰ πίστεως.

Ἴδες τὴν ὑπέρφωτον αἴγλην, τὴν νοουμένην θεωρίαν, ἐν τῇ τῶν ἀγώνων σου πάλῃ, τοῦ ποθουμένου ἀγωνοθέτου Χριστοῦ· καὶ φθάσαι ταύτην ἔσπευσας, Μάρτυς τῷ τέλει τῶν ἀθλήσεων.

Νῦν ὡς τρανοτέρως τὴν δόξαν, ἐνοπτριζόμενος τοῦ Κτίστου, ὑπὲρ τῶν ἐκ πόθου Φωκᾶ σε, ἀνευφημούντων αὐτὸς δυσώπησον, τοῦ μετασχεῖν τῆς κρείττονος, τούτου καὶ δόξης καὶ λαμπρότητος.
Θεοτοκίον
Ὑμνῶ σου τὴν χάριν Παρθένε, καὶ μεγαλύνω σου τὴν δόξαν· σὺ γὰρ φωτισμὸς τῆς ψυχῆς μου, ὑπάρχεις ὄντως καὶ ἡ παράκλησις, τῶν σὲ τιμώντων Δέσποινα, καὶ ἀνυμνούντων πάντων δούλων σου.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».