Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τῶν Ἁγίων Ἀποστόλων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἀστραπαῖς φωτιζόμενοι, ταῖς τοῦ Πνεύματος πάνσοφοι, τὰ τῆς γῆς πληρώματα περιήλθετε, καὶ τοὺς πιστοὺς ἐφωτίσατε, τὸν ζόφον μειώσαντες, ἀγνωσίας τοῦ βυθοῦ, ὡς τοῦ Λόγου Ἀπόστολοι· ὅθεν σήμερον, γεγηθότες τελοῦμεν τὴν ἁγίαν, καὶ φωσφόρον ὑμῶν μνήμην, ἁγιασμὸν κομιζόμενοι.
Ἦχος δ'
Ὡς νεφέλαι μακάριοι, ἐπὶ πάντα τὰ πέρατα, ὑετὸν ἐρράνατε τὸν οὐράνιον, καὶ τὰς ψυχὰς κατηρδεύσατε, πιστῶν θείᾳ χάριτι, ἀποπνίξαντες δεινά, ἀθεΐας ζιζάνια, καὶ τελέσαντες, τὰς ψυχὰς καρποφόρους τῶν ἀνθρώπων· διὰ τοῦτο ἐν αἰνέσει, ὑμᾶς τιμῶμεν Ἀπόστολοι.
Ἦχος δ'
Συνελθόντες τιμήσωμεν, καὶ πιστῶς μακαρίσωμεν, Σίλαν τὸν πανάριστον, καὶ Ἀνδρόνικον, Ἐπαινετόν τε καὶ Κρήσκεντα, καὶ πόθῳ τιμήσωμεν, σὺν αὐτοῖς Σιλουανόν, τοὺς τῆς πίστεως κήρυκας, τοὺς προχέοντας, ποταμοὺς ἰαμάτων, καὶ παντοίων, παθημάτων ἐπηρείας, Πνεύματι θείῳ ἐξαίροντας.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Κατακρίσεως λύτρωσαι, Παναγία Θεόνυμφε, καὶ δεινῶν πταισμάτων, τὴν ταπεινήν μου ψυχήν, καὶ τοῦ θανάτου ἀπάλλαξον, εὐχαῖς σου καὶ δώρησαι, δικαιώσεως τυχεῖν, ἐν ἡμέρᾳ ἐτάσεως, ἧς ἐπέτυχον, τῶν Ἁγίων οἱ δῆμοι, μετανοίᾳ, καθαρθέντα με πρὸ τέλους, καὶ τῶν δακρύων ταῖς χύσεσιν.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀμνὰς ἡ κυήσασα, τὸ ἀρνίον τὸ ἄκακον, τὸ τὴν ἁμαρτίαν ἐλθὸν ἰάσασθαι, παντὸς τοῦ κόσμου Πανάχραντε, οἰκείῳ ἐν αἵματι, τὸ σφαγὲν ὑπὲρ ἡμῶν, καὶ ζωῶσαν τὰ σύμπαντα, σὺ με ἔνδυσον, γυμνωθέντα ἁπάσης ἀφθαρσίας, ἐξ ἐρίου τοῦ σοῦ τόκου, περιβολὴν θείας χάριτος.

Ἀπολυτίκιον
Ἦχος γ'
Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.
Πανευκλεεῖς μαθητὰς ὑμνῶ τοῦ Λόγου.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος β'
Τῷ τὴν ἄβατον ΤΟ ΑΚΟΥΤΕ
Παριστάμενοι, θρόνῳ τῷ θείῳ πάντοτε, φέγγει τε λαμπρυνόμενοι, ἀδύτῳ Ἅγιοι, φωτισμὸν πνευματικόν, ἅπασιν αἰτήσασθε, ἐκ τοῦ τῶν φώτων Πατρός, καταπεμφθῆναι ἡμῖν, πιστῶς ὑμᾶς γεραίρουσιν.

Ἀναλάμψαντα, δικαιοσύνης ἥλιον, Ἔνδοξοι θεασάμενοι, Κόρης θεόπαιδος, ἐκολλήθητε αὐτῷ, θείαν κατὰ μέθεξιν, φῶς χρηματίζοντες, καὶ ἀπηλάσατε, ἀπάτης ζόφον ἅπαντα.

Νόμον ἔνθεον, ἐπὶ τῆς γλώττης φέροντες, πᾶσαν τὴν γῆν διήλθετε, τὴν ἀνομίαν αὐτῆς, ὑπεξαίροντες σοφοί, Κρήσκη, Ἀνδρόνικε, Σίλα καὶ Σιλουανέ, καὶ κατασπείραντες, τὴν γνῶσιν τὴν σωτήριον.

Ἐπαινέσωμεν, Ἐπαινετὸν τὸν ἔνδοξον, Καρθαγενέων καύχημα, θεῖον γενόμενον, καὶ τοῦ Λόγου Μαθητήν, καὶ τῶν ἰαμάτων, πηγὴν καὶ μέγαν κήρυκα, τῶν ὑπὲρ ἔννοιαν, καὶ πίστεως ἑδραίωμα.
Θεοτοκίον
Ὑπερύμνητον, Θεὸν ἀρρήτως τέτοκας, σάρκα ἐκ σοῦ φορέσαντα, δι' ἀγαθότητα, ὑπερύμνητε Ἁγνή· ὅθεν ἐν φωναῖς, εὐχαριστηρίοις ὑμνολογοῦμέν σε, καὶ μακαρίζομεν, ὡς πάλαι προεφήτευσας.

Κανών α', ᾨδὴ γ'
Ἦχος β'
Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ
Κηρύξαντες τὴν σάρκωσιν τοῦ Δεσπότου, καὶ λύσαντες τὸν σύνδεσμον τῆς κακίας, τοὺς πάλαι δεδεμένους τῇ ἀπιστίᾳ, Σοφοὶ ἐλύσατε, μεγαλοκήρυκες, καὶ Θεῷ προσήξατε διὰ πίστεως.

Λαμπτῆρες τῆς ἀδύτου φωτοχυσίας, γενόμενοι τὸ σκότος τῆς ἀσεβείας ἠλάσατε δεικνύοντες τοῖς ἀνθρώποις, τῆς ἐπιγνώσεως τὸ φῶς Πανεύφημοι· διὰ τοῦτο πάντοτε μακαρίζεσθε.

Εἰς πᾶσαν ἐξελήλυθε καθὼς ψάλλει, Δαυῒδ τῶν Ἀποστόλων ὁ θεῖος φθόγγος, διδάσκων τὰ Παθήματα τοῦ Σωτῆρος, καὶ τὴν Ἀνάστασιν, δι' ἧς ἀνέστημεν, ἐκ μνημάτων ἅπαντες τῆς ματαιότητος.
Θεοτοκίον
Εὑρών σε τῶν Ἀγγέλων καθαρωτέραν, ὑπέδυ τὴν γαστέρα σου τὴν ἁγίαν, ὁ φῶς οἰκῶν ἀπρόσιτον Θεοτόκε, καὶ ὤφθη ἄνθρωπος, ἐκ σοῦ σαρκούμενος, ἐν δυσὶ ταῖς φύσεσι γνωριζόμενος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».

Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀστέρες μέγιστοι τὴν οἰκουμένην, εὐσεβείας λάμψεσι, φωταγωγοῦντες εὐσεβῶς, εἰς τὸν αἰῶνα δοξάζεσθε, θαυματοφόροι Κυρίου Ἀπόστολοι.
Θεοτοκίον
Τὰς ἀχράντους χεῖράς σου Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ σοί, καὶ τῷ Υἱῷ σου κραυγάζοντας· Πᾶσι περάσχου Χριστὲ τὰ ἐλέη σου.
Ἢ Σταυροθεοτοκίον
Ἐπὶ ξύλου βλέπουσα, ἀναρτηθέντα, τὸν Υἱόν σου Πάναγνε, σπλάγχνα μητρῷα γοερῶς, σπαραττομένη ἐκραύγαζες· Οἴμοι! πῶς ἔδυς, τὸ φῶς μου τὸ ἄχρονον;

Κανών α', ᾨδὴ δ'
Ἦχος β'
Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἰσχύϊ, τοῦ τὰ πάντα Κτίσαντος, διελθόντες τὴν οἰκουμένην, καθὰπερ ὑπόπτεροι, ἐσώσατε τοὺς ἐν πελάγει, δεινῶς θεοφόροι κινδυνεύοντας, καὶ γαληνὸν πρὸς ὅρμον ὡδηγήσατε.

Στηρίζων, παρειμένας ἔνδοξε, διανοίας τῷ λόγῳ Σίλα, σὺν Παύλῳ τῷ κήρυκι, πεπόρευσαι εἰς πάντα κόσμον, πολλοῖς πειρασμοῖς περιαντλούμενος, καὶ τὸν Σωτῆρα ἅπασι κηρύττων τρανῶς.

Μεγίστοις ἀγαθοῖς κοσμούμενος, συμπεπόρευσαι ἐξ Ἑῴας, μέχρις αὐτῆς Δύσεως, ὥσπερ ἀκτίς, τῷ Παύλῳ Σίλα σοφέ, φωταυγὴς ἡλίῳ πέλοντι, καὶ τῶν ἐθνῶν καρδίας ἐφωτίσατε.

Αἰνείσθω, Κρήσκης καὶ Ἀνδρόνικος, καὶ σὺν Σίλᾳ μεγαλυνέσθω, Σιλουανὸς σήμερον, Ἐπαινετός τε ἐπαινείσθω Χριστοῦ, τῆς ἀμπέλου χρηματίζοντες βότρυες, γλεῦκος στάζοντες σωτήριον.
Θεοτοκίον
Θαυμάτων, ὑπερέχον πέφυκε, τὸ ἐν σοὶ γενόμενον θαῦμα· νομίμων γὰρ ἄνευθεν, τῆς φύσεως τὸν νομοδότην Χριστόν, ἀποτίκτεις, τὴν παράβασιν τῶν προπατόρων, λύοντα Πανάμωμε.

Κανών α', ᾨδὴ ε'
Ἦχος β'
Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἤρθη τῶν σῶν, Μαθητῶν ὑπεράνω τῶν οὐρανίων, ἡ μεγαλοπρέπεια κηρυττόντων, τοῖς ἐπὶ γῆς σου, τὴν σεπτὴν παρουσίαν, καὶ τὰ πάθη καὶ τὴν ἀνάστασιν, Λόγε τοῦ Θεοῦ, Ἰησοῦ ὑπεράγαθε.

Τὸ διαυγές, καὶ ὑπέρλαμπρον σκεῦος τοῦ Παρακλήτου, τῶν πεπλανημένων τὴν ὁδηγίαν, Θεσσαλονίκης τὸ περίδοξον εὖχος, Ἀποστόλων τὸ ἐγκαλλώπισμα, τὸν Σιλουανόν τὸν σοφὸν εὐφημήσωμεν.

Ἀνδρειωθείς, φερωνύμως τοῦ Λόγου τῇ συμμαχίᾳ, πάνσοφε Ἀνδρόνικε διαθέεις, ἐπιστηρίζων παρεθείσας καρδίας, ἐπηρείαις τοῦ πολεμήτορος, καὶ φωταγωγῶν εἰς Θεοῦ κατανόησιν.
Θεοτοκίον
Σὲ ὁ Δαυΐδ, προδιέγραψεν ὄρος τετυρωμένον, ὄρος τοῦ Θεοῦ ἡμῶν, ὄρος πῖον· ἐν σοὶ γὰρ Κόρη, ἐγνωρίσθησαν τούτου, αἱ πορεῖαι σάρκα πτωχεύσαντος, καὶ πρός τὸ ἀρχαῖον ἡμᾶς ἐπανάξαντος.

Κανών α', ᾨδὴ ς'
Ἦχος β'
Πρὸς Κύριον ἐκ κήτους ΤΟ ΑΚΟΥΤΕ
Ὑψούμενοι πρὸς Κύριον, καθαραῖς συννεύσεσι, τοὺς κατανεύσαντας, ἀπωλείας πρὸς τὰ βάραθρα, εἱλκύσατε σοφοί, ὕψος πρὸς οὐράνιον, ὑψηλῆς θεωρίας καὶ πράξεως.

Μονάδα μὲν οὐσίᾳ, χαρακτῆρσι Τριαδα δέ, θεομακάριστοι, ἐν τοῖς πέρασι κηρύξαντες, πολύθεον ἀχλύν, παντελῶς ἐλύσατε, καὶ φωστῆρες ψυχῶν ἀνεδείχθητε.

Νευρώσας σου Χριστὸς τὸν λογισμόν, Κρήσκη πάνσοφε, τῆς ἐν Γαλλίᾳ σε, Καρχηδόνος Ἀρχιποίμενα, ὡς τούτου μαθητήν, εὐσεβῶς ἀπέδειξε, πλανωμένοις τὴν τρίβον δεικνύοντα.
Θεοτοκίον
Ὡραίαν σε κάλλει, ὁ Ποιητὴς εὑράμενος, ἐν σοὶ ἐσκήνωσε, καὶ ὡραῖος ὑπὲρ ἅπαντας, υἱοὺς τῶν γηγενῶν, ὤφθη σωματούμενος, Παναγία Παρθένε πανύμνητε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς Κύριον ἐκ κήτους, ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾍδου δέομαι, ἵνα ὡς Λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου.
Στίχοι
Ἐπαινετὸς Κρήσκης τε καὶ Σιλουανός,
Σίλας καὶ Ἀνδρόνικος, αἰνείσθων ἅμα.
Πέντ' ἔβαν ἐκ βιότου μύσται Θεοῦ ἐν τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλίττης τῆς ἐκ Καισαρείας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ'
Ἦχος β'
Ῥήτορες ἀνεδείχθησαν ΤΟ ΑΚΟΥΤΕ
Τὰ σκεύη τὰ χωρήσαντα πᾶσαν, τοῦ Παρακλήτου τὴν χάριν, καὶ τοὺς δοχεῖα τῆς πλάνης γεγενημένους, ἀποτελέσαντα δεκτοὺς Θεῷ, Σίλαν καὶ Σιλουανόν, ὑμνήσωμεν ἐνθέως.

Οὐκ ἔστιν ἱκανὸς τις ἐπαινεῖν, Ἐπαινετὸν τὸν θαυμαστόν· συνεμορφώθη γὰρ Χριστῷ τὰ δι' αὐτὸν ὑποστὰς παθήματα, βασιλείας τε συμμετέσχε τῆς αὐτοῦ, καλῶς ἠγωνισμένος.

Ὑμνείσθω Κρήσκης ᾄσμασι θείοις, ὁ κεκρυμμένας τὰς ὁδούς, τὰς τοῦ Χριστοῦ ὑποδείξας, καὶ κατακρίνας ἐν τῇ σαρκὶ αὐτοῦ, τὴν κατάκριτον ἁμαρτίαν, καὶ πολλούς ἀκατακρίτους δείξας.
Θεοτοκίον
Λῦσόν μου τὰς σειρὰς τῶν πταισμάτων, τῇ μεσιτείᾳ σου Ἁγνή, καὶ τῇ ἀγάπῃ τελείως τοῦ ἀγαθοῦ Υἱοῦ σου πρόσδησον, μακρυνόμενον καθ' ἑκάστην ἐξ αὐτοῦ, ἡδονῶν ἀτόπων.

Κανών α', ᾨδὴ η'
Ἦχος β'
Τῷ δόγματι τῷ τυραννικῷ ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἔδωκαν ὕπνον ὀφθαλμοῖς, οἱ ἄγρυπνοι τοῦ Λόγου ὑπηρέται, ἕως οὗ ὕπνου βαρέος πιστούς, πλάνης ἐλυτρώσαντο, καὶ φωτὸς καὶ ἡμέρας, υἱοὺς ἐναπέδειξαν.

Γενόμενοι ἅρμα τοῦ Θεοῦ, ἐκτήσασθε αὐτὸν ἡνιοχοῦντα, πρὸς ἐπουράνιον νύσσαν ἡμᾶς, Ἀπόστολοι ἔνδοξοι, καὶ τὰ ἅρματα πάντα τῆς πλάνης συντρίβοντα.

Ὁ πάνσοφος Σίλας ὡς Χριστοῦ, διάκονος ἀξίως ἐπαινείσθω, καὶ σὺν αὐτῷ δοξαζέσθω πιστῶς, Κρήσκης καὶ Ἀνδρόνικος, οἱ φωστῆρες, οἱ πάντα τὰ ἔθνη φωτίσαντες.
Τριαδικὸν
Ὑμνήσωμεν τὴν ζωαρχικήν, Τριάδα χαρακτῆρσι τρισσουμένην, γνωριζομένην δὲ φύσει μιᾷ, καὶ ψάλλοντες εἴπωμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ δόγματι τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ'
Ἦχος β'
Ἡ τὸν πρὸ Ἡλίου ΤΟ ΑΚΟΥΤΕ
Ἰατροὶ ψυχῶν τε, καὶ σωμάτων γεγόνατε σωτήριοι, πνευματικοῖς φαρμάκοις ἐκκαθαίροντες, τοὺς νοσοῦντας καὶ ὑγιεῖς, δεικνῦντες ἀμφοτέρωθεν, θεοφεγγεῖς Ἀπόστολοι· ὅθεν ἀξίως μακαρίζεσθε.

Ὤφθητε τῇ ζέσει, τοῦ Πνεύματος ἀνάπτοντες ὡς ἄνθρακες, καὶ τὸν κρυμὸν τῆς πλάνης διελύσατε, καὶ καρδίας τὰς πηγνυμένας πίστει κατεθάλψατε, καὶ πρὸς τὸ ἔαρ Πάνσοφοι, τῆς σωτηρίας ὡδηγήσατε.

Στησώμεθα χορείαν, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν δοξάζοντες, Σιλουανὸν καὶ Σίλαν καὶ Ἀνδρόνικον, καὶ τὸν μέγαν Ἐπαινετόν, καὶ Κρήσκεντα τὸν πάνσοφον, ὡς ἀληθείας κήρυκας, καὶ πρεσβευτὰς ἡμῶν ὑπάρχοντας.

Ἡ ἁγιωτάτη καὶ πλήρης, χαρισμάτων θείου Πνεύματος, καὶ ἱερὰ καὶ ὄντως ἀξιέπαινος, ὑμῶν μνήμη θεουργικαῖς, ἀκτῖσι καταυγάζουσα, τῶν εὐσεβῶν τὸ πλήρωμα, ὑμνεῖν ὑμᾶς σοφοὶ προτρέπεται.
Θεοτοκίον
Φεῖσαί μου ὁ μέλλων ἐν δόξῃ, πάλιν ἔρχεσθαι Θεότητος, κρῖναι τὴν οἰκουμένην παντοδύναμε, ἱκεσίαις τῆς ἀπειράνδρως, Δέσποτα τεκούσης σε, καὶ μὴ εἰς πῦρ ἐκπέμψῃς με, κατεγνωσμένον ἁμαρτήμασιν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ τὸν πρὸ Ἠλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν».