Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου,
καὶ τῆς Ἁγίας Μάρτυρος Θεοδότης.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια ἀμφοτέρων.

Στιχηρὰ τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Μάρτυς Θεόφρον Καλλίνικε, ὑπὲρ τὸ ζῆν τὸ θανεῖν, εὐσεβῶς προελόμενος, τοῦ Χριστοῦ τὸν θάνατον, ἀληθῶς ἐξεικόνισας· ἀθανασίας ὅθεν ἐπέτυχες, καὶ ἀνεσπέρου μακαριότητος, ἔνθα τὰ τάγματα, τῶν Ἀγγέλων πέφυκε, καὶ ἀθλητῶν, πάντων ἀγαλλόμενος, σκηνώσας ἔνδοξε.
Ἦχος πλ. δ'
Μάρτυς παμμάκαρ Καλλίνικε, πρὸς ἀοράτους ἐχθρούς, τὸν ἀόρατον Κύριον, συμμαχίαν ἄμαχον, κεκτημένος ἀνέστησας, ἀθανασίας μεγάλα τρόπαια, τὸν ἐξαλείφειν γῆν τε καὶ θάλασσαν, κατακαυχώμενον, τῇ πυγμῇ τῶν ἄθλων σου, καταβαλών, καὶ τῇ τῶν αἱμάτων σου, καταποντίσας ῥοῇ.
Ἦχος πλ. δ'
Τὸν τῆς εὐσεβείας πρόμαχον, καὶ καθαιρέτην ἐχθροῦ, καὶ Μαρτύρων συνόμιλον, καὶ ναὸν τοῦ Πνεύματος, τοῦ Ἁγίου γενόμενον, τὸν στρατιώτην τοῦ Βασιλέως Χριστοῦ, τῶν ἰαμάτων τὸ ἀδαπάνητον, ὄντως θησαύρισμα, τῶν πιστῶν τὸ στήριγμα, τὸν θαυμαστόν, σήμερον Καλλίνικον, ὕμνοις τιμήσωμεν.
Στιχηρὰ τῆς Ἁγίας Μάρτυρος Θεοδότης
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς παρθένον καὶ Μάρτυρα, ὡς Θεοῦ νύμφην ἄφθορον, ὡς τῷ θείῳ Πνεύματι διαλάμπουσαν, ὡς τὸν Χριστὸν ἀγαπήσασαν, ἐχθρὸν δὲ αἰσχύνασαν, ὡς ἀθλήσασαν στερρῶς, καὶ πολύπλοκα βάσανα, ὑπομείνασαν, εὐφημοῦμέν σε πίστει Θεοδότη, καὶ τὴν μνήμην σου τελοῦμεν, τὴν φωταυγῆ καὶ σωτήριον.
Ἦχος δ'
Νυμφευθεῖσα ἐν Πνεύματι, τῷ Χριστῷ διὰ πίστεως, ὥσπερ προῖκα πάνσεμνε προσενήνοχας, τῶν σῶν μελῶν τὴν κατάφλεξιν, τοὺς πόνους τὴν ἄθλησιν, τοὺς ἀπείρους αἰκισμούς, τὴν τοῦ αἵματος πρόσχυσιν, καὶ πρὸς θάλαμον, εἰσῳκίσθης τὸν θεῖον στεφηφόρος, Θεοδότη ὑπὲρ πάντων, τῶν σὲ τιμώντων πρεσβεύουσα.
Ἦχος δ'
Ὡς γενναῖον ἀδάμαντα, ὡς θεόφρονα Μάρτυρα, ὡς τὴν πλάνην λύσασαν τοῦ ἀλάστορος, καὶ τὸν τῆς Εὔας πολέμιον, γενναίῳ φρονήματι, συμπατήσασαν εἰς γῆν, εὐφημοῦμέν σε ἔνδοξε, καὶ χωρήσασαν, Παραδείσου πρὸς πλάτος Θεοδότη, θεωθεῖσαν καὶ τυχοῦσαν, ἐπιτηδείου μεθέξεως.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Φωτοφόρον παλάτιον, τοῦ Θεοῦ χαῖρε Δέσποινα, καὶ Ἀγγέλων χαῖρε τὸ ἀγαλλίαμα, Χαῖρε Ἀδὰμ ἡ ἀνάκλησις, καὶ Εὔας ἡ λύτρωσις, Χαῖρε κλῖμαξ νοητή, τοὺς θνητούς ἡ μετάγουσα, πρὸς οὐράνιον, καὶ ἀκήρατον δόξαν, Χαῖρε κράτος, ὀρθοδόξων Βασιλέων, καὶ ἀρραγὲς φυλακτήριον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Ἀθλητὰ Καλλίνικε, τὴν ᾠδὴν δέχου εὐμενῶς.

ᾨδὴ α'

Ἦχος δ'
Ἅρματα Φαραὼ ΤΟ ΑΚΟΥΤΕ
Ἅρματι νοητῷ, ἐπιβὰς ὡς ἀληθῶς, τριστάτας ἐπόντισας, τοῦ νοητοῦ Αἰγυπτίου, ἐν τῇ τῶν αἱμάτων σου ἐρυθρᾷ, Μαρτύρων κλέος Καλλίνικε.

Θείαν περιβολήν, ἐνδυσάμενος, Σοφέ, στολὴν τὴν ἐπίγειον, ἀπεξεδύσω παμμάκαρ, καὶ πρὸς τὸν ἀγῶνα ὥρμησας, καὶ τὸν ἐχθρὸν ἐθριάμβευσας.

Λύσας τὰς τοῦ ἐχθροῦ, πολυπλόκους μηχανάς, δεσμεῖς ἐν τοῖς ἄθλοις σου, καὶ ἀνενέργητον τοῦτον, ἔρριψας εἰς γῆν Καλλίνικε, καὶ τοῖς ποσί σου συνέτριψας.
Θεοτοκίον
Ἥνπερ τῶν Προφητῶν, προεώρακε χορός, ὡς πύλην οὐράνιον, καὶ βάτον ἀκατάφλεκτον, σὲ Παρθενομῆτορ ἄχραντε, Θεὸν τεκοῦσαν ἐπέγνωμεν.

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Τὴν πρὸς Θεὸν μοι Μάρτυς ἴθυνον τρίβον.

ᾨδὴ α'

Ἦχος δ'
Θαλάσσης, τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Τῆς θείας, φωτοδοσίας χάριτι, καταλαμπρύνεσθαι, τοὺς ὑμνητάς σου μάρτυς τοῦ Χριστοῦ, Θεοδότη δυσώπησον, μαρτυρικῇ λαμπρότητι, καὶ παρθενίᾳ διαλάμπουσα.

Ἡ θείῳ, δυναμωθεῖσα Πνεύματι, καὶ καταισχύνασα, τῶν πονηρῶν πνευμάτων τὴν πληθύν, Θεοδότη πανεύφημε, πνευματικαῖς φαιδρότησι, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.

Νομίμως, πρὸς τοὺς ἀγῶνας ἔνδοξε, Μάρτυς ἐχώρησας, τῶν θεοπνεύστων λόγων διδαχαῖς, κοσμουμένη λαμπρότατα, καὶ τὰς βουλὰς ἐμώρανας, τῶν ἀσεβούντων παναοίδιμε.
Θεοτοκίον
Παρθένος, τῷ Βασιλεῖ παρίστασθαι, σὺ ἀπηνέχθης Χριστῷ, τῆς ἐκλεκτῆς ὀπίσω καὶ σεπτῆς, ὑπὲρ νοῦν Θεομήτορος, καὶ ἱερὸν ἀνάθημα, ἐπουρανίου ναοῦ γέγονας.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου
Ἦχος δ'
Ὁ στερεῶν βροντὴν ΤΟ ΑΚΟΥΤΕ
Τῇ τοῦ Χριστοῦ ἀγάπῃ τετρωμένος, ὁ Μάρτυς ἀνέκραζεν, ἐν τοῖς ἀγῶσιν ἐγκαρτερῶν· Εἰς ὀσμὴν δραμοῦμαι μύρων, ἀκολουθῶν τῷ Πάθει σου, τῇ ἀθλήσει τῇ δι' αἵματος.

Ἀνεπιβούλευτος διετηρήθης, ἐκ τῶν βελῶν τοῦ ὄφεως· τὴν σὴν γὰρ πτέρναν ὁ σοφιστής, ἐν τοῖς ἥλοις διατρήσας, τὴν κεφαλὴν συντρίβεται, Καλλίνικε τοῖς ἄθλοις σου.

Κατατεμὼν τῆς πλάνης τὰς ἀκάνθας, μαχαίρᾳ τῇ τοῦ Πνεύματος, τὴν τοῦ Χριστοῦ πίστιν ἀπλανῶς, ἐγεώργησας Παμμάκαρ, εἰς ἑκατὸν τοὺς πόνους, προσάξας τῷ Δεσπότῃ σου.
Θεοτοκίον
Ἀνερμηνεύτου τόκου καὶ λοχείας, σὺ μόνη μήτηρ γέγονας, ἐν τῇ νηδύϊ σου τὸν πρὸ σοῦ, συλλαβοῦσα Θεὸν Λόγον, καὶ γαλουχοῦσα Παρθένος, ὡς βρέφος τὸν προάναρχον.

Κανών β', ᾨδὴ γ', τῆς Ἁγίας Μάρτυρος Θεοδότης
Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Ῥημάτων σου ταῖς πλοκαῖς, περισχεθεὶς ὁ δυσσεβὴς τύραννος, ταῖς φυλακαῖς ᾤετο, ἀντικατασχεῖν τὴν ἀνδρείαν σου.

Ὁ πόθος ὁ τοῦ Θεοῦ, τὴν προθυμίαν τῆς ψυχῆς εὔτονον, Μάρτυς Χριστοῦ ἔδειξε, καὶ ἡ τοῦ Σωτῆρος ἐπίπνοια.

Σαρκὸς μὲν περιφρονεῖν, ἐπιμελεῖσθαι δὲ ψυχῆς ἔσπευσας· ὅθεν δειναῖς μάστιξι, κατατεμνομένη ὑπέφερες.
Θεοτοκίον
Θυμίαμα προσηνές, ἐπιτεθὲν μαρτυρικοῖς ἄνθραξι, τῷ νοητῷ ἄνθρακι, τῷ ἐκ τῆς Παρθένου σὺ γέγονας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγή, καὶ στερέωμα».

Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ζῆλον ἔνθεον, ἐν τῇ ψυχῇ σου, ἔχων ἔνδοξε, τοὺς ἀνομοῦντας, διακενῆς καρτερικῶς διήλεγξας, καὶ ὁμιλήσας βασάνοις διήνυσας, τὸν σὸν ἀγῶνα γενναίῳ φρονήματι, Μάρτυς Καλλίνικε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Τῆς Ἁγίας, Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
ΤΟ ΑΚΟΥΤΕ
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι' ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων σεμνὴ Παμμακάριστε.
Καὶ νῦν ... Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα· Σπεῦσον, ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων. Μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Ἢ Σταυροθεοτοκίον
Ἡ παναμώμητος ἀμνὰς καὶ Παρθένος, ὃν ἀπεκύησεν Υἱὸν ἡπλωμένον, ἐπὶ Σταυροῦ ὡς ἔβλεψεν ὀδύναις τὴν ψυχήν, καιρίαις κατεπλήττετο, καὶ ἐβόα θρηνοῦσα· Ποῦ σου Τέκνον φίλτατον, δωρεῶν καὶ θαυμάτων, μνήμη ὧν ἀπήλαυσεν, ὁ ἀχάριστος δῆμος; Ἀλλ' εἰς τὸ σῶσαι γένος τῶν βροτῶν, ταῦτα νῦν πάσχεις· Ὑμνῶ σου τὸ εὔσπλαγχνον.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου
Ἦχος δ'
Εἰσακήκοα ὁ Θεὸς ΤΟ ΑΚΟΥΤΕ
Λελουμένος ἐν ταῖς ῥοαῖς, τῶν σῶν αἱμάτων, παμμάκαρ ὤφθης, καθαρώτατος τῷ πνεύματι, καὶ εἰς λῆξιν ἔφθασας, τῶν Ἀσωμάτων Μάρτυς Καλλίνικε.

Λίθος ἔντιμος ἀληθῶς, ᾠκοδομήθης τῇ Ἐκκλησίᾳ, καὶ ναοὺς εἰδώλων ἔσεισας, καὶ εἰς γῆν κατέβαλες, τῇ ἀκλινεῖ ἐνστάσει τῶν ἄθλων σου.

Ἰοβόλους τὰς τῶν ἐχθρῶν, θωπείας ὄντως ἀπώσω Μάρτυς, ἐν τοῖς λόγοις δὲ τοῦ Πνεύματος, τὴν ψυχὴν ῥωννύμενος, κατὰ τῆς πλάνης ἔστησας τρόπαιον.
Θεοτοκίον
Νῦν σε βάτον τὴν ἐν Σινᾷ, προδιαγράφων Μωσῆς ὁ μέγας, ἀκατάφλεκτον ἑώρακε, τὸ πῦρ τῆς Θεότητος, ἐν τῇ νηδὺϊ φέρουσαν Ἄχραντε.

Κανών β', ᾨδὴ δ', τῆς Ἁγίας Μάρτυρος Θεοδότης
Ἦχος δ'
Δι' ἀγάπησιν Οἰκτίρμον ΤΟ ΑΚΟΥΤΕ
Ἐπτερωμένη τῷ ἔρωτι τοῦ Δεσπότου, τῶν ἀλγεινῶν βασάνων, οὐκ ᾐσθάνου θεόφρον, τὸν νοῦν μεταστήσασα, πρὸς τὸν σοὶ ποθούμενον.

Ὁ ἀπατήσας τὴν Εὔαν ἐν Παραδείσῳ, καταπατεῖται Κόρης, ὑπὸ πόδας ὡραίους, Θεοδότης μάρτυρος ὡς οὔσης θεόφρονος.

Νενυμφευμένη Νυμφίῳ τῷ ἀθανάτῳ, διὰ σαρκὸς θανάτου, πρὸς ζωὴν μετετέθης, αἰωνίας λήξεως τυχοῦσα Πανεύφημε.
Θεοτοκίον
Μεμυημένη τὰ θεῖα τῷ ἐκ Παρθένου, καὶ Θεοτόκου Κόρης, σαρκωθέντι ἐβόας· Σύ μου εἶ φιλάνθρωπε, ἰσχύς τε καὶ ὕμνησις.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου
Ἦχος δ'
Ἀνάτειλόν μοι Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἰλὺϊ περιέπεσον, ἀνυποστάτῳ Κύριε, καὶ ἐν βυθῷ τῆς ἁμαρτίας τε, καὶ τῇ καταιγίδι τῶν δεινῶν μου πράξεων, ἐμπαγεὶς κραυγάζω σοι· Σὺ γενοῦ μοι βοηθός.

Κρηπῖσι καθηλούμενος, τοὺς πόδας Μάρτυς ἔψαλλες· Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου, πλουσίως κατετέρφθην, ἀθλοθέτα Δέσποτα, ὑπομένων στίγματα, τῇ ἐλπίδι τῶν μισθῶν.

Ἐλαίῳ σῷ τὸν ἔλεον, καλῶς ἐμπορευσάμενος, τοῦ μαρτυρίου τὴν λαμπάδα σου, ἐφαίδρυνας Παμμάκαρ, δι' ἧς ὅλος γέγονας, ἱερεῖον ἄμωμον, ὁλοκαύτωμα δεκτόν.
Θεοτοκίον
Τῶν Προφητῶν τὸ κήρυγμα, καὶ Ἀποστόλων καύχημα, καὶ τῶν Μαρτύρων ἐγκαλλώπισμα, ὑπάρχεις Θεοτόκε, Θεὸν Λόγον φέρουσα, ὑπὲρ λόγον Πάναγνε, τὸν πρὸ αἰώνων ἐκ Πατρός.

Κανών β', ᾨδὴ ε', τῆς Ἁγίας Μάρτυρος Θεοδότης
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ νοῦς σου εὐσεβῶς, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, ἑνούμενος Θεοδότη, τῶν τοῦ κόσμου ἡδέων, εὐτόνως κατεφρόνησεν.

Ἰθύνουσα τὸν σόν, λογισμὸν πρὸς τὴν μέλλουσαν, αἰώνιον εὐφροσύνην, ἀθυμίας βασάνων, καὶ πόνων οὐκ ἐφρόντισας.

Μακρότης ἡμερῶν, καὶ τερπνὴ ἀγαλλίασις, δεδώρηταί σοι θεόφρον, ἀντὶ κόπων ὧν εἶδες, καὶ πόνων τῶν κολάσεων.
Θεοτοκίον
Αἱ θεῖαι δωρεαί, ταῖς παρθένοις καὶ μάρτυσι, πηγάζουσιν ἐκ Παρθένου, τοῦ Χριστοῦ γεννηθέντος, τῆς μόνης Θεομήτορος.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου
Ἦχος δ'
Τῶν πταισμάτων τῇ ζάλῃ ΤΟ ΑΚΟΥΤΕ
Ἡ τῆς ποίμνης σου μάνδρα ἀνεπίβατος, ἐκ τῶν θηρίων ἐτηρήθη τῶν αἱρέσεων· τῶν σῶν γὰρ ἄθλων Ἔνδοξε, κατέχουσα τὴν στερρὰν βακτηρίαν, τῶν λύκων ὤφθη διώκτρια.

Νὺξ ἠλάθη τῆς πλάνης τῇ ἀθλήσει σου, καὶ τὸ τῆς πίστεως κάλλος ἐξανέτειλεν, ἐν τῇ ὁμολογίᾳ σου Πανένδοξε, τῆς Τριάδος ὁπλῖτα, ὡς ἥλιος ἐν τοῖς πέρασιν.

Ὡς τῆς πίστεως κήρυξ ἀκριβέστατος, τῷ ἀσεβοῦντι ἐβόας ἑτοιμότατα· Τὶ ἀπειλεῖς τῷ ἔχοντι ἀδάμαντος, τὴν ψυχὴν στερροτέραν· τὰ βέλη γὰρ τῶν ἀθέων κοῦφα.
Θεοτοκίον
Διαμένεις ἐκ τόκου ἀπειρόγαμος, ὡς πρὸ τοῦ τόκου καὶ ἀνέπαφος· τὸ γὰρ ἐν σοὶ μυστήριον Θεόνυμφε, ὑπὲρ ἔννοιαν πᾶσαν, καὶ πάντα λόγον γνωρίζεται.

Κανών β', ᾨδὴ ς', τῆς Ἁγίας Μάρτυρος Θεοδότης
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαῖαι, αἱ τοῦ ἐχθροῦ εἰς τέλος ἐξέλιπον· νῦν γὰρ νεάνιδες τοῦτον, καὶ παρθένοι κόραι καταπατοῦσι, τῇ δυνάμει, τῇ τοῦ Σταυροῦ προδήλως ῥωννύμεναι.

Τὴν πτῶσιν, τῆς προμήτορος Εὔας ἀνώρθωσαν, αἱ θυγατέρες αἱ ταύτης, τοῖς τῆς νίκης ἄθλοις στεφανωθεῖσαι, καὶ ποικίλα, περιφανῶς ἐγείρασαι τρόπαια.

Ὑπέστης, τὴν τοῦ πυρὸς δριμύτητα πάνσοφε, τοῦ σοῦ νυμφίου τῷ πόθῳ, Θεοδότη μάρτυς πυρπολουμένη, καὶ τὴν φλόγα, τῆς ἀπάτης ἀνδρείως κατέσβεσας.
Θεοτοκίον
Στόματι, θεολόγῳ καὶ γλώσσῃ θεόφρονι, τὰς τῶν τυράννων θωπείας, ἀπεκρούσω Μάρτυς τὸν ἐκ Παρθένου, σαρκωθέντα, θεολογοῦσα τῆς Θεομήτορος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Καλλινίκου
Στίχοι
Βληθεὶς ὁ Καλλίνικος ἐν τῇ καμίνῳ,
Τὸ νικοκαλὲς εὗρε καὶ θεῖον στέφος.
Εἰκάδι ἀμφενάτῃ φλὸξ Καλλίνικον κατέδαψε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Θεοδότης, καὶ τῶν τέκνων αὐτῆς.
Στίχοι
Θεῷ δοτὴν τίθησι τὴν Θεοδότην.
Τὸ πῦρ καμίνου σὺν τρισὶ τέκνοις φίλοις.

Οἱ ἅγιοι μάρτυρες πατὴρ καὶ μήτηρ μετὰ δύο τέκνων αὐτῶν, πυρὶ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων μαρτύρων Μάμαντος καὶ Βασιλίσκου, ἐν τοῖς Δαρείου, καὶ τῶν Ἁγίων Βενιαμὶν καὶ Βηρίου, πλησίον τῶν Παλατίων τοῦ Ἑβδόμου. Καὶ μνήμη τοῦ μακαρίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ Κωνσταντίνου Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τοῦ εὐσεβοῦς Βασιλέως Θεοδοσίου τοῦ Νέου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου
Ἦχος δ'
Πῦρ φλέγον Ἄγγελος ΤΟ ΑΚΟΥΤΕ
Ἡδονῆς μοι πρόξενα, τὰ τῶν κολάσεων ὑπάρχουσι φόβητρα· οὐ γὰρ πῦρ οὐ, μάστιγες, τοῦ ἀληθοῦς ἐραστοῦ μου, ὁ Μάρτυς ἐβόα, χωρίσει με.

Νευρούμενος Ἔνδοξε, τῇ συμμαχίᾳ Χριστοῦ, εἰς γῆν τὸν ἀντίπαλον, ἐκπαλαίσας ἔρριψας, καὶ φερωνύμως ἐδείχθης, κατὰ τῶν τυράννων καλλίνικος.

Διάβολον ᾔσχυνας, Ἀγγέλους εὔφρανας, τοῖς ἄθλοις σου, Ἔνδοξε, καὶ Χριστῷ ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ μόνος, ὑπάρχων Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἔλυσας τῷ τόκῳ σου, Παρθένε ἄχραντε, Εὔας της προμήτορος, τὴν ἀράν· ὑπάρχεις γάρ, Μήτηρ τοῦ πάντων Δεσπότου, τοῖς πᾶσι χαρὰν προξενήσασα.

Κανών β', ᾨδὴ ζ', τῆς Ἁγίας Μάρτυρος Θεοδότης
Ἦχος δ'
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι ΤΟ ΑΚΟΥΤΕ
Ἰμειρομένη τῆς Βασιλείας Μάρτυς τῶν οὐρανῶν, τρίβον, τὴν στενὴν διώδευσας ἀκλινῶς, δι' ἀθλήσεως κραυγάζουσα· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Θηριωδίας τῆς ὠμοτάτης ἀπεδείξατο, ἔργον, Θεοδότη μάρτυς ὁ δυσσεβής, κατατέμνων σε ταῖς μάστιξιν· Εὐλογημένος εἶ ἀναβοῶσα· Θεέ μου καὶ Κύριε.

Ὑπομονῆς σου, καὶ καρτερίας τε ἐπίχειρα, δόξαν, καὶ τρυφὴν ἀνώλεθρον ὁ Χριστός, Θεοδότη ἐδωρήσατο· Εὐλογημένος εἶ ἀναβοώσῃ, Θεέ μου καὶ Κύριε.
Θεοτοκίον
Νενεκρωμένην, τὴν ἀνθρωπίνην φύσιν ἥγειρας, μόνη, σὺ ζωὴν ἀθάνατον τὸν Χριστόν, Θεονύμφευτε γεννήσασα· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου
Ἦχος δ'
Τὰ σύμπαντα Δέσποτα ΤΟ ΑΚΟΥΤΕ
Χαίροις ἐντρύφημα, τῶν ἀθλητῶν τῆς ἀληθείας, Χαίροις τὸ καλλώπισμα τῆς πίστεως καὶ κλέος, Χαίροις ὁ λαμπρότατος τῶν μαρτύρων φωσφόρος, ὁ τὴν πλάνην σκεδάσας τῇ ἀθλήσει σου, καὶ τὸ φῶς ἀναλάμψας τῷ κόσμῳ, Καλλίνικε πάνσοφε.

Ὁ τύραννος ᾐσχύνθη, τῇ τῶν ἀγώνων σου ἐνστάσει, ἡττήθησαν δήμιοι τοῖς μώλωψί σου Μάκαρ, τοῖς ἥλοις τῆς πτέρνης σου κατετρώθη ἡ πλάνη, κατεφλέχθη δὲ πάντα καὶ ἠφάνισται, τῶν εἰδώλων τεμένη, πυρὶ ἐναθλοῦντός σου.

Ὑπὲρ τῶν τιμώντων σε, τῇ πρὸς Θεόν σου παρρησίᾳ, Καλλίνικε χρώμενος, ἱκέτευε ἀπαύστως, τῆς ποίμνης σου πρόστηθι, ἐξαιρούμενος ταύτην, τῶν ποικίλων παγίδων τοῦ ἀλάστορος, καὶ στηρίζων τῇ πίστει· ἐν σοὶ γὰρ αὐχεῖ καὶ κρατύνεται.
Θεοτοκίον
Ἐν Πνεύματι Προφῆται, σὲ τὴν Παρθένον προτυποῦσι, σκηνήν τε καὶ τράπεζαν, καὶ στάμνον καὶ λυχνίαν, καὶ ὄρος πανάγιον, καὶ νεφέλην καὶ πλάκα, κιβωτὸν τε καὶ ῥάβδον, πύλην ἔνθεον, δι' ἧς πᾶσιν ἀνθρώποις, ἠνοίχθη ὁ πάλαι Παράδεισος.

Κανών β', ᾨδὴ η', τῆς Ἁγίας Μάρτυρος Θεοδότης
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Οὐδὲν Ἀθληφόρε τῶν δεινῶν, οὐ πῦρ οὐ μάστιγες, οὐδὲ στρεβλώσεις μελῶν, ἀλλ' οὐδὲ θάνατος ἴσχυσε, διαρρῆξαι τὴν συνάφειαν, πρὸς τὸν Δεσπότην καὶ στοργήν, δι' ἧς ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νυμφῶνα τερπνὸν καὶ καθαρόν, ὁ σὸς νυμφίος Χριστός, σοὶ νῦν δεδώρηται, διπλαῖς ἐκλάμπουσαν χάρισι, καθορῶν σε πανσεβάσμιε, ὄνπερ ποθήσασα θερμῶς, χαίρουσα ἔψαλλες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τῷ πόθῳ κατάλληλον ἰσχύν, ὁ ἐραστής σου Χριστός, σαφῶς ἐνέπνευσε, δι' ἧς τὴν ἄστεκτον ἤλεγξας, ἀθεότητα Πανόλβιε, καὶ τοὺς ποικίλους πειρασμούς, ἔφερες ψάλλουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ῥήμασιν ἑπόμενοι τοῖς σοῖς, σὲ μακαρίζομεν θεομακάριστε, μακαριότητος ἔνθεον, εὑρηκότες σε ὑπόθεσιν, τὴν τὸν μακάριον ἡμῖν, Λόγον γεννήσασαν, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου
Ἦχος δ'
Τὸν ἄσπορον τόκον σου ΤΟ ΑΚΟΥΤΕ
Ὑφάνθη σοι ἄνωθεν, ὁ χιτὼν τῆς πίστεως, δι' οὗ ἀπεγύμνωσας τὸν ἐχθρὸν ἐν σταδίῳ, Μάρτυς ἔνδοξε.

Μεμηνὼς ὁ τύραννος, ὑπεκλύειν ᾤετο, θωπείαις τὸν Μάρτυρα, ἀλλ' αὐτὸς τῇ πίστει ἐστερέωτο.

Εὐθὲς ὁλοκαύτωμα, καὶ δεκτὸν θυμίαμα, Καλλίνικε ἔνδοξε, τῷ πυρὶ τῶν ἀγώνων προσηνέχθης Θεῷ.

Νέον σε Παράδεισον, οἱ πιστοὶ γνωρίσαντες, τοῖς πόνοις τῶν ἄθλων σου, ὡς ἐκ θείων ναμάτων ποτιζόμεθα.

Ὡραῖοι οἱ πόδες σου, ἀθλητὰ Καλλίνικε, τοῖς ἥλοις πειρώμενοι, καὶ πρὸς κήρυγμα θεῖον πορευόμενοι.
Θεοτοκίον
Σκέπην σε κεκτήμεθα, καὶ λιμένα Πάναγνε καὶ ὅπλον καὶ ἄγκυραν, καὶ βεβαίαν ἐλπίδα ἐν κινδύνοις ἀεί.

Κανών β', ᾨδὴ θ', τῆς Ἁγίας Μάρτυρος Θεοδότης
Ἦχος δ'
Λίθος ἀχειρότμητος ὄρους ΤΟ ΑΚΟΥΤΕ
Ἵλεων γενέσθαι θεόφρον, τὸν σὸν ἀθάνατον Νυμφίον, ὑπὲρ τῶν ὑμνούντων σε πόθῳ, δυσώπει Μάρτυς ἀξιοθαύμαστε, διὰ παντὸς ἐκλάμπουσα, ταῖς λαμπηδόσι ταῖς τῆς χάριτος.

Βήματι παρέστηκας ὄντως, σὺν παρρησίᾳ τοῦ Δεσπότου, οἷα εὐσεβής τε καὶ Μάρτυς, δι' ἀμφοτέρων εὐαρεστήσασα, τῷ τὴν ἰσχὺν σοι πνεύσαντι, καὶ πλουτοδότως στεφανώσαντι.

Ὅλη εἶ καλὴ Θεοδότη, πεποθημένη τῷ Δεσπότῃ· ὅλη φωτοφόρος ὑπάρχεις, καὶ μῶμος ὅλως Μάρτυς οὐκ ἔστιν ἐν σοί· σὺ γὰρ διπλαῖς ταῖς χάρισι, διαφερόντως κεχαρίτωσαι.
Θεοτοκίον
Νύμφη καὶ γεννήτρια ὤφθης, τοῦ ἁπάντων Βασιλέως· σὺ γάρ τῶν ἀπ' αἰῶνος ἐφάνης, ἁγιωτέρα πάσης τῆς κτίσεως, καὶ διὰ σοῦ σῳζόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Καὶ θανοῦσα ζωηρόν, αἱμάτων μύρον ἔβλυσας, ὡς ἐν Θεῷ ζῶντι ζῶσα, καὶ διαθήκης τῆς αὐτοῦ, κληρονόμος ἠξίωσαι, Θεοδότη φρουροῦσα, τοὺς πόθῳ ὑμνοῦντάς σε.
Θεοτοκίον
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἡ πλατυτέρα οὐρανῶν, πρὸς οὐρανὸν ἀπάρασα, μὴ καταλίπῃς Ἀγαθή, ἡμᾶς τοὺς κάτω γηγενεῖς, πρὸς τὸν εὔσπλαγχνον Κύριον, χεῖρας εἰς μεσιτείαν, τοῦ Κόσμου ἐφάπλωσον.