Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ' δευτεροῦντες αὐτά.

Στιχηρὸν τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐπαξίως κληθεὶς Παντελεήμων, ὅτε τὸ φιλάνθρωπον πᾶσιν ἐφήπλωσας, τὴν τῶν ψυχῶν ἐπιμέλειαν, καὶ τῶν σωμάτων, τὴν θεραπείαν ἐπιδεικνύμενος, τότε τὴν φερώνυμον κλῆσιν ἐπλούτησας, τῆς ἀρετῆς τὴν ἀντίδοσιν, καὶ εὐσεβείας, ἀντιμισθίαν Μάρτυς εὑράμενος, στεφανηφόρος καὶ ἀήττητος, στρατιώτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ ἰαμάτων τὴν χάριν δεδεγμένος, ὅτε τὴν εὐσέβειαν πάντων προέκρινας, τῆς μητρικῆς ἀντεχόμενος, θεοσεβείας, καὶ πατρικὴν μισήσας δυσσέβειαν, τότε σου τήν ἔνθεον αἴγλην δεδώρηται, τῶν φωτισμάτων ἡ ἄβυσσος, ὁ φωτοδότης, τοῦ Θεοῦ Λόγος ὁ μεγαλόδωρος, θείᾳ προγνώσει προειδώς σου, Παντελεῆμον σοφὲ τὴν λαμπρότητα, ἣν ὑπέδειξας πᾶσιν, εὐσεβῶς, πολιτευσάμενος.
Ἦχος δ'
Ὁ ἐξ αΰλων πηγῶν τοῦ σωτηρίου, τῶν θείων ἰάσεων ἀεὶ τὴν χάριν ἀντλῶν, καὶ δαψιλῶς ἀρυόμενος, καὶ διανέμων, τοῖς προσιοῦσί σοι παμμακάριστε, πάντας τούς τὴν ἔνδοξον σοῦ καὶ πανίερον, καὶ φωτοφόρον πανήγυριν, πιστῶς τελοῦντας, χάριτι θείᾳ τούτους καταύγασον, θεομιμήτῳ κεχρημένος, προσωνυμίᾳ σαφῶς καὶ χρηστότητι, ἣν δυσώπησον πᾶσι, δωρηθῆναι τοῖς ὑμνοῦσί σε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Βυζαντίου
Ἐξέλαμψε σήμερον, ἡ σεβάσμιος μνήμη τοῦ Ἀναργύρου, τοὺς πιστοὺς συγκαλοῦσα πρὸς εὐωχίαν μυστικήν, καὶ πρὸς πανήγυριν ἑόρτιον ἄγουσα, τῶν φιλεόρτων τὰ συστήματα, Ἐπέστη γὰρ ἡμῖν θαυματουργὸς ἰατρός, τὰς νόσους πάντων ἰώμενος, Παντελεήμων ὁ στερρὸς ἀθλητής, καὶ πρεσβεύει ἐκτενῶς τῷ Κυρίῳ, εἰς τὸ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Βυζαντίου
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α', Βυζαντίου

Ἀγῶνα καλὸν ἠγωνίσω, καὶ δρόμον τετέλεκας τοῦ μαρτυρίου σου, Μάρτυς Παντελεῆμον· διὸ ἐν ὑψίστοις μέτ' Ἀγγέλων χορεύεις, ἀντάξια τῶν πόνων σου, εἰληφὼς τὰ ἄνω βασίλεια. Ἀλλὰ πρέσβευε, Ἰατρὲ παμμακάριστε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β', Ἀνατολίου
Ἀναργύρως τὴν χάριν παρέχεις τοῖς ἀνθρώποις, Παντελεῆμον Μάρτυς ἔνδοξε, καὶ πνεύματα διώκεις, τῇ ἐπικλήσει Χριστοῦ, καὶ τυφλοῖς ἀναβλέπειν δεδώρησαι, ὡς αὐτοῦ θεράπων γνήσιος. Ἀλλὰ πρέσβευε Ἰατρέ, παμμακάριστε, τοῦ δωρηθῆναι τῷ κόσμῳ, εἰρήνην σταθηράν, καὶ τοῖς σὲ ποθοῦσι μέγα ἔλεος.
Ὁ αὐτὸς Τοῦ αὐτοῦ
Ἀπεσείσω τὴν πλάνην τοῦ πατρὸς πανένδοξε, καὶ τοὺς λόγους τῆς μητρὸς ἐμφρόνως δεξάμενος, ὑπὲρ χρυσίον ἐκαρποφόρησας, κατὰ τὴν τοῦ Κυρίου φωνήν, καὶ Ἰατρός ἄριστος ἐδείχθης, Παντελεῆμον Μάρτυς ἔνδοξε. Βαίνων δὲ ἐν χάριτι ἐν τῇ ὁδῷ, εὗρες κείμενον χαμερπὲς νήπιον, ὑπὸ ἐχίδνης δηχθέν, καὶ πρὸς Θεὸν εὐξάμενος, καὶ ἐκτενῶς δυσωπήσας, εὐθὺς τὸν παῖδα ἀνέστησας, καὶ τὸ θηρίον διεσπάραξας. Διὸ μνημόνευε καὶ ἡμῶν, τῶν ἐν πίστει σου τελούντων τὸ μνημόσυνον.
Ὁ αὐτὸς Τοῦ αὐτοῦ
Μητρὸς εὐσεβοῦς ἐπιποθήσας πίστιν, τοῦ πατρὸς διωρθώσω τὴν ἀσέβειαν· ταῖς γὰρ Ἑρμολάου στηριχθεὶς διδασκαλίαις, ἐν τούτῳ καὶ τὸ Βάπτισμα ἐτέλεσας, Παντελεῆμον Μάρτυς ἔνδοξε, τοῦ ἐλεήμονος Θεοῦ, τῶν νοσούντων θεραπευτά, καὶ τῶν παθῶν διώκτα. Πρέσβευε λυτρωθῆναι ἐκ περιστάσεως, τοὺς ἐν πίστει τελοῦντας, τὴν ἀεισέβαστον Μνήμην σου.
Ἦχος πλ. Α', Γερμανοῦ
Ἡ παμφαὴς τοῦ Μάρτυρος μνήμη, λάμπει ὡς ἥλιος τοῖς πέρασι, καὶ ἀπαύστως δᾳδουχεῖ τοῖς πιστοῖς τὰ ἰάματα, νόσους ἀποσοβοῦσα, καὶ πάθη θεραπεύουσα· ἱκετεύει γὰρ ἀεὶ Παντελεήμων τῷ Χριστῷ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. Α'
Βυζαντίου

Δεῦτε φιλομάρτυρες, ὁμοφρόνως ἅπαντες εὐφημήσωμεν, τὸν τοῦ Χριστοῦ, Ἀθλοφόρον, τὸν ὑπὲρ τῆς εὐσεβείας καλῶς ἀγωνισάμενον, καὶ τὸ βραβεῖον τῆς νίκης ἀναδησάμενον, τὸν φωστῆρα τῆς οἰκουμένης, καὶ ἀειλαμπῆ ἀστέρα τῆς Ἐκκλησίας· διὸ καὶ πρὸς αὐτὸν βοῶντες εἴπωμεν· Παντελεῆμον Μάρτυς ἔνδοξε, γενοῦ ἡμῶν ψυχῶν τε καὶ σωμάτων σωτηρία, καὶ σκέπη ἀσάλευτος, πρεσβεύων πρὸς Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως, εἰς τὸ σωθῆναι ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Παντελεήμονος μνήμην, τοῦ ἐλεήμονος, μέτ' ἐγκωμίων ἄγειν, φιλομάρτυσι χρέος· οὗτος γὰρ τὸν μόνον ἐν οἰκτιρμοῖς, καὶ ἐλέει ἀνείκαστον, τῇ συμπαθείᾳ ζηλώσας τὴν παρ' αὐτοῦ, θείαν χάριν ἐκομίσατο.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τὴν κατὰ γνώμην σὺ χάριν, ἐφιλοσόφησας, ἐμμελετῶν τῇ πράξει, ἣν ἐπίβασιν εὗρες, μάκαρ θεωρίας τῆς ἀληθοῦς, εὐεργέτης γενόμενος, τῶν κακουμένων ἐν νόσοις παντοδαπαῖς, Χριστὸν ἔχων θεῖον φάρμακον.
Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Τὶς ἂν ἀξίως τοὺς ἄθλους ἐκδιηγήσαιτο, Παντελεῆμον Μάρτυς, οὓς ἀνέτλης γενναίως, ἅπασαν ἰδέαν τιμωριῶν, ἀπελέγξας ἀνίσχυρον, πρὸς τὸν ἑνόντα σοι πόθον ὑπέρ Χριστοῦ, τοῦ σὲ νῦν ἀντιδοξάζοντος.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Βυζαντίου
Μητρικὴν ἀγαπήσας εὐσέβειαν, τὴν τοῦ πατρὸς διωρθώσω ἀσέβειαν, τῷ ἰατρῷ τῶν ψυχῶν στρατευσάμενος, ἰατρικῶς σεαυτὸν ἐξεπαίδευσας, καὶ θείᾳ χάριτι ἐν ἀμφοτέροις εὐδοκιμῶν, τῶν παθῶν ὀλοθρευτής, καὶ τῶν ψυχῶν θεραπευτὴς ἀναδέδειξαι. Ἀλλ' ὡς ἐν ἄθλοις τὸ εὔτονον, καὶ ἐν πρεσβείαις τὸ ἔμμονον κεκτημένος, Παντελεῆμον Μάρτυς τοῦ Χριστοῦ, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος γ'
Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Μητρὸς τὸ εὐσεβές, ἀγαπήσας παμμάκαρ, πατρὸς τὸ ἀσεβές, εὐσεβῶς διωρθώσω· ὅθεν καὶ χάριν εἴληφας, ἐκ Θεοῦ παντοκράτορος, τὰ νοσήματα, τῶν ἀσθενῶν θεραπεύειν, Μάρτυς ἔνδοξε, Παντελεῆμον τῶν πίστει, θερμῇ προστρεχόντων σοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ σε δοξάζουσι.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὡς στρατιώτην τοῦ Χριστοῦ ἀκαθαίρετον, καὶ ἀθλοφόρον οἱ πιστοὶ γενναιότατον, σὲ εὐφημοῦμεν ἅπαντες, Μαρτύρων καλλονὴ πίστει ἑορτάζοντες, τὴν ἁγίαν σου μνήμην, Μάρτυς παναοίδιμε, τοὺς σεπτοὺς δὲ ἀγῶνας, μελῳδικῶς δοξάζομεν σοφέ, καὶ τὸν Σωτῆρα Χριστὸν μεγαλύνομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν. Ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἑορτάζει σήμερον ἡ οἰκουμένη, τοὺς σεπτοὺς ἀγῶνάς σου Παντελεῆμον ἀθλητά, τὸν ζωοδότην δόξάζουσα, τὸν σὲ προστάτην θερμὸν ἀναδείξαντα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὰς ἀχράντους χεῖράς σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ σέ, καὶ τῷ Υἱῷ σου κραυγάζοντας· Πᾶσι παράσχου Χριστὲ τὰ ἐλέη σου.

Προκείμενον Ἦχος δ'
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Δόξα... Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Πεντηκοστάριον Ἦχος β'
Ἐλεήμονα Χριστόν, Παντελεῆμον νῦν ἐκδυσώπει, θεῖε Ἰατρέ, ἀπαλλάξαι με παθῶν καὶ ἐλεῆσαί με.

Ὁ Κανων τῆς Θεοτόκου κατά, Ἀλφάβητον ἀντίστροφον.
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσέ ποτε,
τὴν Φαραωνίτιδα,
πανστρατιὰν ἡ ὑπεροπλος δύναμις,
σαρκωθεὶς ὁ Λόγος δέ,
τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν,
ὁ δεδοξασμένος Κύριος·
ἐνδόξως γὰρ δεδόξασται».

Ὡς ὡραίαν ὡς περικαλῆ, ὅλην ὡς ἀμώμητον, ἐν γυναιξὶ Θεὸς σε ἐκλεξάμενος, σοῦ τὴν μήτραν ᾤκησε, τὴν ἀμώμητον, ὃν δυσώπει Πανάμωμε, μώμου ἐγκλημάτων, ἅπαντας ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε.

Ψαλμικῶς Ἁγνὴ ἐκ δεξιῶν, οἷά περ Βασίλισσα, τοῦ ἐκ τῆς σῆς νηδύος ἀναλάμψαντος, Βασιλέως ἕστηκας· ὃν ἱκέτευε, δεξιὸν παραστάτην με, δεῖξαι ἐν ἡμέρα, τῆς ἀνταποδόσεως Θεόνυμφε.

Χερσωθεῖσαν φύσιν τῶν βροτῶν, πᾶσιν ἀτοπήμασι, τὸν ὑετὸν τεκοῦσα τὸν οὐράνιον, ὅλην ἀνεκαίνισας. Ἀλλὰ δέομαι, τῆς ψυχῆς μου τὴν αὔλακα, ἀποχερσωθεῖσαν, δεῖξον καρποφόρον Θεονύμφευτε.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Παντελεήμονα τὸν πανάριστον Μάρτυρα μέλπω.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε ποτέ ΤΟ ΑΚΟΥΤΕ
Προσελθὼν προθύμως τῷ Χριστῷ, πρὸ τῆς τελειώσεως, τῆς ἐν Χριστῷ, τὸν νεκρὸν πρώην ἤγειρας· νῦν δὲ με πανόλβιε, νεκρωθέντα τῆς ἁμαρτίας τῷ δήγματι, ταῖς σαῖς ἱκεσίαις, ὦ Παντελεῆμον ζωοποίησον.

Ἀνατείλας οἷά περ ἀστήρ, φέρων ἐν νεότητι, πρεσβυτικὴν καὶ θεόφρονα σύνεσιν, καλλονῇ τε σώματος, τὴν εὐπρέπειαν τῆς ψυχῆς ἐπικτώμενος, τῷ δεδοξασμένῳ, Λόγῳ καθωράθης ὡραιότατος.

Νεκρωθεὶς τῷ κόσμῳ καὶ Χριστόν, Μάκαρ ἐνδυσάμενος, διὰ λουτροῦ τοῦ Βαπτίσματος γέγονας, θεοφόρον ὄργανον, καὶ δοχεῖον τῆς ἐνεργείας τοῦ Πνεύματος, πάντας θεραπεύων, πάντων ἰατρεύων τὰ νοσήματα.

Τὴν σοφίαν φίλην σεαυτῷ, περιποιησάμενος, καὶ κοινωνὸν τῆς ζωῆς ἐπαγόμενος, ὑπ' αὐτῆς τετίμησαι, καὶ στεφάνῳ τῷ τῶν χαρίτων κεκόσμησαι, θείας ἀγλαΐας, Μάκαρ ἀποστίλβων τῇ λαμπρότητι.
Θεοτοκίον
Εὐλογίαις Πάναγνε σεμνή, φύσιν τὴν ἐπάρατον, παρακοῇ γενομένην τοῦ Κτίσαντος, τὸν Χριστὸν γεννήσασα, ἐστεφάνωσας, καὶ φθορᾶς ἠλευθέρωσας· ὅθεν γεγηθότες, πάντες οἱ πιστοὶ σε μακαρίζομεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Χοροὶ Ἰσραήλ,
ἀνίκμοις ποσί,
πόντον ἐρυθρόν,
καὶ ὑγρὸν βυθὸν διελάσαντες,
ἀναβάτας τριστάτας,
δυσμενεῖς ὁρῶντες
ἐν αὐτῷ ὑποβρυχίους,
ἐν ἀγαλλιάσει ἔμελπον·
ᾌσωμεν τῷ Θεῷ ἡμῶν,
ὅτι δεδόξασται».

Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξήνθησεν ἡ ἔρημος,
ὡσεὶ κρίνον Κύριε,
ἡ τῶν ἐθνῶν στειρεύουσα,
Ἐκκλησία τῇ παρουσίᾳ σου,
ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου».

Φορέσας με τὸν ἄνθρωπον, ἐκ γαστρός σου πρόεισιν, ὁ Ποιητὴς Πανάμωμε, ἀφθαρσίας στολὴν δωρούμενος, τοῖς πολλοῖς γυμνωθεῖσαν ἀτοπήμασιν.

Ὑπέρτιμον ἐκύησας, Θεὸν Λόγον Δέσποινα, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτιρῆσαι τὴν ταπεινήν μου ψυχήν, ἡδονῶν ἀτιμίαις σκυθρωπάζουσαν.

Τὰ τραύματα θεράπευσον, τῆς ψυχῆς μου, Ἄχραντε, τὴν ταπεινὴν καρδίαν μου, φαρμαχθεῖσαν ἰῷ τοῦ ὄφεως, δραστικῷ σου φαρμάκῳ περιποίησαι.

Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ
Λογίων τῶν τοῦ Πνεύματος, ἐπακούσας γέγονας, ὡς γῆ καλὴ καὶ εὔκαρπος, δεξαμένη σπόρον πολύτιμον, καὶ τεκοῦσα τρισμάκαρ σωτηρίαν ψυχῶν.

Ἐνέκρωσας τὸ φρόνημα, δρακοντείου δήγματος, καὶ τὴν ψυχὴν ἐζώωσας, θεοπνεύστως ἀναγεννώμενος, καὶ Βασιλεῖ τῶν ὅλων παριστάμενος.

Ἠλλοίωσας τὸ ἄθεον, τῶν τυράννων πρόσταγμα, καὶ τῷ Χριστῷ προσέδραμες, ἀντὶ πάντων τοῦτον κτησάμενος, καὶ γέγονας θεόφρον μεγαλέμπορος.

Μητρός σου τὴν εὐσέβειαν, ἀγαπήσας, Ἔνδοξε, τὴν πατρικὴν ἐμίσησας, ἀθεΐαν τὴν πολυτάραχον, ὡς ἐχέφρων τὸ κρεῖττον ἐκλεξάμενος.
Θεοτοκίον
Ὁ φέρων θείῳ νεύματι, πᾶσαν κτίσιν Κύριος, ἐν ταῖς χερσὶ βαστάζεται, σοῦ Παρθένε, ὃν νῦν δυσώπησον, ῥυσθῆναι ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε,
καὶ οἱ ἀσθενοῦντες,
περιεζώσαντο δύναμιν·
διὰ τοῦτο ἐστερεώθη,
ἐν Κυρίῳ ἡ καρδία μου».

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, καὶ τὴν πίστιν κηρύξας τῷ σῷ πατρί, ἀνείλκυσας πανεύφημε, τοῦ βυθοῦ τῆς ἀγνοίας, καὶ τυράννων μὴ πτήξας, τὸ ἄθεον φρόνημα, τῶν δαιμόνων κατῄσχυνας, τὸ ἀνίσχυρον θράσος· ὅθεν καὶ τὴν χάριν, ἐκ Θεοῦ ἐκομίσω, ἰᾶσθαι νοσήματα, τῆς ψυχῆς καὶ τοῦ σώματος, Παντελεῆμον πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα βαστάζοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας, ἐκ Παρθένου
οὐ πρέσβυς οὐκ Ἄγγελος,
ἀλλ' αὐτὸς ὁ Κύριος,
σεσαρκωμένος, καὶ ἔσωσας,
ὅλον με τὸν ἄνθρωπον·
διὸ κραυγάζω σοι·
Δόξα τῇ δυνάμει σου Κύριε».

Σταγόνα μοι, κατανύξεως ὄμβρισον Δέσποινα, ἐξαίρουσαν ἅπαντα, τὸν τῆς καρδίας μου καύσωνα, καὶ τῆς ἀθυμίας μου, τὰς βλαβερὰς ἐπικλύσεις ἀναστέλλουσαν.

Ῥομφαίᾳ με, ἡδονῆς πληγωθέντα καὶ κείμενον, τραυματίαν, Ἄχραντε, μὴ ὑπερίδῃς, ἀλλ' ἴασαι, λόγχῃ καὶ τῷ αἵματι, τοῦ σταυρωθέντος Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν.

Πλουτήσασα, δεσποτείαν ἁπάσης τῆς κτίσεως, δεινῶς με πτωχεύσαντα, χάριτος θείας ἀξίωσον, ὅπως μεγαλύνω σε, ὡς ἀγαθήν μου προστάτιν Παναμώμητε.

Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος β'
Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Νυττόμενος, τοῦ Δεσπότου τῷ πόθῳ διέσπειρας, τὸν πλοῦτον τοῖς πένησι, σαυτὸν γυμνάζων πρὸς ἄθλησιν, ἥνπερ καὶ διήνυσας, τὰς δι' αἰῶνος ἐλπίδας προορώμενος.

Αἰνέσεως, τῷ Θεῷ τὴν θυσίαν προσήνεγκας, σαφῶς βδελυξάμενος, τὰ τῶν εἰδώλων σεβάσματα, ὅλον δὲ τὸ φρύαγμα, τῶν ἀσεβῶν Ἀθλοφόρε κατεπάτησας.

Τετρωμένοις, βασκανίᾳ καὶ φθόνῳ μαχόμενος, τὴν ἀκαταμάχητον, τούτοις ἀντέστησας δύναμιν, Μάρτυς καὶ νενίκηκας, τὴν δυσσεβῆ τυραννίδα τροπωσάμενος.

Ὁ πρεσβύτου, Συμεὼν ἐν ἀγκάλαις κρατούμενος, πρεσβύτου σε ῥήμασι, Παντελεῆμον ἐζώγρησε, θείαν πρὸς ἐπίγνωσιν, καὶ πρὸς πολλῶν σωτηρίαν καὶ ἐκλύτρωσιν.
Θεοτοκίον
Νεάνιδες, καὶ παρθένοι ὀπίσω σου ἔδραμον, Παρθένον νεάνιδα, σὲ καὶ Μητέρα θεώμεναι· μόνη γὰρ ἀμφότερα, εἰς ἓν συνῆψας ἀφράστως Θεονύμφευτε.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός,
ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου,
ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας·
Δόξα τῇ δυνάμει σου Κύριε».

Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μεσίτης Θεοῦ,
καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός·
διὰ σοῦ γὰρ Δέσποτα,
τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου,
ἐκ νυκτὸς ἀγνωσίας,
προσαγωγὴν ἐσχήκαμεν».

Ὁδὸν τῆς ζωῆς, ἡ τεκοῦσα Ἄχραντε ὁδήγησον, ὁδὸν εἰς εὐθεῖάν με, νῦν εἰς ἀνοδίας τε καὶ βάραθρα, χαλεπῶν συμπτωμάτων, ἀλόγως κρημνιζόμενον.

Ξενώσας φρενί, ἐμαυτὸν ἀγνώμονι Παρθένε ἁγνή, ἀσώτως ἐβίωσα, χώραν εἰς μακρὰν παθῶν πλανώμενος, ἀλλ' ἐπίστρεψον σῶσον, ταῖς σαῖς με παρακλήσεσιν.

Ναμάτων τῶν σῶν, ζωηρύτων πότισον τὸν δούλόν σου, φλογμῷ συγκαιόμενον, τῶν ἁμαρτιῶν καὶ φλογιζόμενον, προσβολαῖς τῶν δαιμόνων, Παρθενομῆτορ ἄχραντε.

Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ
Περιχαρῶς, τοὺς ἀγῶνας ὑπέδυς τοῦ μαρτυρίου, περιπεφραγμένος δυνάμει θείᾳ, καὶ καρτερίᾳ σταθερᾷ τὰς βασάνους, ὑπομένων, χαίρων ἐκραύγαζες· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.

Ἀθλητικῶν, προϊστάμενος Μάκαρ ἀγωνισμάτων, θείᾳ δυναστείᾳ περιεγένου, τῆς των ἀθέων δυσσεβοῦς τυραννίδος, καὶ μανίας τῆς δεισιδαίμονος, τὸν ἀγωνοθέτην, Χριστὸν ἐνδυσάμενος.

Νεανικήν, σὺ τὴν ἔνστασιν ἔχων καὶ ῥωμαλέον, ψυχῆς τὸ ἀνάστημα κεκτημένος, πᾶσαν αἰκίαν ῥωμαλέως ὑπέστης, καὶ ἀνδρείῳ Μάκαρ φρονήματι, χάριτι τοῦ θείου, Σταυροῦ κρατυνόμενος.

Ἀσυμφανῆ, διεκρούσατο λέσχην τῶν πλανωμένων, τῇ ἐπουρανίῳ διδασκαλίᾳ, ὁ Ἀθλοφόρος, καὶ πολλοῖς σωτηρίας, παραδόξου γέγονε αἴτιος, τῇ σῇ συνεργείᾳ Χριστὲ δυναμούμενος.
Θεοτοκίον
Ῥήσεις σοφῶν, καὶ αἰνίγματα πάντων δεδοξασμένη, καὶ τῶν Προφητῶν αἱ προαγορεύσεις, σὲ προετύπουν, προφανῶς ἐπ' ἐσχάτων, ἐσομένην Θεοῦ γεννήτριαν· ἄλλην γὰρ ἐκτός σου, ἁγνὴν οὐ γινώσκομεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος,
ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ,
τὸν Δημιουργόν, ἐν τῷ φωτί σου,
τάς ὁδοὺς ἡμῶν εὔθυνον».

Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος,
τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου,
ἐπικαλοῦμαι ἄβυσσον·
Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Μὴ με δείξῃς δαιμόνων ἐπίχαρμα, ἐν τῷ κριτηρίῳ τῷ μέλλοντι Δέσποινα, ἀλλ' εὐμενῶς προσβλέψαι μοι, τὸν Κριτὴν καὶ Υἱόν σου δυσώπησον.

Λογισμοῖς παροργίζων σε Κύριε, καὶ ταῖς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσιν, εἰς ἱλασμὸν προσάγω σοι, τὴν Μητέρα σου, οἴκτειρον σῶσόν με.

Κατακρίσεως ῥῦσαί με Δέσποινα, τὸν αὐτοκατάκριτον ὄντα τοῖς πταῖσμασιν, ὡς τὸν Κριτὴν κυήσασα, καὶ Θεὸν τῶν ἁπάντων καὶ Κύριον.

Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἰνδαλμάτων τῆς πλάνης κατέπτυσας, καὶ κορυφουμένην ἀπάτην κατήργησας, θαυματουργῶν ἐξαίσια, καὶ τελῶν τὰς ἰάσεις θεόσοφε.

Στεφανίτης ἐδείχθης πανάριστος· σὺ διὰ πυρὸς γὰρ διῆλθες καὶ ὕδατος, καὶ ἐν τροχῷ τεινόμενος, παραδόξως ἀνεῖλες τοὺς ἄφρονας.

Τῶν τυράννων τὸ θράσος κατέβαλες, τὰς δυσφορωτάτας αἰκίας τοῦ σώματος, τῇ τῆς ψυχῆς στερρότητι, διαθλήσας θεόφρον ἐν χάριτι.
Θεοτοκίον
Ὁ κατέχων τὸν γῦρον τῆς γῆς ὡς Θεός, ἐν ταῖς σαῖς ἀγκάλαις Ἁγνὴ περιέχεται, περιγραφῇ τοῦ σώματος, ὁ τῇ θείᾳ μορφῇ ἀπερίγραπτος.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῷ θλιβεσθαί με,
ἐβόησα πρὸς Κύριον,
καὶ ἑπήκουσέ μου,
ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον
Ἦχος πλ. α' ΤΟ ΑΚΟΥΤΕ
Μιμητὴς ὑπάρχων τοῦ Ἐλεήμονος,
καὶ ἰαμάτων τὴν χάριν παρ' αὐτοῦ κομισάμενος,
ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ,
ταῖς εὐχαῖς σου,
τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον,
ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα,
ἐκ τῶν βοώντων ἀπαύστως·
Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
Τοῦ Ἀναργύρου τὴν μνήμην, τοῦ γενναίου τὴν ἄθλησιν, τοῦ πιστοῦ τὰς ἰατρείας, εὐσεβῶς ὑμνήσωμεν φιλόχριστοι, ἵνα λάβωμεν ἔλεος, μάλιστα οἱ βορβορώσαντες, ὡς κἀγώ, τοὺς ἑαυτῶν ναούς· ψυχῶν γὰρ καὶ σωμάτων ὁμοῦ τὴν θεραπείαν περέχει. Σπουδάσωμεν οὖν, ἀδελφοί, ἐν ταῖς καρδίαις ἡμῶν ἔχειν τοῦτον ἀσφαλῶς, τόν ῥυόμενον ἐκ πλάνης τοὺς βοῶντας ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.
Στίχοι
- Γαλακτόμικτον, Μάρτυς, αἷμα σῆς κάρας,
- Δι' ἣν ὑδατόμικτον ὁ Χριστὸς χέει.
- Φάσγανον ἑβδομάτῃ λάχεν εἰκάδι Παντελεήμων.

Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Ἀνθούσης τῆς ὁμολογητρίας, τῆς ἐν τῇ ἁγιωτάτῃ μονῇ τοῦ Μαντινέου.

Οἱ ἅγιοι πεντήκοντα τρεῖς μάρτυρες, οἱ ἐκ τῆς Θράκης, ἐν τῇ θαλάσσῃ τελειοῦνται.

Ὁ ὅσιος Μανουὴλ ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὑπὸ τοῦ Ἁγίου Παντελεήμονος ἰαθεὶς τυφλὸς ξίφει τελειοῦται.
Στίχοι
- Αὐγὴν ἐφευρὼν σαρκικῶν τυφλὸς λύχνων,
- Καὶ ψυχικὴν ἤθρησεν αὐγὴν ἐκ ξίφους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα,
παρανομοῦντος τυράννου,
μετάρσιον τὴν φλόγα ἀνερρίπισε,
Χριστὸς δὲ ἐφήπλωσε,
θεοσεβέσι Παισί,
δρόσον τὴν τοῦ Πνεύματος,
ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος».

Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, βεβαία ἀντίληψις, καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχουσα Δέσποινα, τοὺς πολεμοῦντάς με δαίμονας πολέμησον ἀεί, ἐπιζητοῦντας τοῦ θανατῶσαί με.

Θεὸν σωματώσασα παρθενικῶν σου, αἱμάτων ἐθέωσας, Παρθένε, τὸ ἀνθρώπινον· διὸ με τοῖς πάθεσι καταρρυπούμενον, καὶ καταφθειρόμενον ἐχθροῦ ταῖς μεθοδείαις, ῥῦσαι πρεσβείαις σου.

Ἡ κάμινος γέννησιν προδιετύπου, τὴν σὴν Παναμώμητε· τοὺς Παῖδας γὰρ οὐκ ἔφλεξεν, ὡς οὐδέ τὴν μήτραν σου τὸ πῦρ τὸ ἄστεκτον· ὅθεν ἱκετεύω σε, πυρὸς τοῦ αἰωνίου ῥῦσαι τὸν δοῦλόν σου.

Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Νομίμως ἀθλῶν, καὶ νικήσας τὸν ἐχθρόν, λιμὴν πανεύδιος, τοῖς ἐν θαλάσσῃ Παναοίδιμε, χειμαζομένοις γεγένησαι, φῶς δὲ τοῖς ἐν σκότει τοῦ βίου, οὓς καὶ μέλπειν ἐδίδαξας· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν, Μακαριώτατε, ἀπολαβόντι τὴν τρισόλβιον, καὶ μακαρίαν ἐλπίδα σου, τὴν ἀποκειμένην τοῖς πίστει, τῷ Κυρίῳ κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἁγίων ψυχαί, καὶ Δικαίων οἱ χοροὶ καὶ ἡ ἀσώματος, τάξις Ἀγγέλων προσεδέξαντο, συγχορευτὴν σε Μακαριε· ξίφει γὰρ τμηθεὶς τὸν αὐχένα, μελῳδεῖς ἀγαλλόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ῥομφαία τὸ πρίν, ἡ τοῦ ξύλου τῆς ζωῆς, ἡμᾶς χωρίσασα, νῦν στρεφομένη ὑποδέχεται, τοὺς σημανθέντας τῷ αἵματι, τῷ ἐκ τῆς πλευρᾶς τοῦ Υἱοῦ σου, προελθόντι Πανάμωμε, εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἀβραμιαῖοί ποτε,
ἐν Βαβυλῶνι Παῖδες,
καμίνου φλόγα κατεπάτησαν,
ἐν ὕμνοις κραυγάζοντες·
ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».

Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι,
τάς ἐνεργείας διεμέριζε,
τῷ θείῳ προστάγματι,
τοὺς Χαλδαίους καταφλέγουσα,
τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας·
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ζήλου τὰ καλά, κακῶν μακρυνομένη, δι' ἐμμελείας θείων πράξεων, ψυχή μου πρεσβεύουσαν, ὑπὲρ σοῦ τὴν Θεομήτορα, καὶ πάντων ἀκαταίσχυντον, ἔχουσαν προστασίαν, ὡς συμπαθῆ καὶ φιλάνθρωπον.

Ἔλυσας δεσμοῦ, τῆς πάλαι καταδίκης, Θεοκυῆτορ τὸ ἀνθρώπινον· ὅθεν ἱκετεύω σε, διαλῦσαι πάντα σύνδεσμον, κακίας τῆς καρδίας μου, ἄχραντε συνδεσμοῦσα, θείᾳ στοργῇ με τοῦ Κτίσαντος.

Δόξης τοῦ Πατρός, ἀπαύγασμα τεκοῦσα, τὴν ἀδοξίᾳ σκυθρωπάζουσαν, πταισμάτων καρδίαν μου, Θεοτόκε καταφαίδρυνον, καὶ δόξης με ἀνάδειξον, μέτοχον ἀϊδίου, ὅπως ἐν πίστει δοξάζω σε.

Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸ περιδέξιον τῆς σῆς, εὐφυΐας ψυχικὴν ἀμβλυωπίαν, τοῦ πατρὸς θεραπεύει, ἀποδιδούσης τὸ φῶς, τοῖς πίστει Παμμάκαρ προστρέχουσι, καὶ πρὸς τὸν Σωτῆρα Χριστόν καθοδηγούσης.

Ὑπὲρ Χριστοῦ σφαγιασθείς, πρὸς αἰώνιον ζωὴν διεβιβάσθης, καὶ θεόκλητος ὤφθης, προσηγορίᾳ Χριστοῦ, τῇ θείᾳ, θεόφρον τιμωμενος, καὶ ὑπερυψῶν τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

Ῥητορικὴν ἀποβαλών, καὶ δεινὴν τῶν σοφιστῶν, ἀδολεσχίαν, τῇ Χριστοῦ ἐπικλήσει, τῶν ἐπωδύνων παθῶν, τὰς ῥίζας ἐκτέμνεις ἰώμενος, τοὺς ὑπερυψοῦντας Χριστόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα πηγὴν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τούς αἰῶνας.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
«Οἱ ἐν Βαβυλῶνι Παῖδες,
τῷ θείῳ πυρπολούμενοι ζήλῳ,
τυράννου καὶ φλογὸς ἀπειλήν,
ἀνδρείως κατεπάτησαν,
καὶ μέσον πυρὸς ἐμβληθέντες,
δροσιζόμενοι ἔψαλλον·
Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος,
σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε,
τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα,
διὸ τὴν πανύμνητον,
Θεοτόκον μεγαλύνομεν».

Γευσάμενος βρώσεως, μὴ προσηκούσης θάνατον, ὁ Ἀδὰμ ἐκ τοῦ ξύλου πικρῶς ἐτρύγησε, ξύλῳ δὲ παγεὶς ὁ Υἱός σου, τὸν γλυκασμὸν τῆς ἀθανασίας, ἐπήγασεν, Ἄχραντε· διὰ τοῦτό σε γεραίρομεν.

Βασίλισσα πέφυκας, τὸν Βασιλέα Κύριον, ὑπὲρ λόγον τεκοῦσα τὸν διαλύσαντα, ᾍδου τὰ βασίλεια Κόρη· ὃν ἐκτενῶς δυσώπει τῆς ἄνω, βασιλείας ἅπαντας, ἀξιῶσαι τοὺς τιμῶντάς σε.

Ἀγάθυνον Δέσποινα, τὴν ταπεινὴν καρδίαν μου, ἡδονῶν κακωθεῖσαν ταῖς ἐπικλύσεσιν, ὡς τὸν ἀγαθὸν τετοκυῖα, καὶ ἀγαθὴ ὑπάρχουσα ὅλη, καὶ πρὸς μετανοίας με ἀγαθὰς πύλας εἰσάγαγε.

Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Μετέστης γηθόμενος, πρὸς ὀρεκτῶν τὸ ἔσχατον, ἔνθα κατασκηνώσας Μακαριώτατε, τὸ μακαριώτατον τέλος ἀπολαβεῖν ὄντως ἠξιώθης, συνὼν τῷ Δεσπότῃ σου, εἰς αἰῶνα τὸν ἀπέραντον.

Ἐφέσεως ἔτυχες, καὶ πόθου σου πληρώσεως, συσταζόμενος ἔτι θερμῷ τῷ αἵματι, τῷ ὑπὲρ Χριστοῦ κενωθέντι, καὶ δι' αὐτὸν παμμάκαρ χυθέντι, παρ' οὗ χαίρων εἴληφας, τοὺς στεφάνους τῶν ἀγώνων σου.

Λεόντων τὰ χάσματα, καὶ τῶν θηρῶν τὰ στόματα, Δανιὴλ ὥσπερ πάλαι σὺ ἐχαλίνωσας· οἶδε γὰρ αἰδεῖσθαι Μαρτύρων, τὴν ἀρετὴν καὶ ἄλογος φύσις· διὸ σε Πανεύφημε, συνελθόντες μακαρίζομεν.

Πλουσίαν χρηστότητα, σοὶ ὁ Χριστὸς χαρίζεται, θησαυρὸν ἰαμάτων ἡμῖν δωρούμενος, καὶ Παντελεήμονα θέσει, σὲ παρασχὼν παντὶ θλιβομένῳ, λιμένα τε εὔδιον, καὶ προστάτην καὶ συλλήπτορα.
Θεοτοκίον
Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ συλλαβοῦσα ἡμῖν ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδοῦντα, τοῖς ὡς Θεὸν αὐτὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν πανύμνητον, Θεοτόκον καταγγέλλουσιν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τόκος σου ἄφθορος ἐδείχθη,
Θεὸς ἐκ λαγόνων σου προῆλθε,
σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς,
καὶ τοῖς ἀνθρώποις συνανεστράφη,
σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Παντελεῆμον πάνσοφε, τῶν σεπτῶν Ἀναργύρων, τὸ ἱερὸν ἀγλάϊσμα, καὶ τῶν θείων Μαρτύρων, καὶ χριστωνύμων τὸ κλέος, οὐρανόθεν τὰς νίκας, τῷ Βασιλεῖ πρυτάνευσον, καὶ εἰρήνην τῷ κόσμῳ, καὶ τοῖς πιστῶς, σὲ ὑμνοῦσιν, Ἅγιε, σωτηρίαν, μετὰ τῆς Θεομήτορος, ὑπὲρ πάντων πρεσβεύων.


Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ', δευτεροῦντες τὸ α'.
Στιχηρὸν τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

Ἔλεος Θεοῦ μιμούμενος, Παντελεήμων σαφῶς, ὠνομάσθης κατάλληλον, προσλαβὼν τὸ ὄνομα, καὶ συμβαῖνον τῷ πράγματι· ὡς συμπαθὴς γάρ, ἐλεεῖς ἅπαντας, διπλῆν παρέχων τούτοις τὴν ἴασιν, τρέφων ἰώμενος, καὶ πρὸς γνῶσιν, Ἔνδοξε, καθοδηγῶν, θείαν καὶ ὑπέρλαμπρον, Χριστοῦ πανόλβιε.
Ἦχος πλ. δ'
Ἔργον προνοίας τῆς ἄνωθεν, τὸ ἐπὶ σοὶ γεγονός, τηλαυγῶς ἀναδέδεικται· τῶν σωμάτων πάθη γάρ, θεραπεύειν σαφέστατα, Παντελεῆμον ἐκδιδασκόμενος, ψυχῶν ἐδείχθης ἰατρὸς ἕτοιμος, λόγῳ τῆς χάριτος, ἰατρεύων ἅπαντας, καὶ ζοφερᾶς, πλάνης ἐκλυτρούμενος, τοὺς σοὶ προστρέχοντας.
Ἦχος πλ. δ'
Κάλλει θεόφρον τοῦ σώματος, τὴν ψυχικὴν καλλονήν, εὐθυβόλως ἀντέθηκας, καὶ φρενῶν εὐπρέπειαν, τῆς σαρκὸς ὡραιότητι, καὶ τοὺς ὁρῶντας Μάρτυς κατέπληξας, τερατουργίαις λάμπων καὶ θαύμασιν, ἄνθει νεότητος, πρεσβυτέρων σύνεσιν, προσειληφώς, πίστει τε καὶ χάριτι, καταλαμπόμενος.
Δοξαστικὸν
Ἦχος δ'
Βυζαντίου
Σήμερον ἐξέλαμψε, τοῦ Ἀθλοφόρου ἡ μνήμη. Δεῦτε πιστοὶ πνευματικῶς εὐφρανθῶμεν, καὶ τοῖς ᾄσμασι τοῦτον καταστέψωμεν· τὸν γὰρ ἀόρατον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ ἀνδρικῶς ἐτροπώσατο, καὶ τῶν τυράννων τὰς ἀπείρους βασάνους μὴ δειλιάσας, νομίμως τὸ βραβεῖον ἐδέξατο τῆς ἄνω κλήσεως, καὶ νῦν μέτ' Ἀγγέλων εἰς αἰῶνας συναγάλλεται. Ἀλλ' ὦ Μάρτυς τοῦ Χριστοῦ Παντελεῆμον, Ἰατρὲ τῶν νοσούντων, καὶ λιμὴν τῶν χειμαζομένων, μὴ διαλίπῃς πρεσβεύων τῷ ἐλεήμονι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Μεγάλη Δοξολογία


Εἰς τὴν Λειτουργίαν. Τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ' καὶ ς' ᾨδή.

Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.