Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους,
καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια ἀμφοτέρων.

Στιχηρὰ τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Μάρτυς ἀθλητὰ Ἑρμόλαε, ἱερωτάτην ζωήν, ἱερῶς ἐπεπόθησας, ἱερεὺς γενόμενος, Ἰησοῦ Παντοκράτορος, καὶ ἀνιέρου σκοτασμοῦ ἔσωσας, σεπτοῖς σου λόγοις λαούς, ἐν χάριτι, καὶ μεταβέβηκας, πρὸς τὰ ὑπερκόσμια τῶν ἀθλητῶν, αἵματι λουσάμενος, θεομακάριστε.
Ἦχος πλ. δ'
Μάρτυς ἀθλητὰ Ἑρμόλαε, διὰ τὸν φόβον ποτέ, τῶν ἀνόμων κρυπτόμενος, φανεροῖς γηθόμενος, κεκρυμμένον μυστήριον, τῷ ἀθλοφόρῳ Παντελεήμονι, τῆς εὐσεβείας καὶ ἐπιγνώσεως, καὶ φανερούμενος, θνῄσκεις προθυμότατα, διὰ Χριστόν, τὸν δι' ἀγαθότητα, παθεῖν ἑλόμενον.
Ἦχος πλ. δ'
Ἕρμιππόν τε καὶ Ἑρμόλαον, καὶ Ἑρμοκράτην πιστῶς, τοῦ Κυρίου τοὺς μάρτυρας, θαυμαστῶς ἀθλήσαντας, καὶ τὸν δόλιον κτείναντας, καὶ λουσαμένους λουτρὸν μηδέποτε, δευτέροις ῥύποις ἐπιθολούμενον, ἀνευφημήσωμεν, ἱερῶς δοξάζοντες, καὶ τὴν αὐτῶν, μνήμην ἑορτάζοντες πανηγυρίσωμεν.
Στιχηρὰ τῆς Ἁγίας
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὤ τοῦ παραδόξου θαύματος! Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείαν ποιοῦ, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς.
Ἦχος πλ. δ'
Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ' αὐτοῦ· ὅθεν εὐφημοῦμέν σε θεομακάριστε.
Ἦχος πλ. δ'
Ὁσιομάρτυς πανένδοξε, τὶς ἐξισχύσει ειπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω Σεμνὴ ὡς ἄσαρκος; ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Παρθενομάρτυς ἀθληφόρε, Παρασκευὴ πανένδοξε, τοὺς τὴν ἄθλησιν τὴν σὴν ἑορτάζοντας ἀξίως, αἴτησαι ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, καὶ τῆς μελλούσης κρίσεως, Μάρτυς παναοίδιμε.
Θεοτοκίον
Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνή, παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον Στιχηρὰ προσόμοια τῆς Ἁγίας.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
ΤΟ ΑΚΟΥΤΕ
Πολυώδυνα βάσανα, ὑποστῆναι Πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας· τῷ γὰρ σθένει τοῦ Σταυροῦ, τὸν ἀντίπαλον ἔκτεινας, τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι· πρὸ ποδῶν σου γὰρ ἐρράγη, ὥσπερ στρουθίον παιζόμενος.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Τῆς πλακὸς τὴν βαρύτητα, καὶ πυρὸς τὴν κατάκαυσιν, θεϊκῇ προνοίᾳ Ἄγγελος τάχιστα, τὴν μὲν ὡς φύλλον ἀνέδειξε, τὴν δὲ αὔραν ἔνδροσον, οἷα πάλαι τοῖς παισί, τοῦ τετάρτου ἡ ὅρασις, μεθ' ὧν ἔκραζες· Σοῦ τὸ ἔλεος μέγα Πανοικτίρμον· ὅθεν σέβω γηθομένη, σοῦ τὸ πανύμνητον ὄνομα.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Καθαρότητα σώματος, καὶ ψυχῆς τὴν λαμπρότητα, κτησαμένη πάντοτε ὤφθης ἄμωμος· σὺ γὰρ νυμφίον ποθήσασα, κατ' ἴχνος ἐβάδισας, νοητοῦ μύρου Σεμνή, Παρασκευὴ ἀοίδιμε, καὶ νῦν πρέσβευε, τὸν Σωτῆρα τῶν ὅλων λύσιν δοῦναι, ὀφλημάτων τοῖς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου.
Δοξαστικὸν
Ἦχος πλ. β'
Δεῦτε πάντα τῆς γῆς τὰ πέρατα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὴν Χριστοῦ Παρθενομάρτυρα εὐφημήσωμεν λέγοντες· Χαίροις, Παρασκευὴ Ὁσία καὶ θεοτίμητε· Χαίροις, ἡ τὸ μαρτύριον καλῶς ὑποδεξαμένη· Χαίροις τῶν μαρτύρων ἰσοστάσιε, καὶ τῶν Ὁσίων ὁμόσκηνε, μεθ' ὧν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ᾑμων.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἤμων.
Ἀπολυτίκιον τῆς Ἁγίας
Ἦχος α'
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον, Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι' ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων Παρασκευὴ πανεύφημε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς ἀθλήσεως, σεαυτὴν ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα τὰ ἀρρωστήματα πάντα, δυνάμει τοῦ Πνεύματος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφευγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Ὕμνοις γεραίρω τοὺς Ἑρμολάου πόνους.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Ὕμνοις τὴν φωτοφόρον, καὶ πανευκλεῆ καὶ ὑπερένδοξον, ἐπαινέσωμεν μνήμην, Ἑρμολάου Χριστὸν μεγαλύνοντες.

Μέγιστόν σοι τὸ κλέος, πέφυκεν Ἑρμόλαε πανεύφημε· τοῦ μεγάλου Θεοῦ γάρ, ἀνεδείχθης θεράπων θερμότατος.

Νόμιμον διανύσας, Ἔνδοξε ἀγῶνα κατεπάτησας, ἀνομούντων τὰ θράση, παναοίδιμε Μάρτυς Ἑρμόλαε.

Ὄλβιος ἀπεφάνθης, πλοῦτον τὸν Χριστὸν ἔχων ἀκένωτον, καὶ πλουτίζων καρδίας, πενομένας παμμάκαρ Ἑρμόλαε.
Θεοτοκίον
Ἵλεών μοι Παρθένε, τὸν Χριστὸν ἀπέργασαι πανάμωμε, ἐν ἡμέρᾳ τῆς δίκης, φοβερᾶς καταδίκης ἐξαίρουσα.

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Ὕμνοις γεραίρω τὴν πανεύφημον Κόρην.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Θαλάσσης, τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Ὑμνοῦσι, τὴν φωτοφόρον μνήμην σου, Μάρτυς πανεύφημε, χάριν δοθῆναι αἴτησαι ἡμῖν, καὶ πταισμάτων τὴν ἄφεσιν, Παρασκευὴ ἀοίδιμε, ταῖς πρὸς τὸν Κύριον δεήσεσι.

Μαρτύρων, ἡ καλλονὴ σὺ πέφηνας, τὰς τοῦ ἐχθροῦ μηχανάς, καταβαλοῦσα ὅπλῳ τοῦ Σταυροῦ, καὶ τυράννων ὠμότητα, ἀθλητικῶς παλαίσασα, θεοσεβῆ πίστιν ἐκήρυξας.

Νομίσας, τῆς καρτερίας λύειν σου, Μάρτυς τὸ εὔτονον, ὁ τοῖς ξοάνοις τύραννος δεινῶς, ἀπονέμων προσκύνησιν, ἀλλὰ σοφοῖς σου ῥήμασι, τούτου τὸ θράσος ἅπαν λέλυται.
Θεοτοκίον
Ὁ Λόγος, ἐκ σῶν ἀχράντων Δέσποινα, αἱμάτων τίκτεται, ἐμψυχωμένην σάρκα εἰληφώς, καὶ ἡμᾶς ὀλισθήσαντας, ἀπατεῶνος δήγματι, τῷ θείῳ κράτει ἀνεπλάσατο.

Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Σθένει δυναμούμενος, τοῦ παντουργοῦ σοφὲ Πνεύματος, τοῦ δυνατοῦ, Πάτερ ἐν κακίᾳ, τὴν ἰσχὺν καταβέβληκας.

Γνώριμος γεγένησαι, τῷ Παντοκράτορι Ἅγιε, πάντας γνωστούς, λόγῳ σου τῷ θείῳ, ἐν αὐτῷ ἐργαζόμενος.

Ἔγνω διδασκόμενος, ὑπὸ τοῦ σοῦ Σοφὲ πνεύματος, τὸν Ποιητήν, ὁ Παντελεήμων, καὶ νομίμως ἐνήθλησεν.
Θεοτοκίον
Ῥῦσαὶ με Πανάμωμε, ἁμαρτιῶν δεινοῦ κλύδωνος, καὶ λογισμῶν, τῶν ἐπεμβαινόντων, ἀφειδῶς τῇ καρδίᾳ μου.

Κανών β', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Ἐνεύρου τὸ ἀσθενές, τὸ θεῖον Πνεῦμα καὶ φαιδρὸν δέδειχεν, ἐξεικονίζον ἄριστα, τῆς σῆς ἀκραιφνοῦς ψυχῆς ἔλλαμψιν.

Ῥωσθεῖσα σθένει Χριστοῦ, τὰς τῶν βουνεύρων ἀφειδῶς μάστιγας, Μάρτυς Χριστοῦ ὑπέφερες, οἷά τις ἀδάμας στερρότατος.

Ἀγάπῃ τῇ πρὸς Θεόν, ἐν τῷ σταδίῳ καρτερῶς ἤνεγκας, τὸν σκορπισμὸν τοῦ σώματος, καὶ τοὺς ἀνυποίστους πικροὺς αἰκισμούς.
Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἱερῶς τὴν ζωήν σου διατελῶν, ἱερεὺς ἀνεδείχθης τοῦ Λυτρωτοῦ, φωτίζων τοὺς πίστει σοι, προσιόντας ἑκάστοτε, καὶ ἐπὶ τέλει μάκαρ ἐνθέως ἀπήστραψας, μαρτυρίου φέγγος, καὶ κόσμον κατηύγασας· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε, καὶ πιστῶς μακαρίζομεν, ἀθλοφόρε Ἑρμόλαε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα... Τῆς Ἁγίας
Ἐκ σπαργάνων μητρῴων σὺ τῷ Χριστῷ, σεαυτὴν ἀναθεῖσα διηνεκῶς, αὐτῷ εὐηρέστησας τῷ Σωτῆρι τῶν ὅλων, καί τυράννων θράση, στερρῶς κατεπάτησας, καὶ βασάνους ὄντως, ἀνδρείως ὑπέμεινας· ὅθεν ὁ Χριστὸς σοι, τοῖς στεφάνοις κοσμήσας, ἐνδόξως εἰσήγαγεν, εἰς νυμφῶνα οὐράνιον, Παρασκευὴ ἀξιάγαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Ὡς παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου.

Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Αἱ πορεῖαί σου Πνεύματι, θείῳ εὐοδούμεναι ὑπεσκέλισαν, τὰς πορείας τοῦ ἀλάστορος, καὶ ὁδός εὐθεῖα πολλοῖς ὤφθησαν.

Ἱερεὺς ἱερώτατος, Μάρτυς ἀληθέστατος ἐχρημάτισας, ἀξιάγαστε Ἑρμόλαε· διὰ τοῦτο πάντες εὐφημοῦμέν σε.

Ῥωμαλέῳ φρονήματι, τῷ παρανομοῦντι ἀντιταξάμενος, μαρτυρίου στέφος εἴληφας, ἀνδρικῶς ἀθλήσας Ἱερώτατε.
Θεοτοκίον
Ὥσπερ θρόνος πυρίμορφος, φέρεις τὸν Δεσπότην θεοχαρίτωτε, ὃν ἱκέτευε σωθῆναι ἡμᾶς, ἁμαρτίας σάλῳ κινδυνεύοντας.

Κανών β', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Ἰαμάτων ἐντυχοῦσα καὶ χαρισμάτων, καὶ ὀπτασίας Ἔνδοξε, τὰς θείας πηγάζεις, χάριτας ἑκάστοτε, τοῖς πίστει γεραίρουσι, καὶ τῷ σῷ τεμένει προστρέχουσι.

Ῥυτίδα ὄντως καὶ σπίλον μηδόλως σχοῦσα, ἁγιασμόν τε σώματος, ἐπικτησαμένη, Ἀγγέλους τεθέασαι, μεθ' ὧν ἀνεκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὡς κατάπληκτον σημεῖον, φρικτῆς ἡμέρας· τοῦ σωτηρίου πάθους γάρ, ἐξεικονισθείσης, γυναικείῳ σώματι, Σταυρόν τε καὶ Κάλαμον, Στέφανον καὶ Σπόγγον τεθέασαι.
Θεοτοκίον
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ ἐκ νυκτὸς ἀγνοίας ΤΟ ΑΚΟΥΤΕ
Τοὺς ἐν νυκτὶ ἀπάτης κεκρατημένους, πρὸς φῶς καθωδήγησας, καὶ μισθὸν ἐκομίσω, τὸ τελειωθῆναι δι' αἵματος.

Οἱ τοῦ Χριστοῦ ὁπλῖται Ἕρμιππός τε, καὶ ὁ θεῖος Ἑρμόλαος, ἅμα τῷ Ἑρμοκράτει, ἱερολογίαις δοξάζονται.

Ὑπὲρ σεπτῆς Τριάδος, οἱ τρεῖς ὁμοῦ ἐναθλήσαντες Μάρτυρες, μυριάσιν Ἀγγέλων, νῦν ἐν οὐρανοῖς συναγάλλονται.
Θεοτοκίον
Σὲ προστασίαν πάντες, καταφυγὴν καὶ βεβαίαν ἀντίληψιν, κεκτημένοι Παρθένε, ῥυσθείημεν διὰ σοῦ πάσης θλίψεως.

Κανών β', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος δ'
Σὺ Κύριε μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Ἠγώνισαι Σεμνή, καὶ τὸν τύραννον ἔκτεινας, ῥητρεύσεσι ταῖς πανσόφοις, πρὸ βημάτων ἐμφρόνως, τὸν Χριστὸν καταγγέλλουσα.

Νοῦν ἔχουσα στερρόν, ἀπτοήτῳ φρονήματι, κατῄσχυνας τῶν εἰδώλων, τὰ σεβάσματα πάντα, γραφικαῖς ἀποδείξεσι.

Παστάδος νοητῆς, καὶ νυμφῶνος ἠξίωσαι, χορεύουσα σὺν Παρθένοις, ταῖς φρονίμοις ἐνθέως, Παρασκευὴ ἀοίδιμε.
Θεοτοκίον
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
Ἑρμόλαος ὁ γενναῖος ὁπλίτης, Ἑρμοκράτης τε καὶ Ἕρμιππος ἅμα, μίαν στερρῶς ἐπεδείξαντο γνώμην, ἕνα, Θεὸν ἐπὶ πάντων κηρύξαντες, θανόντες τε διὰ Χριστόν, οὐρανίους στεφάνους ἐδέξαντο.

Ῥανίσι τῶν ἐκχυθέντων αἱμάτων, ἑαυτοῖς περιφοινίξαντες χλαῖναν, θεοπρεπῆ, ἀθλοφόροι Κυρίου, τῷ Βασιλεῖ τῶν αἰώνων παρίστασθε, δεόμενοι ὑπὲρ ἡμῶν, σὺν ἀπάσαις ταῖς ἄνω Δυνάμεσι.

Μεμύηται τὴν ἐν Πνεύματι θείῳ, διὰ σοῦ Παντελεήμων ὁ μέγας, πίστιν ὀρθήν, καὶ ἀθλήσας νομίμως, τοῦ μαρτυρίου σοι πρόξενος γέγονεν, Ἑρμόλαε, μεθ' οὗ Χριστόν, τὸν Θεὸν ὑπὲρ πάντων ἱκέτευε.
Θεοτοκίον
Ὁ κλύδων με τῶν ἀμέτρων πταισμάτων, συνταράττει καὶ βυθῷ παραπέμπει, διηνεκῶς, ἀπογνώσεως Κόρη. Ἀλλὰ προφθάσασα χεῖρά μου ὄρεξον, καὶ δίδου μοι πρὸς γαληνούς, μετανοίας λιμένας ὁρμίζεσθαι.

Κανών β', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ἀγγέλου, παρουσίᾳ τὴν στέρνοις τεθεῖσάν σοι, μεγίστην πάνσεμνε πλάκα, καὶ χειρῶν τοὺς ἥλους ἔνδοξε Μάρτυς, ὁ Δεσπότης, ῥοπῇ θείᾳ θᾶττον ἠφάνισε.

Νέαν σε, πρωτομάρτυρα Θέκλαν δοξάζομεν, οἷα κηρύξασαν πᾶσι, καὶ πολλοὺς φωτίσασαν θείῳ λόγῳ, καὶ ἀπίστους, πρὸς τὴν ἔνθεον πίστιν ῥυθμίσασαν.

Ἔρρει σου, τῶν ἐνθέων δογμάτων ὁ σύλλογος, μελισταγῶν ἐκ χειλέων, καὶ τὴν γνῶσιν πάντων ἐδίδασκες, παρρησίᾳ Παρασκευὴ Μαρτύρων ἀγλάϊσμα.
Θεοτοκίον
Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.
Ὁ Οἶκος
Ἡ τοῦ νυμφίου σε φωνὴ καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ μαρτύρων τῶν σεπτῶν ἀξίως συνηρίθμησε, μεθ' ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους.
Στίχοι
 Ἕρμιππος, Ἑρμόλαος ἠδ' Ἑρμοκράτης
 Ἑρμῆν σέβοντας ᾔσχυναν παρρησίᾳ.
 Ἑρμόλεως ἕκτῃ τε καὶ εἰκάδι δειροτομήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς.
Στίχοι
 Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον,
 Σαυτὴν ἄγουσα, Σεμνή, εἰς κατοικίαν.
 Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ.

Μνήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ, Ἀρχαγγέλου Γαβριήλ, πέραν ἐν Χάλδαις, καὶ τῶν Ἁγίων Ἀππίωνος καὶ Ἱερουσαλήμ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Λαμπρυνθεὶς τῷ ἀδύτῳ, φωτισμῷ τῆς ἐνθέου πίστεως Ὅσιε, πρὸς φῶς θεογνωσίας, πληθὺν τῶν σῳζομένων, μελῳδοῦσαν ὡδήγησας, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἀδελφὰ συμφρονοῦντες, Ἑρμοκράτης ὁ μέγας καὶ θεῖος Ἕρμιππος, Ἑρμόλαε παμμάκαρ, σὺν σοὶ τὸ μαρτυρίου, πόμα πίνουσι ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ὀρεκτῶν ἀκροτάτῳ, προσεπέλασας Μάρτυς θέσει θεούμενος, καὶ νῦν μετὰ Μαρτύρων, γηθόμενος κραυγάζεις· τῷ Δεσπότῃ Ἑρμόλαε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ὑπερθέου Τριάδος, ἐκκαιόμενοι πόθῳ, Μάρτυρες Ἔνδοξοι, τὸ πῦρ τῆς ἀθεΐας, αἱμάτων ταῖς ῥανίσι, κατεσβέσατε ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Θεοτοκίον
Παναγία Παρθένε, ἡ Θεὸν σαρκοφόρον ἀποκυήσασα, ἐκ πάσης ἁμαρτίας, καὶ θλίψεως βοῶντα, τὸν λαόν σου περίσῳζε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών β', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος δ'
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι ΤΟ ΑΚΟΥΤΕ
Ὑπὸ Κυρίου, σὺ φρουρουμένη πρὸ βήματος ἀσεβῶν, Μάρτυς, τὰς μασχάλας ἔστεγες, καρτερῶς φλεγομένη καὶ ὑπέψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός μου βοῶσα καὶ Κύριος.

Φλέξαν μηδόλως, τοὺς παρανόμους καίει μᾶλλον τὸ πῦρ, Κόρη, ὁ Χριστὸς δὲ φυλάττει σε ἀβλαβῆ, καθὼς πάλαι διεσώσατο, πυρὸς τοῦ βρέμοντος, ἀδεεῖς Νεανίας χειρὶ κραταιᾷ.

Ἤπειρον πᾶσαν, σαφῶς καὶ πόλον μὴ τεκτηνάμενοι, ὄντως, τὰ δαιμόνια ξόονα καὶ θεοί, ἀπολέσθωσαν ἐκραύγαζες· Χριστὸς δὲ Κύριος, πλαστουργὸς ἐστι πάντων ἐκήρυττες.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἱερὸς Ἑρμόλαος, ἱερῶς φωτιζόμενος, τῷ δι' εὐσπλαγχνίαν, δι' ἡμᾶς ὡς πρόβατον, τυθέντι ἀναίμακτον, θυσίαν προσενήνοχε, καὶ σφαγιασθεὶς ὑπὲρ αὐτοῦ ἑκουσίως, εὐπρόσδεκτος θυσία, προσηνέχθη κραυγάζων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νενεκρωμένος πρόσεισιν, ἀπιστίᾳ τὸ πρότερον, ὁ Παντελεήμων, καὶ τὸ ζῆν δρεψάμενος, σεπτῇ παραινέσει σου, ζωοποιῷ προσκλήσει Χριστοῦ, τὸν θανατωθέντα, ἀναστήσας πρὸς ὕψος, ἀνῆλθε μαρτυρίου, μετὰ σοῦ τὸν Σωτῆρα, δοξάζων εἰς αἰῶνας, Ἑρμόλαε τρισμάκαρ.

Ὁ Ἱερὸς Ἑρμόλαος, ὁ παμμέγιστος Ἕρμιππος, καὶ ὁ Ἑρμοκράτης, οἱ στερροὶ ἀδάμαντες, σαρκὸς οὐκ ἐφείσαντο, οὐ τοῖς γλυπτοῖς ἐπέθυσαν, θύματα δεκτὰ δέ, ἑαυτούς τῷ Δεσπότῃ, προσήγαγον βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑπὸ Χριστοῦ ῥωννύμενος, ὁ θεόφρων Ἑρμόλαος, ἀποκεκρυμμένον, γενεαῖς μυστήριον, πιστοῖς ἀπεκάλυπτεν, ἐγκεκρυμμένος φόβῳ ἐχθρῶν, καὶ φανερωθείς, τὸν φανερῶς ὑπὲρ πάντων, τυθέντα Θεὸν Λόγον, καταγγέλλει καὶ θνῄσκει, καὶ ζῇ μετὰ Μαρτύρων, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Σὲ τὸ τερπνὸν παλάτιον, καὶ φαιδρὸν ἐνδιαίτημα, τοῦ Παμβασιλέως, Παναγία Δέσποινα, ὑμνοῦμεν δεόμενοι. Ναοὺς ἡμᾶς ἀνάδειξον, τοῦ ἐκ σοῦ τεχθέντος, καθαρεύσαντας πάσης, κακίας ἐναντίας, καὶ βοῶντας ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ὄντας θεοὺς ἀλλὰ ψευδῆ, δαιμόνων φάσματα, Μάρτυς ἀπέδειξας, καὶ κατηδάφισας τέλεον, καὶ εἰς τέλος κατελέπτυνας, ἐν εὐφροσύνῃ τῷ Χριστῷ, ἀπαύστως μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ναοῦ δονηθέντος ἐπὶ γῆς, ἐπιφοιτήσει σου, Ἀπόλλων πέπτωκε, καὶ κατηκόντισται ξόανα, ἐνεργείᾳ τοῦ ἀχράντου Σταυροῦ, δι' οὗ φραχθεῖσα μυστικῶς, ἐν παρρησίᾳ πολλῇ, ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κάλλους καὶ τοῦ πόθου σου Χριστέ, Παρασκευὴ ἡ ἁγνή, τρωθεῖσα ἔφερε, πυρὸς τὴν ἔκκαυσιν κράζουσα· εἰς ὀσμὴν τοῦ θείου μύρου σου, νῦν ἐναθλοῦσα καρτερῶς, δραμοῦμαι ἄληκτα, σοῦ ὀπίσω, ἐπευλογοῦσα τὸ θεῖόν σου ὄνομα.
Θεοτοκίον
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἵστασο ἔναντι ἐχθρῶν, τὸν Χριστὸν ὁμολογῶν παναοίδιμε, ὁμολογήσαντα, ὁμολογίαν ἐπὶ Πιλάτου καλήν, καὶ ἀπαχθεὶς πρὸς τὴν σφαγήν, τὴν γῆν μὲν ἡγίασας, τῷ θείῳ αἵματι, οὐρανοὺς δὲ τῇ ψυχῇ κατελάμπρυνας.

Ὤφθητε τρίφωτος λαμπάς, θείου Πνεύματος πυρὶ ἀναπτόμενοι, Ἕρμιππε ἔνδοξε, σὺν Ἑρμοκράτει τῷ Ἑρμολάῳ τε, καταφαιδρύνοντες ψυχάς, πιστῶν θείᾳ χάριτι, καὶ ἐκδιώκοντες, δυσσεβείας τὴν ἀχλὺν παναοίδιμοι.

Στόματι ἅπαντες λαμπρῷ, γεγηθότι τε φρονήματι μέλψωμεν, τοὺς Ἀθλοφόρους Χριστοῦ, τὴν θείαν δόξαν ὥσπερ ἱμάτιον, ἐστολισμένους εὐπρεπῶς, καὶ νῦν τὰ οὐράνια, περιπολεύοντας, καὶ θαυμάτων ποταμοὺς ἀναβλύζοντας.

Ἥλιε ἄδυτε Χριστέ, Ἑρμολάου ἱεραῖς παρακλήσεσι, Παντελεήμονος, καὶ Ἑρμοκράτους καὶ τῶν συνάθλων αὐτοῦ, μὴ ἀποστήσῃς ἀφ' ἡμῶν, Λόγε τὰ ἐλέη σου, ἀλλὰ συνήθως ἡμᾶς, οἰκτιρήσας τῶν κακῶν ἀπολύτρωσαι.
Θεοτοκίον
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας, τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ σύμπαντα, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.

Κανών β', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος δ'
Λίθος ἀχειρότμητος ὄρους ΤΟ ΑΚΟΥΤΕ
Ῥευστῆς βιοτῆς καὶ προσκαίρου, Μάρτυς τὴν μέλλουσαν ἠλλάξω, κάλλος τὸ ἀμήχανον ὁρᾶν, τοῦ σοῦ νυμφίου ἐπειγομένη τρανῶς· ὅθεν στεφάνων ἔτυχες, τῶν ἀκηράτων καλλιπάρθενε.

Ἤκουσας φωνῆς βεβαιούσης, Παρασκευὴ σοῦ τὰς αἰτήσεις, θείας οὐρανόθεν καὶ τὸν δρόμον, προθύμως Μάρτυς σεμνὴ διήνυσας, καὶ πρὸς αὐτὸν ἀνέδραμες, κάραν τμηθεῖσα τὴν ἐρίτιμον.

Νίκην κατ' ἐχθρῶν δωρηθῆναι, Παρασκευὴ Χριστὸν ἐξαίτει, πᾶσι τοῖς τῷ θείῳ ναῷ σου, προσερχομένοις ἐν θερμοτάτῃ πίστει, καὶ τῶν πταισμάτων ἄφεσιν, καὶ τῶν δεινῶν τὴν ἀπολύτρωσιν.
Θεοτοκίον
Ὤφθης Χερουβὶμ ἀνωτέρα, καὶ οὐρανῶν ὑψηλοτέρα, ἄχραντε Παρθένε Μαρία, βουλῆς μεγάλης τεκοῦσα Ἄγγελον, τὸν τῷ Πατρὶ συνάναρχον, κριτὴν ἁπάντων ἐλευσόμενον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ῥωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως, καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Παρασκευὴ πανθαύμαστε, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἐνέδειξε Θεοτόκον.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Προσόμοια γ', δευτεροῦντες τὸ α'.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατοῦσα σεμνή, ἅμα Παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, ἀποδιώκειν τε πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι.
Ἦχος α'
Ῥήξασα κράτος τυράννων, ἀθεωτάτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα Παρθένε, οὐδόλως ἑπτοήθης, οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν, οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου, οὔτε βρασμόν, τῶν λεβήτων, οὔτε ξίφους σφαγήν.
Ἦχος α'
Ἀσκήσει πρώην τὸ σῶμα, τήξασα Ἔνδοξε, τὸ δεύτερον ἀθλήσει, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης, Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε.
Δοξαστικὸν
Ἦχος β'
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς παρθένου ἐγκώμιον· Ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων δόξαι ὦ Παρθενία, Ἀγγέλων συμμέτοχε.
Θεοτοκίον
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Μεγάλη Δοξολογία